Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates">
—
⋯
Original / primary: Pg Scrape Grc
223.1
Καὶ τὰ μὲν τοῦ γένους τῶν Φωκάδων, ὅσα γε ἥκει κατὰ τὰς προσεχεῖς ἡμῶν γενεάς, περίφημά τε καὶ περιβόητα· καὶ μαρτυρεῖ τούτοις τά τε τῶν ἄνωθεν διηγήματα καὶ ὁ βασιλεὺς κῦρις Νικηφόρος ὁ Φωκᾶς, ὃς τὰ Ῥωμαίων πράγματα κατειληφὼς ἐν στενῷ κομιδῇ καὶ ἀπόρῳ περιιστάμενα τῇ τῶν Σαρακηνῶν καὶ Ἀράβων ἐπιστρατείᾳ καὶ πρὸ τῆς βασιλείας ἀνεκτήσατό τε καὶ ἀνεζώωσε, πολλοῖς πόνοις καὶ ἀγῶσι πολεμικοῖς καταστρατηγήσας τῶν ἐναντίων ἄχρι Νικαίας ληιζομένων τὴν ἑώαν, καὶ εἰς τὴν τῶν Κιλίκων κατακλείσας αὐτούς· εἶτα καὶ τὴν μεγίστην νῆσον τῆς Κρήτης ἀνασώσας τῇ Ῥωμαίων ἀρχῇ, πρᾶγμα δυσμεταχείριστόν τε καὶ δυσκατόρθωτον, εὐσεβὴς δὲ ὢν τὰ πρὸς τὸν θεὸν καὶ βουλεύσασθαι διαγνωστικώτατος καὶ στρατηγὸς ἀνδρειότατος, καὶ τὰ μὲν ἐκ θεοῦ καὶ θείας δυνάμεως, τὰ δὲ συμβουλίαις ἀρίσταις καὶ στρατιωτικαῖς γενναιότησιν, εἰς τέλος εὐκταιότατον καὶ μακάριον συνεπέρανεν. Ἵνα δὲ γνοῖεν οἱ ἐντυγχάνοντες τοῖσδε τοῖς γράμμασι, τί βούλεται ἡμῖν τὸ τῆς εὐσεβείας ἐγκώμιον ἐν τοῖς στρατιωτικοῖς παραγγέλμασι, προσθήσομέν τι τῷ διηγήματι. Μέλλοντος αὐτοῦ διαπεραιωθῆναι στόλῳ βαρεῖ πρὸς τὴν Κρήτην κἀκεῖσε τὸν ἀπόπλουν ποιήσασθαι, συνῆλθον αἱ τριήρεις καὶ τὸ τῶν ὁλκάδων πλῆθος εἰς τὸ τῶν Θυγέλλων λεγόμενον κατατόπιον· καὶ γενομένης τῆς ἐμπλωίσεως ἐνταυ 224 θοῖ ἠρώτησεν ὁ Φωκᾶς, δομεστικὸς ὢν πάσης ἀνατολῆς τηνικαῦτα καὶ τῷ τῶν μαγίστρων ἀξιώματι ἔντιμος, πῶς ὁ τόπος ἀφ' οὗπερ ἐξορμῆσαι μέλλει κατονομάζεται. καὶ ἐπείπερ ἐμεμαθήκει ὅτι Φύγελλα τούτῳ τὸ ὄνομα, οὐ κατεδέξατο τοῦτο ποιήσασθαι ὁρμητήριον, ἀλλὰ πέραν ἐκ πολλοῦ διαστήματος ἀκρωτήριον τοῖς ὀφθαλμοῖς ἐπελθὼν ἐπύθετο περὶ τούτου, ποῖον τοῦτό ἐστι καὶ ὅπως προσαγορεύεται, καὶ μαθὼν ὅτι Ἁγία τῷ ἀκροθινίῳ τὸ ὄνομα, τὰ μὲν ἐμβεβλημένα πάντα τοῖς πλοίοις ἐν τοῖς Φυγέλλοις πάλιν ἀπερεύξασθαι τὰ πλοῖα πεποίηκε, τὸν δὲ στόλον ἅπαντα τῇ γῇ τῆς Ἁγίας προσοκεῖλαι, διαταξάμενος ἐκεῖσέ τε τὴν ἐμπλώισιν καὶ τὴν ἐξόρμησιν τῆς ναυτικῆς δυνάμεως, συμβόλῳ χρηστῷ καὶ ἀγαθῷ χρηστηρίῳ τῷ τόπῳ τῆς ἁγιωσύνης χρησάμενος, καὶ τὸ Φυγέλλων ὡς φυγὴν προαινιττόμενον ἀποτιναξάμενος. διὰ τοῦτο καὶ χρονίσας ἐν τῇ νήσῳ τῇ Νηῷ λεγομένῃ μετὰ τοῦ στόλου παντός, οὐδένα μὲν εἶχε τὸν ὁδηγήσοντα πρὸς τὴν νῆσον τὴν Κρήτην, διὰ τὸ ἀγνοεῖν πάντας τὴν ὁδὸν ἐκείνην ἐκ τοῦ χρόνοις πολλοῖς μὴ παροδεῦσαι ἐκεῖθεν πλοῖον Ῥωμαϊκόν· ἀοράτως δὲ νῆαι Καρπαθικαὶ δύο τὸν κατάπλουν ἐπ' αὐτὸν ποιησάμεναι προωδοποίησαν αὐτῷ τὴν ὁδοιπορίαν καὶ εἰς Κρήτην ἀπήγαγον, τοῦ θεοῦ πάντως τὰ κατ' αὐτὸν διιθύνοντος, ὡς εὐαρεστουμένου τῇ εὐλαβείᾳ τῆς πίστεως. Καὶ ὅπως μὲν μετὰ τὸ τῇ νήσῳ προσμῖξαι καὶ οἵαις 225 ἐχρήσατο μηχαναῖς καὶ στρατηγικαῖς ἐμπειρίαις πρὸς τὴν τοῦ πλήθους καὶ τὴν τῶν ὁλκάδων διάσωσιν, μὴ ὄντος λιμένος τῇ Κρήτῃ (ἀλιμένευτος γὰρ πᾶσα ἐστί), μακρὸν ἂν εἴη διεξελθεῖν· ὃ δὲ παραδοξότατόν ἐστι καὶ πρὸς τὴν τοῦ ἀνδρὸς εὐσέβειαν, λέξων ἔρχομαι. περιταφρεύσας τὰ ἴδια πλοῦς πλησίον τοῦ κάστρου τοῦ Χάνδακος (τοῦτο γάρ ἐστι τῆς Κρήτης τὸ ἰσχυρότατον καὶ ἡγεμονικώτατον φρούριον) ἐκάθητο πρὸ τῆς πόλεως ὡς ἀπὸ σταδίων τριῶν, δημηγορῶν τοῖς ὄχλοις καὶ τοῖς συστρατιώταις καὶ συνταγματάρχαις καὶ ναυάρχαις ὅσα τῷ καιρῷ καὶ τοῖς περικειμένοις ἀγωνίσμασι πρόσφορα· ἐκ μηχανημάτων δὲ τοῖς τείχεσιν ἐπικαθημένων σφενδονηθεῖσα πέτρα μέσον τούτων μετὰ πολλοῦ τοῦ ῥοίζου κατέπεσε, μηδένα μὲν ἀδικήσασα τῶν Ῥωμαίων, φόβον δὲ καὶ ἔκπληξιν οὐ μετρίαν τοῖς ὅλοις ἐνστάξασα. ὁ δὲ Φωκᾶς οἰκείαις χερσὶ τὸν ἀπορριφέντα λίθον ἀνακουφίσας, καὶ δείξας τοῖς παροῦσιν ὡς εὐμεγέθης καὶ χερμάδης ἐστὶ καὶ τοσοῦτον ἀπέπτη διάστημα ὅσον οὐδενὶ τῶν πετροβόλων ὀργάνων ἐν τοῖς καταπονηθεῖσι περὶ Κιλικίαν κάστροις ἐκλακτίσαι προσγέγονε, παρηγγύησε πᾶσιν ἀνδρικώτερον διατεθῆναι καὶ συντονώτερον ὡς εἰς ἄνδρας ἐληλακόσι Λαιστρυγόνας ἢ Κύκλωπας. πρώτην δὲ φυλακὴν καὶ ἀνδρίαν ἀκαταγώνιστον ἔθετο καὶ ἄγκυραν ἀσφαλεστάτην ὑπέδειξε τὴν εἰς τὴν θεομήτορα καὶ πάναγνον δέσποιναν κα 226 ταφυγὴν καὶ παράκλησιν· καὶ αὐτίκα, μηδὲ βραχύ τι μελλήσας, ναὸν ἐκεῖσε τῆς παναχράντου δεσποίνης καὶ θεοτόκου δομηθῆναι προσέταξε. καὶ πολλῶν ὄντων τεχνιτῶν ἐν τοῖς πλοίοις, καὶ χειρῶν ἐν μυριάσιν ἀριθμουμένων, ναὸς ἀπηρτίσθη διὰ τριῶν ἡμερῶν περικαλλὴς καὶ σεβάσμιος, σφαιροειδῆ τὸν ὄροφον ἔχων καὶ παραπτέροις κεκοσμημένος καὶ κίοσι καὶ προνάοις, καὶ κόσμῳ διηνθισμένος μαρμάρων καὶ μορφαῖς ἁγίων περιαστράπτων, καὶ ὅλως ἀπηρτισμένος εἰς ὡραιότητα. καὶ προσέταξε σημῆναι τὸ ἐπαγωγὸν πρὸς εὐσέβειαν. καὶ καταμαθόντες οἱ ἐν τῷ ἄστει τὴν τοῦ ξύλου φωνήν, ἐθαύμασάν τε τὸ ταχὺ καὶ σύντονον τοῦ οἰκοδομήματος καὶ τὸ προσφώνημα τῆς εἰς δοξολογίαν ἀγούσης σάλπιγγος, καὶ θορύβου πλησθέντες καὶ ταραχῆς μερίδα τὴν νῆσον τῆς Ῥωμαϊκῆς δυνάμεως προϋπετόπασαν ἔσεσθαι. Τούτοις τοῖς ἔργοις τῆς εὐσεβείας παρακληθεὶς ὁ θεὸς τὴν ὑποκρυπτομένην τῶν Σαρακηνῶν, καὶ ἄρδην ἀπολέσαι μέλλουσαν αὐτὸν σὺν τῇ στρατιᾷ, φανερὰν ἀπειργάσατο. ἦν γὰρ συγκείμενον τοῖς τε τοῦ Χάνδακος Σαρακηνοῖς καὶ τοῖς τὴν χώραν οἰκοῦσι (πολλὴ γὰρ ἡ χώρα τῆς Κρήτης καὶ πολυάνθρωπος, ἑβδοματικῶν ἡμερῶν δρόμον καὶ πλείω τὸ μῆκος ἔχουσα εὐζώνῳ ἀνδρὶ) διὰ μιᾶς ἡμέρας ὀρθριώτερον ἀπὸ συνθήματος ἐπιτεθῆναι τοῖς Ῥωμαίοις καὶ μέσον αὐτοὺς ἐμ