Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia
Michael AttaliatesHist 211 · pg-scrape-grcMore by Michael Attaliates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
211.1
Ἐν τούτῳ δὲ τῷ ἔτει καὶ τέρατά τινα κατεφάνησαν εἰς τὴν Βύζαντος. τρίπους τε γὰρ ὄρνις ἐγεννήθη, καὶ παιδίον ἐτέχθη κατὰ μέτωπον ἔχον τὸν ὀφθαλμόν, καὶ τοῦτον ἕνα καὶ μόνον, τραγοσκελὲς δὲ τοὺς πόδας· καὶ προτεθὲν ἐν τῇ τῆς διακονίσσης δημοσίᾳ παρόδῳ κλαυθμὸν ἠφίει παιδικῷ προσεοικότα. δύο δὲ τῶν ἀθανάτων στρατιωτῶν πλησίον τοῦ δυτικοῦ τῆς πόλεως τείχους ἐν δημοσίῳ τόπῳ κεραυνόβλητοι γεγόνασιν. οὐ μὴν δὲ ἀλλὰ καὶ ἐν οὐρανῷ κομῆταί τινες παρετείνοντο. Ἐπεὶ δὲ καὶ τὴν ἑώαν οἱ ἐκεῖσε καταναλίσκοντες ἦσαν βάρβαροι καὶ πορθοῦντες καὶ καταβάλλοντες, πλῆθος ἐκεῖθεν ὁσημέραι τῇ βασιλίδι προσέφευγεν, ὅ τε λιμὸς ἐστενοχώρει πάντας, τῇ ἐνδείᾳ τῶν ἀναγκαίων καταπιέζων αὐτούς. ἐπιγενομένου δὲ καὶ χειμῶνος, ἐπεί περ ὁ βασιλεὺς ἀφιλότιμος ὢν καὶ σφόδρα φειδωλίας ἐχόμενος οὐδὲν ἐκ τῶν βασιλικῶν θησαυρῶν ἢ τῆς ἄλλης προνοίας εἰσῆγεν ἢ τοῖς ἐν τέλει ἢ τοῖς δημοτικοῖς παραμύθιον, καὶ ἕκαστος περὶ ἑαυτοῦ στυγνάζων οὐδὲ χεῖρα πλουσίαν εἶχε πρὸς τὸ τοῖς δεομένοις ἐπαρκεῖν καὶ παρέχειν τὰ τῆς ζωῆς ἐφόδια (διὰ γὰρ τούτων τοῖς πενεστέροις ὡς ἐπίπαν τὰ χρειώδη προσάγονται), πολὺς καὶ ἀμύθητος θάνατος οὐ τῶν ξένων μόνον ἀλλὰ καὶ τῶν τῆς πόλεως δήμων καθ' ἑκάστην ἐγίνετο, ὡς καὶ τοὺς νεκροὺς αὐτῶν σωρηδὸν ἔν τε τοῖς λεγομένοις ἐμβόλοις καὶ τοῖς ὑπαίθροις ἀνα 212 κεῖσθαι, καὶ φοράδην κομίζεσθαι πολλάκις ἐν μιᾷ καὶ τῇ αὐτῇ κλίνῃ πέντε καὶ ἓξ νεκροὺς ἀτημελήτους, καὶ πανταχόθεν ἐπιρρέειν τὰ σκυθρωπά, καὶ πάσης κατηφείας πληροῦσθαι τὴν βασιλεύουσαν. τῶν δὲ καθημερινῶν καὶ παρανόμων κριμάτων οὐδεμία τις ἀναστολὴ τοῖς κρατοῦσιν ἐγίνετο· ἀλλ' ὥσπερ μηδενὸς τὸ παράπαν ἐνοχλοῦντος τοῖς Ῥωμαίοις ἀλλοφύλου πολέμου ἢ θείας ὀργῆς, ἢ τοὺς ἀνθρώπους κατατρεχούσης ἐνδείας καὶ βίας βιωτικῆς, οὕτως ἀδεῶς ἔπραττον τὰ θεομισῆ καὶ τυραννικά. καὶ πᾶν προβούλευμα βασιλικὸν εἰς τὸ τοὺς οἰκείους ἀδικεῖν καὶ κατασοφίζεσθαι καὶ θηρεύειν τοὺς βίους αὐτῶν καὶ τὴν ἀφορμὴν τῆς ζωῆς κατεγίνετο. Τί οὖν τὸ ἐντεῦθεν; ἤσχαλλον πάντες καὶ ἐδυσχέραινον καὶ διηνεκῶς ἐποτνιῶντο πρὸς τὸν θεόν, ἐπιβλέψαι πρὸς τὴν αὐτοῦ κληρονομίαν διὰ παντὸς ἱκετεύοντες, καὶ προχειρίσασθαι ἄνδρα ἅμα μὲν καὶ τοὺς τυράννους αὐτοὺς δυνάμενον καθελεῖν, ἅμα δὲ καὶ τὰς τύχας τῶν Ῥωμαίων πρὸς τὸ εὐθυμότερον ἐπαναγαγεῖν φρονήσει καὶ γενναιότητι καὶ φιλοτίμῳ καὶ φιλοίκτῳ ψυχῇ. καὶ μέντοι καὶ τετυχήκασιν οὐκ εἰς μακρὰν τῶν κατὰ σκοπόν. προσδεξάμενος γὰρ τὴν αἴτησιν αὐτῶν ὁ ἐν ἐλέει ἀμέτρητος κύριος ἀνίστησιν ἄνδρα κρείττονα τῆς εὐχῆς τῶν φοβουμένων αὐτόν, καὶ τοσοῦτον εἰς ἀρετὴν καὶ μεγαλοφροσύνην καὶ γενναιότητα καὶ στρατιωτικὴν μεγαλοδοξότητα ὅσον ὁ πρώην βασι 213 λεύων εἰς κακίαν καὶ μικρολογίαν καὶ ἀγενῆ πολιτείαν διεγινώσκετο. ἦν δὲ οὗτος, ὁ τὸ κράτος δηλονότι ἐκ τοῦ ἐπουρανίου βασιλέως μνηστευθεὶς καὶ ἄξιος αὐτῷ λογισθείς, Νικηφόρος κουροπαλάτης ὁ Βοτανειάτης, ὃν πολλαχοῦ τῆς γραφῆς ὡς τρισαριστέα καὶ δοκιμώτατον διελάβομεν. οὗτος γὰρ εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν καθεστώς, καὶ τῆς τῶν ἀνατολικῶν ἐπαρχίας τυγχάνων πρώτιστος πλούτῳ καὶ γένει καὶ παλαιῶν ἔργων καὶ νέων λαμπρότητι, καὶ τὴν στρατηγίαν ἔχων τοῦ αὐτοῦ θέματος, περίλυπος ἦν ταῦτα ὁρῶν· οὐ γὰρ ἔφερε, φύσιν ἔχων εὐσεβῆ καὶ φιλόθεον, ζῆν καὶ τοιαῦτα καθορᾶν ἀνοσίως πραττόμενα, καὶ πᾶσαν τὴν ἑώαν τοῖς πολεμίοις ἀνάστατον. καὶ αὐτὴν τὴν μεγάλην Κωνσταντινούπολιν πολεμουμένην τοῖς τῶν κρατούντων ἀκρατῶς ἀδικήμασι, καὶ τὴν ἑσπερίαν γῆν κατακειρομένην τοῖς ἔθνεσιν καὶ τοῖς βλαπτικοῖς ἐννοήμασιν. ἀλλ' ἀναφέρων εἰς τὴν τοῦ γένους ἐπισημότητα, καὶ διανοούμενος ἀκριβῶς ὡς πολλῶν καὶ μεγάλων ἀριστευμάτων καὶ βοηθημάτων ἡ Ῥωμαίων ἀπέλαυσε γῆ παρὰ τῶν προγόνων αὐτοῦ κατὰ διαφόρους καιροὺς καὶ χρόνους, καὶ δεύτερος φανῆναι τούτων ἀνάξιον λογισάμενος, εἰ μὴ βοηθήσαι τοῖς κάμνουσιν ὀρθοδόξοις, δι' οὓς Χριστὸς ὁ θεὸς ἡμῶν τὸ οἰκεῖον αἷμα ἐξέχεε, ζηλωτὴς διαπυρώτατος γίνεται, καὶ τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῆς τοῦ Χριστοῦ ποίμνης καὶ τοῦ ἁγίου ἔθνους αὐτοῦ. καὶ τῆς Τούρκων ἔτι ζεούσης 214 ἐπιφορᾶς, καὶ πολέμων πανταχόθεν ἀναρριπιζομένων σφοδρῶς, εὐθαρσῶς καὶ γενναίως ἀνθίσταται τούτοις αὐτὸς καὶ ἀνθοπλίζεται κραταιῶς, οὐχ ὅπλοις καὶ πλήθει θαρρήσας στρατιωτῶν (ἦσαν γὰρ προκατειργασμένοι πάντες καὶ καταβεβλημένοι ταῖς συνεχέσιν ἐπιδρομαῖς καὶ σφαγαῖς καὶ ἥτταις, οἳ δὲ καὶ δεδιότες ἔτι καὶ τούτῳ μὴ συνερχόμενοι), ἀλλὰ τῷ θείῳ σθένει πᾶσαν ἀναθεὶς τὴν ἐλπίδα, καὶ τῷ δικαίῳ ζήλῳ τὴν δεξιὰν ὁπλίσας, κατὰ πασῶν τῶν ἀντικειμένων δυνάμεων παρρησιάζεται τὴν ἀλήθειαν καὶ κατ' αὐτοῦ τοῦ κρατοῦντος, οὐχ ὡς βασιλικῶς διαγινομένου περὶ τὰ πράγματα, ἀλλ' ὡς τυραννικῶς καὶ ἀθέσμως καὶ ἀπρονοήτως χρωμένου τῇ διοικήσει τῶν ὅλων, καὶ εἰς κακὸν βάραθρον συνωθοῦντος τοὺς Αὐσόνας. ἐπεὶ γὰρ γράφων τὸ δέον πολλάκις, καὶ συμβουλεύων τῷ βασιλεῖ μεταβαλεῖν πρὸς τὸ βέλτιον, καὶ δικαιοσύνης ὅπλοις καὶ στρατιωτικοῖς μηχανήμασι καὶ δοράτων προβλήμασι καταστρατηγῆσαι τῶν ἐναντίων, οὐ μόνον οὐκ εἶχε τοῦτον καταπειθῆ καὶ ὁμόδοξον, ἀλλὰ καὶ δυσμενῶς πρὸς αὐτὸν διακείμενον καὶ μισοῦντα τοῦτον διὰ τὴν εὐσχήμονα συμβουλήν, αὐτὸς τοὺς τηλικούτους ἀγῶνας καὶ τὰ κατὰ τῶν ἀλλοφύλων παλαίσματα καὶ τὴν ὑπὲρ τῶν Χριστιανῶν φροντίδα μόνος ὑπέρχεταί τε καὶ ἀναδύεται, καὶ μέσον θεοῦ καὶ ἀνθρώπων τὴν ἀγαθὴν προαίρεσιν καὶ τὸν ἐμφωλεύοντα τούτῳ σκοπὸν εὐσεβῆ προβαλλόμενος ἄρχεται τοῦ τῶν Ῥω 215 μαίων ἐκθύμως ἀντιλαμβάνεσθαι, πόρρω θέμενος τὴν τοῦ βασιλέως βαθεῖαν ταύτην ἀπόνοιαν. οἱ δὲ συνελθόντες αὐτῷ μὴ θαρρεῖν αὐτῷ παρεγγυησάμενοι, εἰ μὴ καὶ τῶν παρασήμων τῆς βασιλείας ἐπενδύσηται τὴν λαμπρότητα, ποιεῖται καὶ τοῦτο τῆς αὐτοῦ μεγαλοφροσύνης καὶ κοινωφελοῦς ὑπακοῆς ὑπόδειγμα κράτιστον, καὶ περιβάλλεται μὲν χλαμύδα καὶ βύσσον καὶ ἁλουργίδα, τὴν δ' εὐφημίαν τοῦ κράτους παρὰ πάντων εἰσδέχεται, δευτέραν ἄγοντος τοῦ ἰουλίου μηνὸς τῆς αʹ ἰνδικτίωνος, ὁπόταν ὁ ἑωσφόρος ἥλιος τὸν ἰσημερινὸν κύκλον ἐλαύνων καθαρώτερον ἅμα καὶ λαμπρότερον τὸν περίγειον κόσμον ἐργάζεται, καὶ τοῖς ἀνθρώποις τὴν ἡμέραν μεγίστην καὶ χαρίεσσαν καὶ ὑπερβλύζουσαν τοῖς ἀγαθοῖς ἀποδείκνυσι, καὶ κόσμον ὅλον χαρίτων ἀρρήτων ἐμπίπλησιν. Ἄρχεται τοιγαροῦν τῶν κοσμικῶν ἔργων ὁ νέος οὗτος δεσπότης καὶ βασιλεύς. καὶ πρῶτον μὲν καταπλήττει τοὺς Οὔννους ἅπαντας, ὅσοι τὴν ἑώαν κατέτρεχον, καὶ θάμβους καὶ ἀπορίας πληροῖ. καὶ ἤρξατο συρρεῖν ἐπ' αὐτὸν πλεῖστον ὅσον Τουρκικὸν πλῆθος ἐν δουλικῷ τῷ φρονήματι· παρῆσαν γὰρ τούτῳ αὐτόμολοι, τήν τε δουλείαν ὁμολογοῦντες, καὶ τὴν πρὸς αὐτὸν ὁμιλίαν καὶ τὴν αὐτοῦ θέαν εὐεργεσίαν μεγίστην εἶναι κατατιθέμενοι. ἦν γὰρ θεαθῆναι μὲν φοβερώτατος ὁμοῦ καὶ ἡδύτατος τῷ τε καταπληκτικῷ τοῦ μεγέθους καὶ τῇ ἐπιφανείᾳ τῆς ῥώμης καὶ τῷ τῆς ὄψεως χαροπῷ καὶ ἀστραπη 216 βόλῳ. διαλάμπουσαν γὰρ ἔχων τὴν ὄψιν ἀκράτοις τοῖς ἐρυθήμασι, τοὺς ὀφθαλμοὺς ἐδείκνυ χαρίτων μεστούς, τὸ μέλαν ἄκρατον ἔξωθεν ἐπιτρέχον ὑποδεικνύοντας καὶ κάλλος ἄρρητον ἔνδοθεν ἀποστίλβοντας, τήν τε ὀφρὺν ὑπεραιρομένην δίκην ἀψῖδος ἐν ὁμοίᾳ καὶ ἀψευδούσῃ βαφῇ, καὶ τὸ μέτωπον φεγγοβόλοις προσεοικὸς ταῖς μαρμαρυγαῖς, καὶ τὴν ἄλλην τοῦ προσώπου κατάστασιν ἀναλογοῦσαν τῷ κάλλει καὶ δεύτερον ἥλιον χειροτονοῦσαν ἐπίγειον. καὶ θεαθῆναι μὲν τοιοῦτος ἦν, καὶ κρείττων ἤπερ ἐκπέφρασται· ὁμιλῆσαι δὲ τοσοῦτον χαρίεις καὶ εὔθυμος καὶ περιδέξιος ἐς τὰ μάλιστα ὡς Σειρῆνας μιμεῖσθαι τοὺς φθόγγους αὐτοῦ, πάντας ἕλκοντας πρὸς ἀκρόασιν, καὶ τῶν οἴκοι ποιοῦντας ἐπιλανθάνεσθαι καὶ μόνῳ προσανέχειν αὐτῷ. οὕτως ἐκ πρώτης ἐντεύξεως ἅπασι σχεδὸν πόθος τοῦ βασιλέως ἐνέσκηψεν, οὐ μόνον Ῥωμαίοις ἀλλὰ καὶ αὐτοῖς τοῖς ἐναντίοις καὶ μαχιμωτάτοις ἀνδράσι, καὶ ὧν ἡ πρᾶξις τῶν ἀγριωτάτων θηρίων οὐκ ἀποδεῖ· αἰδεῖται γάρ, φησίν, ἀρετὴν καὶ πολέμιος. οἳ δὲ οὐκ αἰδῶ μόνον ἔσχον, ἀλλὰ καὶ φόβον καὶ πόθον τῆς τοῦ βασιλεύοντος θεοειδοῦς ἀναβάσεως. Ἀλλ' ὁ μὲν περὶ τοῦ κράτους αὐτοῦ λόγος ἀναμεινάτω μικρόν· ἐπεὶ δὲ περὶ τῆς τοῦ γένους αὐτοῦ μεγαλειότητος ἐπεμνήσθημεν, βραχύ τι περὶ τούτου διαλεξώμεθα, ἵνα γνῶσι πάντες οἵων αὐτῷ τῶν προγόνων ὄντων εἰς περιφάνειαν ἀν 217 δραγαθίας καὶ δόξης ὅσον οὗτος ὑπερηκόντισεν, ὡς μήτε τοῦτον ἄξιον εἶναι προγόνους ἑτέρους ἔχειν ἢ ἐκείνους μόνους, μήτ' ἐκείνους ἀπόγονον ἕτερον ἢ τὸν νῦν εὐφημούμενον. ὅπερ δὴ καλῶς ποιοῦν καὶ συνέδραμεν. Ἡ μὲν οὖν τοῦ γένους αὐτοῦ ἀνωτάτω καὶ πρώτη σειρὰ ἐκ τῶν Φωκάδων ἐκείνων ὥρμηται, Φωκάδων ὧν κλέος εὐρὺ κατὰ πᾶσαν γῆν τε καὶ θάλασσαν. οὗτοι γὰρ ὑπερφυῶς τῶν ἄλλων τὸ κράτος ἐν βασιλείοις ἐκέκτηντο, στρατηγίαις τε καὶ δημαγωγίαις καὶ ἀνδρείῳ βραχίονι καὶ γένους ἐπισημότητι πάντας ἐπιεικῶς ὑπεραίροντες· ἐνενήκοντα γὰρ καὶ δύο γενεὰς εὐημεροῦντες κατὰ τὸ συνεχὲς κατὰ πάντων εἶχον τὰ νικητήρια, μηδενὸς ἀνθαμιλληθῆναι δυναμένου καὶ συγκριθῆναι τῷ γένει τῶν Φωκάδων ὑπὲρ ἀνδρίας ἢ ἀνδραγαθίας τινὸς ἢ ὑπατείας μεγίστης καὶ στρατηγίας ἐπιφανοῦς. εἰ δέ τις ἀναδράμοι πρὸς τὴν τῶν ἐνενήκοντα καὶ δύο γενεῶν ἀρχὴν καὶ ἀκρότητα (μέχρι γὰρ τοῦ τῆς ἀοιδίμου λήξεως βασιλέως κυρίου Νικηφόρου τοῦ Φωκᾶ τὸ ποσὸν τῶν τοιούτων συνεψηφίζετο γενεῶν), εὑρήσει κατηγμένους αὐτοὺς ἀπὸ τοῦ τρισμάκαρος καὶ μεγάλου Κωνσταντίνου, τοῦ πάντων βασιλέων ὑπέρτερον ἐσχηκότος κράτος ἐν ὑπεροχαῖς ἀγωνισμάτων πολεμικῶν καὶ τοῦ ὑπὲρ τῆς εὐσεβείας ζήλου, ὡς καὶ ἰσαπόστολον λογισθῆναι καὶ τῆς Χριστιανῶν ἀμωμήτου πίστεως κρηπῖδα τελεσθῆναι καὶ πρόβολον. οὗτος γὰρ ἀπὸ τῆς πρεσ 218 βυτέρας Ῥώμης μεταθεὶς τὴν βασιλείαν εἰς τὸ Βυζάντιον, ἀφ' ὅτου τὸν Μαξέντιον περὶ τὰς κάτω Γαλλίας κατετροπώσατο, τῇ ἐπιδείξει τοῦ σταυρικοῦ σημείου τὴν νίκην ἄνωθεν μνηστευθείς, τοὺς ἀξιολόγους τῶν εὐπατριδῶν καὶ τιμίων ἐν ταύτῃ τῇ νέᾳ Ῥώμῃ μεθ' ἑαυτοῦ παραλαβὼν μετῴκισέ τε καὶ συμπολίτας ἑαυτοῦ ἀπειργάσατο, λαμπρὰς οἰκίας τούτοις ἐπιδειμάμενος κατὰ τὴν ἐμφέρειαν τῶν ἐν τῇ παλαιᾷ Ῥώμῃ πολυτελῶς κατεσκευασμένων οἴκων. ἐκ τούτων οὖν, ὡς ὁ λόγος αἱρεῖ καὶ ἡ τοῦ γένους ἀναφορὰ περιάγει, οἱ Φωκάδες αὐτοὶ καταγόμενοι τήν τε περιφάνειαν ἄνωθεν ἔσχον καὶ τὸ τῆς ἀνδρίας ἀλκιμώτατον καὶ ἀνύποιστον, ἐκ τῶν ὀνομαστῶν ἐκείνων Φαβίων, ὥς που διὰ βίβλου τινὸς παλαιᾶς ἐχειραγωγήθην ποτέ, τὴν ἀρχὴν τοῦ γένους ἐφέλκοντες. οὗτοι δὲ οἱ Φάβιοι ἐν τῇ παλαιᾷ Ῥώμῃ τὰς πρώτας ἔσχον ἀρχὰς καὶ τιμάς, καὶ ῥίζα πάντων τῶν εὐγενῶν καὶ κατὰ χεῖρα καρτερῶν ἐγνωρίζοντο· καὶ οὐδεὶς τούτων ἐσφάλη ποτὲ περὶ πελέμους καὶ κινδύνους ἀγωνιζόμενος. ἀλλὰ τὸ εὐγενὲς καὶ ἐπίδοξον οὐκ ἐν τῇ τοῦ γένους εἶχον ἐπισημότητι μόνῃ, ἀλλὰ κἀν τῇ τῶν πράξεων διέφερον λαμπρότητι, καὶ πολλῶν ἀναγκῶν καὶ κινδύνων ἀφύκτων σχεδὸν τὴν Ῥώμην διὰ τῆς οἰκείας ἀρετῆς καὶ μεγαλοφροσύνης καὶ ἀνδρίας ἐρρύσαντο. ἐκ τούτων οἱ Σκηπίωνες, καὶ ὁ Ἀφρικανὸς Σκηπίων ὁ τὸν ἀκαταμάχητον ἐκεῖνον Ἀννίβαν, τὸν καὶ αὐτὴν τὴν Ῥώμην πολιορκῆσαι 219 μέλλοντα, περιφανῶς τροπωσάμενος, καὶ τὴν πόλιν ἐκείνου τὴν Καρχηδόνα, μεγάλην καὶ πολυάνθρωπον καὶ ἀνθρώποις νομιζομένην ἀνάλωτον, ἄρδην καταστρεψάμενος, ἥτις καὶ Ἀφρικὴ κατωνόμασται. ὃς τῆς τοιαύτης πόλεως καταστρεφομένης παρὰ τῶν ἀμφ' αὐτὸν οὐ μόνον μὴ ἐπαρθῆναι τῇ νίκῃ λέγεται, ἀλλὰ καὶ δακρύων πληρῶσαι τοὺς ὀφθαλμούς, ἐνθυμηθέντος τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος καὶ γλώσσῃ περιλαλεῖν, τὸ" ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρή" καὶ τὰ ἑξῆς· καὶ διερωτώμενος τοῦ χάριν τοῦτο λαλεῖ, ἀπεκρίνατο ὡς ἔσται καιρός ποτε ὅταν ἴσως καὶ ἡ πατρὶς ἡμῶν πολιορκίας περιπέσῃ δεινοῖς. οὕτως οἱ παλαιοὶ στρατηγοὶ τὰς τοῦ μέλλοντος εὐλαβοῦντο τύχας, καὶ τοσαύτην φροντίδα ὑπὲρ τῆς σφῶν πατρίδος ἐτίθεντο. ἐκ τούτων, τῶν Φαβίων φημί, καὶ ὁ Ἀσιατικὸς Σκηπίων ἀνέθηλεν, ἐπεὶ καὶ ἀδελφὸς τοῦ Ἀφρικανοῦ ἦν ἐκλήθη δὲ Ἀσιατικός, ὅτι περ εἰς τὴν Ἀσίαν ἐκ τῆς Εὐρώπης διαπεραιωθεὶς μετὰ δυνάμεως μετρίας Ῥωμαϊκῆς Ἀντίοχον ἐκεῖνον τὸν ἐπικληθέντα ἐπιφανῆ μυριάνδροις στρατιαῖς γεγαυρωμένον, γενναίως κατηγωνίσατο, καὶ τῆς Ἀσίας πάσης ῥωμαλέως κατεκυρίευσε, καὶ ὑπόσπονδον τοῦτον τοῖς Ῥωμαίοις πεποίηκε, καὶ θρίαμβον ἐν τῇ Ῥώμῃ κατήνεγκεν ἐπινίκιον. ἐκ τούτων ὁ Αἰμίλιος Παῦλος, ὃς τὸν Μακεδόνων βασιλέα Περσέα καλούμενον, ἀπόγονον δὲ τοῦ μεγάλου Ἀλεξάνδρου τυγχάνοντα, πολέμῳ νικήσας δι' ἡμερῶν εἴκοσι τοῖς Ῥωμαίοις ὑποχείριον σὺν γυναιξὶ καὶ τέκνοις ἀπέδειξε, καὶ 220 τὸν Περσικὸν πλοῦτον ἐντεῦθεν συναγαγὼν οὐδὲ μέχρι καὶ 220 ἐκπώματος χρυσοῦ ἢ ἀργυροῦ εἰς τὸν ἴδιον βίον εἰσήγαγεν, ἀλλὰ πάντα τῇ πόλει καὶ τῷ φίσκῳ προσήνεγκε, δι' ἁμαξῶν δισχιλίων τὰ λάφυρα πάντα τοῖς πολίταις καθυποδείξας καὶ διὰ τῆς ἀγορᾶς προεκκομίσας εἰς τὸ δημόσιον, καὶ τοῦτο μόνον κερδήσας τῶν τοιούτων τροπαίων, τὸ μετὰ δίφρου βασιλικοῦ κατὰ τὸ εἰθισμένον λαμπρῶς θριαμβεῦσαι, προπορευομένων αὐτοῦ τῶν τοσούτων λαφύρων, καὶ προσεχῶς τοῦ ἅρματος τῶν τε ἄλλων ἐκκρίτων Μακεδόνων καὶ τοῦ αἰχμαλωτισθέντος βασιλέως αὐτοῦ δὴ τοῦ Περσέως μετὰ τέκνων καὶ γυναικός. οὐ γὰρ πρὸς ἀργύριον καὶ πλούτου ἐπίκτησιν οἱ εὐγενέστατοι Ῥωμαῖοι τὸ κατ' ἐκεῖνο καιροῦ ἠγωνίζοντο, ἀλλὰ δι' εὔκλειαν μόνην καὶ ἀνδρείας ἐπίδειξιν καὶ τῆς ἰδίας πατρίδος σωτηρίαν τε καὶ λαμπρότητα. Τοιούτους κλάδους ἡ τῶν Φαβίων ῥίζα περιφανεῖς ἀναδεδωκυῖα, χρόνοις ὕστερον οὐκ ὀλίγοις καὶ τοὺς Φωκάδας ἡμῖν ἐπιδέδωκεν, ὥσπερ μεταφυτευθέντας ἐξ ἑτέρας γῆς εἰς ἑτέραν ἐπίτοκον ἄρουραν. ἡ γὰρ διὰ πάντων ἀκρότης καὶ τὸ τῶν πράξεων συμφυὲς καὶ ὁμόζηλον καὶ ἡ τῶν ὀνομάτων παρίσωσις ἀπαράγραπτον αὐτοῖς μαρτυρίαν τοῦ γένους καὶ ἀναμφίβολον δείκνυσιν. Εἰ δὲ καὶ Ἰβηρικὴν συμφυΐαν ἐξ ἑνὸς μέρους τοῖς Φωκάσι παρομαρτεῖν λέγεται, καὶ τοῦτο μᾶλλον πιστότερον τὸν λόγον ἡμῶν διατίθησιν. οἱ γὰρ Ἴβηρες ἐκ τῆς Κελτικῆς ἀνεφάνη 221 σαν γῆς. ἣ γὰρ Ἰβηρία κυρίως καὶ αὐτὴ ἡ Κελτιβηρία πρὸς τὰ δυσμικὰ μέρη τῆς Ῥώμης διάκεινται, πρὸς τὸν ἑσπέριον ὠκεανόν, ἥτις νῦν Ἱσπανία κατωνομάζεται. τῆς Ῥώμης γὰρ ὑπὲρ τὴν Ἰταλίαν κειμένης τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα μέρη ἄνω Γαλλίαι διονομάζονται, τὰ δὲ πρὸς ἥλιον δύνοντα μέχρις Ἄλπεων ὀρῶν κάτω, ὅπου νῦν ἡ Νεμιτζία γνωρίζεται, τὸν ἴδιον ἄρχοντα ῥῆγα κατονομάζουσα. τὰ δὲ πρὸς ἐγκάρσια μέρη τῶν Ἄλπεων ὡς πρὸς νότον ἄχρι τοῦ ἑσπερίον ὠκεανοῦ Ἰβηρία καὶ Κελτιβηρία ἐλέγοντο, τῶν εἰσρεόντων ἐκεῖσε ποταμῶν τῇ χώρᾳ χαρισαμένων τουτὶ τὸ ὄνομα. ἐκεῖθεν γὰρ τὸν μὲν βουλόμενον τὴν μὲν παρακειμένην ἀκτὴν παραπλεῖσαι πρὸς τὰς κάτω Γαλλίας ὁ τῶν Ἡρακλείων στηλῶν πορθμὸς ἐκδέχεται, τὸν δὲ πρὸς ἀνατολάς, ἐνδοτέρω δηλονότι τῆς χώρας ἐπεκτεινομένου τοῦ αἰγιαλοῦ, πρὸς τὰ μέρη τῶν Βρεττανικῶν νήσων καθοδηγεῖ καὶ προτρέπεται. τῷ δὲ βουλομένῳ πρὸς τὰς τῶν Μακάρων νήσους ἀπᾶραι ὁ ἀπόπλους ἀχανὴς παρατείνεται· ἀπέχουσι γὰρ τῆς γῆς μέτρον μιλίων χιλίων. δύο δὲ αἱ νῆσοι εἰσίν, οὐ πολὺ ἀλλήλων ἀπέχουσαι, παντοίων ἀγαθῶν καὶ ποικίλων διηνεκῶς βρίθουσαι, καὶ πόαν μαλακὴν καὶ εὐώδη δι' ὅλου τοῦ ἔτους τρέφουσαι. ἀπῳκισμέναι γὰρ οὖσαι τῆς κοσμικῆς ἰλύος, καὶ τῆς τοῦ ἀέρος ἐπιμιξίας, ἥτις ἐκ τῶν δυσόδμων τῆς γῆς αὐχμῶν ἐπιγίνεται, οὐδ' ὅλως μεταλαμβάνουσαι, ὑγιεινότατον καὶ ἄλυπον τοῖς ἐκεῖσε ἀνθρώ

Intertext edge

Open linked passage

Note