Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates">
—
⋯
Original / primary: Pg Scrape Grc
313.1
Φιλάνθρωπος δὲ ὢν εἰς τὸ ἄγαν ὁ βασιλεὺς καὶ νόμον ἕτερον ἀνεζώωσε θανόντα κἀκεῖνον, καὶ θάνατον πολλοῖς ἐκ τῆς θνητότητος ἀπότομον καὶ ἀμεταμέλητον παρεισάξαντα. τίς δὲ οὗτος, ὁ λόγος δηλώσει προϊών. ὁ ἐν βασιλεῦσιν ἀοίδιμος Θεοδόσιος στασιασάντων ποτὲ τινῶν κατ' αὐτοῦ, μεγάλῳ θυμῷ καταφλεχθεὶς τὴν ψυχήν, θάνατον τούτων ἀνυπερθέτως κατεψηφίσατο. εἰς ἑαυτὸν δὲ γενόμενος, μᾶλλον δὲ καὶ παρά του τῶν θεοφόρων ἀνδρῶν μετὰ παρρησίας ἀπελεγχθεὶς καὶ ὡς μιαιφόνος τῶν ἐκκλησιαστικῶν περιβόλων ἀποκλεισθείς, μετάμελον ἔθρεψε, καὶ τὸν ἐλέγχοντα δι' αἰδοῦς ποιησάμενος καὶ ἀγαπήσας αὐτὸν ὡς σοφός, εἴπερ ἀληθὲς τὸ" ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε", γόνυ τούτῳ ἔκλινε, καὶ συγγνώμην μετὰ πολλῆς οἰμωγῆς καὶ συντριβῆς ᾔτησε. καὶ τῶν πεπλημμελημένων ἀξίαν ποιησάμενος τὴν μετάνοιαν, καὶ πλέον ἤπερ ἐχρῆν ἰδιώτῃ ταπεινωθείς, συμπάθειαν ἔλαβε παρὰ τοῦ ἀνδρὸς (ἦν δὲ οὗτος ὁ μέγας Ἀμβρόσιος ὁ τῶν Μεδιολάνων ἐπίσκοπος), καὶ τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς κοινωνίας εἷς γενέσθαι παρ' αὐτοῦ κατηξίωται. ἔκτοτε οὖν τὸ ἀπηνὲς καὶ ἀπότομον καὶ ἄχρονον τῆς τιμωρίας κινδυνῶδες καὶ ἀπάνθρωπον λογισάμενος, χρόνον ὡρίσατο τὴν ἀναβολὴν τῆς τιμωρίας παρέχοντα, θεσπίσας μὴ πρὶν δι' αἵματος κολάζεσθαι ἄνθρωπον ἢ τριάκοντα ἡμερῶν παρῳχηκέναι διάστημα μετὰ τὴν κατ' αὐτοῦ τελευταίαν ἀπόφασιν. ἔκτοτε δὲ ὁ χρόνος 314 ἀπήμβλυνε καὶ καθύβρισε τὸ φιλάνθρωπον τουτὶ νομοθέτημα, καὶ εἴτε ὡς τοῖς βασιλεῦσιν ἀγνοούμενον εἴτε μὴν ὡς καταφρονούμενον ἀπαρρησίαστον ἔμεινε, καὶ ἡ καταδίκη τοὺς δειλαίους κατακρίτους εὐθέως ἀνήρπαζε, καὶ ταχεῖαν αὐτοῖς τὴν πληγὴν ἐσχεδίαζεν. ὁ δὲ φιλανθρωπότατος οὑτοσὶ βασιλεὺς ἀφορμὰς φιλανθρωπίας εὑρίσκειν βουλόμενος καὶ τῷ ἐλέῳ τὸν ἔλεον ἀντικαταλλάττεσθαι, οὐχ ἑαυτῷ μόνῳ παρεφυλάξατο τὴν τῆς νομοθεσίας ταύτης ὑπόθεσιν καὶ τὴν ἀναβολὴν εἰς ἑαυτὸν ἀπεκρύψατο, τὸ φιλάνθρωπον οὐ κοινὸν ἀλλ' ἴδιον ποιησάμενος διὰ φιλαυτίας ἐπίδειξιν, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα βασιλεῦσι τηρεῖσθαι τοῦτο θερμότατα βουλευσάμενος καὶ εἰς πάντας χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεύειν φιλοτιμούμενος. καὶ νεαρὰν προδήλως ἐξέθετο κυροῦσαν μὲν τὸν τοῦ μεγάλου Θεοδοσίου νόμον εἰς τὸ διηνεκές, ἀναιροῦσαν δὲ τὸ τοῦ θυμοῦ ἀκαμπὲς καὶ ἀμείλικτον διὰ τοῦ μὴ ταχέως τὰς δι' αἵματος ψηφηφορίας εἰς ἔργον ἀποβαίνειν στυγνότητος· καὶ τοῖς μετὰ ταῦτα βασιλεῦσιν ἀγαθὸν ἐπαφῆκεν ἐφόδιον πρὸς τὴν αὐτῶν ἐξιλέωσιν καὶ τὴν τοῦ ἐπουρανίου βασιλέως θεραπείαν καὶ εὐαρέστησιν. καὶ ἀνέγνω τὸν νόμον ἐπὶ τῆς συγκλήτου βουλῆς, καὶ σύμψηφον ἔσχε ταύτην καὶ λίαν εὐάρεστον· ἔγνω γὰρ, φρονήσει διαφέρων καὶ θεοειδεῖ ἀγαθότητι, ὡς ἡ ἀκμὴ τοῦ θυμοῦ, πυρὸς δίκην τὴν καρδίαν αὐτὴν κατανεμομένη, πάντων ἀφειδεῖν ἐκβιάζεται καὶ σαρκῶν ἀνθρωπίνων καταμασᾶσθαι καὶ ποταμοὺς αἱμάτων ὑπερπηδᾶν, 315 ἢ καὶ προσεπιγάννυσθαι τοῖς οὕτω δρωμένοις ἀσυμπαθῶς. ὄρεξις γάρ ἐστιν ἀντιλυπήσεως ὁ θυμός· ἡ δὲ ὄρεξις δυσχερῶς ἐκ τοῦ προχείρου κατακοιμίζεται. διὰ τοῦτο καὶ τῷ τῆς ὀργῆς ἀκράτῳ χαλιναγωγίαν ὁ σοφὸς αὐτοκράτωρ τόνδε τὸν νόμον τιθέμενος, τὴν τῆς τιμωρίας ἀνεβάλετο ἔκβασιν, ἕως ἂν ὁ θυμὸς τῷ βασιλεύοντι πεπανθῇ, τριακονθημέρον προβαίνοντος διαστήματος· καὶ τηνικαῦτα, εἰ μὲν ἔλεος αὐτῷ ἢ μετάμελος εἰσέλθῃ τοῦ τὴν κεφαλικὴν δεξαμένου ἀπόφασιν, εἶναι τοῦτο θεοῦ καὶ μένειν τὸν ἄνθρωπον ἀθιγῆ, ἴσως δὲ καὶ ἀθῶον ποθεν εὑρισκόμενον· εἰ δ' οὖν, τότε πεπληροφορημένον εἶναι τὸ πρᾶγμα, ὡς ἐπεί περ οὐδέν τι κατεδυσώπησεν ὁ χρόνος τὸν ἀνάκτορα, καὶ θεὸς εἰς τὸ πάθος αὐτοῦ συμψηφίζεται. εἰ γὰρ ἐν τῷ παφλάζοντι τῆς ὀργῆς δέξεται μὲν ἄνθρωπος θανατηφόρον πληγὴν ἢ χειρὸς ἐκτομὴν ἢ ὀφθαλμῶν ἐκκοπήν, ἀνεθεὶς δὲ τῆς ὀργῆς ὕστερον ὁ κρατῶν μετάμελον ἕληται καὶ τὴν ἀπόφασιν ἀνακαλέσασθαι βουληθῇ, τίς ἡ τοῦ μεταμέλου ὠφέλεια; τίνες δ' ἐριννύες μεταμελητὶ καὶ τὸν κολαστὴν οὐκ ἐλάσουσι; ποία δὲ καὶ τὸν παθόντα λύπη οὐ διαδέξεται, ὅτι πρὸς τὴν ἀνάκλησιν ἀπερράπισται; ταῦτα οὖν ὁ βασιλεὺς μεγαλοφρόνως κατασκεψάμενος καὶ προσθήκην ἰδίαν τῇ νεαρᾷ ταύτῃ προσανεμάξατο, συντάξας ἐν αὐτῇ ἵνα μετὰ τὴν τριακονθήμερον ὑπομιμνήσκηται πάλιν ὁ βασιλεύς, καὶ οὕτω τὸ πέρας ἀποτελῆται ἢ συγχωρῆται τῆς ἀποφάσεως. 316 Ἐπεὶ δὲ τῆς σωματικῆς τιμωρίας ἐποιήσατο πρόνοιαν δεδωκὼς καιρὸν ὀργῇ, καὶ φιλανθρωπίαν συγκεράσας τοῖς ἀνθρωπίνοις κακοῖς, ἀπεῖδε καὶ πρὸς τὴν ἐπεισκωμάσασαν λύμην οὐ πρὸ πολλῶν τούτων ἐνιαυτῶν, καὶ διαφθείρουσαν τὴν τάξιν τῆς τῶν ὑπηκόων πίστεως, καὶ σύγχυσιν αὐτῇ παρενείρουσαν, καὶ τὴν βασιλικὴν ὑπηρεσίαν εἰς ἀπορίαν καὶ φροντίδα χαλεπὴν περιβάλλουσαν. καὶ γὰρ ἔργοις αὐτοῖς μεμαθηκὼς ὡς τῇ κοινῇ φύσει τοῦ κατὰ καιρὸν βασιλέως δουλεύοντος καὶ τῷ τοῦ μεγάλου βασιλέως καὶ δημιουργοῦ τῶν ἁπάντων προστάγματι τῶν ἐνθένδε μεθισταμένου, ἀνθ' ὧν ὤφειλεν ὁ μετ' αὐτὸν βασιλεὺς τοὺς εὐαρεστήσαντας ἐκείνῳ μέχρι παντός, καὶ τὴν εὐγνωμοσύνην τῆς δουλείας ἐνδειξαμένους καὶ τὸ τῆς παραστάσεως ἀκλινές, καὶ τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸν τῆς νυκτὸς ἀνατλήσαντας ταῖς παννύχοις καὶ πανημερίοις φροντίσι, τῆς προσηκούσης κηδεμονίας καὶ προσπαθείας καταξιοῦν, καὶ ὡς ἀγαθοὺς δούλους καὶ πιστοὺς εὐποιεῖν, καὶ τὴν φλόγα τῆς τοῦ δεσπότου στερήσεως βασιλικοῖς καταψύχειν φιλοτιμήμασι, καὶ τὸν θρῆνον αὐτῶν μεταποιεῖν εἰς τὸ χαριέστερον, βαρὺς μᾶλλον αὐτοῖς ἀναφαίνεται, καὶ ταῖς οὐσίαις αὐτῶν πολλοῖς ἱδρῶσι καὶ πόνοις ἐπικτηθείσαις ἐπιβουλεύει φιλοκερδῶς, καί που καί τινας τούτων ὑπερορίους ποιεῖ, μὴ τὰ ἐν ποσὶ καθορῶν, καὶ τὸ παράδειγμα δεδιὼς ὡς καὶ εἰς αὐτόν, μᾶλλον δὲ τοὺς ὑπ' αὐτὸν, 317 ἀναφερόμενον ἄντικρυς, τοῦτο διοπτικῶς ἐπιγνοὺς σπουδὴν ἐποιήσατο τὴν νόσον ταύτην ὡς εἰς δεινὴν ἐλαύνουσαν χαλεπότητα στῆσαι, καὶ νόμον ἀντιστῆσαι ταύτῃ, τοῖς οὑτωσὶ πάσχουσι βοηθὸν καὶ συλλήπτορα, καὶ τοῖς βασιλικοῖς ὑπηρέταις καὶ αὐτοῖς βασιλεῦσιν εἰσάγοντα τὴν χάριν δικαίαν καὶ ἔννομον, καὶ φροντίδος τοιαύτης αὐτοὺς ἀπαλλάττουσαν, καὶ τὴν εὐγνωμοσύνην καὶ θεραπείαν περιποιοῦσαν ἀπόρθητον τῷ θάρρει τοῦ φυλάττεσθαι τοὺς τοῦ βασιλέως θεραπευτὰς καὶ μετὰ τελευτὴν αὐτοῦ πάσης δεισιδαιμονίας ἀθιγεῖς καὶ κακοποιίας. ὅθεν πανταχόθεν τῷ πάθει τούτῳ θεραπείαν θηρώμενος, νεαρὰν νομοθεσίαν ἐκτίθησι πρόρριζον ἐκτέμνουσαν τὸ κακοθελὲς τοῦτο καὶ παρανομώτατον ἐπιχείρημα, φάμενος ὅτι πάντων ἀτοπώτατόν ἐστιν ἵν' οἱ μὲν δουλεύοντες ἰδιῶται, ἀγροίκοις δηλονότι καὶ πολίταις καὶ ἄρχουσι, μετὰ τελευτὴν αὐτῶν λεγάτοις τιμῶνται καὶ φιδικομίσσοις καὶ πρεσβείοις, ἔνιοι δὲ καὶ κληρονομίαις, καὶ μετὰ τῆς τούτων προσθήκης ἔχωσι καὶ τὰς ἰδίας κτήσεις ἀνωτέρας παντὸς ζητήματος καὶ προβλήματος, οἱ δὲ τῶν βασιλέων θεραπευταί, οἷς μείζων ὁ κάματος καὶ τὸ αὐτοκρατορικὸν δέος διηνεκῶς περιγίνεται, πρὸς τῷ καὶ τοιαύτης ἐπιτελευτίου φιλοτιμίας καὶ τῶν οἰκείων ἀποστερῶνται παρὰ τῶν μετέπειτα βασιλέων καὶ τῶν τούτοις παρατυχόντων ὑπηρετῶν, καὶ ὡς κακοῦργοι καὶ προσάντεις οἱ καλῶς διακονήσαντες ἀπελαύνωνται οἰκιῶν 318 τε καὶ πόλεων. διὰ ταῦτά τοι καὶ νόμον περὶ αὐτῶν ἀνεγράψατο τὴν τοιαύτην πλεονεξίαν καὶ δεινοπραξίαν διακωλύοντα, ὡς εἰς πάντας τοὺς βασιλικοὺς ἀνθρώπους ὑφέρπουσαν καὶ τοῖς βασιλεῦσι τὴν δουλείαν ἀποστεροῦσαν τῶν πλείστων καὶ ἀγαθῶν ἀνδρῶν φόβῳ τῆς πικρᾶς καὶ βιαστικῆς ἐπιθέσεως ταύτης. καὶ μηδένα τούτων ὁ θειότατος οὗτος βασιλεὺς ἐδογμάτισε καὶ ἐθέσπισεν εἴτε οὐσίας ἀφαίρεσιν εἴτε ἐναλλαγὴν καταστάσεως εἴτ' ἄλλης τινὰ βλάβης καὶ κακώσεως περιπέτειαν, εἰ μὴ ἐκ δοκιμασίας καὶ διαγνώσεως καὶ νόμοις ἡρμοσμένην τε καὶ συνᾴδουσαν ἀπόφασιν ἀπενέγκοιτο. οὐκοῦν καὶ πάντες εὐχαρίστως τὸ τοῦ δόγματος ἐννομώτατον καὶ δικαιότατον οἱ τῆς πολιτείας, καὶ ὅσοι τῆς συγκλήτου βουλῆς, δεξάμενοι καὶ ἀποδεξάμενοι (εἰς ἐπήκοον γὰρ ἀνεγνώσθη πάντων) πολλαῖς εὐφημίαις καὶ κρότοις τὸν εὑρετὴν τῶν καλλίστων καὶ ἐλευθερωτὴν τῶν ἀνθρώπων ἐτίμησάν τε καὶ ὕμνησαν ὡς καὶ κοινὸν εὐεργέτην ὄντα τοῖς κοινοῖς παραγγέλμασι καὶ θεσπίσμασι, καὶ ἰδίᾳ πάντας κατὰ τὸ συνεχὲς ἐπευφραίνοντα, καὶ τὰ οἰκεῖα χαριζόμενον δίκαια. πολλοὺς γάρ, μᾶλλον δὲ ἅπαντας, ταῖς προαφῃρημέναις τούτων οὐσίαις ἀποκατέστησε, καὶ κάθοδον αὐτῶν ἐξ ὑπεροριῶν ἐψηφίσατο, καὶ κειμένους ἤδη καὶ τεθυμένους ἐζώωσε, καὶ πνοὴν ἐνέπνευσεν ἧς τὸ πρόσθεν ἐστέρηντο. Καὶ τί χρὴ τὰ πολλὰ λέγειν; εἰ πάσας κατὰ μέρος τὰς τούτου μεγαλουργίας ἀναγράπτους ποιεῖν ἐπιβάλλοιμι, ὅμοιος 319 ἔσομαι τοῖς τὸ Ἀτλαντικὸν βουλομένοις ἀπαρύσασθαι πέλαγος. ὁ γὰρ αὐτὸς βασιλεὺς καὶ τυράννους καταβληθέντας καὶ ὑποταγέντας αὐτῷ οὐ μόνον συμπαθείας καὶ φιλανθρωπίας ἠξίωσεν, ἀλλὰ καὶ μεγίσταις εὐεργεσίαις ἐψυχαγώγησεν ὥσπερ δὴ τὸν Βρυέννιον καὶ τοὺς τούτῳ ὁμόφρονας λαμπροῖς ἀξιώμασι τελεσιουργήσας, καὶ τὰς ἰδίας οὐσίας ἐάσας αὐτοῖς ἀνεπιχειρήτους, καὶ προσθήκας διὰ βασιλικῶν δωρεῶν ἀφθόνους αὐτοῖς περιποιησάμενος, καὶ πάντων ἐπιλαθέσθαι παρασκευάσας τῶν λυπηρῶν, ὅπερ οὐδεὶς τῶν πώποτε βασιλέων ποιήσας εὑρίσκετο, καὶ πολεμίους προσφυγόντας εὐμενῶς προσεδέξατο, καὶ χώραν αὐτοῖς δημοσίαν ἀπένειμε καὶ φιλοτίμου διατριβῆς μεταδέδωκεν. Εὐσεβέστατος δὲ ὢν τὰ πρὸς θεὸν ἐς τὰ μάλιστα, βασιλικαῖς πανηγύρεσί τε καὶ χάρισι καὶ φωτοχυσίαις τάς τε δι' ἔτους δεσποτικὰς ἑορτὰς ἐς τὸ ἀκριβὲς κατελάμπρυνε, καὶ τὰς τῶν μαρτύρων μνήμας καὶ τῶν ἄλλως εὐαρεστησάντων θεῷ τελεταῖς πανδήμοις καὶ παννύχοις χοροστασίαις ἐν δαψιλεῖ τῷ φωτὶ περιφανῶς κατεσέμνυνε. καὶ τοσοῦτον ἐξήρτητο καὶ περιεγάννυτο ταῖς θείαις ταύταις λαμπρότησιν, ὅτι περ ὀρθριώτερος περὶ πρώτας ἀλεκτρυόνων ᾠδὰς τοῖς ὑμνοπόλοις ἐπιφαινόμενος καὶ τοῖς συνεκκλησιάζουσι βουλευταῖς καὶ συγκλητικοῖς, οὐδὲ τῷ βασιλείῳ θρόνῳ ἑαυτὸν ἐπεδίδου ἀλλ' ὄρθιος ἱστάμενος ἄχρι τέλους τῆς ὑμνῳδίας, ἥτις καὶ μέχρι τρίτης ὥρας τῆς ἡμέρας τῷ περικαλλεῖ τῶν ὕμνων καὶ ἰσαγ 320 γέλῳ προέκοπτε, θεῷ μὲν τὰς εὐχὰς ἐπετέλει καὶ πρὸς ἐκεῖνον ἀνεπτέρου τὸν νοῦν, τοῖς δ' ὑπηκόοις τὰς εὐεργεσίας καὶ δωρεὰς καὶ τιμάς, ποταμηδὸν προσεπέχεεν. εἶτα καὶ τῆς μεσημβρινῆς μυσταγωγίας εἶτ' οὖν λειτουργίας ἀρχομένης παραχρῆμα τοῦ τὴν ἑωθινὴν τελεσθῆναι δοξολογίαν, οὐκ ἀπείχετο τῆς εἰς θεὸν παραστάσεως, ἕως καὶ αὕτη συνετελέσθη μέχρι παντὸς τοῖς ἱερατεύουσιν εὐλαβῶς. καὶ οὐ μόνον ἐν τοῖς ἀνακτόροις τὸ τῆς τοιαύτης θεοσεβείας τούτῳ ἐπράττετο, ἀλλὰ καὶ ἐν ταῖς πανδήμοις ἑορταῖς τε καὶ προελεύσεσιν, ὅταν τῷ μεγάλῳ τεμένει τῆς τοῦ θεοῦ ἁγίας σοφίας ἐπιφοιτῶν ἦν μετὰ δορυφορίας καὶ δόξης οὐρανοβάμονος, ἢ τῷ ἀποστολικῷ καὶ μεγάλῳ ναῷ, ἢ ἑτέρῳ τῶν ἔξωθεν. τῶν γὰρ πρὸ τοῦ βασιλέων μετὰ τὴν τοῦ θείου εὐαγγελίου ἀνάγνωσιν ἀπαναχωρούντων ἐκεῖθεν σπουδαίως ἐπὶ ἀνακτήσει τοῦ κόπου καὶ ἀποθέσει τῆς ἐκ τῶν λίθων καὶ μαργάρων βαρυτάτης σκευῆς καὶ ἀπαλλαγῇ τῶν ἀπλέτων θορύβων, αὐτὸς οὐδὲν τοιοῦτόν ποτε διεπράξατο, οὐδὲ τῆς θείας μυσταγωγίας τὴν οἰκείαν ἀνάπαυσιν καὶ τρυφὴν προετίμησεν, ἀλλ' ἕως τέλους τῆς ἱερᾶς λειτουργίας εὐπαγὴς ἵστατο, θεῷ προσανέχων ὄμματι ἀκλινεῖ, καὶ τὸν ἐκείνου ἀπομιμούμενος ἔλεον, ἐν οἷς τὰ γέρα καὶ τὰς τιμὰς ἐφήπλου πᾶσι τοῖς πιστῶς προσεδρεύουσι. Τοιοῦτος γὰρ ἦν, εὐσεβέστατος καὶ πιστότατος αὐτοκράτωρ καὶ τῷ ὄντι φιλόχριστος, πραότατός τε, εἴπερ τις 321 ἄλλος, καὶ λόγου καιρὸν καὶ σιωπῆς ἐπιστάμενος. καὶ τοσοῦτον ὅτι καὶ δικάζων καὶ διάγνωσιν ἐπιφέρων, καὶ τῶν ἀντικρινομένων φωνὰς ἀτάκτους ἀφιέντων πολλάκις πρὸς ἀλλήλους καὶ πληκτικάς, αὐτὴν ἐκείνην ἐτήρει τὴν τῶν λόγων ἠχὴν ἐμμελῆ τε καὶ ἔμμουσον, καὶ ὀργῆς ἴχνος ἢ βοῆς μείζονος ἐν αὐτῷ οὐκ ἐπολιτεύετο· ὕβρεις δὲ οὐ μόνον τισὶν οὐκ ἐπέτριβεν ἀλλὰ καὶ τοὺς ὑβριστὰς ἐμίσει. ἦν γὰρ ἐπιτιμῆσαι μὲν πρᾶος, ἐπαινέσαι δὲ παιδευτικός. Εἰ δὲ καὶ οἱ διὰ πολλῶν τῶν ἐνιαυτῶν τούτῳ ἐξυπηρετησάμενοι πρὸς τὸ ἦθος αὐτοῦ καὶ τὴν καλοκαγαθίαν μετερρύθμισαν τὰς γνώμας αὑτῶν καὶ πεπαιδευμένοι κατὰ τοσοῦτον γεγόνασι, χάρις πάντων τῷ βασιλεῖ τῷ οὕτως αὐτοὺς καταρτίσαντι. καὶ γὰρ οἱ τούτου οἰκειότατοι καὶ ἐγγύτατοι, ὅσοι μὲν γνώσει καὶ λόγῳ τῶν ἄλλων διέφερον, ἀτυφίαν ἐπεδείκνυντο καὶ δημοτικὴν πρὸς πάντας ἀναστροφήν, καὶ ἀλαζονείας ὑπῆρχον ἀνώτεροι, τῇ γνώμῃ μὴ ἐπαιρόμενοι· ὅσοις δὲ πρὸς τὸ στρατιωτικώτερον ἡ διαγωγὴ ἐπεπαίδευτο, ῥωμαλεώτατοι μὲν κατὰ χεῖρας ἐτύγχανον, τὸ δὲ ἦθος οὐ κατὰ στρατιώτας εἶχον σκληρὸν καὶ ἀτίθασσον, ἀλλ' ἥμερον καὶ εὐπρόσιτον. κοινῶς δὲ πάντες ταῖς εὐεργεσίαις τῶν ἀνθρώπων ἐπευφραινόμενοι, οὐδέποτε τὸν βασιλέα τῶν εὐεργεσιῶν ἀπέχεσθαι συνεβούλευσαν, ἀλλὰ καὶ μᾶλλον αὐτοὶ μεσιτείαις χρησταῖς καὶ ἐπαίνοις καὶ τοῖς ἄλλοις ἐπαγωγοῖς πρὸς μεί 322 ζονας εὐποιίας τὸν βασιλέα κατεδυσώπουν ἰέναι καὶ χρηστότερον γίνεσθαι καὶ τοῖς ἐπταικόσι συμπαθῆ καὶ φιλάνθρωπον. ὥστε ἀληθὴς ἡ γνώμη αὕτη ἐστὶν ἡ λέγουσα ὅτι φιλεῖ τὸ ὑποχείριον πάντως ζήλῳ τῆς τοῦ ἄρχοντος γνώμης βιοῦν. Ἓν δὲ τῷ βασιλεῖ τούτῳ ἐλάττωμα συνεπίσταμαι τὴν ἀπληστίαν, ὅτι τῆς κοσμικῆς καὶ ἐπιγείου βασιλείας ἐπιτυχών, καὶ τῆς ἐπουρανίου καὶ ἀϊδίου βασιλείας ἀκρατῶς ἔχεταί τε καὶ περιέχεται διὰ τῶν μεγίστων αὐτοῦ ἀγαθοεργιῶν, καὶ ὁλοψύχως τῶν ἐκ ταύτης ὑπερκοσμίων ἀγαθῶν οὐκ ἀφίσταται. Ἔγωγε οὖν αὐτόπτης τούτων καὶ διαγνώμων γενόμενος, ἐν γνώσει πάντα καὶ ἀληθείας ἰσότητι γέγραφα, ἵνα μὴ ὡς ὁ κατορύξας τὸ τάλαντον τοῦ κυρίου αὐτοῦ πονηρὸς δοῦλος κατακριθῶ ἢ ὡς ὁ τὸν φωτεινότατον λύχνον ὑπὸ τὸν μόδιον κρύψας· ὡς ἂν ἐν ἱστορίας ὕφει τυγχάνοντα καὶ ταῖς μετέπειτα γενεαῖς ἄληστον τὴν μνήμην τῆς τοῦ μεγάλου τούτου βασιλέως ὑπεροχῆς καὶ τῶν ἀπαραμίλλων ἔργων αὐτοῦ καὶ ἀθάνατον συντηρῶσι, καὶ πρὸς μίμησιν τοὺς ἀναγινώσκοντας ἕλκωσι, τῶν καλλίστων καὶ ὑπερφυεστάτων πραγμάτων πρὸς τοιοῦτον ἀποσκοποῦντας παράδειγμα θεοείκελον. καὶ ταῦτα μὲν ἐκ πολλῶν ὀλίγα, ὅσα δηλονότι μέχρι τοῦ δευτέρου ἔτους τῆς αὐτοῦ βασιλείας θαυμασίως ἐπράχθησαν· τὰ δ' ἐπιόντα καθεξῆς ὁ λόγος δηλώσει τρανότερον.