Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates">
—
⋯
Original / primary: Pg Scrape Grc
222.1
ποις καὶ κτήνεσι τὸν βίον πεποίηνται, καὶ διατριβὴν ἡδίστην καὶ ἀπράγμονα καὶ χαρίεσσαν πάντῃ καὶ εὐζωίαν παρέχουσιν. οἱ οὖν τὴν Ἰβηρικὴν οἰκοῦντες, ἄνδρες ἀνδρειότατοί τε ὄντες καὶ ἰσχυρῶς παλαμώμενοι, διὰ παντὸς τοῖς Ῥωμαίοις ἀντεπολέμουν, καὶ καρτερίας ἔργα καὶ ἀρετῆς κατ' αὐτῶν ἐπεδείκνυντο· καὶ δυσχερῶς αὐτῶν οἱ Ῥωμαῖοι μεγίστῳ καὶ ἀνυποίστῳ θάρσει καὶ ἀνεκδιηγήτοις ὁρμαῖς ἐκυρίευσαν, ὡς διὰ χρόνου σπονδὰς ἐπιτελεσθῆναι τούτοις καὶ ἀναμὶξ σύνθεσιν ἐξ ἐπιγαμβρείας καὶ μετοικιῶν πρὸς ἀλλήλους. διὸ καὶ ὁ μέγας ἐν βασιλεῦσι καὶ παναοίδιμος Κωνσταντῖνος μοῖραν οὐκ ἐλαχίστην ἐκεῖθεν, ἐκ τῶν ἑσπερίων Ἰβήρων, ἀποτεμόμενος εἰς τὴν ἑώαν μετῴκισεν ἐν τοῖς τῆς Ἀσσυρίας μέρεσι, καὶ ἔκτοτε τὴν κλῆσιν τῆς Ἰβηρίας ἡ δεξαμένη τούτους χώρα προσέλαβε. πρότερον γὰρ Ἀσσύριοι καὶ ταύτην ᾤκουν τὴν χώραν, ἔπειτα Μῆδοι, μετὰ δὲ χρόνους ἱκανοὺς οἱ Ἀρμένιοι· καὶ οὐκ ἂν εὕροι τις ἐπὶ τῶν ἄνω χρόνων Ἴβηρας μνημονευομένους ἐνταῦθα ἐν παλαιαῖς ἱστορίαις, εἰ μὴ ἐξ οὗπερ Κωνσταντῖνος τούτους αὐτόθι κατῴκισεν. ἐκ τούτων οὖν εἴπερ οἱ ἐκ τοῦ γένους τοῦ Φωκᾶ μετάληξιν εἶχον γένους, ὡς ὁμοχώρων γενομένων ποτὲ καὶ αὐτοχθόνων ἀπὸ τῆς ἐν τῇ Ῥώμῃ συμφυΐας καὶ συναυλίας, οὐδεμία διαφορὰ εὐγενῶν ἀπ' ἀλλήλων καὶ ἀνδρείων συνεληλυθότων εἰς μιᾶς συμπλήρωσιν κοσμιότητος.