Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia
Michael AttaliatesHist 46 · pg-scrape-grcMore by Michael Attaliates
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates"> —
⋯
More
Original / primary: Pg Scrape Grc
46.1
Ἐξ ἐκείνου τοίνυν ἀρχὴν ὁ τοῦ σουλτάνου μετὰ τοῦ Ῥωμαίων βασιλέως παρέλαβε σύλλογος, καὶ παρ' ἑκατέρων πρέσβεις πρὸς ἀλλήλους ἐπέμποντο καὶ δεξιώσεις ὡσαύτως τὴν φιλίαν ἀνανεούμεναι. τὸ δὲ λῃστρικὸν τῶν Οὔννων οὐκ ἔληγε τῆς ἐπιδρομῆς· καὶ ἡ σκῆψις τοῦ σουλτάνου ὅτι τινὲς τῶν ἐπὶ τῆς λῃστείας οὐδ' αὐτῷ γινωσκόμενοι τὴν ἔφοδον δίκην ἀγρίων λύκων πεποίηνται. Πρὸ δὲ τῆς τοῦ βασιλέως τελευτῆς αὐτὸς ὁ σουλτᾶνος μετὰ τῆς παρασκευῆς ἁπάσης τῆς πολεμικῆς ἐξιών, ἔγνω τὴν πόλιν τὴν Μανζικίερτ πολέμῳ καθελεῖν τε καὶ παραστήσασθαι. καὶ προσβολὰς ἐνεργεῖς κατὰ τῶν τειχῶν ποιησάμενος, οὐδὲν ὧν ἤλπισεν ἔδρασεν· ὁ γὰρ τῶν Ῥωμαίων ἡγεμὼν Βασίλειος, οὗτος ὁ ἐπικεκλημένος Ἀποκάπης, ἐρρωμένως ἀντιταξάμενος τὰς μηχανὰς ἀπεκρούσατο. μιᾷ δέ τινι τούτων, πολλοῖς ἀνδράσι δυναμένῃ λίθον μεταρριπίζειν ὑπερμεγέθη καὶ πᾶσι τοῖς δεχομένοις αὐτὸν ἀπροσμάχητον, δυσχερῶς ἔσχεν ἀντιστῆναι καί τι δραστικώτερον πάλιν ἀντιτεχνάσασθαι· οὔτε γὰρ ἀσπὶς οὔτε πέλτη οὔτ' ἔπαλξις οὔτε στερρότης τειχῶν τῇ ῥύμῃ τοῦ πεμπομένου λίθου παρὰ τὰ μηχανήματα ἀντιταχθῆναι ἠδύνατο. ἀλλ' ὁ πάντα δυνάμενος καὶ μετασκευάζων πρὸς τὸ συμφέρον θεός, ὁ τὸ Χριστιανικὸν φῦλον περιέπων ἀεί, τινὶ τῶν Λατίνων ἰσχὺν καὶ βουλὴν ὑπερτέραν ἐννοίας ἐνέπνευσε· καὶ λαβὼν οὗτος ἄγγος τι φέρον ἔνδον τοῦ Μηδικοῦ πυρὸς συσκευήν, τῆς τοῦ 47 ἄστεως πύλης δρομαῖος ἐξήλασε, καὶ καθιεὶς ἑαυτὸν εἰς μέσους τοὺς ἐναντίους, πῦρ τε τῷ στόματι τοῦ ἄγγους ἐναπερείσας, τοῦτο συντρίβει πρὸς τὸ μηχάνημα. καὶ αὐτίκα πῦρ ἀναφθὲν ἅπαν ἐξέληξε καὶ κατενεμήσατο· συνήρτηντο γὰρ αὐτῷ καί τινα πέπλα, τὰς ἀπὸ τὼν τειχῶν ἀποτειχίζοντα προσβολάς. καὶ παλίνορσος ὁ Λατῖνος πρὸς τὸ ἄστυ γενόμενος ἀθιγὴς ἐρρύσθη τῆς τῶν ἐναντίων χειρὸς καὶ καταδιώξεως. ἐκ τούτου δυσχεράνας ὁ πολεμήτωρ, καὶ πολλὴν εὐήθειαν τῶν κατ' αὐτὸν κατεγνωκὼς ὅτι τῶν Ῥωμαίων ἀνανδρίαν καταψηφίζονται τοσούτων ὄντων τὴν ἀρετήν, εὐθὺς ἄρας ἐκεῖθεν ἐπὶ τὴν ἰδίαν μετεστρατοπεδεύσατο γῆν. Ἐν τούτῳ τῷ ἔτει ὁ Ῥωμαίων κατέστρεψε βασιλεὺς Κωνσταντῖνος οὗτος ὁ Μονομάχος, ἐν ἰδιοκτήτοις οἴκοις καὶ μὴ τοῖς ἀνακτόροις διαζευχθεὶς τῆς ψυχῆς, καὶ τῷ παρ' αὐτοῦ ἀνεγερθέντι ναῷ τὸν νεκρὸν καταθέμενος, ἀνὴρ πολιτικὸς καὶ γένους ἐπισήμου γενόμενος, δωρηματικός τε καὶ βασιλικῶς εὐεργετεῖν ἐπιστάμενος, φροντίζων μὲν καὶ τῶν ἐν πολέμοις προτερημάτων καὶ τοῖς ἐναντίοις ὡς ἐνὸν ἀντικαθιστάμενος, πλείονι δὲ ῥοπῇ τῆς τρυφῆς ἀντεχόμενος, καὶ τῶν ἀφροδισίων μὴ ἀπεχόμενος. ἔμελε δ' αὐτῷ καὶ ἀστεϊσμῶν καὶ τῶν ἐν μίμοις γελοιασμῶν καὶ τῆς ἐπικαίρου ῥαστώνης, καὶ οἷς ἡ ζωτικὴ ψυχὴ συνέζευκταί τε καὶ συνερρίζωται. οὐ 48 μὴν ἀλλὰ καὶ καινῶν οἰκημάτων ἐν διαφόροις τόποις ἐπεποίητο, καὶ ἀνοικοδομὰς συνεχεῖς ἔχων ἐν ταύταις φροντίδας κατεκένου συχνάς· τὸ δὲ τῶν ὅλων ἁπάντων ὑπερέχον καὶ προτιμώμενον αὐτῷ τὸ φροντιστήριον ἦν, εἰς ὃ καὶ τὸ περικαλλὲς ἱερὸν ἀνηγέρθη ἐπ' ὀνόματι τοῦ ἐν μάρτυσι περιωνύμου ἁγίου Γεωργίου, οἰκοδομαῖς ἑτέραις βασιλικαῖς ἐκλελαμπρυσμένον, καὶ πολλὴν ἔχον τὴν τερπωλὴν τοῖς περιέχουσι ταῦτα λειμῶσι καὶ ταῖς ἐαριναῖς πόαις, ὡς ἀνθαμιλλᾶσθαι τὰς οἰκοδομὰς τοῖς ὑπαίθροις καὶ διὰ τῶν ἀμφοτέρων ἁρμονίαν ἡδονῆς τοῖς θεαταῖς περιγίνεσθαι. συνῆψε δὲ τούτοις καὶ νοσοκομεῖον ἐπιμελείας ἀνάμεστον. φύσει δὲ μεγαλουργὸς ὢν καὶ βασιλικῶν χαρίτων ἀνάπλεως, καὶ ζώων ἀσυνήθεις ἰδέας τοῖς ὑπηκόοις ἐξ ἀλλοδαπῆς παρεστήσατο γῆς, μεθ' ὧν καὶ τὸν μέγιστον ἐν τετραπόδοις ἐλέφαντα, ὃς θαῦμα τοῖς Βυζαντίοις καὶ τοῖς ἄλλοις Ῥωμαίοις, ὧν εἰς ὄψιν ἐλήλυθε διερχόμενος, ἐχρημάτισεν. ἔστι γὰρ μεγέθει μὲν μέγιστος, τοὺς πόδας ἔχων ἐμφερεῖς Ἀτλαντικοῖς κίοσιν, ὦτα μηδὲν ἀσπίδος πελταστικῆς ἀποδέοντα, κίνησιν ἄστατον διὰ παντὸς προβαλλόμενα, οὐκ ἀναιτίως μέντοι ἀλλὰ φόβῳ τοῦ κώνωπος. πάντων γὰρ τῶν μεγίστων θηρίων κρατῶν ἐν ἰσχύι καὶ ἀλκιμότητι, παρὰ μόνου τοῦ κώνωπος ἡττᾶσθαι ὁμολογεῖ καὶ ὡς θώρακα τὴν τῶν ὤτων κίνησιν ἀντεπάγει αὐτῷ, τὴν προσβολὴν τούτου μακρόθεν ἀποσοβῶν· εἰ γὰρ λαθὼν κώνωψ ἐντὸς 49 εἰσέλθοι τῆς ἀκοῆς αὐτοῦ, τιμωρίαν αὐτῷ μεγίστην καὶ θάνατον ἐπιτίθησιν. κέχρηται δὲ τῇ ῥινὶ ὅσα καὶ χειρί· ἔστι γὰρ τὸ μῆκος αὐτῇ κατὰ σάλπιγγα, καὶ δι' αὐτῆς ἅπαν ἐνεργεῖ· τὸ διδόμενον καὶ τοῖς κατὰ νῶτα καθημένοις ἡνιοχοῦσιν αὐτὸν ἀναδίδωσι, καὶ τὴν τροφὴν παραπέμπει τῷ στόματι, καὶ ὅπλον κατ' ἐχθρῶν ἔχει καὶ ἀμυντήριον δύσμαχον. λώροις δὲ παντοίοις ἢ χαλινοῖς οὐχ ὑπείκει, ἀλλ' ἡ αἴσθησις αὐτῷ τοῦ ποιεῖν ὅσα τοῖς ἡνιοχοῦσι βεβούλευται, πέλεκύς ἐστι κατὰ κρανίου φερόμενος. χρόνοις δὲ πολλοῖς κυοφορούμενος (δέκα γὰρ ἐνιαυτοῖς τῇ μητρῴᾳ νηδύι καλύπτεται) τὴν τῶν ὀστῶν ἁρμονίαν σκληρὰν καὶ ἄτεγκτον πρὸς σύμπτυξιν ἀποδείκνυσι. διὰ τοῦτο καὶ εἰς γῆν κατακλιθῆναι ἀδυνατεῖ, μὴ οἷός τε ὢν τὰ ἄρθρα τῶν ποδῶν ταῖς ἁρμονίαις συνάξαι καὶ περιαγαγεῖν. ἀντὶ δὲ κατακλίσεως τὴν εἰς δένδρον ἢ χειροποίητον ξύλον ἢ τοῖχον κατὰ μίαν πλευρὰν ποιεῖται ἐπίκλισιν, ὄρθιος τούτοις ἐπερειδόμενος μόνον. Ἐπὶ τούτῳ τῷ ζώῳ καὶ τὴν λεγομένην καμηλοπάρδαλιν ἐξ Αἰγύπτου πεμφθεῖσαν αὐτῷ τοῖς πολίταις ὁ βασιλεὺς καθυπέδειξεν· ἔστι δὲ καὶ αὕτη κατὰ τὸ ὄνομα σύνθετος, φολίδας μὲν παρδάλεως ἔχουσα, καμήλου δὲ μέγεθος σὺν τῇ κεφαλῇ καὶ τῷ ἀποτεταμένῳ καὶ λεπτῷ τοῦ τραχήλου, πλὴν ὅσον ὅτι ὁ τράχηλος αὐτῇ ὄρθιος ὢν οὐχ ὡς τῆς καμήλου πεποίηται καμπυλώτατος. ἀλλ' οὔτε περὶ τὸ 50 μέσον τῆς ῥάχεως κύρτωμά τι ἀνίστησιν, ἴσην δὲ τὴν ἀπὸ τῶν νώτων ἄχρι τοῦ οὐραίου εὐθεῖαν ἐνίστησιν, οὐκ ἐν ἴσῳ δὲ τῷ ὑψώματι· τὰ μὲν γὰρ πρὸς νῶτον τοῦδε εἰς ὕψος ἐπαίρεται, τὰ δὲ πρὸς ὀσφὺν ταπεινοτέραν ἔχει καὶ χθαμαλωτέραν τὴν σύνθεσιν, ὡς ἐοικέναι ταύτην ἀνωφερεῖ τινὶ σκοπιᾷ, ἐκ χθαμαλοῦ ἀρχομένῃ. τὸ δὲ βάδισμα διάφορον τοῖς ἄλλοις ζώοις καὶ ξένον ἔχει παντάπασιν· οὐ γὰρ ὥσπερ ἐκεῖνα τοὺς ὀπισθίους πόδας ἐγείρει πρότερον, εἶτα τοὺς ἐμπροσθίους, ἀλλ' ἐναλλὰξ τοὺς τῆς μιᾶς πλευρᾶς δύο πόδας αἴρει τε καὶ κινεῖ, καὶ αὖθις ὁμοῦ τοὺς τῆς ἑτέρας πλευρᾶς δύο πόδας ἐν ἰσοταλάντῳ καὶ κινήσει καὶ ἄρσει. Τοιοῦτος δὲ κατὰ τοὺς προτέρους χρόνους τυγχάνων ὁ Μονομάχος ἐπὶ πολυειδέσιν ἁβρότησί τε καὶ θρύψεσι πρὸ δύο τῆς τοῦ βίου καταστροφῆς ἐνιαυτῶν μεταβολὴν τῶν ἔργων ἀνυπονόητον ἐπεδείξατο. προστεθεὶς γὰρ τοῖς δεινοτέροις τῶν φορολόγων ἀνδρῶν, οὓς σεκρετικοὺς ὁ πολιτικὸς λόγος οἶδε καλεῖν, ἄρδην ἁπάντων ζημίας ἀπροόπτους καὶ λοιπάδας μεμηχανημένας κατεσοφίσατο, καὶ τοὺς βίους τῶν ὁπωσοῦν εὐπορούντων ἐκμυελίζων ἦν, δίκας ἀδίκους ἐπάγων καὶ καινοφανῆ ζητήματα καὶ προβλήματα. καὶ ὁ στεναγμὸς ὅσος τῶν οὕτω ζημιουμένων καὶ καθελκομένων εἰς τὴν ἀπόδοσιν, αἵ τε φρουραὶ πλήθουσαι τῶν ἐναγομένων, καὶ καθημερινὸς ὀδυρμός. τῶν δὲ πειραθέντων τοῦ ἄλγους οἱ μήπω 51 πειραθέντες ἐλεεινότεροι, πᾶσι τοῖς φισκοσυνηγόροις ὑποκατακλινόμενοι καὶ ψοφοδεεῖς ὄντες, καὶ τὸ ξίφος ἠρτημένον μονονουχὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς ὑποπτεύοντες. ἐνέσκηψε δὲ τὸ δεινὸν καὶ ἄχρι τῶν ἀφωρισμένων τοῖς θείοις σηκοῖς καὶ φροντιστηρίοις σιτηρεσίων, πανταχοῦ τῶν ἐπαρχιῶν διαταγμάτων πεμφθέντων ἀνερευνᾶσθαι περὶ τούτων καὶ ἀνακρίνεσθαι τοὺς θεραπευτὰς τῶν ἱερῶν, καὶ τῶν μὴ εὐλόγως τάχα διδομένων τὴν δόσιν ἐκκόπτεσθαι. ἐπεὶ δὲ πρὸς τῆς τοιαύτης ἐρεύνης ἔφθη τῷ χρεὼν ὁ βασιλεὺς λειτουργήσας, ἐκράτησε λόγος ἐν ἅπασιν ὅτι οὐρανία πληγὴ τοῦτον ἐκ μέσου πεποίηκε, πειρώμενον ἀλλοιῶσαι τὰ καλῶς δεδογμένα πρὸς τὴν εὐσεβῆ διανέμησιν. Ἐν δὲ τῷ τελευτᾶν ἠβουλήθη χειροτονῆσαι βασιλέα δι' ἑαυτοῦ καὶ τούτῳ τὴν Ῥωμαίων ἐγχειρίσαι ἀρχήν, καὶ διὰ γραμμάτων τινὰ πρωτεύοντα κεκλημένον πολλῇ σπουδῇ μετεπέμψατο· προέφθασε δὲ ἡ αὐτοῦ τελευτὴ τὴν ἐκείνου σπουδήν. ἔζησε δ' ὁ Μονομάχος ἐν τῇ βασιλείᾳ χρόνους δώδεκα καὶ μῆνας ἑπτά. Καὶ αὐτίκα τῶν πραγμάτων ἐπελάβετο καὶ τῆς μοναρχίας αὐτῆς ἡ προμνημονευθεῖσα Θεοδώρα Αὐγούστα (προαπεβίω γὰρ ἡ ταύτης αὐταδέλφη), καὶ μηδενὶ τῶν ἀνδρῶν ἐθελήσασα συζευχθῆναι μήτ' ἄλλως συμβασιλεύειν, αὐτὴ μόνη διὰ τῶν θαλαμηπόλων εὐνούχων τῶν ὅλων ἀντεποιήσατο 52 πρὸς μικρόν. εἶτ' ἀνενεγκοῦσα τῶν ἐλλογίμων ἀνδρί τινι ἱερωμένῳ τε καὶ συνέσεως γέμοντι καὶ πολυπειρίας οὐκ ἀποδέοντι (Λέων προσηγορία τῷ ἀνδρὶ) τὴν διοίκησιν τῶν πραγμάτων ἐπέτρεψεν. ἐπιεικῶς οὖν οὗτος ἐν ἅπασιν ἐνεργῶν καὶ κατὰ λόγον τοῖς παρεμπίπτουσι χρώμενος, καὶ τὸν νόμον ποιούμενος βούλημα, πᾶσαν εὐταξίαν καὶ εὐνομίαν πεποίηκε πολιτεύεσθαι. καὶ ἀστασίαστον ἦν οὐ μόνον τὸ Ῥωμαίοις ὑπήκοον ἀλλὰ καὶ αὐτὸ τὸ ἀλλόφυλον, τοῦ θεοῦ πάντως εὐαρεστουμένου τῇ ἀγαθοεργίᾳ τῶν πράξεων καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ἐξομαλίζοντος. Τῆς δὲ τοιαύτης βασιλίσσης πρὸς τὴν ἐκεῖθεν βασιλείαν μελλούσης μεταναστῆναι (ἐμονάρχησε γὰρ χρόνον ἕνα καὶ μῆνας ὀκτὼ) περὶ βασιλέως φροντὶς κατεῖχε τοὺς ἐν τοῖς βασιλείοις τὰ πρῶτα φέροντας. καὶ ὡς τὸ ἀποτέλεσμα παρεστήσατο, οὐχὶ τὸν γενναίως ἀνθεξόμενον τῆς ἀρχῆς ἀναγορεῦσαι προείλοντο, ἀλλ' ὃς ἂν μᾶλλον ὕπτιος ἔσοιτο καὶ αὐτοῖς ὑποκείμενος, καὶ τῇ ἀφελείᾳ καὶ ἀμελείᾳ τὴν διοίκησιν μᾶλλον αὐτοῖς ἀναθεῖναι μὴ ἰσχυρίσαιτο. Ἀναγορεύουσι τοίνυν πρεσβύτην τινὰ ὀνομαζόμενον μὲν Μιχαήλ, πολιτικοῖς δὲ συντεθραμμένον ἤθεσί τε καὶ πράγμασι, καὶ τὸ τοῦ στρατιωτικοῦ τηνικαῦτα διαφέροντα σε....., ἁπλοῦν μὲν καὶ ἀφελῆ κατὰ τὸ δόξαν αὐτοῖς, πλεῖον δὲ τῷ γήρει τρυχόμενον, καὶ διὰ τοῦτο κοινωνοῖς αὐτοῖς τῆς βασι 53 λείας καὶ συνασπισταῖς ἐξ ἅπαντος χρώμενον, καὶ τοῖς ἐκείνων βουλεύμασι καὶ θελήμασι καταχρώμενον. τῆς οὖν ἐξουσίας εἰς πολλοὺς καὶ ποικίλους διαιρεθείσης, καὶ τῶν παραδυναστευόντων ἑκάστου βασιλεῖ γαυρουμένου, πολὺς γογγυσμὸς τούς τε ἀριστοκρατικοὺς καὶ τοὺς δημοτικοὺς διὰ τὴν δημοκρατίαν κατεῖχε καὶ σύγχυσις. ἐκείνων γὰρ ἦν τὸ εὐπραγεῖν τῶν τῆς μερίδος τυγχανόντων αὐτῶν καὶ τῶν ὁπωσοῦν προσηκόντων τῷ βασιλεῖ, κἄν τε σπουδαῖον τῇ πολιτείᾳ εἰσήνεγκαν, κἄν τε δεινὸν ἢ καὶ ἄπρακτον· τῶν δ' ἄλλων λόγος οὐδείς, ὅτι μὴ καὶ μᾶλλον ἀλαζονείας ἀλόγου καὶ κενοῦ φυσήματος ἐγίνοντο πάρεργον. ἐξ οὗ καί τις τῶν εὖ γεγονότων καὶ περὶ τὴν ἑώαν ὀνομαστῶν καὶ γενναίων, Ἰσαάκιος ὄνομα (Κομνηνὸς αὐτῷ τὸ ἐπώνυμον), ὑβρισθεὶς παροράσει καὶ προπηλακισθεὶς ὠθισμοῖς μεστὸς ἀνίας ἐφάνη, καὶ τὴν συμφορὰν κοινοποιεῖταί τισι τῶν στρατιωτῶν. προεξοιδούμενοι δὲ καὶ οὗτοι τῇ τῶν γινομένων ἀνωμαλίᾳ, καὶ λύπῃ συγκατεχόμενοι, παρορμῶσιν εἰς τὴν ἀποστασίαν αὐτόν. καὶ κατὰ μικρὸν συμβούλους ἱκανοὺς προσλαμβάνοντες, καὶ τὴν τοιαύτην μελέτην πρὸς καιρὸν ὠδινήσαντες, μετὰ τὸ τῆς βασιλίδος ἀπᾶραι, μικρὸν ὅσον διαλιπόντες ἐκρήσσουσι τὴν ὠδῖνα καὶ τοῦ κρατοῦντος μυκτῆρα καταχεάμενοι ἐπαίρουσιν εἰς ὕψος καὶ προῦπτον τὸ μελετώμενον. πρὸ δὲ τούτων τῶν ἀρχισυμβούλων εἷς, Βρυέννυος τοὔνομα, Ἀδριανουπολίτης, 54 στρατηγὸς τῶν Καππαδοκῶν καθιστάμενος, καταδυναστεύσας ἢ μᾶλλον εἰπεῖν ἀπατήσας τὸν ἐκ βασιλέως ἀποσταλέντα πρὸς διανέμησιν τῶν στρατιωτικῶν ὀψωνίων, ἐχειρώσατο τοῦτον καὶ δεσμοῖς καθυπέβαλε. διαναστάντων δὲ εἰς ἐκδίκησιν ἑτέρων στρατιωτῶν τῶν τε δεσμῶν ἀνείθη οὗτος, καὶ τὸν δεδεσμηκότα κατεργασάμενος τῶν ὀφθαλμῶν ἀπεστέρησε. φόβος οὖν κατασχὼν τοὺς τῆς αὐτῆς τῷ πηρωθέντι κεκοινωνηκότας μελέτης ἠνάγκασεν ἁρπάσαι τὰ ὅπλα καὶ προκινδυνεῦσαι ταχέως, καὶ μὴ σποράδας ληφθῆναι καὶ παθεῖν τὰ ἀνήκεστα. γενομένης τοίνυν τῆς συγκινήσεως περὶ τὰς ἐαρινὰς τροπὰς προσέθεντο τούτοις πολλοί, καὶ καθημερινὴν λαμβανούσης τῆς ἀποστασίας ἐπαύξησιν εἰς μέγα πλῆθος ἡ συνάθροισις γέγονε. καὶ ἀναγορεύουσι στρατηγὸν αὐτοκράτορα τὸν ἀρχισύμβουλον Ἰσαάκιον τὸν Κομνηνόν. μετατίθενται δὲ πρὸς τὸν ἐν τῇ Βύζαντος βασιλέα συχνοὶ τῶν ἐκ τῆς ἑώας στρατιωτῶν. καὶ ὃ μέν, ὁ Κομνηνός, τοὺς ἐκ ταύτης εἶχε μόνους συντιθεμένους αὐτῷ, ὃ δὲ καὶ τοὺς προσρυέντας ἐκεῖθεν καὶ πᾶσαν τὴν ἑσπερίαν δύναμιν. εὐτρεπίσας δὲ διὰ πάντων στρατιὰν ἱκανήν, ἐκ τῆς Εὐρώπης εἰς Ἀσίαν τοὺς στρατιώτας διαπεραιωθῆναι πεποίηκε. καὶ μέχρι τῆς Νικομηδείας γενόμενοι, καὶ τὰς σκηνὰς ἐκεῖσε πηξάμενοι, τὴν τῶν ἐναντίων ὑπέμενον ἔφοδον· ὡς δ' ἔμελλεν αὕτη, ἐκ προστάγματος βασιλικοῦ τοῖς τῆς Νικαίας ὁρίοις προσεμπελάζουσι. προκαταλαβὼν δὲ ὁ 55 Ἰσαάκιος τὴν Νίκαιαν πόλιν ἐφ' ἑαυτὸν ἐπεισάγει, καὶ τῆς ἑαυτοῦ μερίδος ἀποδείξας τὸν ὄχλον κατὰ νώτου ταύτην ἀφίησι, καὶ κατὰ τῶν ἐναντίων προσωτέρω χωρεῖ. συμβαλόντες δὲ μάχην οἱ ἀντιτεταγμένοι πρὸ δέκα σταδίων τῆς πόλεως, ἐν τόπῳ διττὴν ἔκπαλαι προσηγορίαν φέροντι τήν τε τοῦ Πολέμωνος καὶ τοῦ Ἅιδου, ἀγῶνα καρτερὸν συνεστήσαντο. καὶ τὸ μὲν δεξιὸν κέρας ἔκαμνε τοῖς ἀμφὶ τὸν Κομνηνόν, ἐπὶ δὲ τοῦ ἀριστεροῦ πυκνώσας τὴν φάλαγγα διὰ τῶν εὖ γεγονότων ἀνδρῶν ὁμόσε τοῖς ἐναντίοις χωρεῖ. καὶ παλιντρόπου γενομένης τῆς νίκης φεύγουσιν οἱ ἐκ τῆς Βυζαντίδος πεμφθέντες. καὶ τοῦ δεξιοῦ κέρατος αἰσθομένου τὴν ἧτταν τῶν ἐναντίων καὶ πάλιν ἀναθαρρήσαντος, παντελὴς φυγὴ τοῦ βασιλικοῦ στρατεύματος γίνεται. καὶ πίπτουσιν ἐξ ἑκατέρου μέρους συχνοί, τὸ δὲ πλεῖστον οἱ τὴν φυγὴν ἑλόμενοι κατεκόπησαν. τότε τοίνυν πατὴρ μὲν καὶ υἱός, τῆς φύσεως ὥσπερ ἐπιλαθόμενοι, πρὸς σφαγὴν ὀργᾶν ἀλλήλων οὐκ εὐλαβοῦντο, καὶ δεξιὰν παῖς πατρικῷ χραίνει φόνῳ, καὶ ἀδελφὸς ἀδελφῷ καιρίαν ἐλαύνει, καὶ συγγενείας ἢ συμφυΐας εἴτε τῶν ὁμοφύλων ἔλεος οὐδὲ διάκρισις ἦν, ἕως τοῦ θυμοῦ καὶ τῆς βακχικῆς μανίας ληξάντων τῆς συμφορᾶς ᾔσθοντο καὶ κωκυτὸν αἰθέριον ἤγειραν. ἀλλὰ καὶ ὣς νικητὴς ἀναδειχθεὶς οὗτος ὁ Κομνηνὸς τὴν ἐπινίκιον εὐφημίαν κατήνεγκε, καὶ σεβαστὸς παρὰ πάντων ἀναγορευόμενος καὶ περίβλεπτος πάντας ἐλπίσιν ἐπτέ 56 ρου ὡς τῶν κατὰ σκοπὸν μὴ διαμαρτήσοντας. ἠρίστευσε δὲ πλέον τῶν ἄλλων καὶ κραταιὸς ἐν τούτῳ τῷ πολέμῳ ἐδείχθη καὶ περιβόητος Νικηφόρος μάγιστρος ὁ Βοτανειάτης, ἐκ γένους ἔχων ἐπιφανοῦς τὸ ἐν ταῖς στρατηγίαις καὶ τοῖς ἀνδραγαθήμασιν ἐκδηλότατον καὶ ἐπίδοξον. Τῇ δ' ἐπιούσῃ τὰς δυνάμεις ἀνειληφὼς τῆς πρὸς τὴν βασιλίδα φερούσης ἥπτετο. καὶ πρὸ τοῦ τοῖς προποντίοις προσεγγίσαι τῆς πόλεως, βουλὴ παρὰ τινῶν τῶν ἐν τέλει κατὰ τοῦ βασιλεύοντος ἐν Κωνσταντινουπόλει ἠρτύετο. εἴτε δὲ καὶ ὁ τῆς ἀρχιερωσύνης ἔξαρχος καὶ πατριάρχης, ὁ Κηρουλάριος κεκοινώνηκε τούτοις τῆς σκέψεως, εἴτε καὶ μή, ἄδηλον καὶ προφανὲς οὐδέν. ὅμως δ' ἐκ προλήψεων καὶ τῶν μετὰ ταῦτα συνενεχθέντων τὰ τῆς ὑπονοίας εἰς ἀληθείας ἀμυδρὰν προκεχωρήκασι ἔμφασιν· καὶ γὰρ τῷ Κομνηνῷ τὰ πάντα συνδιαφέρων ἦν καὶ συμπράττων καὶ τῆς πρώτης βουλῆς γινωσκόμενος, ὡς καὶ τῆς φιλίας καὶ τῆς ἀξίας καὶ τῆς ἀγχιστείας ἐγγύτατος, ὁ βεστάρχης Κωνσταντῖνος ὁ Δούκας, ἀδελφιδῆς τοῦ πατριάρχου σύνευνος καθιστάμενος, καὶ πολλὴν εὔνοιαν διδοὺς καὶ λαμβάνων ἐκεῖθεν. εἶτα τῆς τυρευομένης βουλῆς ἐκραγείσης εἰσῆλθον ἅπαντες οἱ ταύτης ἐξάρχοντες, ὣς δὲ καὶ οἱ συμμετέχοντες,... καὶ μέγιστον τέμενος τῆς τοῦ θεοῦ μεγάλης σοφίας, σκηπτόμενοι τὸν βασιλέα τὰς συνθήκας σφῶν προδιδόναι, διομοσαμένων τὸν Κομνηνὸν 57 μὴ προήσεσθαι, καὶ αὐτὸν σπονδὰς μετ' ἐκείνου συντίθεσθαι καὶ τῆς βασιλικῆς ἐξουσίας μεταδιδόναι. καὶ αὐτίκα εὐφημίαις τὸν Κομνηνὸν κατεγέραιρον, κατήγοροι ἐν ταὐτῷ καὶ συνήγοροι καὶ προασπισταὶ δεικνύμενοι τοῦ ἀνδρός· ὃν γὰρ ἐξομόσασθαι ἔλεγον καὶ οὗ τὴν φιλίαν μετὰ τοῦ βασιλέως καθάπαξ ἀπαγορεύειν, τούτῳ παρεμβεβλημένως βασιλικῆς ἀξίας περιετίθουν τιμήν. συνεκρότησε δὲ τούτοις καὶ ἡ πρὸς αὐτοὺς κάθοδος τῶν τοῦ πατριάρχου ἀνεψιῶν. ἐκεῖνοι γὰρ ὡς πευσόμενοι τὴν αἰτίαν τῆς στάσεως καταπτάντες ἐξ ἀποστολῆς τοῦ ἀρχιερέως συλληφθεῖσι παρὰ τῶν στασιαζόντων ἐῴκεσαν, καὶ ἄρτι διαχειρισθῆναι, εἰ μὴ ὁ πατριάρχης κατελθὼν συμπνεύσει τούτοις πρὸς τὸ ζητούμενον. νυγεὶς οὖν τοῖς σπλάγχνοις τῆς φύσεως, ἐπεὶ καὶ πατράδελφος ἦν πατρὸς μικρὸν ἀποδέων, καί τι καὶ ἀναγκαῖον ὑπολογισάμενος, ἵνα μὴ διχονοοῦντος τοῦ πλήθους ἔτι τὰ τῆς ὀργῆς ἐκκαυθῇ καὶ πόλεμος ἐμφύλιος εἰς τὴν καταστέλλουσαν πόλιν τὰς στάσεις ἐγγένηται, πρόεισιν εἰς τὸ ἱερόν, καὶ τοῖς ἀδύτοις προσκαθίσας οὕτω κριτὴς τῶν λεγομένων καὶ διαιτητὴς ἐχρημάτισε, καὶ τὴν ῥοπὴν τοῖς καθαιρεθῆναι τὸν βασιλέα καὶ ἀντεισαχθῆναι τὸν Κομνηνὸν ἐθέλουσι δοὺς διὰ τὴν τῶν πλειόνων ἀρέσκειαν, ἵνα μὴ τὰ τῆς ἐνστάσεως εἰς ἐμφύλιον, ὡς εἴπομεν, ἐναποσκήψειε πόλεμον, οὕτω τὴν εὐφημίαν τοῦ Κομνηνοῦ μεῖζον ἐξῆρε, τοῖς ἱερεῦσιν αὐτοῦ ταύτην καθολικὴν ἐπι 58 τρέψας. ταῦτα τοίνυν ἀμφίβολον τοῦ πατριάρχου παρεισάγει προβούλευμα πρὸς τὸ εἰ καὶ ἑκατέρωθεν μελετώμενον. Ἤρξαντο οὖν πάντες μιᾶς μερίδος τῆς Κομνηνοῦ γίνεσθαι, καὶ κατηρείπωτο τὸ κράτος τοῦ γέροντος· οὕτω γὰρ αὐτὸν ἐκάλεσεν ἡ τῶν συμπνευσάντων κατ' αὐτοῦ συμμορία, καὶ ὁ λόγος οὗτος ἄχρι καὶ τήμερον ἐπεκράτησε. καὶ μικρὸν ἄποθεν τῆς ἀντιπέραν κώμης τῆς Χρυσοπόλεως φήμη τὸν Κομνηνὸν περὶ τούτων κατέλαβε, θαρρεῖν παρεγγυωμένη ὅτι προηνέῳκται αὐτῷ τὰ ἀνάκτορα, καὶ ὁ δῆμος ἅπας τῆς πόλεως αὐτὸν εὐφημεῖ. ἐπέσχε δὲ τὴν ὁρμήν, ἕως ἐντελές τι καὶ περὶ τῆς τοῦ γέροντος καθαιρέσεως πύθοιτο. καὶ δῆτα τοῦ πατριάρχου πάντας τοὺς ἐν τέλει μετακαλεσαμένου πρὸς ἑαυτόν, οὓς μὲν ἑκουσίως, οὓς δὲ ἀκουσίως ἐκβιασθέντας, τυχὸν οἰκονομικῶς, στρατιωτικὰ δὲ καὶ δημοτικὰ συντάγματα ἐκεῖσε τὴν βασίλειον ἐξουσίαν ἀφυῶς μετεστήσατο, καὶ ἀρχὰς τοῖς πράγμασιν, ὁπόσαι τούτῳ ἐδόκουν τῷ καιρῷ πρόσφοροι, προεστήσατο. καὶ τῷ γέροντι τὴν τρίχα καταθεῖναι αὐτίκα μάλα, εἰ προαιροῖτο τὸ ζῆν, μήνυμα σφοδρὸν ἐξαποστέλλει, τοῦ πλήθους τοῦτο κελεύοντος. ὃ δέ, καίτοι τῶν τῆς αὐλῆς ὁπλιτῶν, καὶ ὅσοι τούτῳ προσήκοντες ἦσαν, εἰς ἄμυναν ἐξελθεῖν τῶν ἀντιπάλων διατεινομένων καὶ τούτους ἑτοίμως παραστήσασθαι καὶ τὸ κράτος αὐτῷ βεβαιῶσαι, οὐκ ἠνέσχετο, μισανθρωπίας καὶ φιλαυτίας ὁμοῦ πρᾶγμα λέγων εἶναι τὸ δι'

Intertext edge

Open linked passage

Note