Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates">
—
⋯
Original / primary: Pg Scrape Grc
59.1
αὐτὸν συγχωρῆσαι φόνοις καὶ σφαγαῖς ἀνθρωπίναις μιανθῆναι τὴν μεγαλόπολιν. καὶ πρὸς τὰ ἐρυθρὰ πέδιλα κατιδὼν" διὰ ταῦτα" εἶπεν" ὁ Μιχαὴλ οὐ προδίδωσι τὴν εὐσέβειαν," καὶ πόρρω τῶν ἑαυτοῦ ποδῶν ταῦτα σφενδονησάμενος τὴν κεφαλὴν ἔκλινε τοῖς ἀποσταλεῖσιν εἰς τὴν κουράν. καὶ τῆς βασιλικῆς λαμπρότητος τὴν μοναχικὴν πολιτείαν εὐχαρίστως ἀνταλλαξάμενος, καὶ τρύχινον ῥάκος τῆς εὐδαίμονος ἀμπεχόνης καὶ πολυτίμου, παραπέμπεται αὐθημερὸν μελαμφορῶν καὶ τοῖς μοναχοῖς συνταττόμενος. δέχεται τοῦτον ὁ ἀρχιερεὺς συναντήσει δῆθεν φιλανθρώπῳ καὶ μειδιώσῃ, καὶ" χαῖρε" πρὸς αὐτὸν ἐπειπὼν φιλήματι τοῦτον ἀσπάζεται. ὁ δὲ" θεός σε ἀξίως, ἀρχιερεῦ, ἀντασπάσαιτο" φήσας, μιᾷ τῶν πατριαρχικῶν οἰκιῶν, τῇ ἀνωτάτω ἀναχωρητικῇ, παραδίδοται, βασιλεύσας ἕνα μόνον ἐνιαυτόν. Εἰσάγεται τοίνυν ὁ Κομνηνὸς διαπόντιος μετὰ τοῦ στόλου παντός, εὐφημίαις καὶ ἀλαλαγμοῖς καὶ σαλπίγγων καὶ λοιπῶν ὀργάνων ἠχῇ σεμνυνόμενος. καὶ τοῦτον ὑποδέχονται τὰ βασίλεια περὶ δείλην ὀψίαν, σεπτεμβρίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος ἐνισταμένου. τῇ δ' ἐπαύριον προόδῳ λαμπρᾷ τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ μετὰ πολλῆς προσελθὼν τῆς δορυφορίας, τὸ στέφος ἐπ' ὀκρίβαντος διὰ χειρὸς τοῦ πατριάρχου κομίζεται. καὶ πρόεισι στεφανίτης ἐκεῖθεν, δόξαν παρεσχηκὼς ἀνδρίας καὶ ἀνδραγαθίας μεγίστης οὐ τοῖς ὑπηκόοις 60 μόνον ἀλλ' ἤδη καὶ τοῖς βαρβάροις, ὡς μάχῃ κεκρατηκὼς τοῦ κρατοῦντος καὶ φασγάνῳ τοσαύτην ἀρχὴν δυνηθεὶς περιζώσασθαι. στηλογραφεῖται δὲ καὶ ἐσπασμένον ἔχων τὸν ἀκινάκην τῷ κήνσῳ, καὶ οὕτω τῆς βασιλείας καὶ τῶν ταύτης ἀπάρχεται πράξεων. φιλοτίμοις οὖν τοὺς συναραμένους καὶ συναγωνισαμένους πρὸς τὸ κατόρθωμα κοσμήσας τιμαῖς καὶ φροντιστὰς πολλοὺς τῶν δημοσίων ἀποδείξας συλλόγων, οὕτω καὶ τὸ δημοτικὸν τῆς προσηκούσης τιμῆς ἀξιοῖ. πρὸ δὲ τῶν ἄλλων πολύ τι νέμων αἰδοῦς τῷ πατριάρχῃ, ἴσα καὶ πατέρα ἐτίμα, καὶ τοὺς τούτου ἀνεψιοὺς ταῖς πρώταις ἀξίαις καὶ πράξεσι περιβλέπτους ἀποδεδειχώς. καὶ τὰ τοῖς βασιλικοῖς δικαίοις προσόντα παρὰ τῶν ἱερατικῶν δίκαια τῇ μεγάλῃ ἐκκλησίᾳ καθιεροῖ, καὶ τούτων ἀλλοτριοῖ παντάπασι τὸ παλάτιον, ὥστε μήτ' ἐπὶ τῆς οἰκονομίας μήτε τῆς τῶν ἱερῶν κειμηλίων προνοίας καὶ προστασίας παρὰ βασιλέως τινὰ προχειρίζεσθαι, ἀλλὰ τῆς τοῦ πατριάρχου ἐξουσίας ἠρτῆσθαι καὶ τὴν προχείρισιν τῶν προσώπων καὶ τὴν τῶν πραγμάτων διοίκησιν. Καὶ καταστησάμενος τὴν ἀρχὴν ἀποβλέπει καὶ πρὸς τὸ τῶν ἀναλωμάτων τῆς βασιλείας καὶ τοῦ ὀψωνισμοῦ τῶν στρατιωτῶν μέγεθος, καὶ ὡς πόλεμοι τούτῳ πρόκεινται πολλὴν δαπάνην ἐφέλκοντες διὰ τὸ τοὺς ἐναντίους κατισχῦσαι καὶ πανταχόθεν κατεπαίρεσθαι τῶν Ῥωμαίων. καὶ χρημάτων δεῖσθαι σκοπήσας, καὶ τὴν τούτων εὐπορίαν πλείστην ὅσην 61 ἀπαραίτητον λογισάμενος, βαρὺς ἐχρημάτισε φορολόγος τοῖς χρεωστοῦσι δημόσια. εἶτα καὶ τὰς τῶν ὀφφικίων δόσεις αὐτὸς περιέτεμε πρῶτος, καὶ πανταχόθεν οἷά τις ἄπληστος θηρευτὴς εἰσεποιεῖτο τὰ χρήματα. ἐμέλησε δ' αὐτῷ μετὰ ταῦτα καὶ φειδωλίας καὶ τοῦ προσθήκην ἀγρῶν τῇ βασιλείᾳ περιποιήσασθαι. διὸ καὶ πολλὰ μὲν ἰδιωτικὰ πρόσωπα πολλῶν ἀπεστέρησε κτήσεων, παριδὼν τὰς χρυσοβούλλους τούτων γραφάς, δι' ὧν αὐτοῖς τὰ τῆς δεσποτείας ἡδραίωντο· ἐνέσκηψε δὲ καί τισι τῶν φροντιστηρίων, μεγάλας καὶ πλουσίας κτήσεις ἐχόντων καὶ τῶν τοῖς βασιλικοῖς θησαυροῖς ἀνακειμένων ἀποδεούσας οὐδ' ὅλως· καὶ πολλὰς αὐτῶν ἀφελόμενος, καὶ διὰ λογοποιΐας τὸ ἀρκοῦν ἐγκαταλιπὼν μοναῖς καὶ μονάζουσι, τοῖς βασιλικοῖς τὸ περισσὸν προσαφώρισε, πρᾶγμα παρανομίας μὲν δόξαν ἢ ἀσεβείας εἰσάγον, καὶ πρὸς ἱεροσυλίαν τοῖς εὐλαβεστέροις ἐκ τοῦ προχείρου ἀναφερόμενον, ἀποτέλεσμα δὲ μηδὲν ἄτοπον ἀποφέρον πρός γε τοὺς ἐμβριθῶς τὰ πράγματα διακρίνοντας. ἑκατέρωθεν γὰρ ὀνήσιμον εἶναι διεγινώσκετο, τούς τε μοναχοὺς φροντίδων ἀπαλλάττον ἀπροσφόρων τῇ κατ' αὐτοὺς πολιτείᾳ, καὶ χρηματισμοῦ τοὺς ἀκτημοσύνην πεπαιδευμένους ἀπανιστῶν, καὶ οὐδὲν τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἀποστεροῦν, καὶ τοὺς ἀγρογείτονας ἐλευθεροῦν τῆς τούτων βαρύτητος, ὅτι τῷ πολυτελεῖ καὶ πολυταλάντῳ τῶν κτήσεων τὰ σφέτερα καταλιπεῖν αὐτοὺς οἱ μοναχοὶ κατηνάγκαζον, ἀπληστίαν ἤδη νοσήσαντες καὶ εἰς ἕξιν τοῦ πάθους γινόμενοι, καὶ περι 62 γινόμενοι τῶν ἀντιθέτων, εἴ ποτε πρὸς δίκην αὐτοῖς συνεπλάκησαν, διὰ τῆς τῶν κτημάτων καὶ χρημάτων ἐπιρροῆς καὶ τοῦ ἐπὶ τούτοις ἀλογοθετήτους καθίστασθαι καὶ ἀποδοχῆς ἀξιοῦσθαι νικῶντας τοὺς ἀντιβαίνοντας. καὶ ὁ δημόσιος πολλαῖς χερσὶν ἐπαφιέναι τὰ ἑαυτοῦ πολυμερῶς συνωθούμενος προσθήκην ἐδέξατο καὶ παραψυχὴν οὐ μετρίαν, ἐν οἷς ἑτέρους ποσῶς οὐδ' ἐλωβήσατο. Εἶχε μὲν οὕτω τὰ πρακτέα τῷ βασιλεῖ, καὶ συνεῖχε τοῦτον τῇ βασιλίδι τῶν πόλεων διὰ τὴν τῶν ἀγχιθύρων κατάστασιν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐπαρθεὶς ὁ πατριάρχης οἷς πεπροτερηκέναι ὑπέλαβε, καὶ μεῖζον ἢ κατὰ τὴν αὑτοῦ ἀξίαν ἐπὶ τῶν ὅλων γενέσθαι οἰόμενος, καὶ θαρρήσας τῇ τοῦ κρατοῦντος εὐνοίᾳ, πολλάκις τοῦτον τινῶν ἐπιχειρημάτων μὴ δοκούντων αὐτῷ ἀνεχαίτιζε, ποτὲ μὲν πατρικὴν εἰσάγων διάθεσιν καὶ παραίνεσιν, ποτὲ δ' ἐπιτιμητικὴν παραγγελίαν καὶ ἀπειλητικὴν ἀκοαῖς ἐκδεδιῃτημέναις ἐπαίνοις καὶ προσηνέσι λόγοις καὶ ὑποπτώσεσιν, ὡς καὶ τὸν βασιλέα κατὰ μικρὸν ἐκπεπολεμῶσθαι καὶ παροινίαν ἡγεῖσθαι τὴν τέως παραίνεσιν. οὐ πολὺν δὲ χρόνον τούσδε τοὺς λόγους ὑπενεγκών, ἔγνω, τοῦτον ὡς κατεπαιρόμενον τούτου καταβαλεῖν ὁ βασιλεύς, καὶ τῶν ἱερατικῶν ὡς ὑπεροπτικὴν ἐκ μέσου καθάπαξ περιελεῖν, καὶ τοῦτον τὸν τρόπον διαδρᾶναι 63 τὸν ἔλεγχον. διὸ καὶ τῆς ἀρχαγγελικῆς ἑορτῆς ἀμφὶ μῆνα νοέμβριον ἐγγιζούσης παρεγένετο πρὸς τὴν ἐκ βάθρων ἐγερθεῖσαν παρ' αὐτοῦ μονὴν ὁ πατριάρχης οὑτοσὶ Μιχαήλ, καὶ τῶν περιβόλων τοῦ μεγάλου καὶ ἀπορθήτου καὶ θεοτεύκτου πολίσματος ἔξω γενόμενος τῶν τῆς ἑορτῆς φιλοτίμως ἐφρόντιζε κατὰ τὰ ἑσπέρια μέρη τῆς πόλεως. ὁ δὲ βασιλεὺς ἠκόνα τὴν σκαιωρίαν καὶ τὴν ῥομφαίαν ἐστίλβου καὶ τὸν ἐνδομυχοῦντα θυμὸν τοῖς ἐγγίζουσι παρεγύμνου καὶ προπέμπει τῶν τινὰ οἰκείων ὡς ἱερατικὸν συνομιλήσοντα τῷ ἀρχιερεῖ περὶ τινῶν τυχὸν ἀπορρήτων, καὶ τὸν καιρὸν τῆς κατ' αὐτὸν σκέψεως καὶ τῆς φήμης τούτῳ ἀποτειχίσοντα. καὶ τῆς διαλέξεως γινομένης ἐπικατέλαβε πλῆθος στρατιωτῶν ὅπλοις κατάφρακτον, καὶ περιχυθέντες πανταχόθεν αὐτῷ ἀνάρπαστον ἐκ τοῦ θρόνου τοῦτον ἀτίμως ἐπαίρουσι. καὶ ἡμιόνῳ καθίσαντες συνήλαυνον ἄχρι τῆς ἐν Βλαχέρναις ἀκτῆς· καὶ προστάγματος καταπτάντος βασιλικοῦ ἑνὶ τῶν λέμβων σπουδαίως ἐντίθεται, καὶ ὑπερόριος τῶν ἀδικούντων τάχα ὑπερλαλῶν ὁ ποιμενάρχης γίνεται. ὡσαύτως δὲ καὶ αὐτὰ τοῦ γένους τὰ φίλτατα τῆς ὁμοίας ἀπογεύονται τύχης. Φέρει δὲ τοσοῦτον τὸ πάθος ὁ ἀνὴρ μικροψύχως ἢ ἀγενῶς, καὶ κατέσεισε τὴν πίστιν αὐτοῦ τὸ τῆς ἀπιστίας πρὸς αὐτὸν τοῦ βασιλεύοντος τόλμημα; οὐ μὲν οὖν, ἀλλ' εὐψύχως μάλα καὶ εὐγενῶς, καὶ τῇ καρτερίᾳ τὸν Ἰὼβ πολλῷ τῷ πε 64 ριόντι νικῆσαι διαθρυλλούμενος, ὅτι καὶ τὸ ἄλγος οὐδὲν ἧττον αὐτῷ κατά τε τὴν ἔκπτωσιν τῆς ἀρχῆς καὶ τὴν τῆς πολιτείας καὶ τῆς παρρησίας καὶ αὐτῆς τῆς μεγίστης προεδρίας ἀφαιρέσει διεδείκνυτο, καὶ τὸ ἕλκος πρὸς ταῦτα συγκρινόμενον ἡττᾶτο, φέρον τῆς πατρίδος καὶ τῆς συζύγου τὴν ἀντισήκωσιν. εὐλογῶν γὰρ εὐλόγει τὸν κύριον, καὶ εὐχαριστῶν οὐκ ἀνίει, καὶ πάθος οὐκ ἀπεκάλει τὸ πάθος ἀλλὰ πύρωσιν ἀκριβῆ καὶ παίδευσιν πρὸς τελειότητα φέρουσαν καὶ ἀρετῆς ἐπίβασιν κρείττονος. μὴ ἀφιστάμενος δὲ καὶ τῆς ταπεινώσεως ἀντεγκαλῶν ἦν αὐτὸς ἑαυτῷ, καὶ ἄξια πεπονθέναι κατατιθέμενος καὶ πρὸς θεὸν ἅπαν αἰχμαλωτίζων νόημα, καὶ ἐπὶ πᾶσι τοῦ εὐγενοῦς πνέων ἔτι τῷ ὄντι φρονήματος. οὐ γὰρ κατέπεσεν ὅλως, οὐδὲ τοῦ ζήλου ἐνέδωκεν, οἷα πάσχειν οἶδε ψυχὴ τοῖς ὑλικοῖς διεπτοημένη καὶ κάτω φέρουσιν. Ὧν ἐν γνώσει γινόμενος ὁ κρατῶν ἤσχαλλε καὶ μετάμελον ἔτρεφε καὶ τὴν ἐπανόρθωσιν ἐδίψα μέν, οὐκ εἶχε δ' ὅπως ἑαυτὸν στηλιτεύσοι κακῶς διανοησάμενον. βεβούλευται τοίνυν αἰτιάσεις προθεῖναι κατ' αὐτοῦ, καὶ ἀναξιότητος γράψασθαι τὸν χρόνοις ἤδη πολλοῖς τὴν ἀξίαν διακοσμήσαντα καὶ τὸν σωτήριον λόγον ὀρθοτομήσαντα. καὶ γεγόνασι μὲν τῆς τούτου βουλῆς τῶν ἐν τέλει τινές, μηδὲ τὸ τοῦ ἀνδρὸς ἀγνοοῦντες ἐπίδοξον· ὅμως δὲ γεγόνασι συμμεταβαλόμενοι τῷ καιρῷ, ὁποῖα τὰ τῶν 65 κολάκων νεανιεύματα. ἀπόπειραν δὲ τῆς αὐτοῦ προαιρέσεως ποιούμενος ὁ βασιλεύς τινας μητροπόλεως προεστῶτας, οὓς καὶ λογιωτέρους τῶν ἄλλων ἐγίνωσκεν, ὡς αὐτὸν ἀποστέλλει διαλεξομένους περὶ τοῦ τὴν τιμὴν καταθέσθαι καὶ μὴ συνόδῳ καὶ συλλόγῳ περιφανεῖ δημοσιευθῆναι τὰ κατ' αὐτοῦ. ἀνάλωτος δὲ τούτοις ὀφθεὶς καὶ ἀπερίτρεπτος ἐς τὰ μάλιστα, καὶ πυρίπνους τὴν γλῶσσαν καὶ τὴν ὁρμήν, καταιδεσθῆναι τούτους πεποίηκε καὶ ἱκέτας πρὸς τὸ συγγνώμης τυχεῖν. ἐπανελθόντες οὖν εἰπεῖν ἐκεῖνο πρὸς τὸν πέμψαντα συνεστάλησαν οὐδαμῶς" ἡττήμεθα, βασιλεῦ, ἡττήμεθα, κρείττων ἀπειλῶν ὁ ἀνήρ, παντὸς λόγου καὶ πειθοῦς ἰσχυρότερος, ἀλλὰ καὶ λαβῆς ἁπάσης πολλῷ τῷ περιόντι ἀνώτερος. εἰ οὖν τῷ ἀνεπιλήπτῳ καὶ ἀκαταγωνίστῳ προσβάλλειν ἐθέλεις, ἀναλογίζου τὴν ἧτταν καὶ τὸν ἐντεῦθεν μετάμελον." τούτων ἀκηκοὼς ὁ βασιλεὺς σύννους ἦν καὶ πεφροντικώς, πῶς καὶ τίνα τρόπον τοῖς πράγμασι χρήσαιτο. ἐν τῷ μέσῳ δὲ τοῦ θεοῦ κρεῖττόν τι προβλεψαμένου, ἐν εἰρήνῃ μεταλλάττει τὸ ζῆν ὁ ἀρχιερεύς, προθεωρήσας τὴν θείαν μετάκλησιν δι' ὁσίου καὶ μεγίστου τὴν ἀρετὴν ἁγίου ἀνδρός, καὶ ὅτι τοῖς ἐν ἀσκήσει καὶ ἁγνείᾳ εὐαρεστήσασιν ἐναρίθμιος ὤν, ἐν μέσῳ τῆς μνήμης αὐτῶν πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ φιλανθρωπίαν ἐνανθρωπήσεως, τῶν φθαρτῶν καὶ ἐπικήρων τὴν ἄφθαρτον ζωὴν καὶ ἀνώλεθρον ἀνταλλάττεται. καὶ προέβη τὰ τῆς προρρήσεως τελειωθέντος κατ' ἐκείνας τὰς ἡμέρας τοῦ ἀρχι 66 ποίμενος. καὶ ὁ μὲν βασιλεὺς μετανοίᾳ βληθεὶς καὶ τὴν ἀρετὴν εὐλαβηθεὶς τοῦ ἀνδρός, μὴ ἔχων οἷς τρόποις τὴν ἁμαρτάδα ἐπανορθώσαιτο, ἐντίμως τὸν νεκρὸν αὐτοῦ εἰσαχθῆναι πρὸς τὴν βασιλεύουσαν διετάξατο. καὶ παραδίδοται τῇ σορῷ ἐν ᾧπερ ἐκεῖνος τόπῳ καὶ ζῶν μετετάξατο, κατὰ τὸ ἀνεγερθὲν παρ' αὐτοῦ φροντιστήριον, θαῦμα μέγιστον καὶ τοῦ ἀξίως τῆς ἀρχιερατικῆς τελειωθῆναι σημεῖον ἀπερίγραπτον δείξας τὴν ἐν χειρὶ τοῦ σταυρικοῦ σημείωσιν σχήματος. καὶ μεμένηκεν ἡ τιμία τῷ ὄντι χεὶρ τοῦτον τὸν τύπον τηροῦσα τῆς διὰ τοῦ σταυροῦ εἰρήνης καὶ εὐλογίας ἄχρι καὶ τήμερον, μὴ ἀλλοιωθεῖσα συνόλως τῇ νεκρώσει τοῦ σώματος. Προεχειρίσθη δὲ πατριάρχης Κωνσταντῖνος πρόεδρος καὶ πρωτοβεστιάριος ὁ Λειχούδης, ἀνὴρ μέγιστον διαλάμψας τοῖς βασιλικοῖς καὶ πολιτικοῖς πράγμασιν ἀπό τε τῆς τοῦ Μονομάχου καὶ μέχρι τῆς τούτου ἀναρρήσεως, καὶ μεσάζων ἐν τοῖς βασιλείοις τὴν τῶν ὅλων διοίκησιν. καὶ γέγονε δωρηματικὸς τοσοῦτον καὶ προνοητικὸς τῶν τε ἱεροκηρύκων καὶ τῶν μιγάδων, ὡς καὶ πάντας τῆς τούτου ἀφθονίας σχεδὸν ἀπόνασθαι καὶ θαυμάζειν τέλεον. Τῶν δὲ πρὸς ἥλιον δύνοντα Σαυροματῶν ταραττομένων, σὺν αὐτοῖς δὲ καὶ τῶν περὶ τὸν Ἴστρον Σκυθῶν, οὓς Πατζινάκους τὸ πλῆθος κικλήσκουσιν, ἔγνω λοιπὸν ὁ βασιλεὺς τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπενεγκεῖν κατ' αὐτῶν. καὶ τὰ πρὸς τὸν πόλεμον ἐξαρτύσας, καὶ τὸν στρατιωτικὸν κατάλο 67 γον ποιησάμενος, πασίρρωμος ἔξεισι. καὶ μέχρι τῆς Σαρδικῆς γενόμενος καὶ καταπλήξας τοὺς Σαυρομάτας εἰς φιλίαν ἐλθεῖν συνηνάγκασε, καὶ συνθήκαις ἐπιρρώσας τὸ εἰρηναῖον μεταστρατοπεδεύει πρὸς τοὺς ἀλλογενεῖς, τοὺς Σκύθας φημί. καὶ διῃρημένων αὐτῶν ἐν ἀρχαῖς ὄντων, οἱ μὲν τῶν ἄλλων ἡγέμονες προσῆλθον αὐτῷ, καὶ τὰ πιστὰ φυλάττειν συνθέμενοι φόβου παντὸς ἀπηλλάγησαν· μόνος δὲ ὁ πρὸς τῷ τοῦ Ἴστρου χείλει περινοστῶν καὶ ἀπότομον πέτραν κεκτημένος κρησφύγετον (Σελτὲ τῷ βαρβάρῳ τὸ ὄνομα) οὐκ ἠθέλησε χεῖρας δοῦναι τῷ βασιλεῖ, ἀλλ' ὑπεροπτικῶς πρὸς τοῦτον διατεθεὶς ἐξῆλθεν εἰς τὸ πεδίον, τοῖς Ῥωμαίοις ἀντιταξόμενος. οὐκ εἰς μακρὰν δὲ τῆς ἰδίας κακονοίας ἀποίσατο τὰ ἐπίχειρα· κατὰ κράτος γὰρ ἡττηθεὶς βραχείας μερίδος ἀντιταχθείσης αὐτῷ φυγὰς ᾤχετο, βαθείᾳ τινὶ ὕλῃ ὥσπερ τις πτὼξ μετὰ τῶν ὑπ' αὐτὸν εἰσδύς. καὶ ὁ βασιλεὺς ἑλὼν τὸ κρησφύγετον, καὶ φρουρὰν καταλιπὼν καὶ στρατηγὸν ἐπιστήσας, τὴν ἐπάνοδον εὐθύμως ἐποιεῖτο. Περὶ πρόποδας δέ τινος λόφου Λοβιτζοῦ λεγομένου τὴν παρεμβολὴν θέμενος, πρᾶγμά τι τῆς τοῦ τόπου ἐπωνυμίας ἀπηύρα. ῥαγδαῖος γὰρ ὄμβρος τῆς στρατιᾶς εὐθέως ἐπικαταρραγεὶς καὶ νιφετὸς ἔξωρος, σεπτεμβρίου μηνὸς ἔτι τὸν δρόμον ἐλαύνοντος, πολλῆς κακώσεως τὸ στρατιωτικὸν καὶ λύμης ἐνέπλησεν. ἥ τε γὰρ ἵππος σχεδὸν πᾶσα καὶ πολλοὶ 68 τῶν παρόντων, τῷ κρύει καὶ τῷ ὄμβρῳ συνεχεῖ καὶ ἀνυποίστῳ μήκιστον χρόνον ταλαιπωρούμενοι, τὸ ζῆν ἐναπέρρηξαν, καὶ τὰ ἐπιτήδεια παρ' ἐλπίδα τοῖς στρατευομένοις ἐπέλιπε, ποταμίου ῥεύματος καὶ χειμῶνος γενόμενα πάρεργον. ἀναστολῆς δὲ γενομένης ἐξῄει πρωΐας ὁ βασιλεύς, καὶ τὸν ποταμὸν ἀγχοῦ καταρρέοντα, τραφέντα τῇ ἐπομβρίᾳ, διαπεραιούμενος πολλοὺς τῶν σφετέρων ἀπέβαλε. λήξας δὲ πρὸς μικρὸν τῆς ὁδοιπορίας ὑπὸ σκιὰν ἔστη δένδρου τινὸς ἅμα τισὶ τῶν ὑπερεχόντων, καὶ μετ' ὀλίγον ἠχῆς γενομένης ἐκ τῆς δρυὸς προῄει μικρὸν ὁ βασιλεύς, ὅσον μὴ τῷ μήκει ταύτης καταλαμβάνεσθαι· ῥιζόθεν δ' αὕτη τμηθεῖσα σὺν πολλῇ τῇ βοῇ ὑπτία τῇ γῇ προσήρεισε. γέγονεν ὁ βασιλεὺς ἐνεὸς καταμαθὼν οἵας μικροῦ δεῖν τελευτῆς ἔμελλε τυχεῖν, καὶ ἦν προοίμιον οὐκ ἀγαθὸν τὸ συγκύρημα. Προβιβάζων δὲ τὴν στρατιὰν ἐπεπορεύετο ταύτῃ. ἐπετάχυνε δ' αὐτὸν καί τις φήμη ψευδὴς καὶ οὐκ ἔμπρακτος, τυραννίδος ἀπάρχεσθαι λέγουσα τὸν πρὸς ἑώαν ἀποσταλέντα παρ' αὐτοῦ πολιτικὸν ἄνδρα διὰ τὴν τῶν δημοσίων κτημάτων ἐξίσωσιν. καὶ μέχρι τῆς βασιλίδος γενόμενος καὶ πρὸς τὸ οἰκτρὸν τοῦ συμβάντος εἰκότως ἀνιαθείς, καὶ τὴν κατηγορίαν τοῦ ἄρχοντος ἐπίπλαστον ἐγνωκώς, ἀνελάμβανεν ὅμως τῆς ἀθυμίας ἑαυτόν, καὶ περὶ τὸν κατὰ πρόσωπον τῆς βασιλίδος προεκκείμενον πορθμὸν ἀνιὼν ἐνησχολεῖτο τῇ θήρᾳ, 69 ψυχαγωγῶν ἑαυτὸν τῇ συνεχεῖ γυμνασίᾳ. περὶ δὲ ὥραν ἀρίστου φῶς ἀστραπήβολον τοῖς τόποις ἐκείνοις ἐπέσκηψε· Νεάπολις τούτοις τὸ γνώρισμα. καὶ ὁ βασιλεὺς πληγείς, ὡς λόγος, ἐκεῖθεν ἀκατίοις ἐξαίφνης πρὸς τὰ βασίλεια ὥρμησε, καὶ νοσομαχήσας ἡμέραις τισὶ τὸν μόρον ἐκαραδόκει. καὶ διὰ τοῦτο πρὸς ἐξιλέωσιν τοῦ θείου ἀσπάζεται τὴν μετάνοιαν, καὶ τῆς βασιλικῆς ἐξουσίας τὸν μοναδικὸν καὶ ἀπέριττον ἀνταλλάττεται βίον, βασιλέα προχειρισάμενος οὐ τὸν ὁμαίμονα Ἰωάννην, οὐ τὸν ἀδελφιδοῦν, οὐκ ἄνδρα προσζεύξας τῇ θυγατρί, ἀλλὰ τὸν πρόεδρον Κωνσταντῖνον τὸν Δούκαν, ὃς αὐτῷ συνίστωρ καὶ συναγωνιστὴς περὶ τὴν τῆς βασιλείας κατάκτησιν διὰ παντὸς ἐχρημάτισεν. αὐτὸς δ' ὁ Κομνηνὸς μοναχικοῖς ῥάκεσιν τὴν τοῦ Στουδίου καταλαμβάνει μονήν, ἔτι τῇ νόσῳ τρυχόμενος, ζήσας μέν...., βασιλεύσας δὲ ἔτη δύο καὶ μῆνας τρεῖς, ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μοναχικῷ. Μετὰ δὲ τὴν τελευτὴν ὑγρότητος μεστὴ θεαθεῖσα ἡ τούτου σορὸς πολὺν λόγον εἰς τὸν δῆμον ἐκίνησε, τῶν μὲν τιμωρίαν εἶναι λεγόντων καὶ κολάσεως ἔνδειγμα τὸ φανὲν διὰ τὸν πολὺν φόνον ἐκεῖνον τὸν ἐκ τοῦ κροτηθέντος ἐμφυλίου πολέμου γενόμενον περὶ Νίκαιαν. ἄλλοι διὰ τὴν τῶν πολλῶν κάκωσιν καὶ ὑστέρησιν μερικὴν καὶ καθόλως τῶν διδομένων τοῖς πλείστοις ἐπετείως ἐκ τῶν βασιλικῶν θησαυρῶν, ἄλλοι διὰ 70 τὴν τῶν ναϊκῶν καὶ ἰδιωτικῶν κτημάτων ἀφαίρεσιν, ἕτεροι διὰ πάντα. ἄλλοι διὰ σωφρονισμῶν τῶν μετέπειτα μόνον, οὐχὶ τοῦ μεταλλάξαντος κόλασιν· συνέβαλον γὰρ τὴν μετάνοιαν ὅτι τὴν θείαν φιλανθρωπίαν ἐκκαλεῖται πρὸς ἔλεον. οἱ δὲ τούτων ἐναντίοι μετάμελον θρέψαι τὸν ἄνδρα μετὰ τὴν ἀναχώρησιν ἔλεγον, καὶ κατὰ τοῦτο τῆς μεταβιώσεως μὴ ἀπόνασθαι. οἱ δὲ τὸ ῥεῦσαν ἁγιωσύνης ἔργον ἐτίθεντο διὰ τὴν μετὰ ταῦτα μᾶλλον μετάνοιαν, καὶ τὸ δειχθῆναι πᾶσιν ὡς οὐκ ἔστιν ἁμάρτημα τὸ τὴν θείαν εὐμένειαν βιαζόμενον, εἰ τῶν κακῶν τις ἐκκλίνας τὸ ἀγαθὸν ἕλοιτο. ἐγὼ δὲ ἀμφοτέρων τὴν γνώμην ἐπαποδέχομαι τῷ τὴν μὲν κωλυτικὴν εἶναι μελλόντων κακῶν, τὴν δὲ προτρεπτικὴν ἀπὸ τοῦ χείρονος πρὸς τὸ βέλτιον· καὶ οὐδενὸς τὴν ἥττω καταψηφίζομαι. Ἀλλ' ὅ μοι λέγειν ὁ λόγος ὥρμητο, ἐπιλαβόμενος τῶν βασιλικῶν σκήπτρων Κωνσταντῖνος ὁ Δούκας συνήθροισε τὰ σωματεῖα τῆς πόλεως, καὶ λόγους ἐπιεικείας γέμοντας ἐδημηγόρησε πρὸς αὐτούς," ἐμὲ" φήσας," ὦ ἄνδρες, βασιλέα τεθεικὼς τῶν ἐπὶ γῆς ὁ βασιλεύων ἐν οὐρανοῖς τῆς ἁπασῶν μεγίστης τιμῆς πεποίηκε μέτοχον. ἐγὼ δὲ οὐκ ἂν ψεύσαιμι τὰς πρὸς ἐκεῖνον συνθήκας, ἀλλ' εὐμενὴς καὶ φιλάνθρωπος ἔσομαι, πατήρ τε τοῖς νέοις, καὶ τοῖς ἥλιξιν ἀδελφός, καὶ 71 βακτηρία τοῖς γέρουσι, καὶ παῖς τῇ διαθέσει καὶ μιμήσει τῆς φύσεως. εὐθηνήσετε δὲ ἐν ἐμοί, καὶ τὸ προφητικὸν πληρωθήσεται· ἀλήθεια γὰρ ἐκ τῆς γῆς ἀνατελεῖ, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διακύψει, καὶ οὐδεὶς ἔσται καθάπαξ ἐπὶ τῶν ἡμῶν ἡμερῶν ὁ στεναγμῷ καὶ κλαυθμῷ καὶ στερήσει ἀδίκῳ συγχυθησόμενος." ταῦτα εἰπών, καὶ συναποκρύψας ἑαυτόν, ὡς ἔθος τοῖς βασιλεῦσι, παραπετάσματι σὺν εὐφημίᾳ, μεγίσταις ἐλπίσι καὶ φιλανθρώποις μετέωρον εἰργάσατο τὸ ὑπήκοον. τὸ δ' ἀπὸ τοῦδε τῆς τῶν πραγμάτων ἐχόμενος ἀντιλήψεως ἀνθαμιλλωμένῳ ἐῴκει τοῖς ἑαυτοῦ καὶ προχαράττειν ἄλλ' ἄττα, τοῦ ἐπιεικοῦς καὶ μετρίου μὴ ἀφιστάμενος. πεποίηκε δὲ καὶ τιμήσεις, καὶ ἦσαν οἱ τιμηθέντες πολλοὶ τῶν τε τῆς ἀγορᾶς καὶ τῆς συγκλήτου βουλῆς. ἀνώρθωσε δὲ καὶ τοὺς ἤδη παρὰ τοῦ πρὸ αὐτοῦ βεβασιλευκότος τῶν οἰκείων ἐκπεπτωκότας τιμῶν· καὶ γὰρ ἐκεῖνος τοὺς τῷ καθαιρεθέντι παρ' αὐτοῦ βασιλεῖ προσῳκειωμένους πολλοὺς ὅσους παγανοὺς ἐξ ἐντίμων ἀπέδειξε, καὶ εἰς τὰς σφῶν αὐτῶν ἀξίας πάλιν ὁ Δούκας ἀνεκαλέσατο. Ἔτι δὲ τοῦ κράτους αὐτῷ συναυξανομένου ἐπέστη τὰ τῆς ἐπετείου ἑορτῆς τοῦ ἐν μάρτυσι περιωνύμου ἁγίου Γεωργίου. μετὰ δὲ τὴν τοῦ θείου πάσχα σωτήριον ἐπιφοίτησιν καὶ ὁ βασιλεύς, ὡς ἦν ἀπὸ τοῦ Μονομάχου τεθεσπισμένον τοὺς κατὰ τὴν ἡμέραν βασιλεῖς εἰς τὸ τοῦ ἁγίου φοιτᾶν 72 μαρτύριον, ὅπου περ αὐτὸς οἰκοδομὰς λαμπρὰς καὶ πολυτελεῖς καὶ βασιλεῦσι προσηκούσας ἐπήξατο, πληρῶν ἐντολὴν αἰδοῖ τοῦ ἐντειλαμένου, μᾶλλον δὲ τῇ τοῦ μάρτυρος ἐπευφραινόμενος ἑορτῇ καὶ κομίσασθαι μέλλων τὸ προσωρισμένον τάλαντον ἐπὶ δεξιώσει τῆς παρουσίας, παρεγένετο θύσων αὐτῷ βασιλικῶς τὴν τιμήν. καὶ μέντοι καὶ τὴν ἑορτάσιμον ἡμέραν διηνεκῶς ἐπέμενεν ἐκεῖσε, τὴν διαγωγὴν οὐκ ἀηδῆ καθορῶν. τινὲς δὲ τῶν τῆς βασιλευούσης κακοήθως διατεθέντες, ὡς τοῦ βασιλέως χαρακτῆρας παραγυμνοῦντος οὐκ εὐγενεῖς καὶ ἀστατοῦντος τοῖς λόγοις καὶ πρὸς τὸ βασιλικὸν ὀλισθαίνοντος χάρισμα, τὸ δὲ καὶ μεταβολῆς ἐρῶντες ἐλπίδι λημμάτων καινῶν, βουλὴν πονηρὰν ἐξαρτύσαντες ἄρτι προβεβουλευμένην αὐτοῖς, μεταδιδόασι τῆς λύμης αὐτῆς οὐ μόνον στρατιωτῶν τισὶ τῶν περὶ τὴν ἤπειρον ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ βασιλικοῦ στόλου καὶ τῆς κατὰ θάλασσαν δορυφορίας τε καὶ δυνάμεως. καὶ ἦν αὐτοῖς διεγνωσμένον τε καὶ συγκείμενον ἵνα τοῦ βασιλέως ἔτι ταῖς μαρτυρικαῖς ἐμφιλοχωροῦντος σκηναῖς ὀρθριώτερον, πρὸ τοῦ διαγελᾶν ἀπάρξασθαι τὴν ἡμέραν, οἱ μὲν σὺν ἀλαλαγμῷ καὶ βοῇ καὶ θορύβῳ μεγίστῳ τὰς τῆς πόλεως πλατείας διαταράξωσι, καὶ ταῖς φρουραῖς προσβαλόντες ἀνάστατον ἅπαν τὸ ἔμφρουρον ἀπεργάσωνται, καὶ πολλοὺς τῶν ὁμοίων πρὸς ἀνταρσίαν διερεθίσωσιν, οἱ δὲ τῆς βουλῆς αὐτοῖς συμμετέχοντες ναυτικοὶ τοῖς ἀκατίοις πρὸ τῶν ἄλλων προσοκείλωσι τῇ χέρσῳ τῶν μαρτυρικῶν ἐκείνων σκηνῶν, καὶ 73 τὸν βασιλέα κατιόντα τῷ κυδοιμῷ κατεπτοημένον, καὶ πρὸς τὰ βασίλεια μέλλοντα παραγενέσθαι καὶ κατασφαλισθῆναι πρὸς τὴν ἐπιβουλήν, ὃ πάντως ἀναγκαίως ποιῆσαι τοῦτον προέκειτο, ὑποδέξωνται τοῖς ἑαυτῶν ἀκατίοις καὶ πελάγιοι γενόμενοι τῷ βυθῷ παραδώσουσι. καὶ ἦν ἡ γνώμη δεινή τις καὶ ἄφυκτος, καὶ πανταχόθεν σοβοῦσα τὸ θήραμα καὶ πλεκτάναις κατά γε τὴν ἀνθρωπίνην ἀσθένειαν τοῦτον συγκατασχεθῆναι καὶ θηραθῆναι συνάγουσα. τοῦ δὲ διασκεδάζοντος βουλὰς ἐθνῶν καὶ λογισμοὺς ἀθετοῦντος ἀρχόντων Κυρίου ἀπερίτρεπτος μένουσα ἡ βουλὴ τὰς τῶν γηίνων σκαιωρίας παρέσφαλε, καὶ παρ' ἐλπίδα τὴν σωτηρίαν τῷ ἀπεγνωσμένῳ πανταρχικῶς ἐχαρίσατο. ὡς γὰρ ἡ στάσις ἀνῆψε καὶ θόρυβος ἀνερριπίσθη πολύς, αἵ τε ἀγγελίαι φθάνουσαι ἑτέρα τὴν ἑτέραν τῷ βασιλεῖ προσεφοίτησε, καὶ ὁ δῆμος ἅπας συνεκροτεῖτο καὶ συνηθροίζετο, καὶ ταραχῆς ὑπῆρχον τὰ κατὰ τὴν πόλιν ἀνάμεστα καὶ συγχύσεως, συσκευασάμενος οὗτος ὁ βασιλεὺς ἅμα τῇ Αὐγούστῃ καὶ τοῖς ἐξ αὐτῶν γεννηθεῖσιν εἰς τὴν γείτονα κατῆλθον ἀκτήν, καὶ μὴ εὑρόντες τῶν βασιλικῶν πλοίων τινὰ εἰς τὸ προσορμίσαν νέον ἔκ τινος ἀπροόπτου καὶ δεξιᾶς τύχης, μᾶλλον δὲ προνοίας ἀρρήτου θελήματος, ἀρχοντικὸν πλοιάριον, ὡς εἶχον σπουδῆς, ἀνέβησαν. καὶ τῶν βασιλείων εὐθὺ τῆς εἰρεσίας ἀγούσης ἐπικατέλαβε τὸ τῆς ἀνοσίας βουλῆς μετεσχηκὸς ἀκάτιον, τὸν βασιλέα προκαλούμενον εἰσελθεῖν ἐν αὐτῷ ὡς σπουδαιότερον δῆθεν ἀχθη 74 σόμενον δι' αὐτοῦ. ὡς δ' ἀπεπέμπετο καὶ κατὰ χώραν ὁ θηρευόμενος ἔμενε, καί τι προύργου πράξειν ἀπηναισχύντουν οἱ ἐν αὐτῷ, προσαράσσειν ταῖς κώπαις οὐκ ἐξ εὐπλοίας σχηματιζόμενοι. διασωθέντος τοίνυν τοῦ βασιλέως ἀθιγοῦς ἐν τοῖς ἀνακτόροις, ἐπεὶ καὶ ὁ τούτου αὐτάδελφος διὰ τῆς ἀγορᾶς προῄει προπορευομένων αὐτοῦ καὶ περικυκλούντων στρατιωτῶν ἐγχεσιμάχων, διάλυσιν ἐλάμβανε τὰ τῆς στάσεως· τοῦ γὰρ ἄλλου πλήθους τῆς πόλεως μὴ συναποστατῆσαι θελήσαντος καὶ συνδιαφθαρῆναι τῇ τῶν ἐπιβούλων σκαιότητι, φόβος κατέσχεν αὐτούς. καὶ οἱ μὲν ἐπισημότεροι καὶ τὰς ὡπλισμένας ἤδη παραγυμνώσαντες τῷ μεγάλῳ καὶ περιωνύμῳ ναῷ τῆς τοῦ θεοῦ σοφίας προσέδραμον, τὴν περὶ ψυχῆς σωτηρίαν τῶν ἄλλων ἁπάντων, χρημάτων τέ φαμεν καὶ κτημάτων, ἀνταλλαττόμενοι· οἱ δὲ λαθεῖν οἰηθέντες ἐπὶ τὰς ἑαυτῶν κατοικίας καὶ συναυλίας ἑτέρας διεσκεδάσθησαν. ἐξῆλθε δὲ καὶ ὁ τῆς πόλεως ἔπαρχος μετὰ τὸ τὴν πολλήν, τὸ τοῦ λόγου, τυφθεῖσαν θάλασσαν, τὸ φλεγμαῖνον καὶ αὐτὸς καταστέλλων, καὶ συνεμίγη τῷ τοῦ βασιλέως ὁμαίμονι κατὰ τὴν ἀγορὰν προοδεύοντι. ἦσαν γὰρ ἀναλαβόμενοι πάντες ἑαυτούς, καὶ τούτων συγκροτοῦντες τὰ νικητήρια, καὶ τοῖς βασιλεῦσι τὸ κράτος ἐπικροτοῦντες, καὶ σὺν εὐφημίαις καὶ θυμιάμασι πλείσταις τὴν προπομπὴν ἐργαζόμενοι. Ὡς δὲ κατάστασις ἔσχε καὶ νηνεμία τουτὶ τὸ κλυδώνιον, καὶ παντελὴς πληροφορία τοῖς περὶ τὸν βασιλέα καὶ 75 αὐτῷ βασιλεῖ γέγονεν ὡς μερική τις δυσβουλία καὶ συνέλευσις συνετάραξε τὸ ὑπήκοον, οὐχὶ συνθήκη κοινὴ καὶ συγκίνησις ἐξεπολέμωσε τοῦτον, καὶ θάρσους ἐνεπλήσθησαν, εἰς ἔρευναν εὐθὺς διανέστη καὶ τῶν τετολμημένων ἐκδίκησιν ὁ κρατῶν. καὶ ἐπεὶ λαθεῖν οὐκ ἐνῆν τοὺς τοσούτου κακοῦ πρωτεργάτας καὶ στασιαστὰς καὶ συνίστορας, ἤγοντο τούτων συχνοί, καὶ καθοσιώσεως εἰς βασιλέα φερομένης ἐκρίνοντο. καὶ οἱ μὲν εἱρκταῖς δημοσίαις, οἱ δὲ ἀμειδέσιν οἰκίσκοις ἐδίδοντο. ἄλλοι δὲ τούτων τὸν θάνατον ἐκκλῖναι σπουδάζοντες, ὑποσχέσεσιν ἐλευθερίας σαινόμενοι, προεδίδουν ἑτέρους. καὶ καθ' ἑκάστην συνελαμβάνοντο συχνοί, καὶ φόβος εἶχε τοὺς πλείστους ἵνα μὴ συλληφθῶσι κατηγορούμενοι. τέως δὲ μαστιγώσας τούτων τινὰς ὁ κρατῶν, καὶ εἰς φῶς τοὺς ἐπιβούλους προαγαγὼν οὐδὲ πρὶν ἀγνοουμένους διὰ τὸ ἐκραγῆναι τὸ μελετώμενον, φυγῇ τούτους καὶ δημεύσει προσεζημίωσε, μηδένα δι' αἵματος τιμωρήσασθαι ἀνασχόμενος, ἀλλ' εὐψύχως τὴν παροινίαν καὶ μετριώτερον ἐνεγκών. πρὸ δὲ πάντων ὁ εἰρημένος ἔπαρχος, συνειδότος κατηγορηθεὶς καὶ κριθείς, ὑπερορίᾳ καὶ δημεύσει κατὰ τὴν αὐτὴν ἡμέραν τῆς ταραχῆς ὑπεβλήθη, εἰσιὼν μὲν εἰς τὰ βασίλεια ὥς τι τῶν δεόντων κατωρθωκὼς καὶ τὸ στασιάζον κατευνακώς, ἀφαιρεθεὶς δὲ τὴν ζώνην καὶ τὰ παράσημα καὶ κατάκριτος ἀπροσδοκήτως γενόμενος.