Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia
Michael AttaliatesHist 227 · pg-scrape-grcMore by Michael Attaliates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
227.1
βαλεῖν, ὡς μηδὲ πυρφόρον, ὃ δὴ λέγεται, πρὸς τὴν Ῥωμαίων ἐπανελθεῖν. καὶ ἦν τοῦτο εὐχερὲς μὲν τοῖς ἐναντίοις καὶ κράτιστον, ἄφυκτον δὲ τοῖς Ῥωμαίοις πρὸς ἧτταν παντελῆ καὶ κατακοπήν. ὁ δὲ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν θεὸς ἕτερον τοῦτο παθεῖν ἀσεβῆ καὶ ἀσυλλόγιστον στρατηγὸν ἄξιον εἶναι ἐδίκασεν, εὐλαβῆ δὲ καὶ δίκαιον, οἷος ἦν ὁ Θωκᾶς, οὐδαμῶς. διὰ τοῦτο καί τισι τῶν Σαρακηνῶν δύο σκοπὸν ἐντίθησιν αὐτομολῆσαι πρὸς τοὺς Ῥωμαίους καὶ τῷ Φωκᾷ καταμηνῦσαι τὴν τοιαύτην ἐπιβουλήν· οἳ καὶ προσελθόντες αὐτῷ καὶ τὸ ἀπόρρητον φανερώσαντες ἐπιεικέστερον πεποιήκασι. μηδαμῶς οὖν ὑπερθέμενος ἀνίστησι τὸ στρατόπεδον, κἀκεῖθεν ἄρας νυκτὸς ἀθρόως ἐπεισπίπτει τοῖς ἔξωθεν κατεστρατοπεδευμένοις ἔτι τυγχάνουσι, καὶ καταπλήξας αὐτοὺς τῷ ἀλαλαγμῷ καὶ τῇ ἐκτάξει τῆς στρατιᾶς καὶ ταῖς ἑκατέρωθεν προσβολαῖς φυγεῖν ἀτάκτως ἠνάγκασε, καὶ πολὺν φόνον αὐτῶν ἐργασάμενος, καὶ πᾶσαν τὴν πανοπλίαν αὐτῶν καὶ αὐτοὺς ἀπολωλεκώς, διέλυσεν ἅπαντα τὸν ἐκεῖθεν φόβον καὶ πᾶσαν τὴν δύναμιν τῆς νήσου παρέλυσεν. ἀγνοούντων δὲ τῶν ἐντὸς τὸ συμβεβηκός, πόλεμον αὐτοῖς πολιορκητικὸν εὐθὺς ἐπανέσεισεν. οἳ δὲ τὰς βεβουλευμένας αὐτοῖς φυγῆς ἀντεχόμενοι, καὶ τῶν ἐκτὸς προσδοκῶντες τὴν ἔφοδον, παρεσκευάζοντο πρὸς τὴν ἔξοδον. ὡς δὲ καὶ ὁ Φωκᾶς πετροβόλοις ὀργάνοις τοὺς ἐπὶ τῶν τειχῶν ἀντημύνατο, κἀκεῖνοι λίθους 228 ἔβαλλον κατ' αὐτοῦ, προστάξας αὐτὸς κεφαλὰς τῶν κατακοπέντων ἔναγχος ἀνταπέστελλεν. οἳ δὲ ταύτας ἰδόντες καὶ τῷ παραδόξῳ καταπεπληγμένοι, ἄλλοι δὲ καὶ γνωρίσαντες συγγενῶν ἢ φίλων καὶ ὁμογνίων τυγχάνειν τὰ κάρηνα, καὶ τὸ πάθος μὴ ἐνεγκόντες, τὰς τρίχας κατέτιλλον καὶ τὸ θράσος εἰς θρῆνον μετέβαλον. Εἶτα πολλοῖς στρατηγήμασι καὶ σοφίσμασι καὶ ταύτην τὴν πόλιν παραστησάμενος ὁ Φωκᾶς, οὕτω πᾶσαν τὴν νῆσον ὑποτελῆ καὶ ὑπόφορον τοῖς Ῥωμαίοις ἀπέδειξε, καὶ Χριστιανῶν καὶ ὀρθοδόξων ἀντὶ Σαρακηνῶν πεποίηκεν οἰκητήριον. καὶ νῦν ἔστιν ὁ κατασκευασθεὶς παρ' ἐκείνου περικαλλὴς ναός, καὶ ἐπ' ὀνόματι τῆς θεοτόκου τιμώμενος καὶ τοῦ μαγίστρου λεγόμενος, καὶ αὐτὸς ὁ Φωκᾶς ἀνεστηλωμένος ἐν τούτῳ νικητὴς καὶ τροπαιοῦχος, δεῖγμα τῆς ἀνδρίας αὐτοῦ καὶ εὐσεβείας τῆς τηλικαύτης νήσου παριστῶν τὴν κατάκτησιν. καὶ εἶδον τοῦτον ἐγὼ τῇ νήσῳ ἐπιδεδημηκώς· καὶ ἔστιν ἐμφερὴς πάντῃ τῷ προμνημονευθέντι βασιλεῖ κυρίῳ Νικηφόρῳ τῷ Βοτανειάτῃ, πίστεως ἀκριβοῦς σύμβολον τοῦ εἶναι τοῦτον ἐκείνου ἀπόγονον. εἰ δὲ μὴ διὰ τὴν εὐσέβειαν αὐτοῦ καὶ εὐλάβειαν συνῆν αὐτῷ ἡ θεία ἀντίληψις, πάντως ἄπορος ἂν ἐγεγόνει καὶ ἡ πρὸς τὴν Κρήτην ὁδὸς καὶ ἡ τῶν βεβουλευμένων τοῖς ἐναντίοις φανέρωσις, καὶ ἢ ἄπρακτος ὑπεχώρησεν, ἢ κατάβρωμα τοῖς πολεμίοις ἐγεγόνει καὶ καταπάτημα· ἔχων δὲ δι' ἀρε 229 τῆς τὸ θεῖον συναντιλαμβανόμενον, τά τε τῶν ἐναντίων ἐμυήθη ἀπόρρητα καὶ κατορθωμάτων καὶ αὐχημάτων ἀπήλαυσε. Τῶν δὲ λοιπῶν αὐτοῦ προτερημάτων ποιεῖσθαι κατάλογον περιττὸν πάντως τῇ παρούσῃ γραφῇ. πλήρης γὰρ τούτων πᾶσα γραφή τε καὶ ποίησις, ὅπως ἑκατοντάχειρας μυριάδας Ἀράβων δύο ἀκαταμαχήτων, ὥσπερ τις ἀσώματος, καταστράψας πόλεις ἀμυθήτους ὑποσπόνδους πεποίηκε, τήν τε μεγάλην Ἀντιόχειαν καὶ Μελιτηνὴν Ταρσόν τε καὶ Γερμανίκειαν καὶ τὴν ἐν ταῖς Μόψου κρήναις καὶ αὐτὴν Ἄδαναν καὶ τὰς περιοίκους πάσας, αἳ λόγῳ συντετμημένῳ ῥηθῆναι οὐ δύνανται. ἐκεῖνα δέ μοι ἐρρήθη ὡς τοῖς πολλοῖς συγγραφεῦσιν ἀδιεξόδευτα. Ἀλλ' οὗτος μὲν πάρεργον γενόμενος γυναικὸς καὶ τοῦ ἰδίου ἀνεψιοῦ Ἰωάννου τοῦ Τζιμισχῆ, οἷα τὰ τοῦ θεοῦ κρίματα, πολλὴν τοῖς ἀνθρώποις ἀφῆκεν ἀνίαν καὶ τῇ Ῥωμαίων ἐπικρατείᾳ στυγνότητα· οἱ δὲ τοῦ γένους αὐτοῦ ἐδιώχθησαν μὲν ὑπὸ τῶν μετέπειτα βασιλέων διὰ τὸ βάρος τῆς τύχης καὶ τὸ τῆς ἀνδρίας ἀξίωμα περιώνυμον, ἔμεινε δὲ τῇ μετέπειτα γενεᾷ ὥσπερ τις σπινθὴρ ὑπαυγάζων τὸ γένος τῶν Βοτανειατῶν, ἐν τῷ στρατῷ διαλάμπων τοῦ κυρίου Βασιλείου τοῦ πορφυρογεννήτου, ὃς τεσσαρακοστὸν ἔτος τοῖς Βουλγάροις ἀντιτασσόμενος, καὶ μυρίοις πόνοις καὶ ὅπλοις ἀντιπαρατατ 230 τόμενος, ἕνα μόνον εἶχε βοηθὸν καὶ συλλήπτορα, βουληφόρον ἅμα καὶ στρατηγὸν καὶ ἱππότην καὶ δεξιὸν ἀρχιστράτηγον, τὸν Βοτανειάτην Νικηφόρον, ὃς πάππος ἦν τῷ προλελεγμένῳ βασιλεῖ. τέλος δὲ τοῦ πολέμου, μετὰ τὸ καταπολεμηθῆναι καὶ ἡττηθῆναι τὸ τῶν Βουλγάρων ἔθνος ὑπὸ τῆς αὐτοῦ δεξιᾶς (ἦν γὰρ τηνικαῦτα τῷ περιβλέπτῳ τῶν βεστῶν ἀξιώματι τετιμημένος, ἐλαμπρύνετο δὲ καὶ τῇ τοῦ δουκὸς περιφανεστάτῃ ἀρχῇ), τὸν εὐγενῆ καὶ ἀληθέσι στρατιώταις ἐράσμιον θνήσκει μαχόμενος θάνατον. τρεψάμενος γὰρ τοὺς Βουλγάρους, καὶ διώκων ἐν τῇ κλεισούρᾳ τῇ λεγομένῃ τοῦ Κλειδίου, οὐκ ἀνίει σφάττων καὶ κατατιτρώσκων αὐτούς, ἕως εἰς ἀκρωρείας ἀνελθών, ἔνθα καὶ ἑτέρους ἑώρα Βουλγάρους καταφυγόντας, ἐσφάλη τῆς ἱππασίας, τοῦ ἵππου κατολισθήσαντος ἐν πλαξὶ λιθίναις καὶ σὺν αὐτῷ κατακρημνισθέντος, ὥστε καταπλαγέντας τοὺς ἐναντίους τὴν ἀνυπέρβλητον ὁρμὴν τοῦ ἀνδρὸς μηκέτι τοῖς Ῥωμαίοις τολμῆσαι εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ τὸν μὲν ἄρχοντα τούτων, Σαμουὴλ κατονομαζόμενον, σύντρομον φυγεῖν καὶ ἀποθανεῖν ἐν τῷ λιμνίᾳ νήσῳ τῆς Πρέσπας, τοὺς δὲ λοιποὺς ἅπαντας ὑποσπόνδους ἑαυτοὺς ἐγχειρίσαι τῷ βασιλεῖ καὶ γενέσθαι δούλους δι' ἀρετὴν ἑνὸς ἀνδρὸς καὶ γενναιότητος μέγεθος. Ἐπεὶ καὶ ὁ τούτου υἱὸς Μιχαήλ, πατὴρ τοῦ βασιλέως, μέγα τι καὶ ὑπεράνθρωπον ἐνεδείξατο καρτερίας καὶ ἀνδρα 231 γαθίας κατὰ τῶν ἀντιπάλων προτέρημα. πλήθους γὰρ ἀμυθήτου Βουλγάρων ἐπιστρατεύσαντος τῇ Θεσσαλονικέων μητροπόλει, οὐ κατεπλάγη πρὸς τὰς τοσαύτας δυνάμεις αὐτῶν, καὶ τῶν τειχῶν ἐντὸς ἑαυτὸν περιέστειλεν, ἀλλ' οἷά φασιν εἰπεῖν αὐτὸν τὸν Ἀλέξανδρον, ὡς εἷς μάγειρος πολλῶν προβάτων ἀγέλας οὐ δέδοικε, ταῦτα διανοησάμενος καὶ εἰπὼν ἐξῆλθε μετ' ὀλίγων τῶν παρατυχόντων αὐτῷ συστρατεύεσθαι. ἔχων γὰρ τὴν τοιαύτην ἡγεμονίαν πατρῴαν, καὶ τῷ ζήλῳ μονονουχὶ ἐκπυρακτωθείς, καὶ ἅμα μένους καὶ φρονήματος εὐγενοῦς ἀκαταμαχήτου πνέων, καὶ τοσοῦτον νικῶν τῷ τῆς ἰσχύος διάρματι ὅσον οἱ ἀντικείμενοι τῷ πλήθει καὶ ταῖς πανοπλίαις ἐδόκουν ἁβρύνεσθαι, πρὸς μάχην ἐκ τοῦ εὐθέος αὐτοῖς ἀντιπαρετάξατο, καὶ μετὰ πολλῆς τῆς ῥύμης καὶ τοῦ ἀκρατοῦς ῥυτῆρος εἰς μέσους τοὺς πολεμίους γενόμενος ἅπαν τὸ πεδίον ἐκεῖνο σωμάτων νεκρῶν κατεσφαγμένων ἐπλήρωσε, μηδενὸς δυνηθέντος ἀθάνατον πληγὴν ἐκ τῆς τούτου χειρὸς ἀπενέγκασθαι. ἐπήρχοντο μὲν γὰρ αὐτῷ κατὰ φάλαγγας οἱ πολέμιοι πανταχόθεν, τῷ σώματι τούτου τὰς ἀκμὰς τῶν ξιφῶν ἐπερείδοντες, οὐδαμῶς δὲ τῆς ἱππικῆς ἕδρας αὐτὸν ἀποκρούσασθαι ἴσχυον· ἀλλὰ φασγάνῳ τὰ δόρατα τούτων ἀποτέμνων καὶ τὰς σαρίσσας, οὕτω τοὺς πολεμήτορας ὑπὸ γῆν κατηκόντιζεν, οὗ μὲν κεφαλὴν ἐν μιᾷ πληγῇ σὺν τῇ χειρὶ διατέμνων, ἄλλον δὲ δεικνύων ἡμίτομον, τὸν δὲ καὶ καρατομῶν, καὶ μυρίοις εἴδεσι πληγῶν καταστρέφων καὶ καταπλήτ 232 των αὐτούς. οἱ δὲ Βούλγαροι, πλῆθος ὄντες ἀνεξερεύνητον καὶ ἀριθμῷ καθυποβληθῆναι μηδ' ὅλως δυνάμενον, περισχόντες αὐτὸν εἰς μέσον ὥσπερ ὑδάτων πολλῶν ἀχανὲς πέλαγος, οὕτως αὐτὸν ἀποπνῖξαι καὶ εἰς ἀδιεξόδευτον βυθὸν καταποντίσαι διηγωνίζοντο, οἷα πέρ τισι κύμασι τοῖς τύμμασι τῶν δοράτων καὶ τῶν ἄλλων πολεμικῶν ὀργάνων συνεχῶς αὐτὸν ἐπιπλήττοντες. ἀλλ' ἐκεῖνος βρυγμῷ λέοντος κατ' αὐτῶν ἐξορμῶν, καὶ τοὺς ἐπεισπεσόντας ἐξαισίοις ἀναχαιτίζων πληγαῖς, ὁδὸν ἑαυτῷ ἐποίει καὶ πρόσβασιν ἑκατέρωθεν. καὶ μετὰ τὸ γνῶναι πάντας τὸ τούτου ἀκρατὲς καὶ πρὸς τὰς ἀνδραγαθίας εὐσταθὲς καὶ ἀνίκητον, οὐκέτι πρὸς ἀντικαταστάσεις ἀγχεμάχων ἀπὸ χειρῶν εἰς χεῖρας πρὸς μάχην αὐτῷ συνίσταντο, ἀλλὰ χορείαν μονονουχὶ συστησάμενοι σὺν θαύματι μεγάλῳ δι' ἑκηβόλων ὀργάνων τὸν πόλεμον συνερρήγνυον, ἕως αὐτὸς τοῖς ὑποχωροῦσιν ἐπιφερόμενος ἧτταν αὐτῶν μεγίστην καὶ τροπὴν ἀπειργάσατο· καὶ τοσοῦτον ὅτι μετὰ τὴν νίκην ἀπιδὼν πρὸς τὸ πλῆθος τῶν πεσόντων καὶ τῶν φευγόντων, καὶ οἷον αὐτῷ ἔργον ὑπὲρ ἀνθρωπίνην ἰσχὺν ἐξείργαστο, σκοτοδινίας πλησθεὶς καὶ φύσεως ῥευστῆς εἶναι, τοῖς ἀνθρωπίνοις δεινοῖς καὶ πάθεσι κατακλινομένης, ὑποδεικνύς, αὐτομάτως ἐκ τοῦ ἵππου πρὸς γῆν καταρρεύσας συννένευκε, διάβροχος μὲν καὶ λελουμένος ὢν τῷ τῶν πολεμίων ἀπλέτῳ καὶ ποταμίῳ αἵματι, οὐχ ἧττον δὲ καὶ τῷ οἰκείῳ καὶ 233 μαρτυρικῷ περιρρεόμενος λύθρῳ. ἐθαύμασαν αὐτὸν ὑπερφυῶς καὶ ὑπερηγάσθησαν τό τε πολέμιον καὶ πᾶν τὸ Ῥωμαϊκόν, καὶ δῆμοι πάντες ἀνθρώπων πρὸς τοῦτο ἐξεθαμβήθησαν. τὸ δὲ γένος τῶν Θετταλῶν ἑώρτασε μὲν ὑπὲρ ἅπαντος τὴν τῆς πόλεως λύτρωσιν, ἔθυσε δὲ θεῷ καὶ τῷ μεγαλομάρτυρι Δημητρίῳ τὰ σῶστρα, ἔθυσε δὲ καὶ αὐτῷ τῷ τούτου θεράποντι Μιχαὴλ τῷ Βοτανειάτῃ τὴν ἐξ ἰσοθέων ἀγώνων ἐπινίκιον εὐφημίαν καὶ εὔκλειαν. ἐζήτει δὲ τὸν ἀθλητὴν ἡ σωθεῖσα πόλις δι' αὐτοῦ, καὶ διὰ σπουδῆς ἐποιεῖτο τὴν τούτου εὕρεσιν. καὶ ζητοῦσα σὺν ἐπιμελείᾳ καὶ διαδρόμῳ πολλῷ εὗρεν αὐτὸν κείμενον ἐν ὡπλισμένῳ καὶ ἀνδρείῳ φρονήματι, καὶ τὸ ξίφος τοῖς δακτύλοις περιεχόμενον καὶ μηδαμῶς ἀφιέμενον, ἕως μετὰ πολλῆς θεραπείας καὶ τεχνικῆς ἐπιστήμης ἀφῆκε μὲν τὸ ξίφος ἡ χείρ, τῶν ὀνύχων τῇ παλάμῃ προσηλωθέντων αὐτοῦ τῷ ἐμμανεῖ τῆς κατὰ τῶν πολεμίων ἐπείξεως, αὐτὸς δὲ δορυφορούμενος, καὶ μεγίσταις εὐφημίαις καὶ κρότοις καὶ δορυφόρων ἀλαλαγμοῖς καὶ ἐγκωμίων πλοκαῖς καταστεφόμενος ὡς ἀριστεὺς ἀπαράμιλλος, εἰς τὴν πόλιν ἐθριάμβευσε, τοῦ κάρου ἤδη ἀνενεγκών, καὶ πᾶσαν τὴν Ῥωμαίων χαρᾶς καὶ θυμηδίας πεπλήρωκεν. ὁ δὲ τὰ σκῆπτρα τῆς ἀρχῆς ἐγκεχειρισμένος κύριος Βασίλειος, ἀναφέρων μὲν καὶ πρὸς τὸ τοῦ γένους αὐτοῦ ἐπίσημον καὶ περίδοξον, ἀναφέρων δὲ καὶ πρὸς τὰς πατρῴας ἀνδραγαθίας, καὶ τὴν τοῦ 234 παρόντος κατορθώματος ἐκπληττόμενος ἀσύγκριτον ἔπαρσιν, υἱὸν αὐτὸν ἀπεκάλει καὶ μέλος ἴδιον, καὶ τὸ ὄνομα τούτου διὰ γλώττης εἶχε. καὶ ὁρῶν ἐπόθει τοῦτον, καὶ ποθῶν ἐτίμα, καὶ πιστότατον ἅμα καὶ οἰκειότατον καὶ στρατιώτην ἀκαταγώνιστον εἶχε καὶ ἐλογίζετο, καὶ διαλλακτῆρα τῶν μεγίστων καμάτων καὶ πολέμων ἐτίθετο ἀσφαλῆ, ὡς τῇ παρουσίᾳ τούτου φευγόντων τῶν ἐναντίων καὶ νῶτα διδόντων εὐθύς. ὅθεν καὶ σὺν αὐτῷ μὲν καὶ τῷ πατρὶ τὴν κατὰ τῶν Βουλγάρων ἤρατο νίκην, καὶ τῆς Βουλγαρίας δυσκαταμαχήτου καὶ πολλῆς καὶ δυσαλώτου γινωσκομένης παντάπασι, καὶ μηδενὶ τῶν βασιλέων ὑποταγείσης ἐπὶ πολύ, καὶ παρὰ τοῦτο μὴ ἀνιείσης τῇ Βύζαντος τὸ ἀνέσιμον καὶ τὴν χορηγίαν τῶν ἀναγκαίων, λαμπρῶς καὶ σὺν πολλῇ τῇ ἀκμαιότητι ἐκυρίευσε· καὶ κατέστη τῇ Ῥωμαίων βασιλείᾳ πρὸς ἑσπέραν ἐν εὐπραγίᾳ καὶ γαλήνῃ τὰ πράγματα, καὶ ἀντὶ τῆς πρὶν ἐνδείας δαψιλῆ τὴν ἀφθονίαν καὶ τὴν εὐκληρίαν εὐθύμως ἀπείληφεν. Ἐπὶ δὲ τῆς ἑώας διακυκωμένων τῶν Ἀβασγῶν καὶ ἀντιδοξούντων τῷ βασιλεῖ καὶ προφανῶς ἀνταιρόντων (ἐθάρρουν γὰρ οὐ τῷ πλήθει μόνον, ἀλλὰ καὶ τοῖς τῶν ὅπλων ἰσχυροτάτοις προβλήμασιν, ὡς μὴ ἑαυτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἵππους τεθωρακισμένους καὶ ἀτρώτους πανταχόθεν περικαλύπτοντες), πάλιν αὐτὸς ὁ Βοτανειάτης πρωταγωνιστὴς καὶ πρόμαχος ἐγνωρίζετο καὶ τοῦ κρατοῦντος ὑπέρ 235 μαχος· τοῦ γὰρ βασιλέως κατ' ἐκεῖνο τὰς Ῥωμαϊκὰς δυνάμεις ἐλάσαντος, καταπληκτικοὶ μὲν ἀγῶνες καὶ μάχαι περιφανεῖς καὶ πανημέριοι συνερράγησαν, οὐδεμιᾶς δὲ τούτων ὁ Βοτανειάτης ἐναπολέλειπτο, ἀλλ' ἠγωνίζετο μὲν ὥσπερ τις ἑκατοντάχειρ καὶ δεύτερος Ἡρακλῆς ἢ ὑπὲρ τὸν Ἡρακλέα ἐκεῖνον τοῖς ἄθλοις ἐπιγαννύμενον (οὐ γὰρ τρισκαιδέκατον ἆθλον ἀλλ' ἑκατονταπλάσιον ἤνυεν), ἔνθα δὲ κάμνον ἑωρᾶτο καὶ καταπῖπτον κέρας Ῥωμαϊκόν, ἐκεῖσε καταλαμβάνων αὐτὸς ἀνεκτᾶτο τὸ ἀνιώμενον, καὶ θάρσους πληρῶν εὐτολμότερον ἐποίει καὶ νικᾶν παρεσκεύαζε. ταῦτα οὐκ ἐπὶ μιᾶς ἐκστρατείας τῆς κατὰ τῶν Ἀβασγῶν αὐτῷ διηγώνιστο, ἀλλὰ καὶ ἐπὶ δευτέρας. δὶς γὰρ ὁ βασιλεὺς τοῖς Ἀβασγοῖς τὸν πόλεμον ἐπιτέθεικε. καὶ τῇ μὲν πρώτῃ μαχησμὸς ἁπλῶς περιγέγονε καὶ ἧττα τῶν Ἀβασγῶν, οὐ παντελὴς δὲ καταστροφή. τῇ δευτέρᾳ δὲ σφοδρᾶς γενομένης καὶ φιλοτίμου τῆς παρατάξεως οὐδεὶς μὲν Ῥωμαίων θανάτῳ περιπέπτωκεν, ἢ ὅσον εὐαρίθμητοι καὶ τῶν ἀσήμων τινές, τραυματίαι δὲ πολλοὶ κατεφάνησαν, τῶν δ' Ἀβασγῶν φόνος ἀπείριτος γέγονε, τῶν μὲν ἐν τῇ συμβολῇ τοῦ πολέμου θανατωθέντων, τῶν δὲ ἐν τῷ φεύγειν πεσόντων. παντελοῦς γὰρ γενομένης αὐτῶν τροπῆς καὶ διώξεως, ἀκορέστως οἱ Ῥωμαῖοι δίκην ἀγρίων προβάτων τούτους κατέθυον. ὁπότε καὶ ὁ τούτων ἐθνάρχης (Γεώργιος ἡ κλῆσις αὐτῷ) ἐπὶ λόφου ἱστάμενος καὶ τὸ τῶν Ῥωμαίων καταπλαγεὶς σύνταγμα καὶ συγκίνημα, καὶ παρ' 236 ἐλπίδας τὴν ἧτταν τῶν ἰδίων θεώμενος (ἐν χερσὶ γὰρ ἔχειν ἐδόκει τὴν νίκην, καὶ τοῖς ἀμφ' αὐτὸν παρῄνει ζωγρίαν πρὸς αὐτὸν τὸν τῶν Ῥωμαίων βασιλέα κομίσαι καὶ μὴ σιδήρῳ τεμεῖν), ἀμεταστρεπτὶ καὶ αὐτὸς εἰς φυγὴν ὥρμησε, δρομαίῳ καὶ ἀελλόποδι ἵππῳ τὴν ἑαυτοῦ πιστεύσας σωτηριώδη καταφυγήν, τὸν υἱὸν αὐτοῦ Παγκράτιον ἐνέχυρον δοὺς τῷ βασιλεῖ δοῦλον. ἐντεῦθεν τὰ χρηστὰ πάντα τοῖς Ῥωμαίοις κατά τε Ἀσίαν καὶ Εὐρώπην συνήντησεν. ἐντεῦθεν τῷ Βοτανειάτῃ τὸ περιβόητον καὶ περίλαμπρον ὄνομα καὶ ἡ πρὸς τὰ βασίλεια φιλία περιποιεῖται καὶ χάρις ἐπίμονος. Τί δέ; οὕτως ἔχων εὐκλείας καὶ εὐπραγίας ὁ ἀνήρ, καὶ παρὰ πάντων θαυμαζόμενός τε καὶ δοξαζόμενος καὶ τοῖς ἐξ ἔργων μεγαλουργήμασι σεμνυνόμενος, μέγα φρονῶν ἦν ἐπὶ τοῖς ἑαυτοῦ κατορθώμασι, καὶ ἀλαζονείᾳ κατεπαιρόμενος τῶν πολλῶν, καὶ τοῖς ἀστικοῖς ὡς ἀγοραίοις τισὶ καὶ ἀόπλοις μὴ εὐθύμως καὶ προσηνῶς ὁμιλῶν καὶ συναυλιζόμενος, ἀλλ' ὥσπερ τινὲς τῶν κεκρατημένων τῷ πάθει τῆς κενοδοξίας, ἑαυτὸν ὑπεραίρων καὶ τῷ κόμπῳ τερατευόμενος τὸ ἀνόμοιον, οἷα φιλεῖ τοὺς πολλοὺς ποιεῖν τῶν στρατιωτῶν; οὐ μὲν οὖν οὐδ' εἶδέ τίς ποτε Μιχαὴλ τὸν Βοτανειάτην πολίτου κατεπαιρόμενον, ἢ μυκτῆρα τοῦτόν τινος καταχέοντα, ἢ ἔξω αὑτὸν ποιοῦντα τῆς τῶν πολιτῶν συναυλίας καὶ συμφυΐας, ἢ ἀστειότητος ἀποδέοντα, ἢ καλοκαγαθίας καὶ γαλήνης καὶ μειδιάμα 237 τος μεστοῦ χαρίτων ἑαυτὸν ἀποξενοῦντά ποτε, ὡς εἶναι θαῦμα μέγιστον τοῖς ἀνθρώποις καὶ ἀξιέραστον. ὅσον γὰρ τοῖς στρατιωτικοῖς ἀγῶσιν ἀνύποιστος ἦν καὶ θυμοειδὴς καὶ καταπληκτικὸς τὴν ὁρμήν, τοσοῦτον ἐν ταῖς ἀνέσεσι καὶ ταῖς λεγομέναις ἐκεχειρίαις καὶ ταῖς κατὰ τὴν βασιλίδα διατριβαῖς ἡδύτατος καὶ μειλίχιος καὶ φιλόστοργος πρὸς τοὺς Βυζαντίους, καὶ λόγους ἀστείους φιλῶν καὶ τοὺς ἀστεϊζομένους προσοικειούμενος, καὶ ἀπαξιῶν ἑαυτὸν ἑτέρῳ καλεῖσθαι ὀνόματι ἢ τῷ τὴν ἐπωνυμίαν παρέχοντι αὐτῷ ἐκ τῆς πόλεως. διὰ τοῦτο καὶ παρὰ πάντων ἠγαπᾶτο διαφερόντως, καὶ κοινὸν ὄφελος καὶ ἐκαλεῖτο καὶ ἐγινώσκετο, πανδαισία τε καὶ εὐφημία κοινή, στρατιώτης τε ἀπαράμιλλος καὶ πολίτης ἀσύγκριτος. ἦν γὰρ πρὸς τούτοις καὶ μεγέθει διαλάμπων καὶ ὄψει ταπεινώσει τε φρονήματος καὶ συναναστροφῆς κοσμιότητι καὶ μειδιάματος ἱλαρότητι, εἰς ἄκρον δόξης καὶ περιλάμψεως ἑαυτὸν ἀνυψῶν τῇ κοινῇ τοῦ πλήθους εὐλογίᾳ καὶ συντονίᾳ τῆς ἀνυμνήσεως. Ἐκ δὴ τούτων τῶν ἀρίστων καὶ μεγίστων ἕξεων αὐτοῦ καὶ ἐντεύξεων, καὶ ὧν μετ' αὐτὸν ὁ τούτου ὡραιότατος κλάδος ἔν τε τοῖς στρατιωτικοῖς ἀγωνίσμασι καὶ τροπαίοις καὶ τοῖς πολιτικοῖς διακοσμήμασι καὶ ἀρρήτοις ἐγκαλλωπίσμασι (συγγενῆ γὰρ πάντα καὶ ὁμότροπα καὶ ὁμοφυῆ τῷ πατρὶ ὁ υἱὸς ἐπεδείκνυτο), διπλοῦν τὸ τῆς ἀγάπης καὶ τὸ τῆς ἐρασμιό 238 τητος τοῖς τῶν ἁπάντων ψυχαῖς ἐγένετο, καὶ παγκόσμιος ἦν πόθος, καὶ μία γλῶσσα τὸ στέφος αὐτῷ τῷ υἱῷ τῆς βασιλείας ἀξίως ἐκ πολλοῦ τοῦ χρόνου ἐπιφημίζουσα. καὶ οἱ μὲν εἰδότες αὐτὸν καὶ ἄκρως ἐξησκημένοι τὴν ἄκραν αὐτοῦ εὐτολμίαν τε καὶ ἀνδρίαν καὶ αὖθις πάλιν τὴν ἀγαθότητα καὶ πλουτοποιίαν καὶ τὸ πρᾶον καὶ τὸ ὁμιλητικὸν καὶ ἀστεῖον καὶ εὔχαρι, ἀφ' ἑαυτῶν εἶχον τὴν μαρτυρίαν, κεχηνότες ἀεὶ καὶ δι' εὐχῆς ποιούμενοι τὸ τῆς βασιλείας τούτῳ περίοπτον κράτος ἔσεσθαι· οἱ δὲ μὴ εἰδότες ἢ πρὸς ὀλίγον γινώσκοντες, ἐξ ἀκοῆς τυγχάνοντες ἐρασταί, οὐχ ἧττον ἐκείνων τὴν ὑπὲρ αὐτοῦ ἐπιθυμίαν καὶ τὴν διάθεσιν ἔτρεφον. ὡς δ' ἡ φήμη τῆς αὐτοῦ ἀναρρήσεως τὴν βασιλίδα κατέλαβε, μετέωροι πάντες γεγόνασι καὶ χαρμονῆς ἐνεπλήσθησαν. καὶ ἦν ἰδεῖν τοὺς ἀνθρώπους πτερὰ περιθεῖναι ἑαυτοῖς, εἰ οἷόν τε ἦν, βουλομένους, καὶ πρὸς αὐτὸν ἀποπτῆναι, καὶ παίδων ἐπιλαθέσθαι καὶ γυναικῶν καὶ αὐτῶν οἰκιῶν. ὃ δὴ καὶ πολλοὶ τῶν ἀστικῶν πεποιήκασιν. ἀλογήσαντες γὰρ καὶ φόβου παντὸς τοῦ τότε κρατοῦντος εἰς τὸ Βυζάντιον καὶ τιμωρίας δι' αἵματος καὶ οὐσιῶν καὶ τῶν τοῦ γένους φιλτάτων καὶ τῶν ἐν μέσῳ τῆς ὁδοῦ κόπων, καὶ μηδὲ τῶν ὁδοσκοπούντων καὶ τῆς ὑπαίθρου κρατούντων Τούρκων τὸ πλῆθος δείσαντες, συχνοὶ καθ' ἑκάστην ἀπηυτομόλουν πρὸς αὐτόν, πρᾶγμα πρὶν γενέσθαι μὴ πιστευόμενον. οὐδέπω γάρ τινά τις εἶδεν ἀπὸ τῆς βασιλευ 239 ούσης εἰς ἐπαρχίαν προσρυέντα τινὶ ἀντάραντι, καὶ τότε ὅτε μηδὲ πολέμιοι τὴν πᾶσαν χώραν κατεῖχον καὶ ταῖς ὁδοῖς ἁπάσαις ἐφήδρευον, μᾶλλον δὲ ἀπ' ἐκείνων εἰς τοὺς κατὰ τὴν βασιλίδα κρατοῦντας πολλοὺς εἰσρέοντας. νῦν δὲ ἄνω ποταμοὶ τὸ πρᾶγμα κεχώρηκε. τοῦ χάριν; ὅτι τοὺς μὲν κρατοῦντας τυράννους ἔγνων οἱ ἄνθρωποι καὶ ἀδίκως καὶ ἀφελῶς τὴν βασιλείαν ἰθύνοντας, τὸν δ' ἐκτὸς ἀρετῇ διαλάμποντα, καὶ ἀληθείᾳ καὶ πραότητι καὶ δικαιοσύνῃ κατακοσμούμενον, καὶ ἱκανὸν βασιλείας κράτος ἐν καιροῖς ἀνωμάλοις ἀσφαλῶς διακυβερνῆσαι, κράτος τῇ τῶν κρατούντων κακονοίᾳ πρὸς ὄλισθον οὐ μικρὸν καὶ βάραθρον ἀπωλείας ἤδη συννεῦον καὶ ἀνωθούμενον. τῶν τοίνυν ἀνθρώπων οὕτως ἐχόντων γνώμης καὶ προαιρέσεως, συνεπεψηφίζετο καὶ θεὸς ἄνωθεν, καὶ δεξιὰ πάντα τούτῳ καὶ πρὸ τῆς ἐπιδημίας θαυμαστὰ διετίθετο, ὡς καὶ αὐτὴν τὴν μητέρα καὶ τοὺς συγγενεῖς ἅπαντας τοῦ κρατοῦντος ἐκείνῳ τὴν βασιλείαν ἐπιτρέπειν συγκατατίθεσθαι, καὶ διαπέμπεσθαι πρὸς αὐτόν, καὶ τὰ ἐπιβατήρια ψάλλειν αὐτῷ καὶ διαδονεῖν μετὰ τῆς λοιπῆς τῶν πολιτῶν ὁμηγύρεως. τὸ δὲ δὴ κρεῖττον καὶ λόγου παντὸς ὑψηλότερον ἢ παραδοξότερον, ὅτι περ οἱ Τοῦρκοι, τῆς ἀνατολῆς πάσης κυριεύσαντες ἤδη, τοῖς αὐτομολοῦσι πρὸς τὸν Βοτανειάτην πολίταις ἅμα καὶ ἀγροίκοις ἐμποδὼν οὐ καθίσταντο· ἀλλὰ τινὲς μὲν 240 ἀοράτῳ δυνάμει τοὺς πολεμίους ἐλάνθανον, οἱ δὲ πλείους ἐνέπιπτον μὲν αὐτοῖς, πρὸς δὲ τὸν νῦν βασιλέα μανθάνοντες αὐτοὺς κατεπείγεσθαι συνεχώρουν αὐτοῖς καὶ ἀβλαβεῖς διετίθουν, ἀβλαβῶς καὶ φιλίως πρὸς τὴν αὐτοῦ βασιλείαν καὶ προσηγορίαν παρὰ πᾶσαν ἀνθρωπίνην ὑπόνοιαν διακείμενοι. Καὶ ἡ μὲν Κωνσταντινούπολις καὶ οἱ τῶν ἐκτὸς ἐπιεικέστεροι οὕτω κραδαινομένας εἶχον τὰς οἰκείας ψυχὰς καὶ συννενευκυίας πρὸς τὴν αὐτοῦ ἐπικράτειαν· ὁ δὲ βασιλεὺς οὐδὲν τῶν θείων κριμάτων καὶ δοξοποιῶν εἰς νοῦν βαλλόμενος οὔτε τῶν κακίστων ἀπείχετο πράξεων, καὶ μήτε τὸ τοῦ ἀνδρὸς ἀξίωμα καὶ τὴν ἐξ ἔργων ἰσχὺν καὶ τὴν ἄκραν εὐγένειαν αἰδούμενος ἦν, καὶ ἐννοῶν κοινωνὸν τῆς βασιλείας λαβεῖν καὶ τοὺς θύραθεν πολεμίους κατατροπώσασθαι δι' αὐτοῦ, καὶ τοῖς ὑπηκόοις τὴν ἐλευθερίαν περιποιήσασθαι, ἀλλὰ τῶν Τούρκων ὡς οἰκειοτάτων καὶ φιλίων ἀντιποιούμενος διεπέμπετο πρὸς αὐτούς, καὶ δώροις ἀμέτροις καὶ παντοδαπαῖς ὑποσχέσεσι διηρεθίζετο κατ' αὐτοῦ, ὥστε παντὶ σθένει καὶ μηχανῇ καταγωνίσασθαι τοῦτον, καὶ ἢ μαχαίρας ἔργον ποιήσασθαι εἴτ' αἰχμάλωτον θέσθαι καὶ ὤνιον τοῖς μισοῦσιν αὐτόν. ἀλλ' οὐκ ἦν πρὸς θεοῦ τὸ τηλικοῦτον ἄνδρα τοῖς κρείττοσιν ἔργοις κεκοσμημένον ἐπιεικῶς, τοῖς ζητοῦσιν αὐτὸν ἐπιθυμίας ἀδίκου παραστῆσαι ὑπόθεσιν. διὰ τοῦτο καὶ ταῖς μὲν ὑποσχέσεσι τοῦ βασιλέως ἐθέλγοντο καὶ παρεκινοῦντο οἱ Τοῦρκοι, ἡ 241 δὲ θεία ἀντίληψις ἄλλως αὐτοῖς διετίθει τὴν ἔκβασιν· προσήρχοντο γὰρ μᾶλλον τῷ Βοτανειάτῃ, καὶ τὴν δούλωσιν ἐπηγγέλλοντο, καὶ συμμαχεῖν ὑπισχνοῦντο, καὶ τῇ μοίρᾳ τούτου συνέταττον ἑαυτούς. ὅσοι δὲ πρὸς ἀντικαταστάσεις καὶ μάχας ἐτράποντο, παρ' αὐτοῦ καὶ τῶν ἰδίων στρατιωτῶν ἐξόχως ἡττώμενοι πολλοὺς μὲν τῶν οἰκείων ἀπέβαλον, ἄλλοι δὲ φόβῳ βληθέντες φυγῇ τὴν σωτηρίαν αὑτῶν ἐπραγματεύοντο. πολλοὶ δὲ τῶν Ῥωμαίων ἀντικαταστῆναι τούτῳ θελήσαντες αὐτοῖς φρουρίοις ἑάλωσαν. Τρίτην δὲ ἄγοντος τοῦ ὀκτωβρίου μηνός, καὶ μέλλοντος τοῦ Βοτανειάτου τὴν βασιλικὴν ἐπιστῆσαι σκηνήν, καὶ ταύτης σκηνοπηγίαν προτρεψαμένου γενέσθαι διὰ τὴν ἔξοδον καὶ τὴν εἰς τὴν βασιλεύουσαν πρόοδον (ἐν πεποιθήσει γὰρ ἦν ὡς δρομαίως τῆς βασιλευούσης βασιλικῶς ἐπιβήσεται), θαῦμά τι καὶ τέρας ἐξαίσιον ἐν ὀφθαλμοῖς καθωράθη πάντων. ἄυλον γὰρ πῦρ, ὡς ἀπὸ πηγῆς ἀναβλύζον καὶ πρὸς ἀέρα χεόμενον, πρὸς τὴν ἑώαν κατεφάνη περὶ πρώτας νυκτὸς φυλακάς. καὶ ἦν ὁ ἀὴρ φλογὸς καθαρᾶς πεπλησμένος, καὶ φέρων τὸ τοῦ πυρὸς ῥεῦμα μέχρι Χαλκηδόνος καὶ Χρυσοπόλεως καταπληκτικὸν καὶ λίαν ὑπερφυές· οὐδέπω γὰρ οὐδεὶς εἶδε πῦρ ἄυλον ἐπὶ γῆς ὡς ἀπὸ πηγῆς ἀναβλύζον καὶ τὸ περιέχον ἅπαν ἐκπυροῦν καὶ ἀποσπινθηρίζον οὐχ ἥκιστα. ἀπὸ δὲ Χρυσοπόλεως τὸν τοῦ στενοῦ πορθμὸν ὑπερβεβηκὸς πῇ μὲν τὰ ἐν 242 Βλαχέρναις ἀνάκτορα περιέλαβε, πῇ δὲ τὴν ἄλλην ἀρκτικὴν ἐπιφάνειαν, καὶ περιεσώθη μέχρι πολλοῦ, πᾶσιν ἀναφανδὸν ἐπικηρυκευόμενον παρουσίαν ἐκ τῆς ἑώας μεγάλης δυνάμεως. οἱ δ' ἐπιστημονικώτεροι τῶν Θεωμένων, καὶ συμβολικῶς τὸ δέον ἐπιγινώσκοντες, ἀπὸ Λάμπης λαμπτῆρα φωσφόρον ἐπιδημῆσαι τοῖς βασιλείοις προεσήμαινον, ὥστε χρηματίσαι τοῖς μὲν ἀγαθοῖς καὶ τὰ ὑπὲρ αὐτοῦ φρονοῦσι φῶς καὶ θυμηδίαν καὶ χαρὰν ἀνεκλάλητον, τοῖς δὲ κατ' αὐτοῦ μελετῶσι καὶ ἀντιταττομένοις αὐτῷ φλόγα τῷ ὄντι πυρὸς κατατήκουσαν τούτους καὶ κατακαίουσαν. καί γε τῆς συμβολικῆς προρρήσεως οὐ διήμαρτον· δηλώσει δὲ προϊὼν ὁ λόγος. Τοῦ δὲ ὀκτωβρίου μηνὸς παρεληλυθότος ἀποστατική τις κακόνοια τὴν ἑσπέραν αἰφνιδίως περιεδόνησεν. εἰς γὰρ Ἐπίδαμνον, τὸ νῦν κεκλημένον Δυρράχιον, τὴν δουκικὴν ἔχων ἀρχὴν Νικηφόρος πρόεδρος ὁ Βρυέννιος, καὶ ταύτης παραλυθείς, βασιλέως ἑαυτῷ περιέθηκεν ὄνομα, καὶ τοῖς ἐκεῖσε στρατιώταις καὶ ὀπαδοῖς καὶ συστρατιώταις χρησάμενος ἔξεισιν ἐκεῖθεν πρὸς Ἀδριανούπολιν. ὁ τούτου αὐτάδελφος, Ἰωάννης ὀνομαζόμενος, τινὰς τῶν ἑσπερίων δυνάμεων εἰς τὴν ἰδίαν ἐπιβουλὴν καταρτίσας, μεθ' ὧν ἦσαν Βαράγγων καὶ Φράγγων πλήθη πολλά, τῷ αὐταδέλφῳ συνθέσθαι παρέπεισε, σὺν αὐτοῖς δὲ καὶ τὸν κατεπάνω τῆς αὐτῆς πόλεως, συγγενέα 243 τούτου καὶ συμφυλέτην ὑπάρχοντα. καὶ πρὸ τοῦ καταλαβεῖν εἰς Ἀδριανούπολιν τὴν εὐφημίαν αὐτῷ καὶ τὴν βασιλείαν προδιεγράψαντο, ἀνοήτως πάντως καὶ πάσης ἀσφαλοῦς παρατηρήσεως ἄνευθεν. ἢ γὰρ ἄν, εἰ μὴ καὶ οἱ κρατοῦντες ἐν Βυζαντίῳ ἀνοητότεροι ὑπῆρχον, ταχέως ἂν παρελύθη καὶ κατεπολεμήθη τὰ τῆς τοιαύτης ἐπιβουλῆς. αἱ γὰρ ἄλλαι Θρακῷαι πόλεις καὶ Μακεδονικαὶ πλὴν τινῶν συνετήρουν ἔτι τοῦ πάθους αὑτὰς ἔξω, καὶ παρὰ βασιλέως ἐπαγγελίας ἐγγράφους καὶ παραγγελίας προσέμενον ἐπὶ καταστροφῇ τῶν ἀποστατῶν, διὰ τὸ καὶ τὸν Βρυέννιον ἔτι μακρόθεν καθεστάναι τῆς τοῦ Ἀδριανοῦ. ἦν δὲ τῷ βασιλεῖ καὶ στρατὸς ἰδιαίτατος, ἀπὸ συγκλύδων ἀνδρῶν ἀθροισθείς, καὶ τῇ γυμνασίᾳ προσλαβὼν τὸ εὐδόκιμον, οὓς καὶ ἀθανάτους ὁ βασιλεὺς οὗτος ὠνόμασε. καὶ διὰ πάντων εὐχερῶς εἶχεν ἐπιθέσθαι τοῖς γε ἐν τῇ Ἀδριανουπόλει χωρὶς τοῦ προσδοκωμένου ἡγεμόνος καθυλακτοῦσι, καὶ ἢ τρέψασθαι τούτους καὶ εἰς ἀσφάλειαν ἑαυτῷ περιστῆσαι τὰ πράγματα, ἢ τάς γε λοιπὰς πόλεις εἰς τὴν ἑαυτοῦ κατοχυρώσασθαι πίστιν, καὶ ἀντίξουν ἔχειν ἐν τῇ ἑσπέρᾳ κατὰ τῶν ἐναντίων βοήθημα. ὃ δὲ ἀνοίᾳ καὶ ἀμελείᾳ καὶ τὸ κατασκευαζόμενον διὰ πολλῶν ἡμερῶν ἐγγύθεν αὐτοῦ ἠγνόησεν ἀπειροκάλως σκαιώρημα (τριῶν γὰρ ἡμερῶν οὐ πόρρω τῆς πόλεως ἡ Ἀδριανούπολις ἀπέχει διάστημα), καὶ μετὰ τὸ γνῶναι ἀναπεπταμένως καὶ μετ' εὐθείας διατεθεὶς τοὺς ἐναντίους ἰσχυροὺς ἀπειργάσατο, ὡς εἶναι τὰ πλείω τῶν τοὺς 244 ἐχθροὺς ἐπαιρόντων καὶ μεγαλυνόντων εἰς ὕψος ἐξ ἀμελείας καὶ ὑστερήσεως τῶν ἀντιτεταγμένων αὐτοῖς, καθὰ προδιείληπται. εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, δι' ἑτέρων καμάτων καὶ ἀντιπαρατάξεων ἑτέρων τὴν βασιλείαν ὁ παντέφορος ὀφθαλμὸς ἀξίῳ ταύτης ἐπραγματεύετο. Ἔγωγε οὖν ἐν τῇ Ῥαιδεστῷ τηνικαῦτα παρατυχών, ἐπὶ σκέψιν ἐκεῖσε καταλαβὼν τῶν κτημάτων μου, τὰς μὲν γινομένας φήμας ἀκοῇ παρελάμβανον, ἠπίστουν δὲ τοῖς λεγομένοις, ὅτι διὰ πολλῶν ἡμερῶν ἐφημίζοντο, συμβάλλων καθ' ἑαυτὸν ὅτι, ἐπείπερ ἡ Ῥαιδεστὸς τοσοῦτον ἀπέχει διάστημα τῆς Ἀδριανουπόλεως ὅσον ταύτης ἡ μεγαλόπολις, πάντως ἂν, εἰ ἀληθὲς ἐτύγχανε τὸ θρυλλούμενον, ἐμεμαθήκει ἂν ὁ βασιλεὺς τοῦτο καὶ ταχέως ἐποιήσατο τὴν διόρθωσιν, πανταχοῦ γραμμάτων βασιλικῶν ἐπιφοιτώντων ταῖς πόλεσι. καὶ κατὰ τοῦτο ἔμενον ἀτρεμής, εἶτα καὶ θαρρῶν τῇ πίστει τῶν ἐν τῇ Ῥαιδεστῷ πολιτῶν ὡς φυλαττούσῃ τοῖς βασιλεῦσι τὰ τῆς εὐγνωμοσύνης ἐνέχυρα. ἔλαθον δὲ περιπεσὼν ἀπροόπτως διὰ τῶν εἰκότων συλλογισμῶν, μικροῦ δεῖν, μεγίστῳ τινὶ παραπτώματι. γυνὴ γάρ τις ἐν τῇ Ῥαιδεστῷ τὰ πρῶτα φέρειν κατὰ πάντων σπουδάζουσα, συγγένειαν ἐκ τοῦ ἀνδρὸς πρὸς τὸν Βρυέννιον τοῦτον συνάπτουσα, λαθραίως πολλοὺς ὑπέσυρε τῶν Ῥαιδεστηνῶν, δώροις τούτους καὶ ὑποσχέσεσιν ὡς ἑαυτὴν μεταθέσθαι συμπείσασα καὶ συνωμοσίαν ἐξ ἰδιοχεί 245 ρων καὶ ὅρκων συστήσασθαι. ὅτε δὲ τὸ ἔργον τῆς συνωμοσίας ἐπλήρωσε, καὶ εἰς τὸ αὔριον ἀναγορεῦσαι τὸν Βρυέννιον τὰ τῶν συναραμένων αὐτῇ διεσκέψαντο, εἷς τούτων χάριτας ἐκ τινῶν προηγησαμένων χρηστῶν ὁμολογεῖν ἔχων μοι προσῆλθεν ἀωρὶ τῶν νυκτῶν, καὶ τὴν ἐπιβουλὴν ὑπεσήμανεν. αὐτὸς δὲ πολλὰ δυσχεράνας, καὶ πολὺν ὀνειδισμὸν τούτων καὶ μυκτῆρα καταχεάμενος ὡς καταπροδόντων τὴν ἑαυτῶν σωτηρίαν καὶ τὸ τῆς πίστεως σύμβολον, ἀνυπονοήτως μὲν αὐτὸν καὶ μετ' ἐπιεικείας ἀπεπεμψάμην, μελετήσας δὲ παραυτίκα τὴν πόλιν ταύτην καὶ τὴν ἐπιβουλὴν ἐκφυγεῖν, ὥρμησα μέν, ὡς εἶχον ἡμιόνων καὶ ἵππων καὶ ἀνθρώπων καὶ τῆς ἄλλης παρασκευῆς, ἐκ ταύτης ἀποφοιτῆσαι σπουδαίως κατὰ τὸ λεληθός, οὐ μὴν ἠδυνήθην διὰ τὸ προκατασφαλισθῆναι τὰς πύλας τῆς πόλεως μοχλοῖς σιδηροῖς καὶ ὁπλίταις παρὰ τῆς τοῦ Βατάτζη γυναικός, ἣν ὁ ἀνωτέρω λόγος ἐδήλωσεν, ἕως δι' ἀπειλῶν πολλῶν καὶ μηνυμάτων κατασείσας αὐτήν, ὅτι πρὸς πόλεμον αὐτῇ συρραγήσομαι, τῆς ἡμέρας ἐπιφοιτώσης συνεχωρήθην τὴν ἔξοδον, τὸ ἄδηλον φοβηθείσης μετὰ τῶν ταύτης υἱέων τῆς τοῦ πολέμου ἐκβάσεως. ἐξῆλθον οὖν ἐκεῖθεν, καὶ τῆς εἰς τὴν βασιλίδα φερούσης ἁψάμενος πάντα τὰ ἔμπροσθεν εὗρον γαλήνης μεστά, καὶ τοὺς τοῦ βασιλέως στρατιώτας διεσκεδασμένους εἰς παραχειμασίαν ταῖς ἄλλαις πόλεσι καὶ μηδένα κυδοιμὸν ὑποπτεύοντας. σπουδαίως οὖν 246 εἰσελθὼν εἰς τὴν βασιλεύουσαν, πρὸ τοῦ τὴν ἰδίαν οἰκίαν καταλαβεῖν παρῆλθον εἰς τὰ βασίλεια, καὶ τῷ λογοθέτῃ Νικηφόρῳ πρὸς λόγους ἐλθὼν πάντα τὰ συνενεχθέντα προσήγγειλα, καὶ τὸ ποιητέον αὐτῷ συνεβούλευσα, καὶ ὡς ὅτι τάχιστα χρὴ τήν τε Ῥαιδεστὸν χρυσοβούλλῳ λόγῳ κατακοιμίσαι καὶ φιλανθρώποις δεξιώσεσιν οἰκειώσασθαι, καὶ τὰς ἄλλας πόλεις ὡσαύτως, καὶ τὸ στρατιωτικὸν ἐς ταὐτὸν συναθροῖσαι, καὶ παραλῦσαι τὴν τῶν πλείστων πρὸς τὸν ἀποστάτην συνάθροισιν· ἀπῆν γὰρ ἔτι τῆς Ἀδριανουπόλεως οὐ μικρὸν ἄποθεν, ὅτε καὶ τῷ Βασιλάκῃ, τῷ ἀποσταλέντι μετ' αὐτὸν δουκὶ Δυρραχίου, παρατυχὼν ἐντὸς τοῦ ἄστεος τῆς Θεσσαλονίκης περὶ τῆς ἀρχῆς ἠμφισβήτησε· καὶ εἴπερ δεξιῶς τοῖς πράγμασιν ὁ Βασιλάκιος τῷ τότε ἐχρήσατο, κατεπολέμησεν ἂν τοῦτον ἐν ἀρχῇ τῆς ἀποστάσεως σαλεύοντα. ὁ δὲ λογοθέτης ἐν μειδιάματι ποιούμενος τὰ παρ' ἐμοῦ τούτῳ μετὰ σπουδῆς εἰσηγούμενα, μετεωρισμοῖς τισὶ καὶ ἀναβολαῖς τὰ μηδὲ μικρᾶς ὑπερθέσεως δεόμενα παραδέδωκεν, ἕως τοῦ πάθους φλεγμαίνοντος τὴν ἰατρείαν ἐπεχείρησε μέν, ἔγνω δὲ μάτην παρακινῶν τὰ ἀκίνητα. καὶ τότε πάλιν ᾐσθόμην ὡς καλῷ τὸ κακὸν ἰᾶσθαι ὀλίγοι τῶν ἐν ἡμῖν ἀνθρώπων δεδύνηνται. Καταλαβὼν οὖν εἰς Τραϊανούπολιν ὁ Βρυέννιος συνηντήθη παρὰ τοῦ ἀδελφοῦ καὶ τῶν συναραμένων αὐτῷ Φράγγων καὶ Μακεδονικῶν παρατάξεων. παρήχθησαν δ' αὐτῷ καὶ 247 τὰ τῆς βασιλείας παράσημα, οἵ τε ἵπποι μετὰ τῶν δίφρων καὶ τὰ ἐρυθρὰ καὶ βασίλεια πέδιλα. καὶ κατασφαλισάμενος πάντας ὅρκοις καὶ συνθήκαις συχναῖς, μὴ ἂν ἀθετῆσαι τοῦτον ἄχρι καὶ τελευταίας πνοῆς, οὕτω τὴν ἁλουργίδα μετ' εὐφημίας καὶ δορυφορίας ἀπειλήφει πολλῆς, καὶ τοὺς πόδας τοῖς ἐρυθροῖς μεταμείψας πεδίλοις καὶ εἰς αὐτοβαφὲς ἐπαναβὰς ὄχημα μετὰ πολλῆς ἀγερωχίας καὶ φρονηματισμοῦ καὶ τῆς τοῦ στρατοῦ βοῆς καὶ ἠχῆς εἰς Ἀδριανούπολιν ᾤχετο, ἄρτι τοῦ νοεμβρίου μηνὸς ἐπιστάντος, ὅτε κατηφὴς ὁ ἀὴρ ἐκ τῆς τοῦ μεγάλου φωστῆρος ὑποχωρήσεως, πρὸς τὸ ταυρικὸν ζώδιον ἀπιόντος, καὶ στυγνὸς καταφαίνεται. αἰχμάλωτος δὲ τηνικαῦτα ληφθεὶς ὁ πρόεδρος Κωνσταντῖνος ὁ Θεοδωροκάνος, ἀνὴρ ἔνδοξος καὶ γένους ἐπισημότητι καὶ βίου λαμπρότητι καταφανὴς καταγινωσκόμενος, οὐ καλῶς μὲν οὐδὲ δικαίως παρ' αὐτοῦ προσεδέχθη καὶ ὡς εἷς τῶν ἀγενῶν παρωράθη, οὐ μὴν δὲ σωματικὴν τιμωρίαν ὑπέστη, καίτοι γε ταύτην ὑποπτεύων διὰ προηγησαμένας ἔχθρας καὶ μάχας κεφαλικάς. φυγαδευθεὶς δὲ πρός τινα τῶν Μακεδονικῶν πόλεων μετ' οὐ πολὺ τῷ χρεὼν ἐλειτούργησεν· εἴτε φυσικῷ θανάτῳ εἴτ' ἐξ ἐπιβουλῆς κερασθέντος, οὐδεὶς ἀκριβῶς ἐπίσταται. Ἐν δὲ τῷ μέλλειν εἰσελάσαι τὸν Βρυέννιον εἰς Ἀδριανούπολιν πᾶσα σχεδὸν ἡ πόλις τὴν προεκκειμένην περίχωρον κατελάμβανε, καὶ ἦν τὸ πλῆθος ἀγεληδὸν διακεχυμένον εἰς τὸ 248 πεδίον, τὴν πρόοδον αὐτοῦ ἐκδεχόμενον. ὡς δ' ἀνεφάνησαν τὰ σημεῖα καὶ προσεχώρουν αἱ παρατάξεις αὐτοῦ, βαρεῖαν ἀπαγγέλλουσαι τὴν αὐτοῦ ἐπιφοίτησιν, καὶ τὰ κέρατα πανταχόθεν φοβερόν τι καὶ καταπληκτικὸν ἐπεσήμαινον, κἀκεῖνος ἐν παρασήμοις παρὰ πλείστων δορυφορούμενος κατελάμβανε, διατάξαντες δὲ ἑαυτοὺς στοιχηδὸν οἱ πρὸς θέαν ἐξιόντες πολῖται, οἵ τε στρατιῶται τὰς ἀσπίδας προτείνοντες καὶ τὰς αἰχμὰς τῶν ὅπλων ἐπισυναίροντες, ἠχή τε τῶν βυκίνων καὶ τῶν σαλπίγγων ἐγίνετο καὶ τὸ τῆς εὐφημίας ἤρθη παρὰ πάντων περίοπτον, ἔδοξαν οἱ πλείους τὴν παρουσίαν αὐτοῦ βασιλέως μεγίστου καὶ δυνατωτάτου καθίστασθαι· κἀκεῖνος ὑπεράνω παντὸς λόγου ἑαυτὸν λογισάμενος, μεστὸς ἐλπίδων καὶ αὐχήματος εἰς τὴν ἐνεγκαμένην αὐτὸν εἰσελήλυθε πόλιν. ἦσαν δὲ ταῦτα, ὡς ὕστερον τὸ πρᾶγμα τὸν ἔλεγχον δέδωκε, πιθήκων ἢ γεράνων ὁρμήματα καὶ νεανιεύματα· ἔνθα γὰρ θεὸς οὐ συνευδοκεῖ καὶ ψηφίζεται, καὶ πρᾶξις εὐθυτάτη καὶ θεοφιλὴς διάνοια τὴν ἄνωθεν οὐκ ἐκκαλεῖται βοήθειαν, φροῦδον ἅπαν καὶ ἀσθενὲς τὸ παρ' ἀνθρώπων γενόμενον. Ἐν δὲ τῇ Ῥαιδεστῷ, πρὸ τοῦ τὸν Βρυέννιον καταλαβεῖν εἰς Ἀδριανούπολιν, ἐπικρατησάσης τῆς Βατατζίνης (ἐδιχονόουν γάρ τινες πρὸς τὴν αὐτοῦ ἐπιχείρησιν) ἀνηγορεύθη ὁ Βρυέννιος. καὶ πρῶτον ἔργον τοῖς ἐγχωρίοις ἐγένετο τὸ καθελεῖν καὶ καταβαλεῖν εἰς γῆν τὸ κοινὸν ἀτόπημα καὶ ἀδί 249 κημα καὶ τοῦ ἀπὸ λογοθετῶν δύστηνον ἐπινόημα καὶ τῇ εὐθηνίᾳ ἐπιβουλεῦον, τὸν καινουργηθέντα φημὶ ἐκτὸς τοῦ ἄστεος φούνδακα· καὶ κατεπόθη μέχρις ἐδάφους διαρρυείς. τοῦ δὲ κάστρου Πανίου ἔτι μὴ συναπαχθέντος αὐτοῖς ἐπεστράτευσαν οἱ τῆς Ῥαιδεστοῦ κατ' αὐτοῦ· καὶ δι' ἡμερῶν τινῶν παραστησάμενοι αὐτὸ τινὰς μὲν τῶν ἔνδον ἠμύναντο, τοὺς δὲ ἄλλους ἐπὶ χώρας κατέλιπον, ἔκτοτε δὲ οὐ διέλιπον ἐκ τῆς ἀποστατικῆς μοίρας εἰς τὴν Ῥαιδεστὸν παραβάλλοντες στρατιῶται, καὶ μᾶλλον ἀλλογενεῖς, καὶ τοὺς περικύκλῳ ἀγροὺς λυμαινόμενοι, προφάσει τάχα τῆς τοῦ κάστρου φυλακῆς καὶ διατειχίσεως· ἤθελε γὰρ καὶ αὐτοὺς ἡ Βατατζῖνα δι' ὄγκον ὑπερηφανίας καὶ ἀποτροπὴν τῆς ὑποπτευομένης αὐτῇ ἐπιβουλῆς καὶ παρακινήσεως. συνετηρήθη δὲ καὶ ὁ ναύσταθμος τοῦ τοιούτου κάστρου σκόλοψι καὶ περιπάτοις ξυλίνοις καὶ ἄλλοις ὀργάνοις τῶν ἀλλοτρίων νεῶν ἀποτρεπτικοῖς. πολλῶν δὲ ὄντων ἐν τῷ αἰγιαλῷ οἰκημάτων, καταστροφὴ τούτων δι' ὑπονοουμένην κατεπράχθη ἐπίθεσιν. καὶ ἁπλῶς πάντα ταραχῆς ἐπέπληστο καὶ συγχύσεως. ᾐσθόμην δὲ καὶ αὐτὸς τῶν τοιούτων κακῶν ὡς τὴν ἀποστασίαν ἀποφυγών, τῆς ἐντὸς τοῦ κάστρου οἰκίας καὶ τῶν ἀγροτικῶν μου κτημάτων διαρπαγὴν τῶν ἐν αὐτοῖς οὐ τὴν τυχοῦσαν ὑποστάντων. Ὁ δὲ Βρυέννιος τάξεις καὶ ἀρχὰς τῇ βασιλικῇ δορυφο 250 ρίᾳ χρειώδεις ὑποστησάμενος, καὶ τιμὰς ὅσαι τούτῳ ἐδόκουν ὁσημέραι καταπραττόμενος, ἐφαπλῶσαι τὴν χεῖρα καὶ μέχρι Βυζαντίου διεμελέτησε, καὶ ἑαυτῷ προεκκαθᾶραι καὶ λειῶσαι τὴν εἰς τὰ βασίλεια εἴσοδον. τιμήσας οὖν τὸν ἴδιον αὐτάδελφον Ἰωάννην τῷ τῶν κουροπαλάτων ἐπιφανεῖ ἀξιώματι, δυνάμεις ἁδρὰς ἐνεχείρισε καὶ πρὸς αὐτὸ τὸ Βυζάντιον ἐξαπέστειλε, πίσυνος ὢν ὡς ἐπείπερ οἱ πολῖται τὸν βασιλέα σὺν τῷ λογοθέτῃ δι' ὀργῆς καὶ μίσους ἀτενοῦς ἔχουσι, προσέξουσί τε αὐτῷ μετὰ τηλικαύτης στρατιᾶς παρατεταγμένῳ καὶ προσδέξονται σὺν ὁμολογίαις ἐντός, καὶ οὕτως ἀδεῶς ἐπιφοιτήσει αὐτὸς ἐν ἑτοιμασίᾳ βασιλικῇ καὶ ἀποδοχῇ. ἀλλ' ἦν ὁ σκοπὸς ἔξω τῆς τοῦ μέλλοντος ἀποβάσεως. τῆς μὲν γὰρ στρατιᾶς τὸ συγκεκροτημένον καὶ πολυάνθρωπον εἶχέ τινα πρὸς τοὺς ἐκτὸς φοβερὰν ἐπιφάνειαν, καὶ μᾶλλον ὅτι καὶ τῇ Περίνθῳ, τῇ νῦν Ἡρακλείᾳ καλουμένῃ, προσπαραβαλὼν ὁ τοῦ Βρυεννίου αὐτάδελφος, μὴ συγκατανευούσῃ πρὸς τὴν τοῦ Βρυεννίου ἀνάρρησιν διὰ τὸ καὶ στρατιώτας ἔνδον ἔχειν βασιλικούς, κατὰ κράτος εἷλε καὶ πολλοὺς ἀνεῖλεν αὐτῆς, καὶ τὰ ἐκτὸς μετὰ τῶν ἔνδον ἐδῄωσεν. ὑπεχώρησε γὰρ καὶ ὁ ἐν Σηλυμβρίᾳ ἐφεδρεύων Ἀλέξιος πρόεδρος ὁ Κομνηνός, δομέστικος ὕστερον τῆς δύσεως προβληθείς, μετὰ τῶν συνόντων αὐτῷ στρατιωτῶν, καὶ τῇ βασιλευούσῃ σπουδαίως ἐπανελήλυθεν. οἱ δὲ τὴν βασιλίδα οἰκοῦντες οὐδαμῶς πρὸς τὴν τῆς στρατιᾶς ἐπιφοίτησιν κατεπλάγησαν, ἀλλ' οὕτως εἶχον περὶ 251 αὐτὴν ὡς ἂν εἴ τινες κριοὶ καὶ βουκολίων ἀγέλαι πρὸς κολωνοὺς ἢ Σεμιράμια τείχη τὰς ἰδίας προσαράττουσι κεφαλάς, ἢ κηφῆνες περιβομβοῦσιν ἄνδρας γιγαντολέτορας. οἱ μὲν γὰρ τὴν ἀρχὴν καταλαβόντες τῷ βασιλεῖ κατεφάνησαν τὴν ἐν Βλαχέρναις προκαταλαβόντες ἀκρόπολιν, καί τινας ἀκροβολισμοὺς καὶ προσβολὰς ἐκ τῶν τόξων καὶ πετροβόλων ὀργάνων εἰργάσαντο, ἔπραξαν δὲ οὐδὲν ἢ ὅσον ἐπίδειξίν τινα τῆς ἀνταρσίας προενεγκεῖν. ὀπισθόρμητοι δὲ γεγονότες τραυματισθέντων καὶ τινῶν ἐξ αὐτῶν, καὶ τοῖς ἄλλοις τείχεσι πλησιάσαντες, ὑβριστικὰς φωνὰς ἢ παροινίας παρὰ τῶν πολιτῶν ἠνωτίσαντο, καὶ ἀκοντίοις καὶ λίθοις ἀπεσοβήθησαν, καὶ μίμοις γελοίων καθυπεβλήθησαν, καὶ τῆς ἀποκηρύξεως ἐν πολλαῖς ἡμέραις πρὸ τῆς πόλεως στρατοπεδευσάμενοι πληροφορίαν ἐδέξαντο. εἶχε γὰρ ἅπαντας ἔρως ἐπιμανὴς τοῦ Βοτανειάτου, καὶ τὴν ἐκείνου βασίλειον ἐπιδημίαν ὡς ἐπιδημίαν θεοῦ προσεδέχοντο. Μηδὲν δὲ τῶν ὧν ἤλπισεν ὁ τοῦ Βρυεννίου αὐτάδελφος εὑρηκώς, καὶ τὴν εἰς τὴν βασιλεύουσαν εἴσοδον ἀπογνούς, διεπεραιώθη τὴν τοῦ ἁγίου Παντελεήμονος γέφυραν· καὶ θέμενος ἐν τοῖς τοῦ Στενοῦ μέρεσι τὴν παρεμβολὴν παρῆλθεν συντεταγμένος ὡς τῷ βασιλεῖ καὶ τοῖς λοιποῖς πολίταις ἐκ τοῦ προφανοῦς διοπτικώτερον φανησόμενος, καὶ τὸν αὐτάδελφον εὐφημίαις κατὰ διαδοχὴν ἑκάστου λόχου ἐτίμησεν. 252 ὡς δὲ τὸν ἀέρα πλήττων μόνον ἐδείκνυτο, καὶ ὄνος ἦν πρὸς λογικοὺς καὶ λογισμῷ κρείττονι κατεστρατηγημένους ὀγκώμενος, ὀργῇ καὶ θυμῷ τὴν ψυχὴν ἐκκαυθείς, καὶ βακχικόν τι καὶ σιληνιακὸν πεφρονηκώς, πῦρ ἐνῆκε ταῖς παρακειμέναις οἰκίαις ἀπὸ τοῦ ἁγίου Παντελεήμονος μέχρι τῶν ἀναπλεομένων μερῶν τοῦ Στενοῦ. καὶ ἡ φλὸξ ἀρθεῖσα πάσας σχεδὸν τὰς οἰκίας πλὴν ὀλίγων κατεδαπάνησεν, ὡς καὶ εὐκτηρίους οἴκους καὶ περικαλλεῖς οἰκίας καὶ ναοὺς ἐπισήμους πυρὸς γενέσθαι θεομισοῦς παρανάλωμα. καὶ μᾶλλον τῶν Ἰουδαϊκῶν, διὰ τὸ ξύλοις κατηρτίσθαι πάσας, οὐδεμία διέφυγε τὴν τοῦ πυρὸς ἐρωήν. ἐῴκει δὲ οὗτος τῷ μέλλοντι μὲν ἀποσβέσαι πῦρ, ἐλαίῳ δὲ κατ' αὐτοῦ χρωμένῳ καὶ τὴν ἰσχὺν ἐντεῦθεν μεῖζον ἐπαίροντι· μισοῦντας γὰρ αὐτὸν τοὺς πολίτας καὶ τὸν τούτου αὐτάδελφον, εἰς πλεῖον μῖσος ἐκ τῆς ἀτοπωτάτης ἠρέθισε πράξεως. ὡς δ' ἔγνω ἑαυτὸν μάτην ἐπὶ κακοῖς αὐλιζόμενον καὶ διαύλους σκηνὰς ἐργαζόμενον, καὶ τῷ χειμῶνι δεινῶς μετὰ τῶν συστρατευομένων αὐτῷ πιεζόμενον, ἀναστήσας τὴν στρατιὰν πρὸς ἑσπέραν ἐβάδιζε. καὶ αὐτὸς μὲν σὺν δυσὶ παρατάξεσιν εἰς τὸ τοῦ Ἀθύρα πολίχνιον κατεσκήνωσε, τὸ δὲ λοιπὸν πλῆθος εἰς παραχειμασίαν διέδωκεν. Ὀψὲ δὲ καὶ βραδέως ὁ βασιλεὺς ἐπεμνήσθη τοῦ Ῥουσελίου καὶ τῆς αὐτοῦ γενναιότητος, πύματον ἄρα καὶ ἔξωρον τὸ λυσιτελοῦν προστησάμενος. ἔχων γὰρ αὐτὸν ἐν παραφυ 253 λακῇ καὶ δεσμοῖς διὰ τὸ καὶ πρὸ ἡμερῶν τινῶν ἁλωθῆναι φυγαδείαν ἑλόμενον ἐπὶ τῷ πρὸς τὸν Βοτανειάτην αὐτομολῆσαι τῇ Λάμπῃ ἐνδιατρίβοντα, ἠναγκάσθη τότε ὁ βασιλεύς, τῶν πραγμάτων ὥσπερ ῥευμάτων θαλαττίων ἐπικεχυμένων αὐτῷ, βοηθὸν τὸν ἄνδρα καὶ συλλήπτορα προσλαβεῖν. τῆς οὖν φρουρᾶς αὐτὸν ἐξελών, καὶ πολλοῖς πρὸς αὐτὸν ἐπαγωγοῖς χρησάμενος ῥήμασι, καὶ ἀμνηστίαν τῶν προτέρων κατασκευάσας, καὶ πολλαῖς ὑποσχέσεσι καὶ δώροις καὶ τιμαῖς καταμαλάξας τὴν τούτου ψυχήν, καὶ πρὸς εὔνοιαν μεταθέσθαι καὶ πίστιν παρασκευάσας ἀπόρθητον, εἰς τὴν κατὰ τῶν ἐναντίων ἀντιπαράταξιν διηυτρέπισε. καὶ ἀπὸ τῶν τειχῶν μὲν διαλεχθῆναι πρότερον τοῖς συνοῦσι Φράγγοις τῷ Βρυεννίῳ πεποίηκεν, ὡς δ' οὐκ ἔπεισε τούτους καὶ προεχώρουν εἰς τὰ ὀπίσω πρὸς τὰ τῆς ἑσπέρας ἐνδότερα, ἥ τε φήμη προσήγγειλε τὸν τοῦ Βρυεννίου αὐτάδελφον ἀφυλάκτως ἐντὸς τοῦ Ἀθύρος ἐπισκηνοῦν, συμβούλιον γέγονεν ἐπελθεῖν αὐτῷ ἐξ ἐφόδου, στρατηγοῦντος τοῦ προέδρου Ἀλεξίου σὺν τῷ Ῥουσελίῳ, μετὰ τῶν ἐν τῇ βασιλίδι στρατιωτῶν. ὅρκοις οὖν φρικωδεστάτοις τὰ πιστὰ δεδωκὼς τῷ βασιλεῖ ὁ Ῥουσέλιος ἐν τῷ πανσεβάστῳ σηκῷ τῶν Βλαχερνῶν αὐτῷ συνδυάσαντι, νυκτὸς ἐξῆλθε τῆς πόλεως. Ῥωσικὰ δὲ πλοῖα, τὴν ἀπὸ θαλάσσης παραγγελθέντα ἐπίθεσιν, σύνθημα παρέσχον τοῖς κατ' ἤπειρον στρατιώταις, ἵν' ὀρθριώτερον ἅμα τῷ Ἀθύρα προσβάλωσι, 254 καὶ κατακλείσαντες ἔνδον τὸν ἀντικείμενον μετὰ τῶν συνόντων αὐτῷ πάντων καταγωνισάμενοι τρέψωσι, καὶ ὑπὸ τὴν σφῶν αὐτῶν χεῖρα ζωγροῦσαν ἢ φονεύουσαν ἅπαντας ὡς ἐν δικτύῳ ποιήσωσι. καὶ ἦν ἡ μελέτη σταθηρὰ καὶ στρατηγικὴ καὶ τοῦ θηράματος σύνοχος, εἰς τέλος δὲ μὴ περισωθεῖσα τὸ τῆς νίκης διέφθειρε τρόφιμον. συνήρχοντο μὲν γὰρ ἐν ταὐτῷ τό τε πεζικὸν καὶ ναυτικὸν στράτευμα, προελθόντες δὲ πρὸ τοῦ ἄστεος οἱ τῆς πεζικῆς μοίρας στρατιῶται, καὶ ἀποπλανηθέντες ἐκεῖθεν ἐπὶ κατασκοπῇ καὶ καταλήψει δῆθεν τινῶν Μακεδόνων αὐλιζομένων ἐν πορρωτάτω ἀγροῖς ἐκείνων μὲν οὐκ εὐστόχησαν καὶ ἀπέτυχον τῆς ἐπιβουλῆς, τοῖς δὲ Βαράγγοις οὐ συνεδύασαν, ὅτε τῷ Ἀθύρα προσέβαλον. ὅμως δ' οὖν οἱ μὲν Βάραγγοι τὰς πύλας αὐτοῦ βιασάμενοι ἐντὸς εἰσεπήδησαν, καὶ πανόπλοις ἐπιφοραῖς ἔτι πρωίας οὔσης τοὺς τοῦ Βρυεννίου κατηγωνίσαντο. ἱππότες δὲ ὄντες ἐκεῖνοι τῶν ἵππων ἐπιβάντες εἰς φυγὴν ἐξωρμήκασι. μὴ ὄντων δὲ τῶν ἐν ἠπείρῳ στρατιωτῶν κατ' ὄψιν αὐτῶν καὶ ὑπάντησιν, διέφυγον τὴν πανωλεθρίαν. ὕστερον δ' ἐπιφανεὶς ὁ Ῥουσέλιος σὺν τῷ προέδρῳ Ἀλεξίῳ ἐδίωξαν μὲν κατόπιν, βουλόμενοι δὲ τὸν διωγμὸν ἐπιτεῖναι καὶ πολλοὺς σφῆλαι τῶν ἐναντίων κατασεσεισμένους τῷ φόβῳ καὶ φεύγοντας ἀμεταστρεπτὶ παρὰ τῶν ἰδίων οὐκ εἰσηκούσθησαν, δεδιότων τὸ ἀποτέλεσμα. ἔπεσον δέ τινες Μακεδόνες ἐν τῷ κάστρῳ παρὰ τῶν Ῥῶς, ἄλλοι 255 δὲ ζῶντες ᾐχμαλωτίσθησαν. ὁμοίως δὲ καὶ παρὰ τῶν ἱπποτῶν. συνηθροίσθη δὲ καὶ λαφυραγωγία ἐκ τῆς ἐκείνων ἀποσκευῆς, καὶ τοῦ αὐταδέλφου τοῦ Βρυεννίου ὀχήματα πράσινα καὶ ὅπλα καὶ σήμαντρα. Ἐπανελθόντων δὲ τῶν τοῦ βασιλέως στρατιωτῶν εἰς αὐτόν, χαρά τις τοῦτον καὶ τοὺς περὶ αὐτὸν περιέλαβε. τοῖς δὲ Βυζαντίοις οὐδὲν τούτων θεραπεῦον ἐδείκνυτο, ὅτι τὴν τοῦ βασιλέως μάχην καὶ τοῦ Βρυεννίου κύνεριν ἐλογίζοντο. εἷλε γὰρ πάντας κατ' ἄκρας ὁ πόθος τῆς τοῦ Βοτανειάτου χρηστότητος, ἐπείπερ ἐγίνωσκον αὐτοῦ τὸ γένος περιφανὲς καὶ πρὸς τοὺς πολεμικοὺς ἀγῶνας ἐπίδοξον καὶ χρηστὸν τοῖς πολίταις καὶ σύντροφον, καὶ αὐτὸν δὲ παραπλησίαν ἔχοντα τῷ γένει τὴν γνώμην καὶ τὴν ἀνδρίαν καὶ τῆς ψυχῆς τὸ ὑγιὲς ἐγκαλλώπισμα· οὐδεὶς γὰρ πόλεμος ἀγωνιστικὸς καὶ βαρὺς εἶχεν αὐτὸν ἔξω τῶν ἐπ' αὐτῷ ἀνδραγαθημάτων, οὐδεμία παρασκευὴ τῶν ἄκρων ἀπείρατόν τε καὶ ἄγευστον, ἀλλὰ καὶ δουκικὰς ἀρχὰς καὶ αὐτὰς μεγίστας φρονήσει καὶ ἀνδρίᾳ καὶ ἀγαθότητι κατεκόσμησε. καὶ ἡ πόλις αὐτὸν ἠγάπα διὰ τὴν ἄγαν ἐπιείκειαν καὶ πραότητα καὶ τὸ τῆς χειρὸς ἐν πολέμοις καὶ ὅπλοις ἀκαταγώνιστον καὶ ἐν δώροις ἀσύγκριτον, καὶ τὸ δεξιὸν καὶ εὔχαρι, καὶ τὸ πάσης ἀλαζονείας καὶ ὑπερηφανίας τυγχάνειν αὐτὸν ὑψηλότερον, καὶ τὸ δὴ μεῖζον, ἀνέγκλητον· οὐδέπω γὰρ ἀδικίαν κατενεκλήθη παρά τινος παρ' ὅλαις ταῖς 256 αὐτοῦ πράξεσι. καὶ μάρτυς αὐτὸς ὁ συγγράφων ἐγώ, ὅτι δικαστὴς διὰ χρόνων πολλῶν γενόμενος, καὶ πᾶσι στρατιώταις καὶ πολίταις καὶ ἄρχουσι κατά τε τὴν βασιλεύουσαν κατά τε τὰς βασιλικὰς ἐκστρατείας δικάσας περὶ διαφόρων φάκτων καὶ ὑποθέσεων, οὐδενὶ δικαστηρίῳ τοῦτον εὗρον ἁλώσιμον, περὶ μικροῦ ἢ μεγίστου κατηγορούμενον πράγματος. ἄπαγε· ἀλήθειαν ἐπὶ μάρτυρι θεῷ καὶ οὐ ψεῦδος κολακικὸν ἀποφθέγγομαι. Πρὸς τοῦτον οὖν ἀποβλέπον τὸ τῆς πολιτείας συνάθροισμα πρᾶγμά τι τολμᾷ τῶν πώποτε γενομένων ὑπερφέρον καὶ μέγιστον. τοῦ γὰρ βασιλεύοντος εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα κατὰ τὴν κυριακὴν προκαθημένου καὶ χρηματίζοντος, καὶ πάσης τῆς συγκλήτου παρισταμένης αὐτῷ, οἱ ἐν τῷ μεγάλῳ τεμένει τῆς τοῦ θεοῦ σοφίας ἐκκλησιάζοντες, πάντα φόβον τοῦ βασιλέως ἀποσεισάμενοι καὶ δημοκρατουμένους ἑαυτοὺς οἰηθέντες (πείθει γὰρ ὁ φόβος καὶ τῶν ἀνεφίκτων κατατολμᾶν), ἀναγορεύουσι τὸν Βοτανειάτην βασιλέα λαμπρᾷ τῇ φωνῇ τῇ ἐπαύριον τῆς λαμπαδηφόρου τῶν θεοφανίων ἤτοι τῶν φώτων ἑορτῆς, ἔτι τούτου ἐν τῷ ἰδίῳ καθημένου πολίσματι κατὰ τὴν τῶν ἀνατολικῶν ἐπαρχίαν, καὶ μηδεμιᾶς ἐκ τούτου προσδοκωμένης τῆς ἐκδικήσεως. οἰηθείη δ' ἄν τις ὅτι χρυσοβούλλιον ἀναγνωσθὲν τούτου καὶ τὰ θυμήρη καθυπισχνούμενον διεθέρμανε τοὺς πολίτας πρὸς τὴν αὐτοῦ ἀναγόρευσιν. οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· προλαβὼν γὰρ ὁ κρα 257 τῶν Μιχαὴλ τοῦτο πεποίηκεν· ἀλλ' ἐπαναγνωσθὲν ἐν τῇ ἐκκλησίᾳ οὐ μόνον εὐχαριστίαν οὐκ ἤνεγκεν, ἀλλὰ καὶ ὕβριν αὐτῷ πρὸς πάντων καὶ ἀναισχύντους φωνὰς προεξένησε. καὶ ὁ Βρυέννιος δὲ τοιαῦτα πολλὰ διεπέμψατο· ἀλλ' οὐδεὶς προσέσχεν αὐτοῖς, καίτοι τῆς πόλεως ἀγχοῦ καθισταμένου αὐτοῦ ἐν ἰσχύι, καὶ δυναμένου τοῖς ἔνδον παραβοηθῆσαι ταχέως, εἰ πρὸς αὐτὸν ἀποκλίνοιεν. ὅπου δὲ τὸ θεῖον συνεπινένευκε διὰ τὴν τούτου ἀρετὴν καὶ χρηστότητα, ἐκεῖσε καὶ ἡ τῶν ἀνθρώπων ὁρμὴ καὶ θέλησις βέβηκεν, ἀπλανεῖς ἐχόντων τοὺς χαρακτῆρας τῆς τοῦ ἀνδρὸς φύσεώς τε καὶ πράξεως. Πρὸς ταῦτα συνῆκε μὲν ὁ κρατῶν οὐδαμῶς, οὐδὲ τὰς παραδοξοποιίας ταύτας εἰς νοῦν ἀνήνεγκεν ἰσχυρότερον, καὶ θείαν ὀμφὴν ἢ κρίσιν τῶν οὕτω συντρεχόντων ἡγήσατο τὴν ἐπίρροιαν· ἀλλὰ μύων ὡσανεὶ τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἰταμώτερός πως ἐγίνετο καὶ ἀντίξους τοῖς πράγμασι, μᾶλλον δὲ ταῖς ἐκ τοῦ θείου συμβολικαῖς ἐπιδείξεσι. καὶ τὰ μὲν ἄλλα ὅσα μειρακιωδῶς διεσκέπτετο, συντρέχοντος ἐν πᾶσι Νικηφόρου τοῦ λογοθέτου τοῦ δρόμου, μηχανορράφοις τισὶν ἢ ἀστρονόμοις καὶ διοσημίας τινὰς ἐπαγγελλομένοις καὶ ἀφιδρυμάτων προρρήσεσιν ἐκ τελετῶν προσανέχων καὶ δημοκόποις ἢ δεισιδαίμοσι, λέγειν νῦν περιττὸν καὶ ἄκαιρον ἥγημαι· ὅσα δ' ἐκ τοῦ προφανοῦς ἐτυράννει καὶ βιαιότερον ἢ κατὰ 258 βασιλέως χρηστότητα συνεκρότει, ταῦτα τῷ λόγῳ παραδιδόναι καὶ μνήμης ἀξιοῦν οὐκ ἀνάξιον. Τῆς γὰρ κοινῆς γλώσσης ἀπαρεσκομένης πρὸς τὴν τοῦ βασιλεύοντος ἀγνωσίαν καὶ ἀκυβέρνητον ἔπαρσιν, καὶ δι' αὐτῆς πανταχόθεν ἐπισυρρεῖν τὰ δεινὰ διαλεγομένης, ὡς ἑκατέρωθεν τὴν βασιλίδα τῶν πόλεων περιηχεῖσθαι ταῖς τῶν σιδήρων αὐγαῖς καὶ τομαῖς, καὶ τῇ σπάνει τῶν ἀναγκαίων τὸ πλεῖστον μέρος τὸ ζῆν ἀπορρήγνυσθαι (τριῶν γὰρ νομισμάτων ὁ τοῦ σίτου μέδιμνος ἐπιπράσκετο, καὶ τῶν θανόντων οὐκ ἦν εὐχέρεια πρὸς τὸ θάπτεσθαι), συνῆλθον εἰς ταὐτὸν οἱ τῆς ἀρχιερατικῆς ἀξίας τῷ ἀρχιποίμενι τούτων καὶ πατριάρχῃ Κοσμᾷ, καὶ περὶ τῶν ἐνεστώτων ὡς τὸ εἰκὸς ἐβουλεύοντο, καὶ τῷ Βοτανειάτῃ τὴν νικητήριον ψῆφον ἐπὶ τῷ ἄρχειν βασιλικῶς προσετίθεσαν, οὐ προδήλως μέντοι καὶ προπετῶς διὰ τὸ ἐκ τοῦ βασιλεύοντος δέος, ἀλλ' ἐκ συλλογισμῶν καὶ λογικῶν παραθέσεων καὶ τρόπων ἐπιεικῶν, συναγόντων εἰς τὴν αὐτὴν ἐννοιάν τε καὶ ξύρροιαν τὸ προτιθέμενον βούλευμα. εἷς δὲ τῶν ἄλλων γνώσει διαφέρων καὶ λογιότητι, καὶ τὸ παρρησιαστικὸν κεκτημένος ἐκ, φύσεως, τὴν προεδρίαν μὲν ἔχων τῆς τοῦ Ἰκονίου καθολικῆς ἐκκλησίας, Ἀσκάλωνα δὲ πατρίδα τῆς Φοινίκης αὐχῶν, καὶ παρὰ τῶν ἄνωθεν ὡς κορωνίδα κεκτημένος τὸ εὐσεβές, τρανότερόν τε καὶ διαλεκτικώτερον τῷ βουλευτηρίῳ τὴν οἰκείαν γνώμην ἐνσημηνάμενος 259 ἔχθιστος ἐλογίσθη τῷ τε λογοθέτῃ καὶ αὐτῷ βασιλεῖ. καὶ αὐτίκα τοὺς ἄξοντας αὐτὸν ἀνάρπαστον ἐξαπέστειλαν. ὃ δέ, προγνοὺς τὸ τῆς ὀργῆς ἀκατάσχετον, ἐντὸς εἰσέδυ τῆς δευτέρας σκηνῆς τοῦ μεγάλου ναοῦ τῆς ἁγίας σοφίας, ἥτις ἅγια μὲν ἁγίων τοῖς πάλαι κατωνομάζετο, ἡμῖν δὲ τοῖς τῆς νέας διαθήκης πρὸς τούτῳ καὶ θυσιαστήριον καὶ ἄδυτον καὶ ἱλαστήριον· καὶ τῶν θείων ἀπρὶξ ἐχόμενος τόπον ἀσυλίας τὴν θείαν ἐποιεῖτο ἀντίληψιν. ἀλλ' οἱ πεμφθέντες, εἴτ' ἐξ ἰδίας ἀσεβείας καὶ θηριωδίας εἴτ' ἐκ παραγγελίας τοῦ πέμψαντος, μηδὲν εὐλαβηθέντες μηδ' ὑποπτήξαντες τὴν ὄντως θεότευκτον σκηνὴν καὶ τῶν οὐρανίων ἀντίτυπον, ἀλλὰ τῷ θυμῷ μεθυσθέντες καὶ βακχικόν τι καὶ ἀρειμάνιον συμφρονήσαντες, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ἀφρόνως ἐπινοήσαντες, εἰς αὐτὸ τὸ καὶ ἀγγέλοις αἰδέσιμον φονίως εἰσελαύνουσιν ἱλαστήριον, καὶ τὸν ἀρχιερέα ξιφήρεις ὄντες ἀνάρπαστον ποιησάμενοι τῷ βασιλεῖ παριστῶσιν. ὃ δὲ ἀνήκεστον μὲν οὐδὲν εἰς αὐτὸν διεπράξατο, τήν τε παρρησίαν τοῦ ἀνδρὸς αἰδεσθεὶς καὶ τὸ ἐν λόγοις εὐδόκιμον, καὶ τὴν ἀπὸ τοῦ θείου νέμεσιν καὶ τὸν ἐκ τοῦ θυσιαστηρίου καταπλαγεὶς ἑλκυσμόν· τὸ δὲ τῆς παρανομίας καὶ ἀτοπίας ἐκληρώσατο μῖσος ἐκ πάσης ἡλικίας καὶ τύχης καὶ φύσεως. Καὶ ὡς μὲν οἱ ἀρχηγοὶ ἐκ τοῦ τοιούτου μύσους δίκας 260 οὐκ εἰς μακρὰν ἔτισαν, μὴ δυνηθέντες τὴν θείαν ταύτην αὐλὴν σωτηρίας ὁδὸν καὶ εἴσοδον ἑαυτοῖς ὑπογράψαι, καὶ πόρρω ταύτης ἀποκρουσθέντες τιμωρίας θεοσύλαις πρεπούσας ἠνέγκαντο, κατὰ καιρὸν ὁ λόγος δηλώσει σαφέστερον· ἕτερον δὲ πάλιν παρηνομήθη τῷ βασιλεῖ, παφλαζούσης τῆς ἀκμῆς τοῦ κινδύνου, τῆς τοιαύτης ἀτοπίας οὐκ ἔλαττον. τί δὲ τοῦτο; τοὺς δοκοῦντας εὐπορωτέρους εἶναι τῶν ἄλλων θείους σηκοὺς ἀπεσύλησε, τὰ τούτων ἱερὰ σκεύη σὺν αὐτοῖς τοῖς θείοις εὐαγγελίοις διὰ τὸν περικείμενον αὐτοῖς κόσμον ἐξ ἐπιτάγματος ἀσεβοῦς ἀφελόμενος, μήτε τῶν τῆς φρικτῆς ἱερουργίας καὶ μυστικῆς τραπέζης ἀποσχόμενος κρατήρων ἢ κανῶν ἢ λοιπῶν περιρραντηρίων, μήτε πέπλων καλυπτόντων τὰ ἱλαστήρια μήτ' ἄλλης σκευῆς θείων πραγμάτων φεισάμενος. καὶ ταῦτα τῷ παλατίῳ μετενεγκὼν θησαύρισμα πυρὸς καταφλέγοντος καὶ κρίμα θανάτου ἑαυτῷ ἐθησαύρισε· μηδὲν γὰρ ἀπονάμενος ἐξ αὐτῶν ἢ ὅσον ἀμοιβὰς ἀπαισίους καὶ θεήλατον ὀργὴν καὶ παρακοπὴν ἐπισπάσασθαι, καὶ τἆλλα πάντα τοῦ βασιλικοῦ πλούτου μετ' ἤχου συναπεβάλετο. τὸ γὰρ πρόσχημα τῆς ἀπορίας οὐκ εἶχεν αὐτῷ συμβαλλόμενον, ὅτι καὶ χρυσὸς αὐτῷ καὶ ἄργυρος κατακεκλεισμένος οὐκ εὐαρίθμητος ἦν. καὶ ὁ μετ' αὐτὸν βεβασιλευκὼς περιῃρημένον ἅπαντα τὸν τοῦ παλατίου πλοῦτον εὑρὼν καὶ διηρπασμένον ἐν τῷ καιρῷ τῆς ἀποκηρύξεως τούτου καὶ ἀπελάσεως, τὴν 261 μεγάλην οὐκ ἠμβλύνθη καὶ βασιλικωτάτην προαίρεσιν, ἀλλ' ἀφθόνοις χερσὶ καὶ μεγαλοδώροις πάντας ὑπὲρ πᾶσαν ἐλπίδα ἰσχυρῶς κατεπλούτισε, καὶ φιλοτίμοις δεξιώσεσι καὶ ῥόγαις μυριοταλάντοις στρατὸν κατὰ τοῦ ἀντικειμένου Βρυεννίου καὶ τῶν ἄλλων τυράννων μέγιστον παρεκίνησε, καὶ οὐδὲν αὐτῷ ἄπορον ἢ ἐνδεὲς τὸ παράπαν συνήντησεν· ὡς εἶναι δῆλον καὶ ἀληθῆ τὸν παλαιὸν καὶ συνετώτατον λόγον, ὅτι ὅπου προαίρεσις ἀγαθή, τὸ κωλῦον οὐδέν, μάλιστα δὲ βασιλεῖ τῶν ἄλλων ὑπερφέρον τὸ πλούσιον. καὶ οὐδεὶς εἶδέ ποτέ τινα τούτων πενόμενον· ἀλλ' ὅσον ἐξάντλητα παρ' αὐτοῦ δι' εὐποιίας τὰ χρήματα καὶ χρεωλυσίας πεποίητο, τοσοῦτον παρὰ τοῦ βασιλεύοντος ἄνωθεν ἐπιχορηγεῖται τούτῳ πηγὴ καὶ ποταμὸς χρυσῶν ἀνεξάντλητος. ἀληθινὴ γὰρ ἐστὶν ἄμπελος ὁ τῆς ἀφθόνου μεταδόσεως κύριος, τοσοῦτον ἐπαυξανόμενος ὅσον περιτέμνει τὸν πλοῦτον καὶ σκορπίζει δι' ἀγαθότητα. Ἀλλὰ τὰ μὲν περὶ τοῦ σοφοῦ βασιλέως κατὰ καιρὸν λελέξεται ὕστερον, ὅτε τοῦτον ἡ πόλις λαμπρὰ λαμπρῶς ὑποδέξεται καὶ μυρίαις τιμήσει ταῖς εὐφημίαις καὶ πανηγύρεσιν· ἐν δὲ τοῖς ἑσπερίοις μέρεσι φεύγων μὲν ὁ τοῦ Βρυεννίου αὐτάδελφος μετὰ τῶν ἀμφ' αὐτὸν τῇ Ῥαιδεστῷ προσεπέλασε, καὶ ταύτης ἐντὸς εἰσελήλυθεν, οἱ δὲ Πατζινάκοι τὴν τῶν Μακεδόνων ἀποστασίαν ἰδίαν εὐπραγίαν καὶ εὔνοιαν λογισάμενοι, μετὰ πλήθους οὐκ ἐλαχίστου τῇ Ἀδριανουπόλει 262 προσήγγισαν, καὶ ταύτην περικαθίσαντες τὸν παρὰ τῶν Μακεδόνων προχειρισθέντα βασιλέα πατάξειν ἠπείλουν μετὰ τῶν συναραμένων καὶ συνδραμόντων αὐτῷ. ἄλλους δέ τινας ταχυδρομεῖν ἠσκημένους κατὰ τῆς χώρας ἐξέπεμψαν, οἳ πᾶσαν ὁμοῦ κατελωβήσαντο καὶ διήρπασαν, φόνον μὲν πολὺν τῶν ἐν ἀγροῖς ποιησάμενοι, κτηνῶν δὲ ἀμυθήτων ἀγέλας ἐλάσαντες, καὶ οὐδὲ ἓν εἶδος κακώσεως παραλιπόντες τοῖς κάμνουσιν. ὁ δὲ Βρυέννιος ἐν πλήθει καὶ ἀγερωχίαις τὸ πρόσθεν καυχώμενος, ἀγενὴς ἐφάνη πρὸς τοὺς βαρβάρους καὶ ἄτονος, καὶ τὸ τεῖχος τῆς τοῦ Ἀδριανοῦ καταφυγὴν εἶχε μόνην, οὐ τὴν τῶν ὅπλων ἀντίθεσιν, ἕως λιμὸς βαρύτατος ἐντὸς κατατρύχων αὐτὸν καὶ τοὺς σὺν αὐτῷ, μετὰ πάσης τῆς ἵππου καὶ τῶν ὑποζυγίων αὐτῶν, ἠνάγκασε τοῖς βαρβάροις συνθέσθαι καὶ πάντα πρᾶξαι τὰ παρ' αὐτῶν προσταττόμενα. συναθροίσας οὖν χρυσίον ἁδρὸν ἐξ ἑαυτοῦ καὶ τῶν συναποστατησάντων αὐτῷ, τοῖς Πατζινάκοις ἀντίλυτρον δέδωκεν οὐ μεῖον τῶν εἴκοσι ταλάντων ἤτοι κεντηναρίων περιιστάμενον, σὺν αὐτῷ δὲ καὶ ὑφασμάτων καὶ ἀργυρῶν σκευῶν οὐκ ἐλάχιστον χρῆμα. καὶ τοῦτον τὸν τρόπον ἀπαναστῆναι τοὺς Πατζινάκους ἐκ τῆς πολιορκίας διέθετο. μένων δὲ κατὰ χώραν ἠργυρολόγει τοὺς πειθομένους αὐτῷ, πρὸς μὲν τοὺς ἐναντίους καὶ ἀλλοφύλους οὐδὲν γενναῖον ἐπιδειξάμενος, ἀλλ' ὥσπερ τις πτὼξ ἐν ὕλῃ οὕτως ἐν τοῖς τείχεσι τῆς Ἀδριανουπόλεως κρυπτόμενος, πρὸς 263 δὲ τοὺς ὁμοφύλους ἐπιγαυρούμενος ἀκρατῶς, καὶ πολυειδεῖς ἀπαιτήσεις καὶ τιμωρίας κατασκεδάζων αὐτῶν, καὶ μᾶλλον τοὺς ξένους ξεσμοῖς ὑποβάλλων, ἵν' ἐκ τῶν σωμάτων αὐτῶν οὐχ αἱμάτων ἀλλὰ χρημάτων ἀνερευνήσῃ πηγάς. Ὁ δὲ Βοτανειάτης οὐχ οὕτως, ἀλλὰ τοὺς εἰς αὐτὸν εἰσρέοντας ξένους ἢ ἄλλοθέν ποθεν αὐτῷ παρεμπίπτοντας οὐ μόνον ἀτιμωρήτους καὶ ἀναφεῖς κατελίμπανεν, ἀλλὰ καὶ δώροις ἐτίμα καὶ μεγίστοις περιλάμπροις τοῖς ἀξιώμασι, καὶ σιτήσεις ἐχορήγει τὴν χρείαν ἐκ πολλοῦ τοῦ περιόντος νικώσας αὐτῶν. ὅθεν καὶ ὁ δικάζων ἀδεκάστως θεὸς δεξιὰν τὴν ψῆφον τῷ δεξιῶς χρωμένῳ τοῖς πράγμασιν ἐπεβράβευσε. καὶ ὅπως, ἤδη ῥητέον. Ἐν τοιούτοις τῶν πραγμάτων ἀμφιδοξούντων ἔξεισι τῆς ἰδίας πόλεως ὁ Βοτανειάτης, τῆς πρὸς τὴν βασιλίδα φερούσης μετ' εὐψυχίας ἁπτόμενος. δύο δὲ τῶν ὑποστρατήγων αὐτοῦ, κράτος ἔχειν πολεμικὸν καὶ πλῆθος στρατιωτικὸν βρενθυόμενοι, τὴν ὑποχώρησιν ἔκλεψαν καὶ λιποταξίου γραφὴν ἀπηνέγκαντο, πανταχόθεν ἄπιστοι καὶ ἀχάριστοι καὶ ἀγνωμοσύνης φανέντες ἀνάμεστοι· οὐ γὰρ ᾠήθησαν οἱ κακοδαίμονες οὐδ' εἰς νοῦν ἔβαλον τὸ τῆς θεηγορίας διάταγμα, ὡς οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν· ἀλλὰ δειλιάσαντες πρὸς τὰς τῶν Τούρκων παρατάξεις, αἳ τῷ Βοτανειάτῃ ἐφήδρευον, τὴν πρὸς αὐτὸν στοργὴν ἐξωμόσαντο καὶ παρα 264 βάται τῶν ὅρκων καὶ τῶν συνθηκῶν ἐχρημάτισαν. ἀλλ' οὗτος ἀτρέστῳ καὶ εὐγενεῖ τῷ φρονήματι, τῇ θείᾳ ψήφῳ τὰ κατ' αὐτὸν ἐπιτρέψας, οὐδένα λόγον τούτων πεποίηκεν, ἀλλὰ συμβαλὼν τὰς πονηρίας καὶ ἀτασθαλίας αὐτῶν, καὶ ὡς ἄλλως Ἀλωέας καὶ λωβητῆρας εὐθύμως τούτους ἀποσεισάμενος, ἵνα μὴ καυχήσωνται συμβαλέσθαι τούτῳ πρὸς τὸ προκείμενον σπούδασμα καὶ τὴν τῆς βασιλείας ἀνάβασιν, καὶ αὐτοὶ τὰς εὐεργεσίας ἀναξίως κομίσωνται, τῆς ὁδοιπορίας ἀπάρχεται. οἱ δ' ἐφεδρεύοντες, πολλοὶ καὶ πανταχόθεν συρρέοντες, ὠρύοντο μὲν ὡς σκύμνοι καὶ καθυλάκτουν ὡς κύνες, εἰς χεῖρας δὲ τούτῳ ἐλθεῖν καὶ πόλεμον συρράξαι φόβῳ καὶ φρίκῃ συνείχοντο, καίτοι πολλάκις εἰς τοῦτο μεταβῆναι μετακαλούμενοι. ἀλλ' ὥσπερ ἐπὶ τῶν Ἰσραηλιτῶν γέγραπται, τῆς ἐρυθρᾶς τμηθείσης θαλάσσης ἀβρόχως αὐτοὺς διαπεραιωθῆναι διὰ ξηρᾶς, ὡς τείχους ἐκ δεξιῶν καὶ τείχους ἐξ εὐωνύμων ἱσταμένου τοῦ ὕδατος, οὕτως ἐνταῦθα τεθαυματούργηται· ὡς γὰρ ῥεῦμα πανταχόθεν συντρέχοντες καὶ παρατειχίζοντες αὐτὸν οἱ πολέμιοι ψαῦσαι τούτου καὶ πόλεμον θαρρῆσαι οὐκ ἀπετόλμησαν, ἐν ὁμοιώσει δὲ δορυφόρων τὰς παραπομπὰς ἐπεποίηντο. ὅσοι δὲ πολεμήσοντες ἤλασαν, ἢ πίπτοντες οἰκτρῶς τὴν ψυχὴν ἀπεβάλοντο, ἢ τὴν ἧτταν ὡς ἐξ ἀκαταμαχήτου δυνάμεως ἀνελόμενοι οὐκέτι δευτέρως ἐπιχειρεῖν ἐδοκίμασαν. πᾶσα δὲ πόλις ἐπερχόμενον αὐτὸν ἐν 265 ὑψηλῷ καὶ θείῳ βραχίονι ἀσπασίως καὶ σὺν πολλῇ τῇ εὐφημίᾳ καὶ τοῖς ἀλαλαγμοῖς ὑπεδέχοντο. μισθοφορικὸν δ' ἐκ τῆς τοῦ ἀντιθέτου βασιλέως ἀποστολῆς τῇ κατὰ Βιθυνίαν Νικαίᾳ ἐπιξενούμενον καὶ συντηροῦν τῷ βασιλεῖ τὴν πόλιν δῆθεν ἀπερικτύπητον, πρὸ τριῶν ἡμερῶν καταλιπὸν τὸ ἐπίταγμα καὶ τῆς τοῦ πέμψαντος εὐηθείας κατορχησάμενον, μετὰ δουλικοῦ καὶ συντάγματος καὶ σχήματος ἀπήντησε τούτῳ τῷ Κοτυαείῳ προσμίξαντι. καὶ τὴν δουλείαν ὁμολογῆσαν καὶ τὸ τῆς πίστεως τρανολογῆσαν ὑπόδειγμα, προεπορεύετο καὶ προεκινδύνευε τούτου μετὰ τῶν ἰδίων ὅπλων καὶ ἵππων καὶ τῆς ἄλλης παρασκευῆς. διὰ θαύματος δ' ἐποιεῖτο πῶς οἱ θρασεῖς καὶ πολεμικώτατοι Τοῦρκοι τιθασσοὶ καὶ χειροήθεις γεγόνασι, καὶ τὸν δουλικὸν ζυγὸν ὑπελθεῖν κατατίθενται, καὶ περινοστοῦσι μὲν ἱππαζόμενοι, δορυφόρων δὲ τάξιν ἀποπληροῦντες εἰσί. Καὶ ταῦτα μὲν ἐθαυματουργοῦντο μέχρι Νικαίας αὐτῆς, τοῦ προσκυνουμένου σημείου ἐπ' ὀνόματι τοῦ ἀρχιστρατήγου προηγουμένου πάντων, καὶ προφυλακτικῶς τὰς ὁδοὺς ὑπανοίγοντος, καὶ τὴν εἰς αὐτὸν πίστιν τοῦ βασιλεύοντος στερρὰν καὶ ἀκλόνητον ὑπεμφαίνοντος, καὶ τὴν χάριν διδόναι θαυμασίαν ἐξ ἔργων παραδεικνύοντος. τῇ δὲ Νικαίᾳ τῷ βασιλεῖ προσεγγίσαντι χορεία τις ἐναρμόνιος τοῖς ἐγχωρίοις συνέστη καὶ κρότος εὐφημίαις ὑπέρσεμνος, πάντων χαρμόσυνα θυόντων καὶ χαριστήρια, καὶ τῆς σωτηρίας προκηρυτ 266 τόντων τὰ σύμβολα, ὡς καὶ αὐτοὺς ἐκπλαγῆναι τοὺς πολεμίους καὶ τότε βεβαιοτέραν τὴν ὁμολογίαν ἐπισυντάξασθαι τῆς δουλώσεως. καὶ γὰρ ἐπιβάντος αὐτοῦ τῆς τοιαύτης πόλεως μετὰ τῆς οἰκείας δυνάμεως, καὶ τὰς βασιλικὰς εὐεργεσίας καὶ στρατηγίας σαφῶς διατιθεμένου καὶ διατάττοντος, καὶ τιμαῖς περιβλέπτοις καταγεραίροντος τοὺς ἀστικούς τε καὶ ξενικοὺς καὶ ὅσοι τῆς στρατιᾶς καὶ τῆς ἄλλης διαμονῆς παρετύγχανον περὶ τὸν τῆς Νικαίας περίβολον, οἱ Τοῦρκοι δουλικῶς ἐστρατοπεδεύσαντο, καὶ τὴν εἰς αὐτὸν ἐπιταχθέντες εἴσοδον τῷ στήθει τὰς χεῖρας συνέπλεκον, καὶ τὴν θέαν τούτου μεγίστην εὐεργεσίαν ἐτίθεντο, καὶ συμπονεῖν αὐτῷ καὶ συμπράττειν τὰ θυμήρη κατεπηγγέλλοντο. διὸ καί τινες τῶν εὐπατριδῶν τῆς Περσίδος, ἀδελφοὶ κατὰ σάρκα καὶ φύσιν ὑπάρχοντες, καὶ τὴν τοῦ Κουτλουμούση ἐπωνυμίαν ἐκ πατρῴας προσηγορίας ἐφέλκοντες, τῆς σουλτανικῆς δὲ μερίδος καὶ ἐξουσίας ἀντιποιούμενοι καὶ τῷ ἐθνάρχῃ τῶν Οὔννων ἀντιταττόμενοι, καὶ κατὰ τοῦτο τῇ Ῥωμαίων προσφοιτήσαντες γῇ, καὶ κράτος ἑαυτοῖς ἀντίθετον ἐκείνῳ περιποιούμενοι, προσῆλθον αὐτῷ κατὰ Νίκαιαν. καὶ ὅπερ ἐν οὐδενὶ βασιλεῖ τῶν Περσῶν γένους ὄντες βασιλικοῦ οὔτε Ῥωμαίων κατεδέξαντο πρᾶξαι, τοῦτο πρὸς αὐτὸν παραδόξως ἀπέδειξαν, γόνυ τε κλίναντες καὶ προοδοποιεῖν αὐτῷ τὴν εἰς τὴν βασιλίδα ὁδοιπορίαν σὺν πολλῇ πεποιθήσει διασημαίνοντες. οὓς δὴ καὶ λόγοις καὶ τρόποις εὐσυνέτοις κοσμιωτέρους καὶ εὐνοϊκωτέ 267 ρους ἀπεργασάμενος, οὕτως εἰς τὴν ἑαυτοῦ δούλωσιν καὶ πίστιν διεθέρμανε καὶ τῆς αὐτοῦ βασιλείας ἐραστὰς ἀπειργάσατο, ὡς καὶ ἄλλους, ὃ δὴ λέγεται, γενέσθαι ἐξ ἄλλων καὶ τοῖς σὺν αὐτῷ Ῥωμαίοις ὁμονοῆσαι, καὶ μιᾶς γενέσθαι συμφυΐας καὶ δεσποτείας ἐν τῇ ἑνώσει τῆς πίστεως καὶ εἰλικρινοῦς διαθέσεως. τότε γὰρ πεπλήρωται τὸ προφητικόν, ὅτι πρόβατον μετὰ λύκων συμβοσκηθήσονται καὶ παρδάλεις μετὰ ἐρίφων. Καὶ τί τὸ ἐντεῦθεν; στρατιώτας Ῥωμαίους μετ' αὐτῶν ὁ Βοτανειάτης παραμετρήσας καὶ μίξας ἓν αὐτοὺς πεποίηκε σύνταγμά τε καὶ στράτευμα, καὶ εἰς τὴν ἀντιπέρας ὄχθην τῆς βασιλευούσης ἀπέστειλεν. οἳ καὶ προελθόντες, καὶ περὶ τὴν Χαλκηδόνα καὶ Χρυσόπολιν πηξάμενοι τὰς σκηνάς, ἄρτι τοῦ μαρτίου μηνὸς τῆς πρώτης ἰνδικτιῶνος ἐν ταῖς πρώταις καλάνδαις τυγχάνοντος, πολλὴν θυμηδίαν τοῖς πολίταις ἐνῆκαν, μαθοῦσιν ὅτι τοῦ Βοτανειάτου ἀπόστολοι οὗτοι καὶ στρατιῶται κατέλαβον. ἦραν γὰρ φωνὴν ἅπαντες, καὶ χάριτας ἀπένεμον τῷ θεῷ, καθότι Ῥωμαϊκὰς εἶδον δυνάμεις καὶ τοιαῦτα περιπετάσματα τῷ τόπῳ τούτῳ ἐπιδημήσαντα. χρόνος γὰρ παρελήλυθεν ἱκανὸς ἀφ' ὅτου Ῥωμαίους οὐκ ἔσχεν ὁ τόπος ἐκεῖνος ἐπιφανέντας τὸ σύνολον. Τούρκων γὰρ ἐπὶ τῶν ἡμερῶν τοῦ Μιχαὴλ ἐγίνετο καταγώγιον καὶ πολλῶν αἱμάτων Χριστιανικῶν μολυντήριον, καὶ τὸ πᾶν ἔρημος καὶ ἀοί 268 κητος καὶ ἄβατος ἦν. ὡς δ' ἐφάνησαν τότε τὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐπίσημα, πάντας ὁμοῦ τοὺς Βυζαντίους εἰς θάρσος μεῖζον καὶ νίκης ἐλπίδα ἐπέλθησαν, ὅτι καὶ αἱ παράλιοι πόλεις ἅπασαι τοὺς τοῦ Βοτανειάτου πεζοὺς στρατιώτας παραγενομένους εὐθύμως ἐδέξαντο, τό τε τῶν Πυλῶν ἄστυ καὶ τὸ ἐν Πραινέτῳ καὶ αὐτὴ Νικομήδεια, ἧς ὁ στρατηγὸς πρὸ τῆς Νικαίας τῷ Βοτανειάτῃ μετὰ περιχαρείας ἀπήντησεν. οὐδὲ τὸ ἐν Ῥουφινιαναῖς πολίχνιον, καρτερώτατον καὶ δυσμαχώτατον ὂν καὶ στόμα τῆς μεγαλοπόλεως κείμενον, φροντίδα τοῦ Μιχαὴλ διὰ τὴν πρὸς τὴν βασιλίδα ἐγγύτητα καὶ προσέχειαν ἔθετο, ἀλλὰ καὶ αὐτοὺς πεζοὺς αὐτοῦ στρατιώτας ἐντὸς ὑπεδέξατο. καὶ δι' ὀλίγου καὶ ἀκαριαίου καιροῦ πάντα τὰ τῆς ἐκείνου αἱρέσεως ἐπληρώθησαν, καὶ πρὸς αὐτὸν πᾶσα ἡλικία καὶ φύσις μετέθετο. οὕτω θεία τις δύναμις πάντας συνώθει καὶ συνήργει πρὸς τὴν τοῦ ἐρχομένου βασιλέως οἰκείωσιν· ἐπεὶ καὶ οἱ περὶ τὸν βασιλεύοντα Μιχαήλ, ἐξ ὅτου περ οἱ τοῦ Βοτανειάτου τὴν πόλιν κατεῖδον κἀκεῖνος προσήγγισε, τῶν τοῦ Βρυεννίου κατά τινας ξυμβολὰς παρὰ προσδοκίαν περιεγίνοντο. στρατιώτας γὰρ ὁ Βρυέννιος ἀποστείλας εἰς τὴν τῆς Κυζίκου χερρόνησον τῆς αὐτῆς μὲν ὑποταγῆς ἐπειρᾶτο τοὺς ἐγχωρίους ποιήσασθαι καὶ δασμοφορεῖν αὐτοὺς ἤρξατο· στόλος δ' ἐκ τῆς βασιλίδος καταλαβὼν τούτους κατεπολέμησε, καὶ πολλοὺς τῶν ἐκ Κυ 269 ζίκου ἀνακομίζων ἀφῃρέθη τούτους πρὸς τῇ ἀκτῇ παρὰ τῶν τοῦ Βοτανειάτου στρατιωτῶν, ἤδη καταλαβόντος τὰς Προποντίους ἀκτὰς καὶ τὰς καθ' Ἑλλήσποντον. ἀλλὰ καὶ ὁ Λατῖνος Ῥουσέλιος ἀποσταλεὶς τὸ δεύτερον κατὰ τοῦ αὐταδέλφου τοῦ Βρυεννίου, μέχρις Ἡρακλείας Θρᾴκης ἀπολέμητος σὺν τοῖς στρατευομένοις καταλέλειπτο, καὶ τὴν πόλιν ταύτην ὀχύρωμα τοῦ ἰδίου στρατεύματος ἐποιήσατο, προφυλαττόντων πάντων καὶ προοδοποιούντων τῷ Βοτανειάτῃ τὰ νικητήρια. Τὸ δ' ἀπὸ τοῦδε παρεσκευάζετο μὲν ὁ βασιλεὺς αὑτόν, λέγω τὸν θεοπρόβλητον Βοτανειάτην, εἰς τὸ χωρεῖν πρὸς τὴν βασιλεύουσαν ἐκ Νικαίας· πολὺ δὲ πλῆθος συρρέον ἐκ τῆς μεγαλοπόλεως πρὸς αὐτὸν ἐφοίτα, καὶ διεσώζετο παρὰ τῶν Τούρκων τὴν ἀπὸ θαλάσσης μέχρι Νικαίας νεμομένων περίχωρον. ὡς γὰρ ἐρωτῶντες αὐτοὺς πρὸς τὸν βασιλέα ἥκειν σπουδαίως ἐμάνθανον, εὐθὺς τούτους ὡς ὁμοδούλους καὶ συνήθεις πρὸς τὴν ὁδοιπορίαν παρέπεμπον ταχινώτερον. ἡμερῶν δὲ τινῶν διαγενομένων οὐκ ἤνεγκε τὸν πόθον ἡ εὐδαίμων καὶ προκαθεζομένη τῆς ἑώας μητρόπολις καὶ τὸ τῆς δουλικῆς στοργῆς περιούσιον, καὶ τὸ πρὸ τῆς πόλεως προκαθῆσθαι σκηνίτας τοὺς ἐκείνου προασπιστάς τε καὶ στρατηγοὺς ἐν ἐκεχειρίᾳ καὶ ἀπραξίᾳ ἐν δεινῷ ποιησαμένη, τὴν ὠδῖνα τῆς βουλήσεως ἐκρηγνύει, καὶ κοινῇ ψήφῳ πάντες οἱ ἐν αὐτῇ τὸν Βοτανειάτην αὐτοκράτορα Ῥωμαίων καὶ δεσπότην ἀναγορεύ 270 ουσι μετὰ πολλῆς καὶ ἀκατασχέτου τῆς συνδρομῆς καὶ περιηχῆς, ἄρτι τῶν τοῦ εὐαγγελισμοῦ τῆς θεομήτορος ἐπιβατηρίων ἐφισταμένων. καὶ παρῆλθον ἅπαντες εἰς τὸ κοινὸν καὶ μέγιστον τοῦ θεοῦ οἰκητήριον. κἀκεῖσε μετὰ τῆς συνόδου συγκροτοῦσιν οἱ τῆς συγκλήτου λογάδες τὴν εὐφημίαν ὑπερφυῆ καὶ μετέωρον, προεξάρχοντος τούτοις καὶ αὐτοῦ τοῦ πατριάρχου θεουπόλεως μεγάλης Ἀντιοχείας, τῇ βασιλίδι ἐνδιατρίβοντος. καὶ πᾶς ὁ κλῆρος συννεύει, καὶ ὅσοι τῆς ἀγορᾶς, καὶ τῶν Ναζιραίων οἱ δοκιμώτατοι· ὁπότε καὶ ὁ Ῥουσέλιος πολεμήσας τοῖς ἀμφὶ τὸν τοῦ Βρυεννίου αὐτάδελφον κατὰ κράτος αὐτοὺς ἐτροπώσατο, τοῦ καιροῦ μαρτυροῦντος πάντως ὅτι τῷ Βοτανειάτῃ καὶ τὰ τῆς νίκης ταύτης θεόθεν κεχάρισται. καὶ τηνικαῦτα κατὰ φατρίας διαιρεθέντες οἱ τῆς πολιτείας ἐπώνυμοι καὶ πάντες οἱ τῆς Ῥωμαίων φυλῆς, ὥσπερ ἄνωθεν ἐκ θείας δεξιᾶς στρατηγούμενοι, συνταγματάρχαις τε αὐτόμολοι ἐχρήσαντο, καὶ τῶν μὲν ἀνακτόρων, ἃ τὸ μέγα παλάτιον λέγεται, κυριεύουσιν ἐξ ἐφόδου στρατιῶται ἐκ τοῦ Βοτανειάτου περαιωθῆναι παρασκευάσαντες καὶ τὸ φυλάττον ἐκεῖσε μισθοφορικὸν πολέμῳ καταπαλαίσαντες· καθαιροῦσι δὲ καὶ τὸν βασιλεύοντα Μιχαὴλ φυγόντα εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα, καὶ πρὸς τὸν μοναχικὸν μετασκευάζουσι βίον, καὶ τῇ μονῇ τοῦ Στουδίου μετ' εὐτελοῦς τοῦ ὑποζυγίου προφυλακτικῶς παραπέμπουσιν, ὃς δὴ καὶ ἐμονάρχησε χρόνους ἓξ καὶ μῆνας ἕξ. καὶ προϊστῶσιν ἀρχὰς ὅσαι τήν τε τοῦ παλατίου φρουρὰν καὶ τὴν ἀγορανομικὴν εὐταξίαν διακοσμεῖν 271 ἔμελλον, μήτε τὸν στόλον ἐάσαντες ἀκυβέρνητον, ἀλλὰ κἀν τούτῳ δρουγγάριον ἐπιστήσαντες. Οὕτω δὲ τῶν κατὰ τὴν πόλιν πραγμάτων ἐχόντων, καὶ βασιλέως καθαιρεθέντος ὁπλιτικὸν ἔχοντος ἐκ μισθοφορᾶς ἐν μυριάσι συναριθμούμενον, καὶ τοῦ Βοτανειάτου πολεμικῶς καὶ μαχίμως τὴν ὑπὲρ τῆς κοινῆς τῶν Ῥωμαίων εὐετηρίας ὁρμὴν ἐξαρτύσαντος, ἀναίμακτον ἅπαν καὶ ἀνώλεθρον συνεπεράνθη τὸ ἀποτέλεσμα, ὡς μηδὲ ῥῖνά τινος αἵματος γενέσθαι διάβροχον· ὅπερ δεῖγμα τῆς εἰς θεὸν αὐτοῦ πίστεως καὶ τῆς ἐκ θεοῦ προχειρίσεως τούτου σαφέστατόν τε καὶ οἰκειότατον. ἀλλὰ τὸν μὲν ἀπὸ βασιλέων ἔσχεν ὁ τῆς θεομήτορος ἐν Βλαχέρναις σηκὸς ἱερώτατος, καὶ περιέσωσεν ἐν αὐτῷ τὴν τρίχα καὶ τὸν κόσμον ἐκτιναξάμενον· τὸν δ' ἀπὸ λογοθετῶν καὶ τὸν τούτου προασπιστὴν Δαβίδ, τὸ τοῦ μεγάλου ἑταιρειάρχου κεκτημένον ὀφφίκιον, ὃς ἐκ παραγγελίας αὐτοῦ τοῦ ἀπὸ λογοθετῶν τὸν ἀρχιερέα τῆς ἱερᾶς τραπέζης ἐν τῷ θυσιαστηρίῳ τῆς τοῦ θεοῦ λόγου σοφίας βιαίως ἀνείλκυσεν, οὐδεὶς θεῖος δόμος ἐδέξατο καὶ περιέστειλεν ἔνδοθεν (ᾐδέσθησαν γὰρ προσελθεῖν καὶ προσρυῆναι ἐκείνοις ὧν τὴν καταφυγὴν ἄλλοις αὐτοὶ ἀπηγόρευσαν, καὶ ὧν ὕβριν καὶ ἀτιμίαν ἐκ προπετείας ἀτασθάλου κατέχεον), ἀλλὰ τῶν ἵππων ἐπιβάντες σὺν ὀλίγοις τῶν ἀμφ' αὐτοὺς πρὸς ἑσπέραν ἐξώρμησαν. καὶ καταλαμβάνουσι τὸν Ῥουσέλιον εἰς Ἡράκλειαν ἤδη τῆς κατὰ τῶν ἀντιπάλων νίκης τὰ χαριστήρια θύοντα· ὕστε 272 ρον δέ, μετὰ τὸ ἐπανελθεῖν τὸν Ῥουσέλιον, ποιναῖς περιπίπτουσι, τῆς δίκης μετελθούσης αὐτούς. Οἱ δ' ἐν τῇ βασιλευούσῃ φυλακὰς ἀμφοτέροις τοῖς ἀνακτόροις ἐπιστήσαντες, ὡς προείρηται, προσέμενον τῷ μεγάλῳ τεμένει, καὶ ἐπιστολὰς τῷ Βοτανειάτῃ δουλικὴν ἐχούσας τὴν ῥῆσιν ἀνέπεμπον, καὶ τὴν ἐπιδημίαν ὡς θεοῦ τῷ ὄντι ποθεινῶς ἐπετάχυνον. καὶ ἦσαν ἐπὶ τρισὶν ἡμέραις ἀβασίλευτον τηροῦντες τὴν πόλιν καὶ ἄσυλον, καὶ τοῦτο μονονουχὶ ἐπιφωνοῦντες συχνῶς ὅπερ καὶ ἐπὶ τοῦ ἐμοῦ Χριστοῦ οἱ παῖδές ποτε μετὰ κλάδων εὐφήμουν, τὸ" εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου βασιλεὺς εὐσεβέστατος". ὃ καὶ παραδοξότατον τοῖς ὅλοις διεγινώσκετο, καὶ οὐδενὶ τῶν ἁπάντων εἰς γνῶσιν ἐλήλυθεν ἢ ἱστορία παραδέδωκεν, ἵνα χηρεύουσα βασιλεύουσα πόλις μηδένα τῆς ἀρχῆς λογίσηται ἄξιον ἢ τὸν ἐρχόμενον ἔξωθεν καὶ προερχόμενον μετὰ βασιλικῆς πεποιθήσεως. ὅθεν καὶ ὁ στόλος ἅπας, ἄχρι Πραινέτου μετὰ συντάξεως ἀποπλεύσας, εὐφημίαις τοῦτον οὐρανοβάμοσιν ἐμεγάλυνε. καὶ πολλοὶ τῶν ἐν ἐξουσίαις πολιτῶν, οἷς τὸ βαδίζειν καὶ ἀποστάδ.. ἀσύνηθες ἦν, προτρέχοντες ἄχρι Νικαίας πεζοὶ τῷ βασιλεῖ τὰ εὐαγγέλια θερμῶς μετὰ πολλοῦ τοῦ ἄσθματος προηγόρευον, μηδένα φόβον τῶν Τούρκων εἰς νοῦν λαμβάνοντες, οἳ τὸν ἐν μέσῳ χῶρον ἀγεληδὸν περιέτρεχον. ἐν δὲ τῇ Πραινέτῳ διαναπαυσάμενος ὁ βασιλεύς (πρὸς ἑσπέ 273 ραν γὰρ ἐκεῖσε κατέλαβε) παννύχιος πᾶσιν ὡμίλει καὶ περιχαρῶς προσεδέχετο, καὶ τιμαῖς ἀπλέτοις καὶ χαρίσμασιν ἀναριθμήτοις αὐτοὺς ἐκόσμει καὶ κατελάμπρυνεν. εἶτα πρωιαίτερον τῆς βασιλικῆς νεὼς ἐπιβὰς εὐθὺ τῆς βασιλευούσης ἐξώρμησε, σαλπίγγων καὶ βυκίνων περιηχήσεσι καὶ κρότοις κυμβάλων καὶ φωναῖς εὐφήμοις καὶ μεγαλουργίαις ἀπείροις τὴν καταπληκτικῶς ἐνδεικνύμενος. ἡ δὲ θάλαττα πᾶσα κατεδενδροῦτο τοῖς πλοίοις, καὶ ἐμιμεῖτο ἀγρὸν παντοίοις δένδροις συνηρεφῆ κατάκομον· μέτρον γὰρ οὐκ ἦν τῶν προϋπαντώντων αὐτῷ καὶ τὴν εὐφημίαν ὑπεραιρόντων καὶ ᾀδόντων τὴν τῶν ἐπιβατηρίων χαρμόσυνον ἑορτήν. μικροῦ γὰρ πᾶν γένος ἀνθρώπων καὶ ἡλικία πᾶσα χορείας καὶ πανηγύρεις ὑμνοπόλων ἐστήσαντο, καὶ ἀπαρχὰς τῆς ἑαυτῶν ἀνακλήσεως τῷ θεῷ καθιέρωσαν. τοῦτον τὸν τρόπον μέχρι τῶν ἀνακτόρων πλεύσας, καὶ κατὰ γῆν μείζονι τῇ φρυκτωρίᾳ καὶ τῷ περιβοήτῳ θαύματι καὶ κινήματι καὶ τοῖς ἐγκωμίοις ἁπάντων καταστεφθείς, αὐτῶν ἐπιβαίνει τῶν ἀνακτόρων καὶ τὸ ἄκρατον κράτος τῆς βασιλείας ἐν ἐξόχοις τερατουργήμασιν ἐπενδύεται. Τὸ δ' ἀπὸ τοῦδε τίς λόγος ἐκφράσει καὶ διηγήσεται τὸ ἐν ἀξιώμασι καὶ τιμαῖς περιβλέπτοις καὶ μεγαλοπρεπέσι διηνεκὲς καὶ ἀνένδοτον, καὶ τὸ ἐν δώροις καὶ χαρίσμασιν ὑπερφέρον καὶ ὑπερεκχυνόμενον, ὡς λῆρον εἶναι τὸν Πακτωλὸν ἐκεῖνον καὶ Χρυσορρόαν, οἳ τὴν τῶν Λυδῶν παραρρέον 274 τες γῆν χρυσὸν τοῖς ῥεύμασι παρασύρειν ἱστόρηνται. οὐδὲ Νειλῷα ῥεύματα πάντα πρὸς τὸ ἄκρον τῆς τῶν δωρημάτων αὐτοῦ περιουσίας παρεμετροῦντο. καὶ τὸ θαῦμα τοῖς ὅλοις ὑπερθαύμαστον ἦν, ὅθεν τὰ τοῦ πλούτου καὶ τῆς ἀφθονίας ταύτης τοῖς ἀνακτόροις ἐπήντλητο. εἰ γὰρ κρουνοὶ χρυσῶν ῥείθρων ἄρτι νέον ἐξ ὑποβρυχίων τούτου μερῶν ἐπηγάσθησαν, οὐκ ἂν εἰς τοιαύτην μετάδοσιν καὶ προαίρεσιν ἐν ὀλίγαις ἡμέραις ἀρκέσαι ηὐτόνησαν. νῦν δὲ τῆς φύσεως μὴ δεδωκυίας τοιαῦτα, φαίνεται τὴν ὑπέρφωτον χύσιν τῆς τριλαμποῦς τριάδος ὑπὲρ φύσιν κατάλληλον τῇ προαιρέσει τὴν χορηγίαν αὐτῷ προμηθεύεσθαι τῶν τηλικούτων πλουτοποιῶν ἐπιδόσεων καὶ τῶν ἀπείρων πρὸς ἄπειρα πλήθη φιλοτιμημάτων καὶ δεξιώσεων. τὸ γὰρ εὐτελὲς δῶρον πεντεκαίδεκα λιτρῶν ὑπῆρχεν ἀπόδεσμος, ἀκινήτων κτήσεων ἑκατοντάλιτροι δωρεαί, πρὸς οὓς δὲ καὶ δὶς τοσούτων καὶ τρίς, ὀφφικίων παντοίων ἐπαντλήσεις καὶ παροχαί. καὶ ἵνα τι συνελὼν εἴπω, πᾶν εἶδος χαρισμάτων τοῖς προλαβοῦσιν ἐπεψηφίζετο. οὐ γὰρ ἐν περιλάμπροις ἀξιώμασι μόνον τῶν βασιλικῶν εὐεργετημάτων τὸ γέρας ἐδείκνυτο, ἀλλὰ καὶ ἐν ὀφφικίοις καὶ ἀγροῖς καὶ χρυσίοις καὶ ἀποσκορακίσει ἐπηρειῶν καὶ παντὶ τῷ ποθουμένῳ τε καὶ συμφέροντι. οὐδεὶς γὰρ ᾔτησε τῶν ἁπάντων ὃς οὐ παραυτίκα τῆς αἰτήσεως ἔτυχε. καὶ μᾶλλον ἱεροὶ ναοὶ καὶ θεῖα τεμένη καὶ φροντιστήρια πάντα καὶ ἱλαστήρια· κοινὸν 275 γὰρ ἦν τὸ τῆς εὐδαιμονίας ἐν ἅπασι, καὶ κοινὴ τῆς εὐεργεσίας ἡ ἐπιμένεια. ἐφ' οἷς καὶ ἀπορία πάντας κατεῖχε καὶ θάμβος ἐξαίσιον, πῶς τοῦ προβεβασιλευκότος Μιχαὴλ πενίαν θρηνοῦντος ἀεὶ καὶ ἀπορίαν δεινήν, καὶ ἀδύνατον αὐτῷ τὴν χεῖρα καθεστάναι πρὸς εὐεργεσίαν μικρὰν ἐπιλέγοντος διὰ τὸ τῆς βασιλείας τάχα δυστύχημα, ἐκ ποίων πηγῶν οὗτος ὁ μετ' ἐκεῖνον τὰ Ῥωμαίων σκῆπτρα ἐγχειρισθεὶς τοσαύτας ἀνεκδιηγήτους εὐεργεσίας καὶ δόσεις καὶ πλουτοποιὰ χαρίσματα ἐνεδείξατο, καὶ τιμὰς ὑπὲρ ψάμμον καὶ χορὸν οὐρανίων φωστήρων. καὶ τῶν μὲν ἄλλων ἡμερῶν τὰς τιμὰς διὰ τὸ πλῆθος καὶ τὸ ἀόριστον σιγῇ παραδέδοται· τὰ δ' ἐπὶ τῇ τῶν βαΐων κυριακῇ πάντας ἀμωσγέπως ἐξέπληξαν. πᾶσα γὰρ ἡ σύγκλητος, ὑπὲρ μυριάδας ἀνδρῶν παραμετρουμένη, κατ' ἄνδρα καὶ κεφαλὴν μεγάλων ἠξιοῦντο τιμῶν, τετραρίθμους καὶ πενταρίθμους βαθμοὺς ὑπερβαινουσῶν, ὡς μηδὲ αὐτὸν τὸν πρωτοβεστιάριον ἐκ τοῦ βασιλέως δύνασθαι παραλαμβάνειν τοὺς τιμωμένους καὶ τὰς ἀξίας ἐπιφωνεῖν, ἀλλὰ συναντᾶσθαι παρὰ τῶν τιμῶν συχνῶς καὶ ὑποστρέφειν ἐπὶ τὴν προβολὴν καὶ αὖθις ἀνθυποστρέφειν, ἢ καὶ ἐπὶ τοῦ αὐτοῦ ἱστάμενον ἄλλ' ἐπ' ἄλλοις καταλαμβάνοντας ἐπισπεύδειν αὐτ.. τὰς τιμωμένων ἐκφωνήσεις, καὶ μόχθον σχεῖν τηλικοῦτον ὅσος αὐτῷ καὶ τὴν φωνὴν περιέκοψεν. εἴπω τι ἀστειότερον; οἱ ἀργοὶ καὶ πένητες τῆς βασιλευούσης, οἱ ταῖς ἐπισκεπέσι τῶν λεωφόρων, αἵπερ 276 ἔμβολοι λέγονται, περινοστοῦντες καὶ ἐμφωλεύοντες, καὶ παρασίτων τάξιν ἢ κολάκων ἢ τόγε ἀληθέστερον εἰπεῖν προσαιτῶν ἐπέχοντες, συνήθως ἔχοντες ταῖς οἰκίαις τῶν τιμωμένων ἐπιφοιτᾶν καὶ προφημίζειν ἐν εὐχαριστίᾳ μεγαλουργῷ τὴν βασιλέων χάριν καὶ τὸ τῆς τιμήσεως ἐπιφανὲς καὶ περίολβον, καὶ αὐτοὶ ἐκ πενήτων γεγόνασι πλούσιοι καὶ εὔποροι ἐξ ἀπόρων τῇ συνεχείᾳ καὶ τῷ πολυαρίθμῳ τῶν τιμωμένων, ἁδρὰν καθ' ἑκάστην χρυσίου ποσότητα παρὰ τούτων εἰσκομιζόμενοι. τίνεται γὰρ ἡ δόσις παρὰ πάντων τῶν εὐδαιμονούντων ὡς ἐξ ἐράνου, ἣν καὶ συνήθειαν τοῦ Χριστοῦ ἀστεϊζόμενοι λέγουσι. προϊούσης δὲ τῆς εὐεργεσίας εἰς ἀναρίθμητον στῖφος, καὶ πρὸς τὸ πανταχόθεν περιτρέχειν τῆς πόλεως καὶ λαμβάνειν καὶ οὗτοι ἀπέκαμον, κἂν ἐπικερδὴς ἦν ἡ αἰτία τῆς διὰ πάντων ἐπιφοιτήσεως· ἡ γὰρ ἀμετρία τῶν πόνων πείθει καὶ κέρδους τοὺς οὕτω κεκμηκότας περιφρονεῖν. Ἀλλ' ἐπὶ μὲν τῶν πολιτῶν καὶ τῶν σὺν αὐτῷ κἀν τῇ βασιλευούσῃ προϋπόντων στρατιωτῶν τὰ τοιαῦτα ἐτερατουργοῦντο καὶ ξενοτρόπως ἐπράττοντο, ἐπὶ δὲ τῆς ἐθνικῆς μερίδος ὑστέρει τὸ κατορθούμενον. οὐ μὲν οὖν, ἀλλ' ἐπ' ἐκείνων μᾶλλον τὰ βραβεῖα προσεπετείνοντο. οἱ γὰρ Κουτουλμούσιοι Τοῦρκοι μετὰ πλήθους Οὐννικοῦ ἐν Χρυσοπόλει κατασκηνούμενοι πλειόνων ἀγαθῶν, ὡς τὴν δουλικὴν στοργὴν καὶ πίστιν τηροῦντες τῷ βασιλεῖ, παραπήλαυον. καὶ οἱ προεξάρχοντες 277 τοῦ στρατοῦ αὐτῶν (ἀμηράδας οἶδε τούτους καλεῖν καὶ σελαρίους ἡ τῶν Τούρκων φωνὴ) τὴν βασιλίδα καταλαμβάνοντες ἐν δουλικῷ τῷ σχήματι καὶ φρονήματι, τὰς χεῖρας καὶ τοὺς κόλπους ἐξῆγον πεπλησμένας χρυσῶν καὶ ὑφασμάτων πολυτελῶν. καὶ αὐτοῖς τοῖς Κουτουλμουσίοις καθημερινή τις ἡ ἐκ τῶν βασιλικῶν θησαυρῶν καὶ ἀναρίθμητος ἐπίρροια ἐπεγίνετο· καὶ διὰ τοῦτο τυμπάνων ἠχὴ καὶ εὐφημία παρὰ τοῦ φοσσάτου τῶν Τούρκων πολυειδὴς ἐκ Χρυσοπόλεως ἀνεπέμπετο. καὶ πανταχόθεν εὐφημίαι καὶ χάριτες συνεκροτοῦντο καὶ τὴν πόλιν ἐστεφάνουν καὶ τῆς προτέρας ἀνεκτῶντο στυγνότητος, ὡς ἀνάπλασιν μιμεῖσθαι τὴν τοῦ θεοσδότου τουτουὶ βασιλέως ἐπιδημίαν καὶ τὴν μεγαλουργίαν τῆς πράξεως. τὸ δὲ πάντων θαυμασιώτερον, ὅτι μηδὲ τὸ παλάτιον εὗρεν, ὃ πρὸ αὐτοῦ κατεῖχεν, ἄσυλον καὶ ἀπόρθητον, ἀλλ' ἀποσεσυλημένον καὶ περιῃρημένον τοῖς ὅλοις καὶ παντὸς χρυσοῦ καὶ ἀργύρου καὶ ὑφάσματος ἐψιλωμένον, παντάπασιν ἐν τῇ συγχύσει τῆς ἐκείνου καταστροφῆς ἀπογυμνωθέν. ὅσα δὲ μᾶλλον εὗρε τοῦ ἀπὸ τῶν ἐκκλησιῶν ἀφαιρεθέντος παρὰ τοῦ προβασιλεύσαντος κόσμου καὶ τῶν κειμηλίων περισωζόμενα, πάντα ταῖς ἐκκλησίαις καὶ τοῖς θείοις σηκοῖς ἀνταπήνεγκε, μὴ δείσας ὅλως ἀπορίαν, καὶ τῷ καιρῷ τὰ πρόσφορα τῆς χρείας προσενεγκών· ὅπου γὰρ θεὸς τὸ θεραπευόμενον, ἅπαν ἕτερον ἐν δευτέρῳ ἐτίθετο. Ἕτερον δέ, τούτων οὐκ ἔλαττον εἰς ἐγκώμιον. ἐν ταῖς 278 παραλίοις ἀκταῖς ταῖς τὴν βασιλίδα περιζωννυούσαις τῶν πόλεων προτειχισμάτια διὰ ξύλων ἐκ χρόνων μακρῶν γενόμενα, καὶ τῇ γείτονι θαλάσσῃ οἷον περιπλεκόμενα ἢ περιπτυσσόμενα ἢ τοὺς ἑλιγμοὺς αὐτῆς ἀντωθούμενα, καὶ ταῖς καταίρουσιν ὁλκάσι καὶ τοῖς ἐκ γῆς ἐμπόροις εὐμάρειαν πρὸς τὴν στάσιν καὶ τὴν τῶν συναλλαγμάτων σύστασιν παρεχόμενα (σκάλαι τῇ κοινῇ διαλέκτῳ κατονομάζονται) δεσπότας εἶχον καὶ ἄλλους τινάς· ἐπὶ πλέον δὲ τῶν λοιπῶν δεσποτείαν ἐκέκτηντο τά τε πτωχοτροφεῖα καὶ νοσοκομεῖα καὶ οἱ λοιποὶ εὐαγεῖς οἶκοι καὶ φροντιστηρίων διάφορα, οὐ μόνον δ' ἐν τῇ βασιλευούσῃ ἀλλὰ καὶ ἔν τισι τῶν ἐπινείων αὐτῆς. καὶ ἁπλῶς αἰγιαλοὶ πάντες δεσπότας εἶχον τοὺς ἐξ ἠπείρου δεσπόζοντας κατὰ τὰ πάτρια νόμιμα καὶ τὰς βασιλικὰς διατάξεις, αἳ τὰ πρόθυρα τῆς θαλάσσης τοῖς παρακεκτημένοις ἐν τῇ γείτονι χέρσῳ παρέχουσι. τούτων ὁ πρὶν βασιλεύων πάντας τοὺς δεσπότας τῆς κυριότητος ἰταμῶς ἀπεστέρησε, προφάσεις ἐπανατείνας ἑώλους τε καὶ γεγηρακυίας καὶ ὅλον ἐχούσας τὸ ἐνδομυχοῦν εὐκατάγνωστον, συνεργοῦντος αὐτῷ θερμότερόν τε καὶ βιαιότερον τοῦ τῆς τῶν Νεοκαισαρέων ἐκκλησίας προβεβλημένου. τυραννικῶς γὰρ μᾶλλον ἢ ἀρχιερατικῶς τὸν ἐμπιστευθέντα τούτῳ θρόνον τῆς τοῦ βασιλικοῦ σακελλαρίου προβολῆς διοικῶν, ἐμισήθη τε παρὰ πάντων καὶ διὰ τὰς ἀπηνεστέρας πράξεις ἀπηνεστέραν 279 μικροῦ δεῖν ἐκινδύνευσεν εὑρεῖν τὴν ἀπόβασιν, ἀποκηρυττόμενος καὶ παρὰ τῶν πλείστων συλλειτουργῶν καὶ ἀρχιερέων ὡς τῆς μετ' αὐτῶν κοινωνίας ἀνάξιος διὰ τὸ τοῖς κοσμικοῖς προσομιλεῖν ἀγριώτερον, καὶ θεσμοὺς πατέρων καὶ ἀποστολικοὺς ἀθετεῖν κανόνας, καὶ μυρίαν τῷ βίῳ καὶ τοῖς εὐαγέσιν οἴκοις καὶ θείοις ἐπιφέρειν τὴν συμφοράν. καὶ εἰ μὴ κατέλυσε τὰ τοιαῦτα τούτου ἐγκλήματα ὁ τότε κρατῶν αἰτήσει τῇ πρὸς τοὺς ἀρχιερεῖς καὶ μεγίσταις ταῖς ἀξιώσεσι, καὶ αὐτὸς φυγαδίας ἐκ τῆς κοσμικῆς κακοποιίας καὶ τοῦ θρόνου τῶν λαϊκῶν ἐγεγόνει, κἂν ἔκειτο καθῃρημένος καὶ σπίλῳ ἀτιμίας καταχραινόμενος. ἀλλὰ καὶ ὣς οὐκ ἤνεγκε τὸ πῦρ ὁ κηρός· καὶ τοῦ φιλοχρίστου βασιλέως ἐπιδημήσαντος φρίκη θανάτου καὶ διάλυσις τῆς ζωῆς αὐτῷ ἐπεγένετο, περὶ τὸ τοῦ Πόντου στόμα, ἔνθα τι φρούριον ἔστιν ἀτίμων ἀνδρῶν κακὸν ἐντάφιον, τὴν ἐκεῖσε καταστροφὴν κομισάμενος, ὡς καὶ τὴν κόνιν αὐτοῦ ἀντὶ ἐπιτυμβίων χοῶν τοῖς λίθοις ἀτιμασθῆναι τῶν μισούντων αὐτοῦ τὸ κακόηθες. ἀλλ' ὁ φιλόχριστος οὑτοσὶ βασιλεύς, πόρρω τὴν τοῦ πρώην βασιλεύσαντος μικρολογίαν ἐκτιναξάμενος, καὶ δεῖν ἀποδεδόσθαι τὰ τοῦ θεοῦ τῷ θεῷ ἐπειπών, καὶ μηδεμίαν φειδὼ τοῦ δημοσίου καὶ τῆς κατεπειγούσης χρείας προσφόρως θέμενος, ὃ καὶ ἀξιεπαινότατον πολλῆς τῆς ἐκ τούτων ἐνορωμένης προσόδου, ἀποκαθιστᾷ τὰς τοιαύτας παραλίους σκάλας τοῖς πρώην δεσπόταις, ἐξ ὧν ἀπεσπάσθησαν, καὶ χρυσοβούλλῳ γραφῇ τὸ ἀμετάθετον καὶ ἀπερικτύπητον τούτων αὐτοῖς ἐμπεδοῖ, καὶ γίνεται πᾶσι βοη 280 θὸς καὶ ἀντιλήπτωρ, καὶ οὐ μόνον βασιλεὺς ἀλλὰ καὶ πατὴρ ἀγαθός· ἀνίχνευε γὰρ διὰ παντὸς καὶ φροντίδα μεγίστην ἐτίθετο τὸ ἅπαν ἐξᾶραι ἀπὸ προσώπου τῆς γῆς ἀδίκημα καὶ ἀνόμημα. Τέλος δὲ τῶν βασιλικῶν εὐεργετημάτων καὶ διαδόσεων οὔτε κόρος τὸ σύνολον ἦν, οὔτ' εἰπεῖν αὐτῷ ἐξεγένετο τὸ παρ' Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐνίοτε προφερόμενον, ὅτε μὴ εὐεργετήσας ἔτυχε, τὸ" σήμερον οὐκ ἐβασίλευσα." πᾶσα γὰρ ἡμέρα παντὸς δωρήματος τελείου καὶ παροχῆς ἀφθόνου τοῦτον ἔχει παροχέα καὶ ἀφθονώτατον πρύτανιν· καὶ διὰ πάσης ἀφορμῆς ἐχώρει ἐφ' ᾧ μηδένα τῆς ἐκ τούτου εὐποιίας ἀπολειφθῆναι ἀπείρατον. ἐπῄνει γὰρ καὶ τὸν τοξότην ὡς εὐστόχως βάλλοντα καὶ τὸ βέλος ἐπὶ σκοποῦ συντιθέμενον, καὶ τὸν λογχίτην ὡς ἀκραιφνέστατον διαδορατίζοντα καὶ τὴν λόγχην εὐθυβόλως ἐπισυστρέφοντα, καὶ τὸν ἱππότην ὡς τοῖς νώτοις τοῦ ἵππου ἀτρεμαίως ἐπικαθήμενον ἐν τῷ θεῖν, καὶ τὸν ὁπλίτην στρατιώτην ἐν ἅπασι, καὶ τὸν ψιλὸν καὶ ἀπέριττον ὡς εὐτολμίας μαρτυρίαν εἰσάγοντα καὶ τῇ διώξει τὸ θήραμα προκαταλαμβάνοντα, καὶ τὸν σοφὸν ὡς μεμυημένον τὰ κρείττονα. ἠλέει δὲ καὶ αὐτὸν τὸν ἄσοφον ἢ καὶ ἄφρονα ὡς ἔκπτωτον τοῦ βελτίονος. φρόνιμον ὑπερῇρεν ὡς εὐβουλίας δοκιμώτατον ὄργανον, τόν τε μετεωρολόγον 281 ἐν φιλοσόφοις ὡς ὑπεραναβαίνοντα τὰ προσεχῶς καθορώμενα, καὶ τὸν διαλεκτικὸν ὅτι διαιρετικῶς ἐπιβάλλει τοῖς πράγμασι καὶ τὸ πρόσφορον ἀπονέμει τῇ τῶν ὑποκειμένων συνουσίᾳ πραγμάτων, καὶ τὸν ἡνιοχοῦντα ἐν ἱππικοῖς ὅτι τεσσάρων ἵππων ἡνιοχείαν καὶ διακυβέρνησιν ἀποδείκνυσιν, καὶ τὸν δρομέα διὰ τὸ τάχος. καὶ τὸν ἀργὸν τῆς ἀργίας συμπαθῶς κατῳκτίζετο, καὶ τῆς εὐεργεσίας οὐκ ἐδείκνυεν ἄμοιρον. εἴπω τι μεῖζον; καὶ μέχρι βαναύσων τεχνῶν τὴν ἀγαθοεργίαν ἐφήπλωσεν, ὅτι κἀκεῖνοι τῇ πολιτείᾳ καὶ τοῖς ἀνθρώποις διακονοῦσι τὰ χρήσιμα. καὶ ἁπλῶς θεία τις ἐν τῷδε τῷ βασιλεῖ περιηχεῖτο ἐπίβασις καὶ λόγον ἀνθρώπινον νικῶσα προμήθεια. Οἴομαι δὲ ὡς τινὲς τῶν ἀκροατῶν λογισμῷ τινὶ προσπαλαίσουσιν, ἐγκωμιαστικῶς ταῦτα καὶ μὴ διηγηματικῶς συγγραφῆναί μοι, εὐνοίᾳ δῆθεν τῇ πρὸς τὸν κρατοῦντα δουλεύοντι, καθότι καὶ τοῖς ἄλλοις βασιλεῦσι τὸ τιμᾶν καὶ δωρεαῖς ἀμείβεσθαι τὴν τῶν ὑπηκόων πίστιν περιεγίνετο. εἰ τοῦτο δὲ ἐννοήσαιεν, οὐκ ἂν διανοηθεῖεν καλῶς. τὸ μὲν γὰρ καὶ τοὺς πρώην βασιλεύσαντας εὐνοεῖν τοῖς ὑπηκόοις καὶ παρέχειν εὐεργεσίας οὐδ' αὐτὸς ἀπαναίνομαι, καὶ πολλάκις, ἐν οἷς περὶ αὐτῶν γέγραφα, τὴν μνήμην τῆς αὐτῶν περιέλαβον πράξεως· τὸ δ' ἐπὶ τῷ Βοτανειάτῃ ἐν ταῖς τιμαῖς καὶ τοῖς τῶν δωρη 282 μάτων χαρίσμασι καὶ τῇ πηγῇ τοῦ ἐλέους εὐδόκιμον καὶ ὑπέρτερον καὶ λόγου παντὸς ἀνώτερον, τοῦτο ἐπ' αὐτῆς τῆς ἀληθείας ἀνυποκρίτως ἐξαίρω, καὶ τοῦτο διὰ σπουδῆς πεποίημαι πᾶσι παραστῆσαι κατάδηλον, καὶ ταῖς μετέπειτα γενεαῖς δι' ἀναγνώσεως καὶ μνήμης ὡς ὑπόδειγμα κάλλιστον ἀπαθανατίζεσθαι, καὶ τὸν οὕτω καλῶς καὶ ἰσοθέως τὰ τῆς βασιλείας διιθύνοντα πράγματα πάντων ἀποδεῖξαι φιλανθρωπότερόν τε καὶ εὐεργετικώτερον καὶ φιλοθεΐας ἀνάμεστον καὶ ἀσύγκριτον τοῖς πρὸ αὐτοῦ βασιλεύσασιν, ὅτι ἐν τοιαύτῃ τῶν πραγμάτων στενοχωρίᾳ πάντας τοὺς ἐν τῷ πλατυσμῷ κρατοῦντας τῆς βασιλείας διαφερόντως ὑπερηκόντισε. καὶ γὰρ καὶ τὰς ἐπιστήμας καὶ τέχνας ἢ ψυχικὰς ἀρετὰς πολλοὶ μὲν τῶν ἀνθρώπων μετέρχονται καὶ δεικνύουσιν, ἐκείνων δὲ τὰ βραβεῖά εἰσι καὶ οἱ τῶν ἐγκωμίων στέφανοι πλέκονται, τῶν τοὺς λοιποὺς ὑπερβαλλόντων τῷ ἀπαραμίλλῳ καὶ ὑπερφυεστάτῳ τῆς πράξεως. ὁ γὰρ τοιοῦτος βασιλεὺς καί τι ἐξοχώτερον εἶχε καὶ τῶν τῆς βασιλείας παρασήμων μεγαλειότερον· εἰ γάρ τις εἶδε τὸν ἐπὶ τοῖς ὀφρύσιν αὐτοῦ κατὰ τὸ μέτωπον τόπον, σταυρικὸν σημεῖον αὐτοφυὲς ἑώρα τῇ κοιλότητι τῶν ἐγκαρσίων μερῶν ἀποτελούμενον ἀκριβῶς, ὡς τροπαιοφόρον τοῦτον ἐξ ἔργων αὐτῶν καὶ σημειοφόρον ἐκ θείας πλαστουργίας γνωρίζεσθαι. διὸ δὴ καὶ πάντες οἱ ἀντικείμενοι καὶ μὴ πειθαρχοῦντες αὐτῷ καὶ δουλικῶς προσκυνοῦντες ἰσχυρῶς τῇ τούτου ῥομφαίᾳ καὶ τοῖς στρατοπέδοις κατέπεσον, οἳ δὲ καὶ αὐτεπάγγελτοι τὴν δουλείαν ἠσπάσαντο. εὗρε γὰρ τὴν Ῥωμαίων 283 ἀρχὴν πολλοῖς τυράννοις περιαντλουμένην κατά τε τὴν ἑώαν καὶ τὴν ἑσπέραν. ἔτι δὲ τῆς τούτων φλεγμαινούσης ἀποστασίας, καὶ δαπάνης οὔτι σμικρᾶς ἀλλὰ πολυόλβου καὶ μυριοταλάντου δαψίλειαν τῶν πραγμάτων ἐπιζητούντων ἐπί τε τοῖς στρατιωτικοῖς ὀψωνίοις καὶ ταῖς ἄλλαις τῶν καιρῶν ἀφορμαῖς καὶ προφάσεσιν, οὐ πρὸς τὸ μέγεθος τούτων καὶ τὴν τοσαύτην χρείαν ἐπέβλεψε καὶ σμικρολογίας δεινότητι ἑαυτὸν ἐπιδέδωκεν, ἀλλ' ἐν πλάτει καρδίας καὶ πίστεως τὸ πλάτος ἐπιτείνων τῆς πρὸς τὸ θεῖον εὐαρεστήσεως χρεῶν ἀποκοπὰς τῷ δήμῳ παντὶ καὶ τοῖς ἐν τέλει νομοθετεῖ. καὶ τίθησι τὸ δόγμα οὐκ ἐπὶ ῥητοῖς τισὶ χρόνοις, ὥσπερ ἔνιοι τῶν πρὸ τοῦ βασιλέων ἐπιταφίοις ἡμέραις εἰργάσαντο, καὶ καταλιμπάνει χρόνους τινὰς εἰς τὰ ἔμπροσθεν τοῖς τοῦ δημοσίου συνηγόροις καὶ πράκτορσιν ἐσομένους ἐντρύφημα καὶ τῷ δημοσίῳ πρόφασιν ὠφελείας καὶ ἀπαιτήσεως, ὡς ἂν οἱ μὲν χρονιώτεροι χρεῶσται τοῦ δημοσίου τὰς ἀφεσίμους ἑορτὰς ἑορτάζωσιν, οἱ δὲ νεώτεροι πρὸς τὴν ἀποτυχίαν ἐπιστυγνάζωσι καὶ φθόνου λαβὴν ἔχωσι τὴν τῶν ἐλευθερωθέντων ὑπόθεσιν· ἀλλὰ πάντων ὁμοῦ τῶν χρόνων μέχρι τῆς αὐτοῦ ἀναρρήσεως, καὶ μικρόν τι πρός, τὰς ὀφειλὰς προρρίζους ἀπέτεμε, καὶ συμπαθείας πάντας καθαρωτάτης ἠξίωσε, χρυσοβούλλῳ λόγῳ χρυσοῦν ἐπιπλέξας δεσμόν, κωλυτικὸν δι' ὅλου τοῦ τῶν ὀφλημάτων βαδίσματος, προσανελὼν ἐν τούτῳ καὶ τὸ χάριν σχιδευ 284 μοῦ διασείεσθαι τοὺς ἀνθρώπους καὶ ἀνωφελὲς αὐτοῖς τίθεσθαι τὸ τῆς ἐλευθερίας διάταγμα. ᾔδει γὰρ τοῦτο τὸ ἔργον ἐπὶ τοῦ Δούκα πολλοὺς διαλωβησάμενον καὶ τὴν μερικὴν τῶν χρόνων ἐλευθερίαν ἀνελεύθερον τοῖς πολλοῖς ἐργασάμενον. ἔστησεν οὖν ἐντεῦθεν πᾶσι τοῖς πολιτευομένοις καὶ πανταχῇ γῆς κατοικοῦσι Ῥωμαίοις τὸν φόβον τῶν ὀφλημάτων, καὶ τῷ ὄντι ἐλευθέρους τούτου ὁ βασιλεὺς καὶ πολίτας Ῥωμαίων εἰργάσατο, οὐ χρυσοῦν δακτύλιον αὐτοῖς παρασχὼν ἢ ῥάπισμα κατὰ κόρρης, ὡς τοῖς ἐλευθερουμένοις τὸ πρόσθεν ἐγίνετο, ἀλλὰ χρυσοῦ πηγὰς καὶ ταλάντων πλημύρας αὐτοῖς ἀποχαριζόμενος, καὶ τὸ τοῦ πρὶν βίου ἀβίωτον εὔδαιμον τούτοις καὶ μακάριον εἰς τὸ ἑξῆς ἐργαζόμενος. Οὕτως οὖν εὐσεβείας καὶ θεοφιλίας ἔχοντος αὐτοῦ, καὶ εὐψυχίας μεγίστης καὶ μεγαλουργίας ἀντεχομένου, ἔδει μὴ ἐκ χειρὸς κυρίου πολλαπλασίας τὰς ἀντιδόσεις λαβεῖν, καὶ μέχρι πολλοῦ τοὺς τυράννους καὶ τυραννόφρονας καὶ ἀλάστορας ἀντερίζειν αὐτῷ καὶ τῆς βασιλείας ἀμφισβητεῖν, καί που τοῦτο θεοῦ ἦν τοῦ δικαίᾳ ψήφῳ τὸ πᾶν διιθύνοντος καὶ τῷ τοῦ ἐλέου μέτρῳ ἀντιμετροῦντος τὸν ἔλεον. οὐκ οὖν οὐδ' ἡ θεία ψῆφος τὴν ἀπόφασιν ἀνεβάλετο, καὶ τὸν Βρυέννιον βασιλειῶντα κατὰ τὴν Μακεδονικὴν ἐν Ἀδριανουπόλει, καὶ τὴν Βριαρέως ἰσχὺν ἀγερωχοῦντα καὶ ἐγκαυχώμενον, καὶ τῷ βασιλεῖ τὰ δευτερεῖα φέρειν καὶ ὑπείκειν μὴ ἀνεχόμενον, ὑπὸ 285 χεῖρα τούτου πολέμῳ κραταιοτέρῳ πεποίηκεν, οὐδὲν τοῦ βασιλέως πρότερον δεινὸν κατ' αὐτοῦ μελετήσαντος καὶ τῆς τοῦ εὖ ζῆν ἐκείνῳ ἀφορμῆς καὶ σωτηρίας φθονήσαντος, ἀλλὰ προκαταλαβόντος τὴν ἐκείνου θηριωδίαν φιλανθρωπίᾳ, καὶ πρέσβεις ἐκπέμψαντος τὴν εἰρήνην διακηρυκευομένους αὐτῷ, καὶ ἀντάλλαγμα ταύτης τὴν Καίσαρος τύχην προφέροντας, ἵνα μὴ τὸ σχῆμα τῶν πεδίλων καὶ τῆς ἄλλης περιβολῆς ἐναλλαγήν τινα δέξηται. ἐπεκύρου δὲ τούτου καὶ τὰς τιμὰς ἃς τοὺς συναραμένους αὐτῷ τετίμηκε, καὶ ἀμνηστίαν τῶν πεπραγμένων κακῶν περιεποιεῖτο, καὶ πᾶν θυμῆρες αὐτῷ διαπράξασθαι καθυπισχνεῖτο ὁ βασιλεύς. ὃ δὲ ἄτεγκτος ἦν καὶ ἀτεράμων καὶ ὑπερήφανος, καὶ τῆς βασιλείας μὴ ἀφιστάμενος πολλὰς ἀπειλὰς καὶ θυμοφθόρους ἐπιστολὰς ἀντεπῆγε, καὶ Χριστιανικοῖς αἵμασι κρῖναι τὴν ἀμφισβήτησιν ἤθελε, καὶ σαρξὶν ἀνθρωπίναις κόσμον ἑαυτῷ περιποιῆσαι βασίλειον, καὶ πᾶσαν τὴν κτίσιν περιδονῆσαι ἢ δεύτερος φανῆναι τοῦ εὐγενεστάτου βασιλέως καὶ γενναιοτάτου ᾑρεῖτο καὶ διεσπούδαζεν, ὅπλα καὶ μάχας εὐτρεπίζων, καὶ τοῖς πολίταις χαλεπὰς ἀποταμιευόμενος ἀμοιβάς, καὶ ἅπαν ἀνατρέψαι τὸ Ῥωμαϊκὸν βαρβαρικῶς λογιζόμενος. διὸ καὶ πάλιν ὁ γαληνότατος βασιλεύς, καὶ ὄντως μαθητὴς τοῦ τὴν εἰρήνην βραβεύοντος βασιλέως καὶ βασιλεῦσι τὸ κράτος παρέχοντος, δευτέραν πρεσβείαν ἐξέπεμψε, παραινῶν αὐτῷ τὸ συμφέρον φρονῆσαι καὶ μὴ ἐξ 286 ἀπονοίας σφαλῆναι περὶ τὰ καιριώτατα. ἦν δὲ ὁ Βρυέννιος ἐκεῖνος ὁ φυσῶν τὰ μεγάλαυχα καὶ κινῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν ἀπειλῶν. ἀμέλει τοι καὶ καταστρατηγηθεὶς τῷ θυμῷ τῆς Ἀδριανουπόλεως ἔξεισι σὺν πολλῇ τῇ βοῇ καὶ ἐξάλματι, καὶ τὰς δυνάμεις ἐκτάξας κατὰ τοῦ βασιλέως θυμομαχῶν ἐπορεύετο. ἀκούσας δὲ περὶ τούτων ὁ βασιλεὺς τῆς ἀβουλίας αὐτὸν ἐταλάνιζε καὶ τοῦ πάθους ᾤκτειρε, καὶ ὡς μεμηνότι καὶ κορυβαντιῶντι σαφῶς φάρμακον ἐπῆγε τῆς νόσου ἀλεξητήριον. τί δὲ τοῦτο ἦν; τρίτη πρεσβεία τὴν ὁρμὴν τοῦ πολέμου ἀπείργουσα. πέπομφε γὰρ ἕνα τῶν πιστοτάτων αὐτῷ, καὶ εἰπεῖν καὶ ἀκοῦσαι πεπαιδευμένον, καὶ πεῖραν ἐν τοῖς τοιούτοις ἐκ πλείονος ἔχοντα, Ῥωμανὸν πρωτοπρόεδρον καὶ μέγαν ἑταιρειάρχην. ὃς καὶ ἀφικνούμενος πρὸς τὸν τύραννον οὐκ εὐθὺς ἐδέχθη ὡς ἐκ βασιλέως ἀποστελλόμενος καὶ λόγου ἠξιώθη κατὰ τὸ σύνηθες τοῖς στρατευομένοις περὶ τὰς ὑπαίθρους σκηνάς, ἀλλ' ἐκ διαστήματος ἡμέρας τοῦ πρόσω βαδίζειν κωλυθεὶς μεθ' ἡμέρας τινὰς μετεπέμφθη πρὸς τὴν ἐρώτησιν. ἔξωθεν δὲ δεξάμενος τοῦτον ἔφιππος ὁ Βρυέννιος πεζὸν εἶδεν, ἐν ἀκάνθαις ἱστάμενον καὶ παρὰ τῶν ἀμφ' αὐτὸν κατειρωνευόμενον. μηκέτι δὲ τὰς συνθήκας δεξάμενος ἀτίμως τοῦτον ἀπέπεμψεν, ὅπερ οὐδ' εἰς ἐθνάρχου τῶν εὐτελεστέρων πρέσβυν νόμος τοῖς ἀληθῶς βασιλεῦσι ποιεῖν· ἱερὸν γὰρ σῶμα ὁ πρέσβυς λελόγισται, οἷα τοῖς ἀντιθέτοις μεσίτης 287 γινόμενος καὶ τὴν εἰρήνην διαπορθμεύων καὶ πολλὰ τῶν ἀμφισβητημάτων ὡς ἐπίπαν καταπραΰνων καὶ πολεμικὰς περιστάσεις ἀποσοβῶν· ἔπεσε δὲ τηνικαῦτα ἐξ αὐτομάτου ἡ τοῦ Βρυεννίου σκηνή, τοῦ ὀρόφου ταύτης παραλυθέντος κυκλόθεν ἀοράτοις χερσίν. ὅπερ καταστροφῆς αὐτοῦ σύμβολον ἀψευδὲς τοῖς συνετοῖς διεγνώσθη, ἐπεὶ καὶ πρὸ τινῶν ἡμερῶν ἔκλειψις τῆς σελήνης γεγονυῖα τὴν πτῶσιν αὐτοῦ καὶ αὐτὴ κατεμήνυσε· τεκμαίρειν γὰρ τὴν σελήνην εἰς τοὺς ἀποστάτας οἱ περὶ τὰς τῶν φωστήρων δινήσεις δεινοὶ καὶ μαθηματικοὶ λέγουσι, καὶ τὸ πάθος ταύτης πάθος τοῦ ἀποστατοῦντος προκαταγγέλλειν. Ἐπανελθόντος δὲ τοῦ τοιούτου πρέσβεως, καταγελάσας ὁ βασιλεὺς τῆς τοῦ Βρυεννίου θρασύτητος ἔργων πολεμικῶν καὶ στρατηγημάτων ἐπιμελῶς εἴχετο, καὶ τὴν τοῦ τυράννου κατάλυσιν εὐθαρσῶς προηγόρευεν, ἐκ τῆς ἄνω ῥοπῆς καὶ βουλῆς καὶ τῆς ἰδίας εὐβουλίας καὶ γενναιότητος τῆς νίκης ἔχων ἀψευδῆ τὰ ἐνέχυρα. ἀλλὰ καὶ οἱ ἐν τέλει πάντες δι' ὀργῆς ἐποιήσαντο τὴν τοῦ Βρυεννίου ἀπανθρωπίαν καὶ ἀδιάκριτον γνώμην, μὴ διακρίναντος τήν τε τῶν προγόνων τοῦ βασιλέως εὐγένειαν καὶ τὴν ἄνωθεν περιλάμπουσαν αὐτοὺς ἐν τοῖς πολεμικοῖς ἀνδραγαθήμασιν ἀρετὴν καὶ τὰ κατὰ τῶν ἐχθρῶν ἀγωνίσματα καὶ παλαίσματα, καὶ τὴν αὐτοῦ τοῦ βασιλέως λαμπρότητα καὶ ὑπεροχὴν ἐν ἀξιώμασι καὶ πολεμικοῖς ἀγωνίσμασι, καὶ τὸ ἀγενὲς τῆς ἑαυτοῦ φατρίας καὶ συγγενείας. 288 ὅτι περ δουκικὰς ἀρχὰς ἐχόντων τῶν Βοτανειατῶν κἀν τῇ 288 δύσει καὶ διαβοήτων ὄντων περὶ τὰ κράτιστα, οἱ τούτου πρόγονοι οὐδὲ παραστῆναι τούτοις ἠδύναντο καὶ τάξιν πληρῶσαι ὑπηρετῶν, ἀφανεῖς ὄντες καὶ μηδὲ τοῖς εὐτελεστέροις τῶν ἀξιωμάτων ἐκ τάγματι στρατιωτικῷ συνταττόμενοι, οὐδ' ὅτι ἐκ τῆς ἑώας εὐπατρίδης ὁ βασιλεὺς πέφυκεν, αὐτὸς δ' ἑσπέριος καὶ δυσγενής ἐστι κατὰ σύγκρισιν· καὶ διὰ τοῦτο κοινῶς αὐτὸν ἀπεκήρυττον ἅπαντες, καὶ ὅρκῳ πληροφορήσαντες μέχρις αἵματος διαγωνίσασθαι κατ' αὐτοῦ τὰ εὔορκα ψηφίσασθαι τῷ ἐπουρανίῳ βασιλεῖ καθικέτευον. Ἀλλ' ὁ βασιλεὺς τὰ πρὸς τὸν πόλεμον ἐξαρτύων, καὶ πάντα κατὰ λόγον καὶ τρόπον συνέσεως καταρτίζων ἐν τῷ ἀσφαλεῖ, καὶ δυνάμεις Ῥωμαϊκὰς ἐκ Κρήτης συναθροίσας εἰς τὸ πρὸ τῆς πόλεως πεδίον, καὶ Τούρκους διαπεραιωσάμενος καὶ καταριθμήσας τοῖς ἑαυτοῦ στρατιώταις, οὓς ὁ πρὸ αὐτοῦ βασιλεὺς ὁ Μιχαὴλ πολλαῖς ἐπαγγελίαις καὶ δώροις ἀμέτροις οὐκ ἠδυνήθη συμπεῖσαι καὶ περαιῶσαι πρὸς τὰ ἑσπέρια (ἐπείθοντο γὰρ καὶ ὑπέκυπτον τῷ Βοτανειάτῃ μᾶλλον ἢ ἑαυτοῖς ὡς ἕλκοντι πάντας πρὸς τὸν πόθον αὐτοῦ), ἀρχηγὸν τοῦ πολέμου προχειρίσασθαι διεσκέπτετο. ἱκανώτατος δὲ ὢν συμβαλεῖν τὸ δέον καὶ κατανοήσασθαι ἄνθρωπον ὁ Βοτανειάτης τὸν νωβελλίσιμον Ἀλέξιον τὸν Κομνηνόν, ὃς τὸν Ῥουσέλιον ἐν τῷ θέματι τῶν Ἀρμενιακῶν εὐμηχάνως ἐχειρώσατο καὶ διέσωσεν 289 εἰς τὴν βασιλεύουσαν, ἄξιον τῆς τοιαύτης ἡγεμονίας ἔκρινε, καὶ δομέστικον τοῦτον προχειρισάμενος μετὰ τῶν αὐτοῦ δυνάμεων ἐξαπέστειλεν, νέον μὲν τὴν ἡλικίαν, φρονήσει δὲ καὶ διανοίας σταθηρότητι γεραρόν, καὶ πρὸς μάχας καὶ πολέμους ἑδραῖον καὶ ἀπερικτύπητον, καὶ τῇ πρὸς τὸν βασιλεύοντα πίστει θανατηφόρους πληγὰς μὴ δειλιῶντα καὶ ταπεινούμενον. ὃς τὰς δυνάμεις ἀνειληφὼς κατὰ τοῦ Βρυεννίου μετὰ παρασκευῆς καὶ βουλῆς τῆς δεδομένης αὐτῷ παρὰ τοῦ βασιλέως ἐβάδιζε. καὶ πρὸς τόπον Γαλαβρύην ἐπονομαζόμενον διαναπαύων τὸν στρατόν, ἔμαθε παρὰ τῶν σκοπῶν ὡς ὁ Βρυέννιος ἐγγίζει πανστρατιᾷ, τῆς Μεσήνης ἀπαναστάς. ὃ δὲ Τούρκους ἐξαποστείλας νυκτὸς ἐπιφανῆναι πρὸς ἡμέραν τοῖς ἐναντίοις ἐκέλευσε, καὶ φόβον ἐνσεῖσαι τούτοις καὶ ταραγμὸν ἐκ τῆς σκοπιᾶς φαντάζοντας πόλεμον, καὶ οὕτω κατασεῖσαι μὲν τὰς τῶν ἀντιθέτων ψυχάς, ταραχὴν δὲ τῷ στρατοπέδῳ ἐμποιῆσαι τούτου ἀνυπόπτως ἔτι βαδίζοντι, καὶ οὕτως ὑποστρέψαι καὶ μὴ πρὸς χεῖρας τούτοις ἐλθεῖν, εἴ τινας δὲ εὕροιεν ἀποσπάδας, τούτοις ὡς ὁ καιρὸς διδοῖ χρήσασθαι. τούτου δὲ γενομένου οἱ μὲν τοῦ Βρυεννίου στρατιῶται ταράχου πλησθέντες τὰς ψυχὰς κατεσπάσθησαν· οἱ δὲ Τοῦρκοι πολλοὺς ἀποσπάδας καταβαλόντες, κἀν τούτῳ τῷ ἔργῳ τοὺς Βρυεννίτας καταμοχλεύσαντες, ὑπέστρεψαν εἰς τὸν ἴδιον στρατόν, τὸν πόλεμον ἐγγίζειν αὐτῷ καταγγέλλοντες. ὃ δὲ διαταξάμενος τὰ προσήκοντα, καὶ πάντας παραγγελίαις στρατηγικαῖς 290 κατασφαλισάμενος, καὶ τὸν τόπον τοῦ πολέμου τόπον ζωῆς ἢ τάφου γενέσθαι τούτοις βεβαιότερον παρεγγυησάμενος, καὶ παρὰ τῶν στρατιωτῶν λαβὼν τὰ πιστά, καὶ ἄγειν αὐτοὺς κατὰ τοῦ τυράννου μετὰ προθυμίας ἀκηκοώς, συντεταγμένην ἔχων τὴν στρατιὰν ἐπορεύετο. φανέντων δὲ τῶν σημείων ἀμφοῖν, καὶ τὸ ἐνυάλιον ἀλαλαξάντων ἑκατέρων, πόλεμος συνέστη καρτερὸς καὶ ἐπίδοξος. οἱ μὲν γὰρ τοῦ βασιλέως θράσει καὶ προθυμίᾳ τὸ πλῆθος τῶν ἐναντίων περιεφρόνουν καὶ ἐν δευτέρῳ ἐτίθεντο· οἱ δὲ περὶ τὸν Βρυέννιον πολυπλασίους ὄντες ἐφιλονείκουν ἀνθίστασθαι. καὶ διὰ τοῦτο γέγονε φόνος ἐξ ἀμφοτέρων πολὺς καὶ φόβος οὔτι μικρός. ὡς δὲ τοῦ καιροῦ προϊόντος ἐξαίσιόν τι χρῆμα ἐδόκουν οἱ τοῦ βασιλέως στρατιῶται καὶ λοχαγοί, τοῖς δόρασιν ἐμπίπτοντες τῶν ἐναντίων καὶ τὰς φάλαγγας αὐτῶν διακόπτοντες, ἤρξαντο πάσχειν ἐκεῖνοι τὰς ψυχὰς καὶ κατὰ μικρὸν ὑπορρεῖν, ἐξαιρέτως δὲ τὸ προσὸν αὐτῷ Σκυθικόν· εἶχε γὰρ συμμαχοῦν Πατζινάκων πλῆθος πολύ. οἳ καὶ ὀπισθόρμητοι γεγονότες τὰς σκηνὰς τῶν Μακεδόνων ἐσκύλευσαν καὶ διήρπασαν. ὡς δ' ἑώρα ὁ Βρυέννιος τῶν ταγμάτων αὐτοῦ τὴν ἧτταν καὶ τὸ τεθορυβημένον καὶ σφαλερόν, τοὺς κρατίστους ἄρας τῶν λόχων καὶ τὰ τῶν ταγμάτων αὐτῷ παρεπόμενα αὐτὸς δι' ἑαυτοῦ τὸν ὑπὲρ παντὸς ἀγῶνα κροτήσειν ὥρμησεν. ὁ δὲ τοῦ βασιλικοῦ στρατοπέδου τὴν ἡγεμονίαν ἐπέχων, συντεταγμένας ἔχων δυ 291 νάμεις, τὴν τούτου προσβολὴν ἰσχυρῶς ἀπεκρούσατο. καὶ συστάντος πολέμου, φιλοτιμουμένων ἀμφοτέρων περὶ τῆς νίκης, καταπληκτική τις συντονία καὶ μάχη γέγονεν. ὡς δ' οἱ τοῦ βασιλέως στρατιῶται τὸ καρτερὸν καὶ ἀνένδοτον τῆς ἀνδρίας εἰσέφερον, καὶ πληγῶν καὶ θανάτου ἀλογοῦντες ἐδείκνυντο, καὶ βαλλόμενοι μᾶλλον πλέον κατὰ τοῦ πολεμήτορος ἠγριαίνοντο καὶ πλείους τῶν τοῦ Βρυεννίου ἀνῄρουν καὶ κατηκόντιζον, σύνθημα δοὺς τοῖς τὸν λόχον ἔχουσι Τούρκοις ὁ Κομνηνός, οὓς εἰς καιρὸν ἀπεκρύψατο χρείας, παραβοηθῆσαι τοῖς οἰκείοις προσέταξεν· οἳ καὶ παρ' ἐλπίδα φανέντες ἐπὶ τοῦ λόφου καὶ τοῖς ἐναντίοις ἐπιχυθέντες, καὶ τοῖς τοξεύμασι βάλλοντες ἐκ μέρους τοῦ τὸν λόφον ἐγκάρσιον ἔχοντος, τροπὴν αὐτῶν μετὰ τῶν συμπολεμούντων Ῥωμαίων εἰργάσαντο. καὶ τηνικαῦτα ἑάλω μὲν ὁ Βρυέννιος ζῶν, οἱ δὲ περὶ αὐτὸν διασκεδασθέντες ἡγεμόνος κακοῦ κακίστας εὗρον τὰς ἀντιχάριτας· ἔπεσον γὰρ καὶ συχνοί, ἑάλωσαν δὲ οὐχ ἥττονες, καὶ μᾶλλον οἱ τῶν ἄλλων προέχοντες. ὁ δὲ Βρυέννιος αἰχμάλωτος ἀχθεὶς τῷ παρὰ βασιλέως εἰληφότι τὴν τοῦ πολέμου ἐξουσίαν πολλὰ τῆς δυσβουλίας καὶ τῆς ἀνοίας κατεγνώσθη, ὅτι τὸ μέτρον αὐτοῦ καὶ τὰς πράξεις ἠγνόησε. ταχέως δὲ τῷ βασιλεῖ τοῦτον πέμψας, καὶ τὰ τῆς νίκης εὐαγγέλια διὰ γραφῆς συνεξέπεμψεν. ὁ δὲ βασιλεὺς ἀσμένως τὴν ἀγγελίαν δεξάμενος, καὶ τῇ παναχράντῳ δεσποίνῃ καὶ θεοτόκῳ τὰς προσηκούσας ἀπονείμας εὐχαριστηρίας, διὰ ταχέων ἐκπέμπει δη 292 μίους τοὺς ὀφθαλμοὺς τοῦ Βρυεννίου ἐκκόψοντας, ἐν ᾧπερ τόπῳ τουτῳὶ συναντήσουσιν. ᾔδει γὰρ ἀσύμφορον εἶναι τὸν βασιλειῶντα τοῦτον τοὺς ὀφθαλμοὺς ἔχειν ὡς μὴ δυνάμενον ἀληθῶς ἐν ἰδιώτου σχήματι ἠρεμεῖν· ἀλλὰ πράγματα προξενεῖν καὶ πολλοὺς δι' αὐτὸν κατηγορίαις θανασίμοις μὴ ἀνασχόμενος ὑποβάλλεσθαι, τῆς τῶν πολλῶν σωτηρίας καὶ τῆς αὐτοῦ ἠρεμίας καὶ ἀναπαύσεως τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀντηλλάξατο. καὶ δείξουσιν ἀληθῆ τὸν λόγον τὰ μετὰ ταῦτα γεγονότα παρὰ τοῦ βασιλέως εἰς τοῦτον εὐεργετήματα. τέως δὲ παραστὰς εἰς τὴν ὑστεραίαν τῷ βασιλεῖ ὁ Βρυέννιος, τοὺς ὀφθαλμοὺς ἔχων διαβρόχους τῷ αἵματι, ὁπότε καὶ αὐτὸς ὁ ταῦτα συγγράφων χαριστήριον λόγον ἀνέγνων τῷ βασιλεῖ, οὐκ ἀδίκως οὐδ' ἀνευλόγως παρ' αὐτοῦ ὠνειδίσθη. ἔφη γὰρ πρὸς αὐτὸν" ὦ δυσμείλικτε καὶ δυστυχέστατε ἄνθρωπε, τί τοῦτο ἐποίησας, καὶ ἀντὶ τῆς εἰρήνης καὶ τῆς δεδομένης σοι παρ' ἡμῶν εὐτυχίας, ἧς οὐκ ἦς ἄξιος, τὴν μάχην ἠσπάσω, καὶ ἀφειδῶς ἔσχες πρὸς τὰς σφαγὰς τῶν Χριστιανῶν. ἢ οὐκ ᾔδεις θνητὸς ἄνθρωπος ὤν, λόγους ἀπαιτηθησόμενος τῆς τῶν πεσόντων σφαγῆς; ἐμοὶ μὲν γὰρ τὸ κράτος θεόθεν ἐπεψηφίσθη, καὶ τῇ θείᾳ ψήφῳ πάντες οἱ τῆς βασιλευούσης ἀκολουθήσαντες ἀναιμωτὶ καὶ χωρὶς κινδύνων βασιλικῶς ἐν εὐθυμίαις καὶ χάρισιν εἰς τὰ βασίλεια ὑπεδέξαντο, προϋπαντήσαντες μετὰ τοῦ στόλου παντός, καὶ τοσοῦτον θαλάσσης ἀνα 293 κομίσαντες πλοῦν· καὶ τὸ βασίλειον διάδημα ἐκ θείας χάριτος ἐπεβραβεύθη μοι, καὶ ἡ τοῦ θεοῦ κρίσις ἤδη τὸν ἔλεγχον καὶ τὸ ἀποτέλεσμα τῆς ἀποφάσεως δέδωκε. σὺ δὲ προσεχὴς τῇ βασιλευούσῃ τυγχάνων, καὶ διὰ τοῦ ἰδίου αὐταδέλφου δυνάμεις στρατιωτικὰς ἐπιστήσας αὐτῇ καὶ πολλὰ θυραυλήσας, οὐ μόνον ἀνάξιος ἐκρίθης τοῦ πράγματος, ἀλλὰ καὶ ὕβρεσιν ἠτιμάσθης πολλαῖς καὶ παροινίαις ἐβλήθης. καὶ κατὰ τοῦτο οὐκ ἔδει σε μετὰ τὴν ἐμὴν ἀναγόρευσιν τὰ κρίματα τοῦ θεοῦ καταιδεσθῆναι καὶ συμβαλεῖν, καὶ διανοήσασθαι τὰ συμβεβηκότα, ὅτι ὑπὲρ ἀνθρωπίνην εἰσὶν ἰσχύν; ἀλλ' ἐλύττησας καὶ κατὰ τῶν δεδογμένων αὐτῷ τῷ θεῷ καὶ κατ' ἐμοῦ τοῦ παρ' ἐκείνου προβεβλημένου καὶ πάσης ὁμοῦ τῆς βασιλευούσης, καὶ ὅπλα ἐτόλμησας ἆραι, καὶ ἀνθρωπίνων σαρκῶν ἀπογεύσασθαι διεσκέψω, καὶ θεόμαχος ἐν τοσούτῳ γενέσθαι καὶ τῆς ἱερᾶς συγκλήτου καὶ τῆς συνόδου πολέμιος καὶ πάντων τῶν πειθαρχησάντων τοῖς θείοις νόμοις καὶ κρίμασιν. ὦ τῆς ἀνοίας τῆς σῆς, ὅτι μηδὲ τὸ πρόχειρον τοῦτο συνῆκας καὶ κατενόησας, ὡς τὸ ᾀδόμενον στοιχεῖον τὸ Ν ἁπλοῦν μόνον καὶ οὐ διπλοῦν τοῖς ταῦτα κατασκοποῦσιν εὑρίσκετο." καὶ πολλὰ ἕτερα δημηγορήσας εὐφυῶς ὁ κρατῶν, καὶ καταγνοὺς τούτου μακρὰν τὴν εὐήθειαν, ἀπέλυσεν αὐτὸν εἰς τὸν καταγέλαστον θρίαμβον μετὰ τῶν πρώτων τῆς συμμορίας αὐτῶν. Ἕτερον δὲ οὐδένα τῶν ἄλλων δι' αἵματος ἠνέσχετο τιμωρῆσαι ὁ βασιλεύς, ἀλλὰ καὶ μᾶλλον ἰσόθεον πρᾶγμα πε 294 ποίηκε, πάντας τοὺς συναποστατήσαντας τῷ Βρυεννίῳ, στένοντάς τε καὶ τρέμοντας τοὺς περὶ ἐπιβούλων νόμους καὶ τὴν τῶν ἡμαρτημένων δεινὴν ἐπεξέλευσιν, συμπαθείας καθολικῆς ἀξιώσας καὶ τὰς οὐσίας αὐτοῖς δι' ἄφατον εὐσπλαγχνίαν ἀποκεκληρωκώς, πλὴν τριῶν ἢ τεσσάρων, οἷς τὸ τοῖς οἰκείοις ἐμφιλοχωρεῖν οὐκ ἀκίνδυνον ἦν. ἀλλὰ καὶ τούτοις ἀντιπαροχαῖς ἑτέρων ἰσοτάλαντον τὴν φιλοτιμίαν εἰργάσαντο. οὐ μόνον δ' ἐν τούτοις τὸ φιλότιμον ταῖς βασιλικαῖς εὐσπλαγχνίαις ἐστήσατο, ἀλλὰ καὶ τιμαῖς παντοδαπαῖς αὐτὸν κατεκόσμησεν, ἐνίους δὲ καὶ χαρίσμασιν, ὡς πάντας ἔκπληξιν κατασχεῖν τῷ ἀνεξιχνιάστῳ τῆς αὐτοῦ ἀγαθότητος. Οὕτω μὲν οὖν θύοντος τοῦ βασιλέως τὰ χαριστήρια καὶ τῷ θεῷ τὴν εὐαρέστησιν διὰ τῆς ὑπερβαλλούσης εὐποιίας εἰσφέροντος, οὐκ ἤνεγκεν ὁ τοῖς ἀγαθοῖς βασκαίνων δαίμων τὴν τοσαύτην τῶν ἀνθρώπων εὐδαιμονίαν, καὶ τὸν πλοῦτον τῆς ἀγαθότητος διαταράξαι κατὰ τὸ εἰθισμένον αὐτῷ μελετήσας, ἀνίστησι τοῖς τὴν φυλακὴν ἔχουσι τοῦ παλατίου θυμοφθόροις ἀνδράσι καὶ ἐθνικοῖς κακίστην ὁρμὴν καὶ τύλμαν μιαιφόνον καὶ ἀγριότητος γέμουσαν. περὶ δείλην γὰρ ὀψίαν ἀσπίσι καὶ ὅπλοις κατὰ τὸ ἀρχῆθεν ἐπικρατοῦν τὴν παράστασιν ἐνώπιον τοῦ κρατοῦντος καὶ τῆς τάξεως ἀποπληροῦντες τὸ συνεχές, ὁρμῇ μεγάλῃ καὶ φονικῇ καὶ θυμῷ 295 ζέοντι κατ' αὐτοῦ τοῦ βασιλέως ἐξώρμησαν, προκύπτοντος ἐπ' αὐτοὺς ἐν ὑπερῴῳ τινὶ τῶν βασιλικῶν διαδρόμων ὑπαίθρῳ· καὶ οἳ μὲν τόξοις χρησάμενοι βέλη κατὰ τούτου ἀφῆκαν, οἱ δ' ἄλλοι ταῖς ἀναγούσαις εἰς αὐτὸν ἐπερεισάμενοι κλίμαξιν, ὠθισμῷ μεγάλῳ τὴν κατ' αὐτοῦ ξιφήρεις ἐβιάζοντο ἄνοδον. τότε δὴ καί τις τῶν πλησίον αὐτοῦ ἱσταμένων ὑπογραφέων τὴν τοῦ βέλους ἀκμὴν ἥρπασε κατὰ τοῦ τραχήλου, καὶ τὸ ζῆν αὐτίκα περιωδύνως ἀπέρρηξεν. ὁ δὲ βασιλεὺς ἀπαράσκευος ὢν διὰ τὸ τῆς ἐπιβουλῆς ἀπρόοπτον καὶ ἀνέλπιστον, οὐκ εἶχε μὲν καρτερὰν συμμαχίαν εἰς τὴν αὐτῶν ἀποσόβησιν, συνήθης δὲ ταῖς ὁπλομαχίαις τυγχάνων καὶ ταῖς κατὰ πόλεμον ἀντιπαρατάξεσιν οὐκ ἐθροήθη καὶ δρασμὸν ἐβουλεύσατο, ὃ πάντως πεποίηκεν ἂν ἕτερος ἐν μέσῳ βελῶν καθεστώς, ἀλλ' ἀναλαβὼν ἑαυτὸν σὺν ὀλίγοις τοῖς ἐκεῖσε περιτρέχουσιν ἐν κόσμῳ καὶ τάξει καὶ ἀτρέστῳ φρονήματι ἐρρωμένως ἠμύνατο, καὶ τοὺς ἀπανθρώπους βαρβάρους, θυμῷ ζέοντας ἀδίκῳ καὶ βεβακχευμένους τῇ μέθῃ (περὶ δείλην γὰρ ἦν ὀψίαν, ὅτε τούτοις ἀφῄρητο τὸ φρονεῖν διὰ τὴν ἄγαν οἰνοφλυγίαν καὶ τὴν τοῦ ἀκράτου μετάληψιν· ἀκρατῶς γὰρ τούτου μεταλαμβάνουσιν) τῶν κλιμάκων ἀπεώσατο καὶ ἀνυποίστῳ φορᾷ κατὰ γῆς ἐπὶ τραχήλου καὶ κεφαλῆς κατηκόντισεν. οἳ δὲ καὶ αὖθις ἀπηναισχύντουν, καὶ φιλονεικοῦντες ἦσαν πρᾶξαί τι θεοβλαβείας ἔργον ἐξάγιστον. ὡς δὲ κατὰ μικρὸν ἐπισυνηθροίζοντο οἱ τῷ βασιλεῖ τὴν φρουρὰν ἀποπληροῦντες Ῥωμαῖοι, συνέστη μὲν πόλεμος ἐπὶ χρόνον τινά, τὴν 296 ἥττω δὲ οἱ βάρβαροι κληρωσάμενοι τῶν οἰκείων ἐπάλξεων ὡς φρουρίου τινὸς ἀντείχοντο (ἀπονενέμηται γὰρ αὐτοῖς ἄκρα τις ἐν τῷ παλατίῳ μετέωρος εἰς κατοίκησιν), ἕως ἀπειρηκότες τῇ βασιλικῇ δυνάμει καὶ δεξιᾷ τὰς ἑαυτῶν κακίας ἐξέληξαν, καὶ συγγνώμην αἰτήσαντες εὗρον ἐπικαμπτομένην αὐτοῖς τὴν τοῦ βασιλέως εὐμένειαν. Οὕτως οὖν καὶ ταύτην τὴν ἐπιβουλὴν θεοτεύκτῳ εὐψυχίᾳ καταγωνισάμενος, παντὶ μὲν πλήθει τῶν σωματοφυλακτούντων βαρβάρων τιμωρίαν οὐκ ἐπεστήριζε, δεομένους δὲ μᾶλλον καὶ τὰς ὄψεις εἰς γῆν ἐπερείδοντας κατῳκτείρησε συμπαθείας τε ἐπηξίωσε, καὶ ὑποθήκαις χρησταῖς φρονεῖν παρεσκεύασεν ὡς οὐκ ἂν αὐτὸν ζητοῦσαι περιτρέψαι δυνηθεῖεν πολλαὶ μυρίαδες ἀνδρῶν, ἐκ θεοῦ λαβόντα τὴν ἡγεμονίαν. τινὰς δὲ τούτων, ὅσοι πρὸς τὴν τοῦ βελτίονος μεταβολὴν ἀπεγνωσμένοι ἦσαν ἰδεῖν, καὶ τῇ κρίσει καὶ ἀναζητήσει τοῦ βασιλέως καὶ ταῖς προσηκούσαις ἀπειλαῖς καὶ παρ' αὐτῶν τῶν ὁμοφύλων ἠλέγχθησαν, φρουροὺς τινῶν ἐρυμάτων ὡς ἀποβλήτους ἀπέστειλε, τοιαύτῃ φιλοτίμῳ φυγῇ ζημιώσας τοὺς ἄφρονας. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ Μιχαὴλ μοναχὸς ὁ ὑπέρτιμος, ὁ ἐπὶ τῶν πολιτικῶν πραγμάτων προστάς, τὸ γένος ἕλκων ἐκ Νικομηδείας, τὴν ζωὴν ἐξεμέτρησε, δυσάρεστος ἄνθρωπος καὶ ὑψαύχην καὶ μὴ πάνυ τι ξυντιθέμενος ταῖς τοῦ 297 βασιλέως φιλοτίμοις εὐποιίαις, τὸν σφαγέντα ὑπογραφέα προοίμιον ἐσχηκὼς τῆς αὐτοῦ τελευτῆς. τῆς γὰρ ἐκείνου ὑπηρεσίας ἐτύγχανε, καὶ διὰ τοῦτο δήπου λόγος ἐκράτησεν ὡς ἐκ μέσου τοῦτον πεποίηκεν ὁ θεὸς οἷα τὰς βασιλικὰς δωρεὰς καὶ εὐεργεσίας διακωλύοντα. Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο καὶ γαλήνη τις σταθηρὰ ἐκ τῶν τυράννων ὑπεσημαίνετο, ἕτερόν τι σκῶλον ἢ ζιζάνιον διαφθεῖραι τὸν σῖτον φιλονεικοῦν ἐκ τῆς Ἐπιδάμνου πόλεως ἀνεφύη καὶ διετάννυτο. ὁ γὰρ ἐκεῖσε ὑπὸ τοῦ προβεβασιλευκότος ἀποσταλεὶς δούξ, ὁ πρωτοπρόεδρος Βασιλάκης, μετὰ τὸ φθάσαι παρελθεῖν τὸν Βρυέννιον καὶ ἀπελθεῖν εἰς Ἀδριανούπολιν καταλαβὼν τὸ Δυρράχιον, στρατιὰν ἐκ πασῶν τῶν ἐπικειμένων ἐκεῖσε χωρῶν συνελέγετο, καὶ Φράγγους μεταπεμψάμενος ἐξ Ἰταλίας φιλοτίμοις δεξιώσεσι τῆς ἑαυτοῦ μερίδος καὶ συμμορίας ἐτίθετο δεξιῶς. ἤθροιζε γὰρ χρυσίον ἐκ πάσης αἰτίας καὶ τρόπου παρὰ τῶν πειθομένων καὶ καταδυναστευομένων αὐτῷ, καὶ κατάλογον θέμενος πρόφασιν ἐποιεῖτο τῆς τοιαύτης ὁπλίσεως τὴν κατὰ τοῦ Βρυεννίου ὡς ἀποστάτου ἐπίθεσιν. ἐπὰν δ' ἔγνω πολύ τι στρατόπεδον συναγηοχὼς καὶ ἀξιόμαχον δύναμιν (εἶχε γὰρ καὶ Ῥωμαίων πολλῶν στρατιωτικόν, Βουλγάρων τε καὶ Ἀρβανιτῶν, καὶ οἰκείους ὑπασπιστὰς οὐκ ὀλίγους), ἄρας ἐκεῖθεν πρὸς τὴν Θεσσαλονίκην ἠπείγετο. ἤδη δὲ καὶ αὐτοῦ ταύτην καταλαμβάνον 298 τος, φήμη προσήγγισε τούτῳ ὅπως ὁ Βοτανειάτης παρὰ πάσης τῆς συγκλήτου βουλῆς καὶ τῆς συνόδου καὶ τῶν δημοτικῶν καὶ παρὰ πάντων ὁμοῦ αἱρεθεὶς βασιλεὺς αὐτοκράτωρ ἀνηγορεύθη, καὶ ὅπως μάχῃ κρατερᾷ νενικηκὼς τὸν Βρυέννιον τῶν ὀφθαλμῶν ἀπεστέρησεν, ὅπλα κεκινηκότα καὶ κατ' αὐτοῦ ἀντάραντα καὶ τὰ δευτερεῖα μὴ ἀνασχόμενον σχεῖν. ὁ δὲ διαταραχθεὶς πρὸς τὴν φήμην καὶ τὴν καινοτομίαν τοῦ πράγματος, γράμματα μὲν ἐξέπεμψε τῷ βασιλεῖ τοὺς τῆς δουλώσεως θεσμοὺς ὑπεμφαίνοντα, ἔπραττε δ' ἐν τῷ λεληθότι τὰ τῆς ἀνταρσίας ἐπίδηλα. τό τε γὰρ πλῆθος τοῦ καταλόγου συνηθροισμένον εἶχε μεθ' ἑαυτοῦ, καὶ τοὺς Πατζινάκους εἰς συμμαχίαν ἠρέθιζε διὰ μηνυμάτων καὶ δι' ἀντιγράφων. κελευσθεὶς εἰσελθεῖν ἀπονοίᾳ τὴν πρὸς τὸν κρατοῦντα εἰσέλευσιν μετεώριζεν. ὡς δ' ὁ βασιλεὺς ἔγνω τὴν τούτου προαίρεσιν, μὴ θέλων αὐτὴν παραδειγματίσαι ἢ στηλιτεῦσαι τῆς ἀνταρσίας τὸ βλάσφημον, ἀπέστειλέ τινα τῶν ἐγγυτάτων αὐτῷ μετὰ καὶ χρυσοβούλλου γραφῆς, πάντων τῶν φθασάντων κακῶν ἀμνηστίαν ἐπαγγελλόμενος, καὶ νωβελλισίμου βραβεύων αὐτῷ τιμήν, καὶ πολλῶν ἑτέρων ἀξιωμάτων καὶ ὑπεροχῶν οὐκ ἐλαχίστων δαψίλειαν κατεμπεδούμενος τῇ γραφῇ· ὁ δὲ τὰς ἐν χερσὶν εὐεργεσίας περιφρονῶν, ἀνηνύτοις καὶ ἀδήλοις ἑαυτὸν περιέσαινε, καὶ διὰ τοῦτο ὕστερον ἀνόνητα μετεκλαύσατο. μηδὲ γὰρ δεξάμενος τὴν τότε τοῦ βασιλέως προσπάθειαν, μηδὲ τῷ τοῦ Βρυεννίου παραδείγματι βελτίων 299 ἑαυτοῦ γεγονώς, τὸν χρόνον διὰ κενῆς παραγκωνίζεσθαι ἤθελε, καὶ ἀπάταις οὐκ εὔφροσι τὴν ἑαυτοῦ σωτηρίαν καταπροΐεσθαι. ὅθεν καὶ μισήσας ὁ βασιλεὺς τὴν αὐτοῦ κακοήθειαν, τῷ τῶν ἑσπερίων ταγμάτων ἄρχοντι, τῷ νωβελλισίμῳ δηλαδὴ Ἀλεξίῳ καὶ δουκὶ τῆς δύσεως, ὃν δὴ τηνικαῦτα καὶ τῷ πανσεβάστῳ τοῦ σεβαστοῦ τετίμηκεν ἀξιώματι, τὸν κατὰ τούτου ἐπέτρεψε πόλεμον. ὃς τὰς δυνάμεις ἀνειληφὼς εὐθὺ τῆς Θεσσαλονίκης τεταγμένως ἐφέρετο, καὶ φρουρὰν ἐν τῷ περιθεωρίῳ τοῦ Βασιλάκη καταλαβὼν πολέμῳ ταύτην ἀνήρπασεν· οὐ γὰρ χεῖρας ἐδίδουν καὶ τοῖς θελήμασι τοῦ κρατοῦντος ὑποκύπτειν ἠβούλοντο. οὓς καὶ δεσμώτας πέμψας τῷ βασιλεῖ προοίμιον ἀγαθὸν τῆς τοῦ ἀποστάτου καταστροφῆς ἐποιήσατο. προβιβάζων δὲ τὴν στρατιὰν καθεξῆς μέχρι τῆς Θεσσαλονίκης ἀπαθὴς παρελήλυθεν. ἔκ τινος δὲ διαστήματος τὸν χάρακα θείς, ἀντιπέραν τοῦ ποταμοῦ τοῦ λεγομένου Βαρδαρίου, καθὼς ὁ βασιλεὺς αὐτὸν διὰ γραμμάτων ἐδίδαξε, διανυκτερεύσειν ἐκεῖσε καὶ διαναπαῦσαι τὸν στρατὸν διεσκόπησεν. ὁ δὲ Βασιλάκης νυκτίλοχος γενέσθαι διασκεψάμενος, καὶ κατὰ κράτος τοὺς ἀντιτεταγμένους ἑλεῖν τῷ ἀπροσδοκήτῳ τῆς ἐν σκότει ἐπιφοιτήσεως, σκότος μᾶλλον ἑαυτῷ διηνεκὲς ἐπροοιμιάσατο. διαγνωσθείσης γὰρ τῆς ἐνέδρας αὐτῷ προεφυλάξαντο μὲν οἱ τῆς βασιλικῆς μοίρας στρατιῶται, τὴν τοῦ ἡγεμόνος παραγγελίαν τε καὶ ἐγρήγορσιν παραθαρρύνουσαν ἔχοντες· ἀποτυχὼν δὲ τῆς ἐπιβουλῆς ὁ ἀντάρ 300 της πολέμῳ χαλεπῷ περιέπεσε, καὶ κατὰ κράτος ἡττηθεὶς καὶ τῶν ἰδίων πλείστους ὅσους ἀποβαλών, καὶ μᾶλλον τῶν Φράγγων, καὶ αὐτὸς κατὰ πρόσωπον τῷ δουκὶ ἀντιταχθεὶς καὶ παρ' αὐτοῦ καταπονηθείς, εἰς τὴν τῆς Θεσσαλονίκης ἀκρόπολιν διαπέφευγεν, οἰόμενος τῷ τοῦ φρουρίου περιτειχίσματι κέρδος τι ἑαυτῷ περιποιήσασθαι καὶ ἀνάκτησιν. ὁ δὲ σεβαστὸς μηδὲν ὅλως μελλήσας τὴν ἅλωσιν τοῦ φρουρίου τοῖς ἀμφ' αὐτὸν προετρέψατο· οἱ δὲ προσβολὰς ἐνεργεῖς ποιησάμενοι, καὶ τοὺς ἔνδον Θεσσαλονίκης συμφρονήσαντας ἔχοντες, ταχὺ τούτου περιεγένοντο καὶ τῆς ἀκροπόλεως ἐκυρίευσαν. καὶ κατασχεθεὶς οὗτος καὶ σιδηροδέσμιος γεγονὼς καὶ τῷ τῶν τυράννων νόμῳ κατάκριτος, ἀπεστάλη τῷ βασιλεῖ διὰ τῶν δημοσίων ἵππων φερόμενος. τῆς δ' ἀγγελίας ταύτης προκαταλαβούσης τὰς βασιλικὰς ἀκοάς, πρόσταγμα γέγονε τὰς κόρας ἐκκεντηθῆναι τῶν ἀποστατικῶν ὀφθαλμῶν. καὶ τούτου γενομένου καθ' ἣν συνήντητο πάροδον, ἦλθε δι' ἁμάξης ἐλεεινὸς φόρτος καὶ δυστυχὲς καταγώγιον. αἱ δὲ τοῦ βασιλέως πρὸς τὸ θεῖον εὐχαριστίαι καὶ πρὸς τοὺς ὑπηκόους εὐεργεσίαι καὶ πανημέριοι φιλοτιμίαι τὸ ἀνένδοτον εἶχον ἀεὶ καὶ ὡς διὰ πρανοῦς διεχέοντο. Ἐν ᾧ δὲ τὰ στρατεύματα ἐν Θεσσαλονίκῃ διεκαρτέρουν, Σκύθαι τῆς ἐρημίας τούτων ὡς ἑρμαίου δραξάμενοι τῇ Ἀδριανουπόλει προσήγγισαν, καὶ τοῖς ἐκτὸς τοῦ τείχους οἰκήμασιν ἐπιρράξαντες, παραβοηθούντων αὐτοῖς καὶ ἀπὸ τοῦ μαχιμω 301 τάτου ἔθνους τῶν Κομάνων πολλῶν, πῦρ ταύταις ἐνῆκαν καὶ πυριφλέκτους πολλὰς ἀπέδειξαν, ὀργιζόμενοι τῷ Βρυεννίῳ ὅτι πρέσβεις αὐτῶν ἐπὶ τούτου παρὰ τῶν Ἀδριανουπολιτῶν ἀνῃρέθησαν. τοῦ δὲ στρατοῦ σπουδαίως καταλαμβάνοντος, δρασμὸν οἱ βάρβαροι ἔθεντο καὶ οὐκέτι τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἐπελθεῖν παρετόλμησαν. Ἐν δὲ τῷ ἔτει τούτῳ δουλικὴν ὡμολόγησε πίστιν τῷ βασιλεῖ ὁ κουροπαλάτης Φιλάρετος ὁ Βαχάμιος· οὗτος γὰρ ἐν τόποις, δυσβάτοις καὶ ὀρεινοῖς καὶ τῶν Τουρκικῶν παρόδων ἀπῳκισμένοις τὰς οἰκήσεις ποιούμενος τείχεσι πλείστοις τοὺς στενωποὺς περιέλαβε, καὶ κατοχυρώσας τὰς διεκβάσεις ἀνάλωτον τοῖς ἐκεῖσε χώραν ἀπὸ τῶν ἐναντίων εἰργάσατο, καὶ πλῆθος Ἀρμενίων καὶ ξυγκλύδων ἀνδρῶν συλλεξάμενος δύναμιν ἑαυτῷ περιμάχητον ἀπειργάσατο, καὶ τῷ προβεβασιλευκότι ἀκαταδούλωτος ἦν, καὶ κατ' ἐξουσίαν τὰ ἑαυτοῦ προμηθούμενος, καὶ πόλεις βασιλικὰς εἰς ἑαυτὸν οἰκειούμενος, καὶ εἰς μῆκος ἐξαίρων τὴν ἰδίαν κατάκτησιν. καὶ τότε μὲν οὕτως· τοῦ δὲ Βοτανειάτου τὴν αὐτοκράτορα περιεζωσμένον ἀρχὴν δοῦλος αὐτεπάγγελτος γέγονε καὶ ὑπηρέτης ἐν πᾶσι πειθήνιος καὶ πᾶν τὸ προσταττόμενον ἐπιμελῶς ἐργαζόμενος· καὶ λόγους διὰ γραφῆς δέδωκε τῆς προτέρας σκληρότητος, ὅτι γλίσχρως καὶ οὐ βασιλικῶς τὰ κατ' αὐτόν τε καὶ τοὺς ἄλλους ὁ προβεβασιλευκὼς μετεχειρίζετο πράγματα, ταῖς ὑποθημοσύναις τοῦ λογοθέτου καταδουλούμενος. 302 Τοῦ χρόνου δὲ προϊόντος, ἐπεὶ καὶ κατὰ τοῦ λεγομένου Λέκα τοῦ τοὺς Πατζινάκους ἐνσειόντος (Ῥωμαῖος γὰρ ὢν ἐξ ἐπιγαμβρείας αὐτοῖς ηὐτομόλησε) καὶ κατὰ τοῦ τὴν ἐν μεσημβρίᾳ διακυκῶντος Δοβρομηροῦ γῆν στρατιὰν ἐπαφεῖναι ὁ βασιλεὺς ἔμελλε, δείσαντες οὗτοι τὸ τοῦ βασιλέως εὐσθενὲς καὶ ἀπρόσμαχον καὶ τὴν ἐκ θεοῦ δεδομένην ἰσχὺν αὐτῷ, καὶ τοῖς τῶν ἄλλων σωφρονισθέντες κακοῖς, καὶ πρὸ τῆς... τῷ δουλικῷ ζυγῷ τοὺς αὐχένας ὑπέκλιναν, καὶ προσῆλθον ἱκέται τὴν σωτηρίαν ἑαυτῶν ἐξαιτούμενοι. ἀλλ' ὁ βασιλεὺς οὐ μόνον αὐτοῖς τὸ αἰτηθὲν ἐχαρίσατο, ἀλλὰ καὶ ἀξιώμασι περιλάμπροις καὶ δωρεαῖς οὔτι μεμπταῖς φιλοτιμησάμενος εὐχαρίστους καθάπαξ πεποίηκε, καὶ πίστιν αὐτοῖς καὶ δούλωσιν ἀθόλωτον ἐγκατέσπειρεν. Οἱ δὲ περὶ τὸν Ἴστρον Σκύθαι καὶ αὐτοὶ τῇ φήμῃ τῆς τοῦ βασιλέως εὐγενείας καὶ ἀνδρίας καὶ τῆς συστρεφομένης ἐπ' ἀμφότερα δεξιᾶς, δωρηματικῆς τε ὑπὲρ τῶν οἰκετῶν καὶ δορυβρέμονος κατὰ τῶν ἀντιθέτων ἐχθρῶν, εἰς διανοίας συνελθόντες εὐσχήμονας πρέσβεις ἀπέστειλαν εἰς αὐτόν, τὰ πιστὰ καὶ οὗτοι τῆς ἑαυτῶν ὑπακοῆς παρεχόμενοι. καὶ τὴν πληροφορίαν εἰσάγοντες οἱ πρέσβεις, καί τινας ἀποστάτας συνδυάσαι τοῖς Πατζινάκοις ἐπὶ τοῦ προβεβασιλευκότος διαγνωσθέντας ἐνώπιον αὐτοῦ δεινῶς κατῃκίσαντο, τὸ σχίσμα πάντως παραδεικνύοντες καὶ τὴν ἀπ' ἐκείνου προφανεστά 303 την ἀπόστασιν. ἔκτοτε τοίνυν οὐκέτι πρὸς ἐπιδρομὰς καὶ ἁρπαγὰς χωρῆσαι καί τι τῶν Ῥωμαϊκῶν παραβλάψαι χωρίων ἐτόλμησαν. Ἀλλ' ὅ με μικροῦ διέλαθεν ἄν, τοῦτο τῷ λόγῳ προσθήσω. ἄριστος ὢν ὁ βασιλεύς, εἴπερ τις ἕτερος, τύχας ἀνορθῶσαι καὶ παρηγορίαν ἐμποιῆσαι τῷ δυστυχήματι καὶ ἀδοξήσαντας ἀνθρώπους εἰς εὐδοξίαν συμφέρουσαν καὶ πρόσφορον τῇ καταστάσει τούτων ἀνενεγκεῖν, οὐδὲ τὸν καθαιρεθέντα καὶ ἀποκηρυχθέντα βασιλέα Μιχαὴλ εἰς ἀλαμπῆ τύχην καὶ ζοφερὰν καταλέλοιπεν, ἀλλὰ τῷ ἀρχιποίμενι Κωνσταντινουπόλεως συμβούλῳ χρησάμενος ἀνάγει τοῦτον ὡς προγενόμενον μοναχὸν εἰς ἀρχιερατικὴν ἀξίαν, καὶ τοῦ βήματος δείκνυσι, καὶ οὐκ εὐτελοῦς ἐκκλησίας τοῦτον πρόεδρον τίθησιν ἀλλὰ λαμπρᾶς καὶ περιφανοῦς, τῆς τῶν Ἐφεσίων μητροπόλεως ἀποδειχθῆναι παρασκευάσας αὐτὸν τοῦτον, καὶ τοῦ ἁγιωτάτου πατριάρχου Κοσμᾶ, γηραιοῦ καὶ προβεβηκότος ἀνδρὸς καὶ εἰς ἄκραν ἐληλακότος ἀρετὴν καὶ ὑπεραναβεβηκότος τὴν τῶν κάτω κειμένων ἔφεσιν, καὶ τῶν ὁσιωτάτων μητροπολιτῶν συνευδοκησάντων καὶ συμψηφισαμένων καὶ συλλειτουργησάντων αὐτῷ. ἐδόκει γὰρ ἡ ἀξία κατάλληλος τῇ φύσει τοῦ πρὶν βασιλεύσαντος διὰ τὸ προσὸν αὐτῷ ἀφελὲς καὶ ἀπείρατον τῶν βιωτικῶν καὶ πρὸς τὴν γνῶσιν τῶν βασιλικῶν πραγμάτων ἀδιεύθετον. 304 Οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν μητέρα τούτου πλέον ὁ Βοτανειάτης ἤπερ ἐκεῖνος ἐτίμησε καὶ ἐσέμνυνε, καὶ τὰ θυμήρη ταύτῃ ἀφθονώτερον ἀπειργάσατο. ἐκεῖνος γὰρ μοναχὸν ἀποδείξας ἐκ βασιλίσσης καὶ μελαμφοροῦσαν ἐκ πορφυρίδος καὶ περιχρύσου περιβολῆς, καὶ ἀειφυγίαν ταύτης κατέκρινε· καὶ ἦν ἔξω τῆς πόλεως τόπον ἐκ τόπου ἀμείβουσα μετὰ τῶν αὐταδέλφων αὐτοῦ, καὶ οὐδὲ συνεχώρει τὰς θηλείας, ὡραίας οὔσας πρὸς γάμον, ἐς ἀνδρὸς φοιτῆσαι νομίμου καὶ τὸ τῇ φύσει κεχρεωστημένον ἀφοσιώσασθαι. ὁ δὲ Βοτανειάτης ἐντὸς τῆς πόλεως συνοικεῖν μετὰ τῶν παίδων αὐτὴν συνεχώρησε, καὶ ἴσα καὶ μητέρα ἐτίμα, καὶ τοὺς παῖδας αὐτῆς ἐπιφανεστάτοις ἐλάμπρυνεν ἀξιώμασι, καὶ συνεχεῖς δωρεὰς αὐτῇ καὶ παντοίας εὐεργεσίας κατέπεμπε, καὶ τριῶν σεκρέτων καὶ τῶν ἄλλων χρηστῶν κυρίαν ταύτην ἀπέφηνε, καὶ πολυταλάντων εἰσόδων ἠξίωσεν. ἀλλὰ καὶ τὰς θυγατέρας αὐτῆς πρὸς γαμικὴν ὁμιλίαν ἐλθεῖν συνεχώρησε, καὶ τοῖς πρώτοις τῶν συγκλητικῶν τὸ κῆδος τούτων συμπλακῆναι κατένευσε. καὶ ὅλως χαρμονῆς καὶ θυμηδίας τὴν δυστυχοῦσαν ἐπὶ τοῦ βασιλεύσαντος παιδὸς καὶ θρηνοῦσαν ὁ ἀλλότριος καὶ ξένος τοῦ αἵματος αὐτῆς βασιλεὺς ἐνέπλησε, καὶ περίοπτον πλέον ἤπερ τὸ πρότερον ἔδειξεν. Ὃ δὲ τὴν τοῦ βασιλέως προαίρεσιν ὑπερτέραν ἀνθρωπίνης διανοίας ἐξέφαινε, τοῦτο δὴ καὶ ῥητέον. ὁ τοῦ προ 305 βεβασιλευκότος αὐτάδελφος ὁ Κωνστάντιος, ἀντίπαις ὢν ἔτι. τῆς βασιλευούσης πόλεως καὶ τῶν ἀνακτόρων παρὰ τοῦ συγγόνου ἀπείργετο καὶ πρὸς τὴν ἀντιπέραν ἠλαύνετο θάλασσαν. ὁ δὲ Βοτανειάτης, πατρὸς ἐπ' αὐτῷ σπλάγχνα καὶ διάθεσιν ἐνδεικνύμενος, καὶ τῶν ἀνακτόρων ἐντὸς εἰσεδέχετο καὶ σύνδειπνον ἐποιεῖτο, καὶ φθόνον ἐπ' αὐτῷ ἢ ὑποψίαν τινὰ λαμβάνειν οὐκ ἤθελεν· ὅθεν καὶ τῶν προσόντων αὐτῷ χρημάτων τε καὶ κτημάτων οὐδεμίαν περικοπὴν ἐποιήσατο. τοιοῦτος ἦν ὁ Βοτανειάτης, τὴν ψυχὴν καθαρὸς ὑπὲρ ἥλιον, καὶ τὴν γνώμην ἀπειρόκακον ἔχων καὶ πάσης ἐλευθέραν ὑπονοίας δεινῆς. ἀλλὰ καὶ ὥς, εἰ μή τις ἀνεξερεύνητος χάρις περιεῖπεν αὐτόν, οὐκ ἂν εἰς τοσοῦτον συμπαθείας ἐλήλυθεν ὡς καὶ προφανῆ ἀντίδικον καὶ πολέμιον, καὶ ὡς ἀκμὴν νεότητος ἐπιβεβηκότα, καὶ ἀτόπους ὁρμὰς καὶ ἀναπεμπαζόμενον τὴν πρὸς εὐδαιμονίαν τῆς βασιλείας καὶ τὸν καθαιρέτην τοῦ γένους αὐτῶν γενόμενον, προσοικειοῦσθαι καὶ παρίδου διδόναι συνιέναι αὐτῷ καὶ συνευωχεῖσθαι καὶ κοινωνεῖν αὐτῷ καὶ τοῖς βασιλείοις συναναμίγνυσθαι. ὁ δέ, τὴν βασιλέως εὐεργεσίαν κακοποιίαν ἐξ ἀχαριστίας ἡγούμενος, καὶ μηδ' εἰς νοῦν ἐμβαλὼν ὅτι ἐξὸν ὂν τῷ βασιλεῖ καὶ ὀφειλόμενον πάντως ἄρδην ἀπολέσαι τοῦτον καὶ ὡς ἐχθρὸν καὶ ἀντίδικον, οὐδὲν τοιοῦτον διενοήσατο, καὶ ἄνετον αὐτῷ τὴν ζωὴν καὶ τὴν διαγωγὴν εὐδαίμονα καὶ πλουσίαν ὡς τὸ πρὶν καταλέλοιπεν, ἰοβόλον εἶχε τὸν ἔνδον ἄνθρωπον, καὶ κότον ἔτρεφε κατὰ τοῦ 306 φιλανθρώπως καὶ κηδεμονικῶς αὐτὸν περιποιουμένου. καὶ τρέφων αὐτὸν μὲν κατὰ τὸ βεβουλευμένον οὐκ ἔβλαψε, κόσμῳ δὲ παντὶ τὴν λύμην ἐπήνεγκε, καὶ αὐτὸς τὰ τῶν ἀχαρίστων, εἰ καὶ πραότερον διὰ τὴν τοῦ βασιλέως ἐπιείκειαν, πέπονθε. καὶ ὅπως, τῷ λόγῳ διαληψόμεθα. Ἐπείπερ ὁ βασιλεὺς τοιούτοις ἀγωνίσμασι καὶ τροπαίοις τὰ τῆς ἑσπέρας καλῶς διατέθεικεν, ἐνόσει δὲ τὰ τῆς ἑώας καὶ ταῖς Τούρκων ἐπιδρομαῖς καὶ τῇ συνθήκῃ τῶν κοινωνησάντων Ῥωμαίων αὐτοῖς καὶ κατὰ τῶν ὁμογενῶν ἐπανισταμένων, ἐστήριξε τὸ πρόσωπον καὶ πρὸς τὴν τῶν ἐκεῖσε κατάστασιν, καὶ σκεψάμενος Ῥωμαϊκὰς δυνάμεις διαπεραιῶσαι πρὸς τὴν Ἀσίαν, φιλοτίμοις μὲν δωρεαῖς καὶ ὀψωνίοις τὰ συνήθη πολλῷ τῷ περιόντι νικῶσι πολλοὺς τῶν στρατιωτῶν φιλοτιμησάμενος καὶ ὁπλίσας εἰς τὴν κατὰ Βιθυνίαν ἐξέπεμψε Νίκαιαν. ἐπεὶ δ' ἐκεῖνοι πρὸς τὰ ἐνδότερα τῆς ἀνατολῆς ἐπιστρατεύειν οὐκ εἶχον εὐθαρσῶς ὡς πλείονος τάχα παρασκευῆς ἐπιζητουμένης τοῖς πράγμασι, μετεπέμψατο καὶ ἑτέρους στρατιώτας ὁ βασιλεύς, οὓς ἀθανάτους ἐκάλουν, πλῆθος μὲν ὄντας οὐκ εὐαρίθμητον, καὶ τόξον εὖ ἠσκημένους, καὶ τἆλλα πολεμικὰ διὰ πείρας ἔχειν ἐκ τῆς συνεχοῦς γυμνασίας ὑπειλημμένους· ἀταξίᾳ δὲ καὶ ἀπιστίᾳ δουλεύοντας τούτους φιλανθρώποις ὁμιλίαις καὶ παραγγελίαις ὁ βασιλεύς, μᾶλλον δὲ δωρηματικαῖς εὐποιίαις πρὸς τὸ ἐρρωμενέ 307 στερον καὶ ἰσχυρότερον καταστῆσαι σπουδάσας εἰς Χρυσόπολιν διαπορθμευθῆναι πεποίηκε. καὶ ἦν ἐλπὶς ἑνωθῆναι τούτους μετὰ τῶν προηγησαμένων στρατιωτῶν, καὶ εἰς πλῆθος ἀρθῆναι μέγα, καὶ τῶν Τούρκων τὴν ἑώαν ἐλευθερῶσαι, καὶ τοὺς ταραττομένους ὑποκλινεῖς ποιῆσαι καὶ πρὸς ὑπακοὴν μεθαρμόσασθαι, καὶ καταστῆσαι τοῖς ἐκ τοῦ βασιλέως ἡγεμονικοῖς καὶ μεγαλόφροσι στρατηγήμασι τὸ τηλικοῦτον μέρος τῆς οἰκουμένης καὶ εἰς γαλήνην καὶ νηνεμίαν περιστῆσαι καὶ ἄνεσιν. ὁ δὲ Κωνστάντιος ἐναντία τούτων πάντων φρονήσας καὶ διανοησάμενος, καὶ μηδὲ τὴν θείαν δίκην εὐλαβηθεὶς εἰ τοσούτων κακῶν τῷ τε κόσμῳ καὶ αὐτῷ βασιλεῖ καὶ τοῖς καλῶς βασιλευομένοις πρόξενος γένηται, καὶ μηδὲ τὴν ἀποτυχίαν ὑποπτήξας τοῦ ἐγχειρήματος, νεωτερίζει κατὰ τοῦ βασιλέως, καὶ τῆς κακίστης ἀποστασίας τοῖς στρατιώταις, ὦ τῆς ἀποπληξίας καὶ τοῦ ἀνοσιουργήματος, μεταδίδωσι. πρότερον γὰρ συμβούλοις τοῖς πονηροτάτοις ἐκ τούτων καὶ δήμου ἀνάπταις χρησάμενος, ὕστερον ἀφίσταται πρὸς αὐτοὺς ἐν Χρυσοπόλει τὴν παρεμβολὴν ἔχοντας, καὶ τὸ πλῆθος ἐνσείσας βασιλέα τοῦτον ἀναγορεῦσαι δι' ἀποστατικῆς μεθοδείας περιεργάζεται, τοῦ λοιποῦ στίφους τῶν μὴ συγκοινωνησάντων αὐτῷ τῆς ἀθέσμου βουλῆς τῷ παραδόξῳ τῆς ἀκοῆς διαπορηθέντος καὶ ἀμφιβόλου γενομένου. καὶ μήτε τοῦ δεδομένου τοῦτοις ἀρχηγοῦ παρατυχόντος ἐκεῖσε διὰ τὸ τῇ βασιλευούσῃ ἔτι ἐπιδημεῖν, στάσις ἐμφύλιος γέγονε, καὶ ἤρξατο ἀπὸ τρίτης φυλα 308 κῆς τῆς νυκτὸς ἕως μεσημβρίας αὐτῆς. εἶτα συμφρονησάντων τοῖς ἀποστάταις, βίᾳ καὶ οὐ πειθοῖ, τῶν ἀντιδοξούντων τὸ πρότερον, ἔπαθε μὲν οὐδεὶς τῶν ἐν τῇ βασιλευούσῃ καὶ τὴν ψυχὴν κατεσείσθη. δημοτικὴν δὲ φλυαρίαν καὶ μειρακιῶδες ἄθυρμα λογισαμένου τοῦ βασιλέως τὸ γεγονός, συνήχθη πᾶσα ἡ γερουσία καὶ τῆς συγκλήτου βουλῆς τὸ ἔκκριτον, τὴν πίστιν αὐτῶν ἐπιβεβαιοῦντες τῷ βασιλεῖ καὶ πληροφοροῦντες μέχρις ὀστέων καὶ μυελῶν κινδυνεύσειν ὑπὲρ αὐτοῦ καὶ πανδημεὶ τοὺς ἀλιτηρίοις καταγωνίσασθαι. συνήχθησαν δὲ καὶ οἱ τὴν στρατεύσιμον ἡλικίαν ἔχοντες, καὶ ὅσοι τῆς βασιλικῆς δορυφορίας, ἀκατάπληκτον ἔχοντες τὴν ὁρμήν, καὶ προκινδυνεῦσαι τοῦ φιλανθρώπου βασιλέως καὶ φιλοικτίρμονος προθυμούμενοι. ὃ δὲ τὴν ἁπάντων ἐπαινέσας προαίρεσιν, καὶ γνοὺς οἵαν εὐγνωμοσύνην ἔχει πρὸς αὐτὸν τὸ ὑπήκοον (τούτου γὰρ χάριν οἴομαι τὸν τάραχον τουτονὶ παρατολμηθῆναι, ἵνα φανερὸν τὸ παριστάμενον πᾶσι γένηται), ναυσὶ μὲν πολεμικαῖς τὸν τούτου πορθμὸν κατωχύρωσε, μείζονι δὲ παρασκευῇ τὰ κατὰ τῶν ἀποστατῶν ἐξαρτύων ὅμως καί τινας ἀπέστειλε πρὸς αὐτούς, πυνθανομένους τί βούλεται τούτοις τὸ στασιῶδες τουτὶ καὶ ἀπώμοτον. οἱ δὲ τὴν ἄστατον παροινίαν αὐτῶν καὶ ἀδόκιμον γλωσσαλγίαν καὶ παρακεκινδυνευμένην ἀπόνοιαν ὁμολογήσαντες, συγγνώμην τε ᾔτουν λαβεῖν καὶ τῶν πεπλημμελημένων συγχώρησιν, καὶ τῆς συμπαθείας ταύτης ἐνέχυρον τὴν εἰς τοὐπίσω περαίωσιν ἐπεζήτησαν, καὶ οὕτως αὐτὸν τὸν πρωταίτιον τῆς κοσμικῆς κακοπαθείας πα 309 ραδοῦναι κατέθεντο. παριδὼν οὖν ὁ βασιλεὺς τὴν τῶν ἐσφαλμένων αὐτοῖς κακοήθειαν, τῶν ἐγκλημάτων τούτους διὰ πλήθους ἐλέους ἀπέλουσε. καὶ χειρωσάμενος τὸν ἀλάστορα, δημίων αὐτὸν χερσὶν οὐ παρέδοτο, καὶ πάσης σωματικῆς τιμωρίας ἀλλότριον διετήρησε, δικαίων δὲ ἀνδρῶν χεῖρες αὐτὸν εἰσδεξάμεναι τῆς κοσμικῆς ἰλύος ἐλευθεροῦσι δι' ἀποκάρσεως. μεταταξάμενος δὲ πρὸς τὸν μοναδικὸν βίον καὶ φυγῇ ἐζημιώθη, νησιώτης γενόμενος, καὶ μαθὼν ὅσον κακόν ἐστι τὸ πρὸς τοὺς εὐεργέτας ἢ συμπαθοῦντας ἀγνωμονεῖν. Οὗτος ἐκ πολλῶν καὶ μεγάλων ἕτερος ἆθλος τῷ βασιλεῖ, κατὰ πάρεργον ἀνυσθείς. καὶ τὸ μὲν ἔργον τοῦτο τοιοῦτον, καὶ ὅσον ἀνήκει πρὸς αὐτὸν βασιλέα, οὐδὲν παρεσίνατο, τὴν δ' ἑώαν πᾶσαν μεγάλης κακίας καὶ λώβης ἐπλήρωσεν. ὡς γὰρ ὕποπτοι κατεφάνησαν οἱ πρὸς ἐκστρατείαν ἀποστελλόμενοι, καὶ νεωτέρων πραγμάτων ἐφίεσθαι κατεγνώσθησαν, καὶ παρὰ τοῦτο μηδὲ τάξεις καὶ λόχους φυλάττειν καὶ νόμους στρατευμάτων ὑπενοήθησαν, καὶ τῇ ἑσπέρᾳ πάλιν γεγόνασι μεταπόμπιμοι, μεμενήκασιν οἱ ἐχθροὶ τὰ φίλα ἑαυτοῖς κατὰ Χριστιανῶν ἐργαζόμενοι, καὶ παρακινοῦντες πλέον ἢ πρότερον τὴν ὀργήν, καὶ πολιορκοῦντες τὰ φρούρια, καὶ πάνδεινα κακὰ τοῖς ἐμπίπτουσιν ἐργαζόμενοι. τί τούτου γένοιτ' ἂν σχετλιώτερον καὶ παρανομώτερον, ὅταν τοῖς ἐχθροῖς τοσαύτην ῥοπὴν ὁ τοῦ βασιλέως ἀντίρροπος δέδωκε καὶ τηλικοῦτον κυ 310 κεῶνα τῇ Ῥωμαίων ἀρχῇ συνεκέρασε. δέδεικται γὰρ ἐκ τούτων ὅτι τῶν προτέρων τοῦ γένους αὐτοῦ δυστήνων κατορθωμάτων καὶ τῆς κοσμικῆς καταλύσεως τοῦτο κορωνὶς κατέστη καὶ τέλος ἀπαίσιον καὶ τελευταία πληγὴ καὶ τῆς ἑώας ἐρήμωσις. Ἀλλ' ὁ μὲν οὕτως καὶ πεποιηκὼς καὶ παθὼν ὄνειδον ἑαυτῷ καὶ ἁμαρτάδα δεινὴν περιήνεγκεν· ἄρτι δὲ τοῦ ὀκτωβρίου μηνὸς τῆς τρίτης ἰνδικτιῶνος ἐνισταμένου, κεραυνὸς ἐπισκήψας ἐν τῷ μεγάλῳ κίονι τοῦ Κωνσταντινιακοῦ φόρου, οὗ κατὰ κεφαλὴν ἀφίδρυμα μέγιστον χαλκοῦ πεποιημένον, ἀνήλιος δὲ λεγόμενον, ἵδρυται, μέρος μέν τι τοῦ κίονος ἐν τῇ ἀκρότητι τῆς κεφαλίδος διέτεμε, ζωστῆρας δὲ τούτου τρεῖς, σιδηροῦς μὲν τὰ ἔνδον, χαλκῷ δὲ περιειλημμένους ἔξωθεν, κατέρραξε καὶ διέκοψεν, ἀνθρώπων δὲ οὐδένα οὐδὲ τῶν ἀλόγων ζώων ἐλωβήσατό τι. οὐδέ τι ἴχνος καπνὸν τεκμαιρόμενον τὸν κίονα ὕβρισεν, ἀλλ' ἡ τοῦ κεραυνοῦ σφοδρότης ὥσπερ τις ἀνεμιαία τὴν φύσιν τυγχάνουσα, τὴν δ' ἰσχὺν δυσπαράδεκτος, οὕτως ἀνυβρίστως τὸ τηλικοῦτον ἔργον καὶ τὴν τοῦ σιδήρου καὶ χαλκοῦ στερρότητα ὡς τὸ λάχανον ἐξεθέρισε. καὶ τὰς αἰτίας τῶν κεραυνῶν ἄλλοι μὲν ἄλλας ἐδίδουν, ἕτεροι δὲ ἀνομοίας. οἱ μὲν γὰρ μαθηματικοὶ ποτάμιον εἶναι τοῦτο πῦρ ἐκ φυσιολογίας ἐφθέγγοντο, τῇ τῶν νεφῶν συγκρούσει καὶ διαρρήξει γεννώμενον· λεπτομερὲς δ' ἐς ἄγαν, καὶ τοῖς ἀντιτύποις μᾶλ 311 λον τῇ ἀρρήτῳ φορᾷ καὶ ἐκτινάξει προσαρασσόμενον, τὴν ῥῆξιν βιαίαν καὶ ἀπότομον ἐμποιεῖν. τοσαύτην δ' εἶναι τῷ κεραυνίῳ πυρὶ τὴν φυσικήν φασι λεπτομέρειαν ὡς μηδὲ δύνασθαι καταβλάπτειν τὸ μανὸν ἢ ὁπωσδήποτε οὖν πόρους ἔχον σῶμα ἢ βραχείας ὀπάς, ὁποῖά εἰσι τά τε τῶν ὑφασμάτων πέπλα καὶ ὅσα τοιαῦτα· καὶ τοσοῦτον ὅτι, κἂν τύχῃ λινοῦς ἀπόδεσμος ἢ βαμβύκινος ἢ ἑτέρας ὕλης ἐξυφασμένον κράσπεδον ἀπόδεσμον ἔχον χρυσίου, ἐμπέσῃ δὲ κεραυνὸς εἰς αὐτό, τὸ μὲν χρυσίον ἀλλοιοῖ καὶ ὡς ἐν χωνείᾳ φλογὸς ἕνα βῶλον ποιεῖ, τὸ δὲ τοῦ ὑφάσματος σωμάτιον ἀβλαβὲς καταλιμπάνει. καὶ ἐπὶ τοῦ ἀνθρώπου δὲ ὡσαύτως· διὰ γὰρ τῶν ἀδήλων πόρων τοῦ σώματος αὐτοῦ εἰσερχόμενον τὰ μὲν ἔνδον αὐτοῦ ὡς ὑλικώτερα καὶ πόρους μὴ ἔχοντα κατανέμεται, τὸ δ' ἔξωθεν σῶμα πολλάκις οὐ καταφλέγει, καὶ εὑρίσκεται κοῦφον τῶν ἐντοσθίων σπλάγχνων καθάπαξ λειπόμενον. οἱ δὲ ἰδιῶται μέγιστον ἑρπετὸν δρακοντῶδες ἀντέλεγον τὴν αἰτίαν τῶν τοιούτων εἰσάγειν παθῶν, ἁρπαζόμενον μὲν ὑπὸ ἀοράτου τινὸς δυνάμεως, ὄνυξι δὲ καὶ δυνάμει τῆς ἐν αὐτῷ τραχύτητος καὶ τῶν ἑλιγμῶν τὰ προστυχόντα διαρρηγνύειν, ὅπου δηλαδὴ τύχῃ τὰς ἀντιπτώσεις καὶ ἀντισπάσεις αὐτοῦ προσερείδειν καὶ ἀντιβαίνειν τοῖς ἕλκουσι. Καὶ τὸ μὲν ἐκ τοῦ ἀέρος δεῖγμα τοιοῦτον καὶ τοσοῦτον τοῖς φιλοπράγμοσιν ἐμποιοῦν. ὁ δὲ βασιλεὺς τῶν προτέρων 312 ἐχόμενος, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς καθολικοῖς πράγμασιν ἐπαγρυπνῶν, καὶ δικῶν ἀκροατὴς ἐν ταῖς ἀνέσεσι καθιστάμενος καὶ κρίνων ὀρφανὸν καὶ δικαιῶν χήραν κατὰ τὸ θεῖον λόγιον, καὶ παντοδαπαῖς ἐπιδόσεσι χαρισμάτων καὶ τιμῶν καταγεραίρων διὰ παντὸς τὸ ὑπήκοον, οὐδὲ τὸν νυκτερινὸν χρόνον ἔξω τῶν ἑαυτοῦ σπουδασμάτων ἐτίθετο, ἀλλὰ τοῖς βιβλίοις καὶ ταῖς ἀναγνώσεσιν ἐπιδιδοὺς ἑαυτὸν πολυΐστορα καὶ μεμυημένον τὰ θεῖα περιίστα καὶ τὰ ἀνθρώπινα. ἐμέλησε δ' αὐτῷ καὶ νομικῶν διαταγμάτων, καὶ διορθώσεως τῶν ἀμφισβητουμένων δογμάτων, καὶ καταστολῆς τῶν τικτομένων ἐξ αὐτῶν κυδοιμῶν. διὸ καὶ τοῦ περὶ τῶν μαινομένων συνοίκων κεφαλαίου διακλονηθέντος ποτὲ θεραπείαν ἀκριβεστάτην τῇ ἀμφισβητήσει κηδεμονικῶς ἐπεζήτησε. καὶ εὑρὼν ὅτι ὁ ἐν ἀοιδίμῳ τῇ λήξει βασιλεὺς κῦρις Λέων ἔγραψε μὲν νεαρὰν περὶ τούτων, συνεχώσθη δὲ τῷ χρόνῳ καὶ ἄπρακτος ἔμεινεν, ἀνήγειρε ταύτην πεσοῦσαν καὶ τὸ κράτος ἐπεψηφίσατο, κάλλιστα προθεὶς τὰς αἰτίας, καὶ πρὸς τὸ μεγαλοπρεπές τε καὶ δικαιότερον ἐξ ἀφορμῶν εὐλόγων περικαλλύνας τὸ θέσπισμα, ὅρους τε τάξας τῆς μανίας καὶ τρόπους καὶ χρόνους ὑπομονῆς, καὶ τηνικαῦτα τὸ διαζύγιον προτρεψάμενος ὅταν θηριωδῶς ἡ νόσος ἐκμαίνηται καὶ τῷ συνοικοῦντι καθορᾶται ἀφόρητος, καὶ ὁ χρόνος τὴν ἐλπίδα τῆς θεραπείας ἀπείπῃ, καὶ τὸ δεινὸν ὑπεραίρηται.

Intertext edge

Open linked passage

Note