⋯
Original: Pg Scrape Grc
ΙΣΤΟΡΙΑ ΕΚΤΕΘΕΙΣΑ ΠΑΡΑ ΜΙΧΑΗΛ, ΑΙΔΕΣΙΜΩΤΑΤΟΥ ΚΡΙΤΟΥ ΕΠΙ ΤΟΥ ΙΠΠΟΔΡΟΜΟΥ ΚΑΙ ΤΟΥ ΒΗΛΟΥ, ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ. Τὸ τῆς ἱστορίας χρῆμα πολλοῖς τῶν πάλαι σοφῶν σπουδασθὲν οὐ παρέργως, χρήσιμον ἐς τὰ μάλιστα κατεφάνη τῷ βίῳ, τοὺς τῶν ἀρίστων καὶ μὴ τοιούτων βίους ἀνακαλύπτον, καὶ πράξεις ἐπιφανεῖς ἐξ ἀνεπιλήπτου βουλῆς καὶ σπουδῆς διαγράφον, καὶ ἀδοξίας αὖ πάλιν ἐκ δυσβουλίας ἢ ὀλιγωρίας τῶν προεστώτων τοῖς πράγμασιν, ἐξαιρέτως δὲ τῶν ἀρχικὴν μετιόντων ἀξίαν, ὅπως ἄλλοι μὲν ἐξ ἐπιμελοῦς στρατηγίας προφανεῖς κινδύνους κατηγωνίσαντο, καὶ ὅπως ἕτεροι, τῆς νίκης ἤδη προσμειδιᾶν ἐπειγομένης αὐτοῖς, διέφθειραν τὰς ἐπὶ τὸ κρεῖττον ἐλπίδας, μὴ συνετῶς χρησάμενοι τοῖς ἐμπίπτουσι. ταῦτα τοίνυν διὰ τῆς ἱστορίας ἀπογυμνούμενα, πολλήν, ὡς 8 ἔφαμεν, εἰσενηνοχότα τὴν χρησιμότητα, διδασκαλία σαφὴς χρηματίζοντα καὶ ῥυθμὸς τῶν μετέπειτα, πρὸς μίμησιν ἀτεχνῶς ἕλκοντα τῶν εὖ διακεκριμένων καὶ ἀποτροπὴν τῶν ἀσυμβούλως καὶ δυσκλεῶς πεπραγμένων ἐν πολέμοις καὶ μάχαις καὶ λοιποῖς ἀναγκαιοτάτοις ἐπιχειρήμασι καὶ προβλήμασι. διὸ δὴ ἔδοξε κἀμοί, καίτοι μυρίαις ἀσχολίαις ἀλύοντι περὶ τὸ στρατόπεδον καὶ δικαστικοῖς διαλόγοις ἀεὶ περιδονουμένῳ καὶ ὅσαι ὧραι τοῖς ἐξ αὐτῶν συγγράμμασι κάμνοντι, προσθήκην ἐμποιῆσαι τοῖς πόνοις καὶ μικρὰ ἄττα διαλαβεῖν βραχεῖ τινι ῥήματι καὶ ἁπλοϊκῷ, καθὰ προσήκει τοῖς ἱστορίας συγγράφουσιν, ὅτι μὴ ἀγωνιστικὸς ὁ λόγος καὶ διὰ τοῦτο μεθόδου προσδεόμενος τεχνικῆς, ἀλλ' ἱστορικὸς καὶ διπλόης ἁπάσης καὶ ἀκαιρολογίας ἀνώτερος, περὶ ὧν οὐκ ἀκοῇ καὶ μύθοις ἑτέρων παρέλαβον, ἀλλ' ὧν αὐτὸς αὐτόπτης καὶ θεατὴς ἐχρημάτισα, ἵνα μὴ λήθης βυθοῖς διὰ τῆς τοῦ χρόνου παραρροῆς τὰ λόγου καὶ ἄξια συγχωσθεῖεν, ἀλλὰ τὴν μνήμην ἀθάνατον ἔχωσιν. Ἄρτι τὰ Ῥωμαίων σκῆπτρα διέποντος τοῦ τῆς εὐσεβοῦς λήξεως βασιλέως Μιχαήλ, ᾧ πατρὶς ἡ τῶν Παφλαγόνων ἐγνωρίζετο ἐπαρχία, κατεπολεμήθη τὸ τῶν Ἀγαρηνῶν φῦλον πρὸς ἑσπέραν ἐν Σικελίᾳ ναυτικαῖς τε καὶ πεζικαῖς Ῥωμαίων 9 δυνάμεσι· καὶ εἰ μὴ διαβληθεὶς περὶ τυραννίδος ὁ τὴν στρατηγίαν τῶν ὅλων ἐμπιστευθεὶς Γεώργιος ἐκεῖνος ὁ Μανιάκης ἐκ μέσου γέγονε, καὶ ἄλλοις ἀνετέθη τὰ τοῦ πολέμου, κἂν ὑπὸ Ῥωμαίοις ἐτέλει νυνὶ νῆσος οὕτω μεγάλη καὶ περιβόητος καὶ πόλεσι περιεζωσμένη μεγίσταις καὶ τῶν ἄλλων χρηστῶν οὐδενὸς ἀποδέουσα. νῦν δὲ ὁ φθόνος καὶ τὸν ἄνδρα καὶ τὰς πράξεις καὶ τοσοῦτον κατειργάσατο ἔργον· αἰσχρῶς γὰρ καὶ ἀγεννῶς βουλευσαμένων τῶν ὕστερον στρατηγῶν σὺν αὐτῇ καὶ τὸ πλεῖστον τοῦ στρατεύματος ἀπολώλει Ῥωμαίοις. οὐ μὴν δὲ ἀλλὰ καὶ οἵ ποτε σύμμαχοι καὶ τῆς ἰσοπολιτείας ἡμῖν συμμετέχοντες, ὡς καὶ αὐτῆς τῆς θρησκείας, Ἀλβανοὶ καὶ Λατῖνοι ὅσοι μετὰ τὴν ἑσπερίαν Ῥώμην τοῖς Ἰταλικοῖς πλησιάζουσι μέρεσι, πολέμιοι παραλογώτατοι ἐχρημάτισαν ἐμπεπαρῳνηκότος εἰς τὸν ἄρχοντα τούτων τοῦ τότε τὴν στρατηγίαν ἰθύνοντος Μιχαὴλ δουκὸς τοῦ Δοκειανοῦ. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· Μυσοὶ δέ, οἷς εἰδικὴ προσηγορία τὸ τῶν Βουλγάρων καθέστηκεν ὄνομα, τηνικαῦτα τοὺς τῆς δουλώσεως ἀποπτύσαντες χαλινοὺς εἰς ἀποστασίαν προκεχωρήκεσαν, καὶ τὸν βασιλέα περὶ τὰ ἐν Θεσσαλονίκῃ διατρίβοντα ὅρια, καὶ μόνους τοὺς ἐν τῇ αὐλῇ σωματοφύλακας ἔχοντα ὡς διὰ φιλίας παροδεύοντα γῆς, ἰταμῶς συνεδίωξαν· ἐξαρτύσας δ' οὗτος ἅμα τῷ εἰς τὴν βασιλεύουσαν εἰσιέ 10 ναι τὰ περὶ τὸν πόλεμον εὐθαρσῶς, καὶ τῆς ἐνοχλούσης 10 ἀσθενείας ἐπιλαθόμενος (καὶ γὰρ ἦν τοῖς ἐπιληπτικοῖς, ὡς δέ τινες μελαγχολικοῖς κάτοχος), θᾶττον ἐξ ἁπασῶν τῶν ἐπαρχιῶν συνεστήσατο στρατιάν, καὶ μετὰ τῶν δυνάμεων τῇ Σαρδικῇ τῇ νῦν λεγομένῃ Τριαδίτζῃ καὶ δι' αὐτῆς Ἰλλυρικῷ προσβαλὼν κατὰ κράτος τοὺς ἀποστατήσαντας ἐτροπώσατο, καὶ τὴν χώραν αὐτῶν πολλὴν καὶ μεγάλην καὶ στενόπορον οὖσαν, καὶ χρόνοις πολλοῖς ἀνταγωνιζομένην τοῖς πρὸ τοῦ βασιλεῦσι διὰ τὸ δυσεξίτητον τῶν ἐν αὐτῇ αὐλώνων, ἰσχυρῶς παρεστήσατο, καὶ ἀθιγὴς ἐκεῖθεν ἀνέζευξε, τὰ ἐν ταύτῃ καταστησάμενος πράγματα, καὶ τὸν ἐπιφανῆ λαμπρῶς κατηγάγετο θρίαμβον, καὶ ἀγῶνα ἱππικόν τε καὶ πεζικὸν ἑορτάσας οὕτω δι' ὀλίγου τὸν ἐνταῦθα βίον κατέστρεψε, πολλὰ τῆς ἀρετῆς καταλιπὼν εἰκονίσματα, ζήσας ἐν τῇ βασιλείᾳ χρόνους ζʹ καὶ μῆνας ζʹ. Τῆς δὲ συζύγου τούτου καὶ βασιλίδος Ζωῆς ἐν τοῖς κατὰ νότον ἀνακτόροις ἐπανελθούσης ἀπὸ τῶν βορειοτέρων μερῶν τῆς πόλεως (ἐκεῖσε γὰρ ὁ βασιλεὺς περὶ τὴν τῶν ἁγίων ἀναργύρων μονὴν τὸν χοῦν ἐναπέθετο) σύλλογος εἶχε τὴν μεγαλόπολιν, καθὰ φιλεῖ ταῖς μεταβολαῖς τῶν πραγμάτων ἐγγίνεσθαι. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ βασιλεὺς ἀνηγορεύθη Μιχαὴλ ὁ τοῦ προαπελθόντος βασιλέως ἀδελφιδοῦς, τὴν Καίσα 11 ρος τύχην ἐκ πολλῶν ἕλκων χρόνων, εἶτα τῇ ἀνακτορίσσῃ θέσει χρηματίσας υἱός, καὶ ὅρκοις φρικωδεστάτοις, οὐ μέλανι ἀλλ' αἵματι ἀχράντῳ τοῦ θεανθρώπου λόγου καὶ χειρὶ τοῦ μείζονος ἐν γεννητοῖς γυναικῶν βαπτιστοῦ ἐνσεσημασμένοις, ἀνόθευτον τὴν πρὸς αὐτὴν τάχα βεβαιωσάμενος πίστιν. καὶ ἦν ὁ ἀνὴρ ἐπὶ μὲν τῆς προτέρας διαγωγῆς κακιζόμενος καὶ τοῖς ἐπαινετῶς πολιτευομένοις μὴ συναπτόμενος, ἐπὶ δὲ τῆς βασιλικῆς ἀναβάσεως καὶ λίαν ἐγκωμιαζόμενός τε καὶ σεμνυνόμενος, οἷα φιλοτίμως ἄρτι πρῶτον ὑπὲρ τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας τῇ συγκλήτῳ καὶ τοῖς ἄλλοις προσφερόμενος ὑπηκόοις, καὶ τιμαῖς περιβλέπτοις καὶ ἀξιώμασι πλείστους ὅσους καταγεραίρων, καὶ τὴν εὐνομίαν, εἴπερ τις ἄλλος, σπουδάζων ἀνεγερθῆναι, καὶ τῶν ἀδικουμένων ἐκδικητὴς ἀναφαινόμενος ἀπαραίτητος, καὶ δικαιοσύνην τῶν ἄλλων ἁπάντων ὑπεραίρων καὶ προτιμώμενος. ἐξήγαγε γὰρ καὶ τῆς χρονίας φρουρᾶς τόν τε Κωνσταντῖνον ἐκεῖνον τὸν Δαλασσηνόν, ὡς ὕποπτον περὶ τῆς βασιλείας ἐν πύργῳ ἀποκλεισθέντα παρὰ τοῦ θείου αὐτοῦ, καὶ τὸν πατρίκιον ἐκεῖνον Γεώργιον τὸν Μανιάκην, ὃν καὶ τῷ τῶν μαγίστρων τετιμηκὼς ἀξιώματι καὶ κατεπάνω Ἰταλίας προεχειρίσατο. τοὺς δὲ συγγενεῖς αὑτοῦ, πολλοὺς μὲν καὶ πλουσίους φορτικοὺς δὲ δοκοῦντας τῷ βάρει τῶν πράξεων, ἄρδην ἐκ μέσου πεποίηκε, τὸν μὲν ἐξάρχοντα τούτων Ἰωάννην μοναχὸν καὶ ὀρφανοτρόφον, ὃς τὴν τῶν πραγμάτων εἶχεν 12 ὡς βασιλεὺς διοίκησιν, ἀϊδίῳ ἐλάσας φυγῇ, τοὺς δὲ λοιποὺς ἀκμῆτας καὶ τὸν ἴουλον ἐπανθοῦντας, οὓς δὲ καὶ προσήβους, ἐκτομίας ἀπεργασάμενος. καὶ τὸ γένος αὐτοῦ τοῦτον τὸν τρόπον καταστρέψας, ἄφρονα ζῆλον προσφέρειν τοῖς συνετοῖς ἔδοξεν, ἐψιλωμένον ἑαυτὸν τοσαύτης βοηθείας καὶ συγγενικῆς βοηθείας ἀπεργασάμενος. Ἀμέλει τοῦ καὶ κατὰ τὴν θείαν καὶ πάνδημον ἑορτὴν τῆς ὑπερφυοῦς ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἥτις πάσχα σωτήριον τοῖς ὀρθοδόξως δοξάζουσι διωνόμασται, τῆς βασιλικῆς εὐτρεπιζομένης προόδου οἱ τῆς ἀγορᾶς προεξάρχοντες, πέπλα σηρικὰ πολυτελῶς ἐξυφασμένα τῇ γῇ καταστρώσαντες ἀπ' αὐτῶν τῶν ἀνακτόρων μέχρι τῶν τοῦ σεβασμίου καὶ μεγίστου ναοῦ τῆς τοῦ θεοῦ λόγον ἁγίας σοφίας πυλῶν, ἐπὶ τούτοις τὸν βασιλέα μετὰ τῆς δορυφορούσης αὐτὸν εὐταξίας διελθεῖν φιλοτίμως παρεσκευάκασι. μετὰ δὲ ταῦτα καὶ κατὰ τὴν νέαν κυριακὴν ἐφίππου τῆς προόδου γεγενημένης ἐπεριπετάννυντο ὧδε κἀκεῖσε τὰ πολυτελῆ τῶν ὑφασμάτων καὶ τίμια, καὶ κόσμος ἄλλος χρυσῷ καὶ ἀργύρῳ καταστράπτων συνεχῶς ὑπερήρτητο, καὶ πᾶν τὸ τῆς ἀγορᾶς στεφανηφοροῦν καὶ οἷον ἑορτάζον χαρμόσυνά τινα καὶ σωτηριώδη κατελαμπρύνετο· ἡ δὲ προπομπὴ θαυμαστὴ τῷ ὄντι καὶ βασιλική, πανταχόθεν εὐφημίαις συγκροτουμένη καὶ χάρισι καὶ παιανισμοῖς ἐξαιρομένη τῆς πόλεως, πλὴν ὅσον τὸ τοῦ συνήθους 13 πρωιαίτερον γενομένης τῆς προελεύσεως ἔκπληξις κατεῖχε τοὺς συνετωτέρους τῶν θεατῶν, συμβάλλοντας ὅπως πρὸ τοῦ κατασκευασθῆναι τὸ θέατρον καὶ πλησθῆναι τὰς ἀγυιὰς κατεσπουδασμένην ὁ βασιλεὺς τὴν πρόοδον ἐναπέδειξε· καὶ οἰωνὸς οὐκ ἀγαθὸς ἐδόκει τὸ ἔξωρον. τέως δὲ τὸν μὲν βασιλέα αὖθις ὑποστρέψαντα ἐκ τοῦ μεγίστου ναοῦ τῶν κορυφαίων ἀποστόλων εἶχε τὸ παλάτιον, μέγα φρονοῦντα τῷ τυχεῖν τοιαύτης ἀποδοχῆς τε καὶ προπομπῆς, τὴν δὲ δέσποιναν πρὸς τὴν ἑσπέραν ἡ Πρίγκιπος (νῆσος δὲ αὕτη τῆς βασιλευούσης οὐ πόρρω) μελαμφοροῦσαν καὶ κεκαρμένην τὰς τρίχας. Τῇ δ' ἐπαύριον ἔτι τοῖς πολλοῖς ἀγνώστου καθεστῶτος τοῦ πράγματος, φιλοτιμία περὶ τῶν διηγημάτων τῆς παρελθούσης ἡμέρας ἐγίνετο, τοῦ μὲν τάδε τοῦ δὲ τάδε θαυμαστικῶς ἐπιλέγοντος, καὶ ἄλλου προφθάνειν ἐπειγομένου τὸ παρεθέν, καὶ πάντων ἀποσεμνύνειν βουλομένων τὰ κράτιστα. ὡς δὲ κατέπτη τὰ τοῦ πάθους τῷ δήμῳ καὶ περιέδραμεν ἡ φήμη τοὺς περικύκλῳ, εὐθὺς ἦν ἰδεῖν ἀθρόον τὴν ἐναντίαν μεταβολὴν κατασχοῦσαν τοὺς σύμπαντας, καὶ ἀντεσηκώθη τοῖς χαρμοσύνοις τὰ σκυθρωπά, καὶ ἀντὶ τιμῆς καὶ φιλοτιμίας, ἣν πρὸς τὸν κρατοῦντα ἐδείκνυον, μῖσος ἄσπονδον ἐξηγείρετο, καὶ ἄλλος ἄλλου θερμότερος ἔσπευδε γενέσθαι καὶ τῆς κατ' αὐτοῦ προκατάρξασθαι δυσμενείας καὶ ἀναιδείας. ταῦτα μεμα 14 θηκὼς ὁ βασιλεύς, καὶ βουλόμενος καταστεῖλαι τὸ φλεγμαῖνον τοῦ πάθους τῶν Βυζαντίων, ἔγγραφόν τι ποιεῖται τούτοις κατὰ τὸν ἐπισημότερον τόπον τοῦ φόρου ἐπαναγνωσθησόμενον, μεταφέρον τὰς αἰτίας ἐπὶ τὴν πεπονθυῖαν, ὡς αὐτῆς τῆς βουλῆς προκαταρξαμένης ἀνδρικώτερον οὗτος τὸ προβούλευμα κατειργάσατο, σκῆψιν πάντως ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς προμηθούμενος ψευδεπίπλαστον, ἵνα περιτρέψῃ τὰς τῶν πεπονθότων ψυχὰς καὶ ὃν ὑπώπτευε διαδράσειε κίνδυνον. ἔλαθε δὲ τὸν καπνὸν ὑπεκκλίνων εἰσβαλὼν εἰς τὸ πῦρ. τοῦ γὰρ πιττακίου ἀναπτυχθέντος πλεῖστος ὄχλος ἐπέρρευσεν εἰς τὴν ἀκρόασιν, καὶ οὐδὲ δευτέραν φωνὴν τοῦ ἀναγινώσκοντος προεμένου ἤρξατο τὸ πλῆθος δίκην ἀγριαινομένης θαλάσσης ἐξοιδοῦσθαί τε καὶ οἷον κυμαίνεσθαι, καί τις πρῶτος τῶν ἄλλων ὑβριστικὴν φωνὴν ἀφιεὶς καὶ λίθου βολὴν ἐπαφῆκε σὺν τῇ φωνῇ. αὐτίκα οὖν τὸ περικεχυμένον πλῆθος ἐκεῖσε, ὥσπερ ὑφ' ἡγεμόνι τῷδε τῷ δημοτικῷ στρατηγούμενον, τὴν ὁμοίαν γνώμην καὶ γλῶτταν ἐξέρρηξε καὶ κατὰ τοῦ ἐπάρχου μετὰ βοῆς καὶ ἀλαλαγμῶν ἐξορμήσαντες οἱ πάροντες, ὡς εἶχον θυμοῦ καὶ ὀργῆς, καὶ τὰς τῶν ἐμπόρων καταστρέψαντες κραββατίνας ὅπλοις ἀγχεμάχοις τούτοις κατὰ τῶν τῆς βασιλικῆς μοίρας καὶ τῶν ἐπαρχικῶν κατεχρήσαντο. καὶ τούτους ἄρδην καταβαλόντες καὶ φυγεῖν αἰσχρῶς ἀναγκάσαντες οὐ διασκεδάσθησαν, οἷα τὰ τοῦ συμμιγοῦς πλήθους καὶ χηρεύοντα ἀρ 15 χηγοῦ, ἀλλ' ὥσπερ ἄνωθεν στρατηγούμενοι γενναιοτέροις βουλεύμασι πρὸς τὸ καρτερώτερον ἀνελάμβανον ἑαυτούς, καὶ προσθήκην ἑκάστης ὥρας ἐκ τῶν συρρεόντων ἐλάμβανον. τὸ δὲ κεφάλαιον τῆς βουλῆς, μὴ ἐνδοῦναι μηδὲ μαλακισθῆναί τι καὶ ἀναβεβλημένον παθεῖν, ἀλλὰ τὸν ἀχάριστον καὶ ἀγνώμονα περὶ τὴν εὐεργέτιν, καὶ ἀδικίαν κατὰ τῶν φρικωδεστάτων ὅρκων πεποιηκότα, τῆς ἀρχῆς καθελεῖν ὡς ἀλιτήριον καὶ ταύτης ἀνάξιον. βοὴ δὲ τούτοις οὐκ ἄσημος τὸ ποιητέον ἐπέτρεπε. καὶ οἱ μὲν τὰς φρουρὰς καθελόντες τοὺς φυλακίτας τῶν δεσμῶν ἠλευθέρουν καὶ κοινωνοὺς ἐποιοῦντο τῆς διεγέρσεως καὶ τῆς ἐπιτετραμμένης αὐτοῖς ἐνδιαθέτοις ὁρμαῖς ἐκδικήσεως, οἱ δὲ τὰ ἀνάκτορα κατελάμβανον καὶ πόλεμον πολιτικὸν ἀνερρίπιζον. ἄλλοι τὰς οἰκίας τῶν κατὰ γένος προσηκόντων τῷ βασιλεῖ καὶ μεγάλα δυναμένων τῷ κατ' ἐκεῖνο καιροῦ περιστοιχίσαντες ἐξ ἐφόδου κατήρειπον, καὶ τὸν πλοῦτον πολλοῖς ἀδικήμασι καὶ στεναγμοῖς πενήτων ἀποτεθησαυρισμένον ἐξήντλουν. οὐδὲ ναοὶ καὶ σεμνεῖα παρ' αὐτῶν πολυτελῶς καὶ πλουσίως ἀνεγερθέντα φειδοῦς ἠξίωντο, ἐλαφυραγωγοῦντο δὲ καὶ αὐτὰ καὶ ὡς ἐναγῆ ἐβεβήλωντό τε καὶ διηρπάζοντο. ἕτεροι κατὰ τὸ τέμενος τῆς τοῦ θεοῦ λόγου ἁγίας σοφίας εἰσρεύσαντες τὸν πατριάρχην αὐτὸν τὴν ἱεραρχικὴν στολὴν ἀμπεχόμενον κατεβίβασαν, ἐκβιαζόμενοι τὴν κληρονόμον καὶ δέσποιναν μὴ περιιδεῖν τὰ ἔσχατα πάσχουσαν ἀδίκως παρὰ τοῦ ἐπεισάντου καὶ ἀντὶ τῆς μεγίστης εὐεργε 16 σίας ὕβριν παθοῦσαν ἀνήκεστον. ἔσχον οὖν τοῦ δικαίου τούτου συλλήπτορα ζήλου καὶ τὸν ἁγιώτατον τοῦτον ἄνδρα. Ἀλέξιος ἦν, ὁ πρὸ τοῦ τὴν μοναχικὴν πολιτείαν ἀκριβωσάμενος. καὶ ἀνάγουσι, γνώμῃ καὶ τινῶν τῶν ἐν τέλει, τὴν ὁμαίμονα τῆς παθούσης δεσποίνης (Θεοδώρα ταύτῃ τὸ ὄνομα) ἐξ ἑνὸς τῶν Πετρίων, ἐν ᾧ χρόνοις πολλοῖς ἰδιωτικῶς μονονουχὶ ἐβιότευσε. πείθουσι γὰρ αὐτὴν γυναικείας αἰδοῦς καὶ ἀσθενείας ἐπιλαθέσθαι, καὶ τούτοις ἀκολουθῆσαι παρασκευῆς οὕτω καὶ γνώμης ἔχουσι, πάντα ῥᾳδίως οἴσειν καὶ ταύτης προκινδυνεῦσαι καὶ τῆς αὐταδέλφης αὐτῆς, καὶ φόβου παντὸς ἀπαλλάξαι καὶ κινδύνου τοῦ πολεμήτορος. ἐποχηθεῖσα τοίνυν ἐφ' ἵππον πρόεισι, δορυφορουμένη λαμπρῶς μυριάνδροις ὅπλοις, καὶ φυλακαῖς ἀκαθαιρέτοις περιειλημμένη καὶ προκατειλημμένη τὰς διεξόδους, ὁμοίως διὰ μέσης τῆς πόλεως, παρὰ πάντων εὐφημουμένη, καὶ προτρεπομένη μὴ ἐνδοῦναι πρὸς τὸ ἀγώνισμα καὶ τὴν τοῦ ἀναιρέτου καθαίρεσιν. διασωθεῖσα οὖν πρὸς τὸν περιβόητον καὶ θεῖον ναὸν ἑσπέρας οὔσης βαθείας ἄνεισιν εἰς τὰς τοῦ πατριάρχου διαγωγάς, καὶ τῷ πλήθει τὰς ὄψεις αὐτῆς εἰς τὸν ναὸν ἐπαφίησι· καὶ παρ' ἐκείνων ἔτι παρεγγυηθεῖσα θαρρεῖν οὕτω διανυκτερεύει, συγκαλεσαμένη πάντας τοὺς ἐν τέλει ταχέως, καὶ παντὸς ψιλώσασα τὸν ἀντικείμενον βασιλέα δυνάμεως, ἀρχάς τε εὐθὺς λαμπρὰς καὶ ἀγορανομικὰς ἀποδείξασα, καὶ τὸ κράτος τῆς βασιλείας δεξιῶς περιεζωσμένη.