Historia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-attaliates" aria-label="More works by Michael Attaliates">
—
⋯
Original / primary: Pg Scrape Grc
76.1
Ἐπόθησε δὲ τῶν ἄλλων ἁπάντων ὁ βασιλεὺς ἐπέκεινα τήν τε τῶν δημοσίων χρημάτων ἐπαύξησιν καὶ τῶν ἰδιωτικῶν δικῶν τὴν ἀκρόασιν, καὶ τούτοις τὴν μείζονα φροντίδα κατεκένου τῆς βασιλείας, τῶν ἄλλων ἧττον βασιλικῶν ἀντεχόμενος, στρατιωτικῶν φημὶ καὶ στρατηγικῶν πλεονεκτημάτων καὶ τῆς ἐντεῦθεν εὐδοξίας, τοῖς εἰρημένοις πολιτικοῖς εὐδοκιμεῖν προαιρούμενος. διὰ δὴ ταῦτα καὶ συκοφαντικαῖς ἐπηρείαις καὶ σοφιστικαῖς μεθόδοις καὶ δικανικῶν προβλημάτων ἐσμῷ καὶ σεκρετικῶν ζητημάτων ἐπιπλοκαῖς τὸ Ῥωμαϊκὸν ἐκλονεῖτο, καὶ κοινὴ μελέτη τοῖς ἅπασι τὸ κατορθῶσαι τὰ τοιαῦτα ἐγίνετο, ὡς καὶ αὐτοὺς στρατιώτας μεταβαλεῖν καὶ μεταμαθεῖν τὰ πρὸς τὴν τούτων γνῶσιν παράγοντα. καὶ τοῦ βασιλέως εὐπροσίτου καὶ μετριόφρονος ὄντος καὶ ἧττον περὶ τὸ σῶμα κολαστικοῦ καὶ τὰ περὶ τὸ θεῖον εὐσεβεῖν δοκοῦντος ὡς μάλιστα, φιλοπτώχου τε πέρα τοῦ δέοντος καὶ φιλομονάχου καθισταμένου, καὶ διεπτοημένου περὶ τὰ ἱερά, ἡ πρὸς τὰ λεχθέντα ἕτερα κεφάλαια εὔνοια τὴν τῶν τοιούτων προτερημάτων ἤμβλυνεν ἐπιμέλειαν, καὶ κατὰ σφᾶς αὐτὰς ἀρετὴ καὶ κακία περὶ τὸ αὐτὸ ὑποκείμενον μονονουχὶ ἐστασίαζον. ἐνίκα δὲ παρὰ πολλὰς ψήφους τὸ δυσπαθές, ὅσῳ καὶ πλείονι μερίδι ἐφήπλωτο. τὸ γὰρ εὐσεβὲς καὶ τὸ φιλόπτωχον ἅμα καὶ φιλομόναχον καὶ τὸ μὴ πρὸς κόλασιν δι' αἵματος ἕτοιμον, καὶ αὐτὸ τὸ εὐπρόσιτον, ἐπαίνων μὲν οὐδεὶς ἦν ὁ μὴ ἀξιῶν, πλὴν ἀλλὰ τῷ ἔχοντι μόνῳ τὴν ὄνη 77 σιν ἐπιφέρειν ἐδοκιμάζοντο, καί τισιν ὀλίγοις τῶν προσιόντων ἢ ὁμαλῶς προδεχθέντων αὐτῷ· τὸ δὲ φειδωλὸν καὶ ἄγαν ποριστικὸν τῶν δημοσίων χρημάτων, ἔστιν οἷς καὶ οὐκ ἐν εὐπροσώποις αἰτίαις, καὶ τὸ κατ' ἐξουσίαν δικαστικόν, καὶ τὸ καταφρονητικὸν τῆς στρατιωτικῆς εὐπραγίας καὶ στρατηγικῆς καὶ ἀκρητικῆς εὐπαθείας πολλῶν καὶ σχεδὸν ἁπάντων τῶν ὑπὸ Ῥωμαίοις τελούντων λυμαντικὸν ἐψηφίζοντο. ἠγείρετο γὰρ πολὺς γογγυσμὸς τῶν τε καταδικαζομένων οὐ νομικῶς καὶ τῶν κατηγορουμένων σοφιστικῶς, καὶ τῶν ἀπαιτουμένων εἰς τὸ δημόσιον ἐνίοτε ἀχρεώστητα, καὶ τῶν δεχομένων φορολογικὰς ἐπαυξήσεις ἐπαρχιῶν, καὶ τῶν καταδρομὰς ὑφισταμένων βαρβαρικὰς διὰ τὸ μὴ κατὰ λόγον τὸν στρατιωτικὸν κατάλογον γίνεσθαι. ἐλέγετο δὲ μὴ τῆς τοῦ βασιλέως φύσεως ἔργα ταῦτα (εἶναι γὰρ τοῦτον πρὸ τῆς ἀρχῆς ἄφθονον τὰ πάντα καὶ ἀπειρόκακον καὶ τῆς ἐλεημοσύνης ὁλοσχερῶς ἐφαπτόμενον), ὑποφθορᾶς δὲ τινῶν καὶ παραινέσεως φιλοπράγμονος, ὅσοι τῆς πρὸς τὰ βασίλεια οἰκειώσεως μεῖζον οὐδὲν οὐδ' ὑπέρτερον ἥγηνται, ἵνα τὸ εὐμενὲς τοῦ κρατοῦντος συλήσωσιν. Ἀλλ' οὔτε τὸ τῆς ἀρετῆς τοῦ βασιλέως μέρος ἀγέραστον οὔτε τὸ ἄλλως ἔχον ἀνώλεθρον τῇ Ῥωμαϊκῇ ἐπικρατείᾳ διαμεμένηκε. περὶ μὲν γὰρ τῶν ἐντός, ὅπως καλῶς ἔσχε τῷ βασιλεῖ, καὶ ὡς ἦν αὐτῷ βουλητόν, τῶν παίδων ὧν μὲν ἰδιωτῶν 78 συνανελθόντων τούτῳ εἰς τὰ ἀνάκτορα καὶ συμβασιλεύειν γεγενημένων, ὧν δὲ μετὰ τὴν βασιλείαν γεννηθέντων καὶ αὐτόχρημα βασιλέων ἀναδειχθέντων καὶ τῇ πορφυρίδι κατὰ τὸν τῶν Ῥωμαίων ἐθισμὸν συναναδοθέντων, καὶ τοῦ τῆς Αὐγούστης ἐν ἐαριζούσῃ τῇ ἡλικίᾳ ἄνθους, οὐ πολὺς λόγος οὐδὲ παράθεσις πρὸς τὴν τῶν ἀντικειμένων τουτωνὶ ἅμιλλαν. τὸ δὲ εἰς κοινὸν ἧκον ὄφελος ἐξεταστέον ὡς προδιείληπται. τῆς μὲν γὰρ κακίας ταῦτα ἐπίχειρα. κατὰ μὲν τὴν ἑώαν ἐληίζοντο πάντα καὶ διεφθείροντο. τῇ δὲ τῶν Νεφθαλιτῶν Οὔννων ἤτοι τῶν Τούρκων ἐπιδρομῇ καὶ κατισχύσει, καὶ τῇ βιαίᾳ ὑποχωρήσει καὶ δείματι τῶν ἠμελημένων στρατιωτῶν ἐκ τοῦ Ῥωμαϊκοῦ καταλόγου, καὶ συνεχεῖς ὑπῆρχον αἱ ἐκδρομαί. καὶ ἡ εὐδαίμων χώρα τῆς Ἰβηρίας παντελῶς κατηρείπωτο, ἤδη προκατειργασμένη ὡς εἴπομεν. μετελάμβανον δὲ τοῦ δεινοῦ καὶ ὅσαι ταύτῃ παρέκειντο, Μεσοποταμία τε καὶ Χαλδία, Μελιτηνὴ καὶ Κολώνεια καὶ τὰ τῷ Εὐφράτῃ συγκείμενα ποταμῷ· καὶ εἰ μὴ στρατεύμασιν ἐνίοτε, μᾶλλον δὲ φήμαις δυνάμεων διείργοντο τὰ τῶν βαρβάρων, καί τις ἀρχηγὸς τούτων Χωροσάλαρις οὕτω λεγόμενος, ἕτερος δὲ Ζαμούχης, τὴν ἥττω συμβαλόντες τύχῃ τινὶ ἀγαθῇ ἐκληρώσαντο, κἂν καὶ μέχρι Γαλατίας καὶ Ὁνωριάδος καὶ αὐτῆς Φρυγίας τὸ ἀντίπαλον περιέδραμε. καὶ ὅτι μὲν ἀνάγκης κατεπειγούσης ἐστέλλετο στρατιωτικόν, οὐκ ἀπὸ τρόπου· ὅτι δὲ ψιλὸν καὶ 79 ἀπρόθυμον τῇ τοῦ ὀψωνιασμοῦ ὑστερήσει, εἰπεῖν δὲ καὶ τὸ κάκιστον μέρος, ὡς τῶν κρειττόνων ἀπελαυνομένων τῆς στρατείας διὰ τὸ μείζονος τυγχάνειν βαθμοῦ τε καὶ ὀψωνιασμοῦ, καταγνώσεως οὐκ ἀπῆν τὸ γενόμενον, μηδενὸς γενναίου κατορθουμένου, καὶ τῆς Ῥωμαϊκῆς ποτὲ μεγαλοπρεπείας καὶ ἰσχύος ἀνάλογον. ἐξ οὗ συνέβαινε τοὺς μὲν Ῥωμαίους δυσπαθεῖν καὶ καταπληκτικοὺς ἡγεῖσθαι τοὺς ἐναντίους καὶ μηδὲ φωνὴν ὑπομένειν αὐτῶν, ἐκείνους δὲ ἐναβρύνεσθαι καὶ ἀγερωχεῖν καὶ μετὰ πολλῆς προσρήγνυσθαι πεποιθήσεως, ὡς πρὸς ἡσσηθέντας πολλάκις ποιουμένους τὸν πόλεμον. ἐξ οὗ καί τι συνηνέχθη παραλογώτατον καὶ οὐκ ἀνίαν μόνον ἀφόρητον ἀλλὰ καὶ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐπιφέρον ἐλάττωσιν καὶ ἰσχύος μεγίστης ἀφαίρεσιν. Τὸ Ἀννίον πόλις ἐστὶ μεγάλη καὶ πολυάνθρωπος, καὶ πανταχόθεν τάφροις οὐ χειροποιήτοις ἀλλὰ φυσικαῖς κοιλάσι καὶ ἀδιεξοδεύτοις καὶ πέτραις ἀποτόμοις συμπεριειλημμένη, καὶ ποταμῷ βαθυδίνῃ καὶ ἀβάτῳ περιεζωσμένῃ τὸ μέρος καθ' ὅπερ ἀπορρῶγες καὶ φάραγγες ἐπιλείπουσι· καὶ βραχύς ἐστι τόπος ὁ τὰς ἀμφόδους ἔχων τῆς πόλεως, καὶ οὗτος μετεώροις καὶ ἰσχυροῖς κατωχύρωται τείχεσι. ταύτην ὁ τῆς ἀοιδίμου λήξεως βασιλεὺς ὁ Μονομάχος ἀξιομάχῳ πρότερον στρατιᾷ παραστήσασθαι διαγωνισάμενος οὐκ ἠδυνήθη· συνθήκαις δὲ καὶ με 80 γίσταις ἐπαγγελίαις τὸν ἄρχοντα ταύτης καταστησάμενος εὔελπιν, συνέπεισε μεταθέσθαι πρὸς τὰ ἡμέτερα καὶ τὴν πόλιν θέσθαι Ῥωμαίοις. καὶ ὁ μὲν μὴ διαψευσθεὶς τὰς ἐλπίδας ἐν εὐπαθείαις καὶ ἁβρότησι καὶ ἀντιδόσεσι κτήσεων καὶ ἀξιωμάτων μεγίστων τὸν βίον εἷλκεν ἐπέραστον· ἡ δὲ πόλις, χώραν τε πολλὴν ἔχουσα καὶ πολίχνια ὑπ' αὐτήν, δουκικῇ κατεκοσμήθη ἀρχῇ, πρὸς τοῖς Συριακοῖς τοῦ Τιβίου διακειμένη ὁρίοις, καὶ ἦν ἡμῖν χαράκωμα μέγιστον καὶ ἀποτροπὴ τῶν ἐκεῖθεν εἰσβάλλειν μελλόντων βαρβάρων εἰς τὴν Ἰβηρικήν. τὸ δὲ φειδωλὸν τοῦ κρατοῦντος καὶ ταύτης τοὺς Ῥωμαίους ἐστέρησεν. ἐπεὶ γὰρ σιτηρέσιον καὶ ὁ ἐν ταύτῃ σατράπης ἐλάμβανε, προσελθών τις Ἀρμένιος Παγκράτιος οὕτω καλούμενος τῷ βασιλεῖ, συντίθεται τούτῳ καὶ ὑπισχνεῖται χωρίς τινος ἀπολήψεως τὴν τοιαύτην ἀρχὴν μετελθεῖν καὶ κρειττόνως συντηρῆσαι τὸ ἄστυ, καὶ ὅση τούτῳ παραπέφυκε σύγκτησις. καὶ λαμβάνει τὸν βασιλέα τῇ ὑποσχέσει συνεπινεύοντα, καὶ δοὺξ ἀποδείκνυται, καὶ καταλαμβάνει τὴν ἐν τούτοις ἡγεμονίαν. ἀναξίως δὲ τὰ πράγματα διοικῶν, καὶ μήτε τῇ ἀκροπόλει σῖτον ὡς τὸ εἰκὸς προμηθούμενος μήτε ἄλλο τι ἢ πολεμικὸν ἢ πολιτικὸν ὀρθῶς καὶ βεβαίως ἐμπορευόμενος, εἰς μεγάλους κινδύνους τὴν θαυμασίαν παρενέβαλε πόλιν. παροδεύων γὰρ ὁ σουλτάνος ἐκεῖθεν πανστρατιᾷ (τοῦτο γὰρ ἦν ὄνομα τῷ τούτων ἐξάρχοντι) παρ' 81 αὐτοῦ καὶ τοῦ ἐπαποσταλέντος βασιλικοῦ ἀνδράποδος εἰς οὐδὲν δέον κατὰ τῆς τοιαύτης ἐκπεπολέμωται πόλεως. τούτου γὰρ ἀθιγῆ τὴν ὑπὸ Ῥωμαίους παρερχομένου, οὗτοι τῆς οὐραγίας καὶ τῶν ὑστερούντων τῷ κόπῳ φιλοκερδῶς ἐξαπτόμενοι πολλοὺς ἀνῄρουν καὶ τούτους ἐσκύλευον, ἕως ἡ φήμη ταχύτατα πρὸς τὸν σουλτάνον διέδραμεν. ὁ δὲ τὴν ὕβριν μὴ ἐνεγκὼν (ἀνῆπτε γὰρ τὴν ὀργὴν καὶ τὸ τῶν συνόντων αὐτῷ στρατιωτῶν πλῆθος, μὴ ἀνεχομένων τὴν παροινίαν καταλιπεῖν ἀτιμώρητον) θυμοῦ πνέων καὶ ἰταμότητος εἰς τὸ Ἀννίον ἐπάνεισι, καὶ καταστρατοπεδεύει πρὸ τούτου, καὶ τῆς πολιορκίας μετὰ πολλῆς ἀπάρχεται τῆς παρασκευῆς. οἱ δ' ἔνδον φρουρὰν ἱκανὴν μὴ ἔχοντες (περιεῖλε γὰρ καὶ ταύτην χρηματισμὸς οὐκ ἀκίνδυνος ὑποσχομένου τοῦ ἀμίσθου τουτουὶ στρατηγοῦ καὶ ταύτης χωρὶς φυλάξαι καὶ κέρδος τῷ δημοσίῳ ποιῆσαι τὰ ἐν αὐτῇ δαπανώμενα) ἀντέσχον μὲν πρὸς καιρόν, οἷα δ' ἔμποροι καὶ πολεμικῶν μηχανημάτων καὶ προβλημάτων ἀπείρατοι, καὶ ἄρχοντος χηρεύοντες εὐγενοῦς, μᾶλλον δὲ τὴν ἀρχὴν ὀρῶντες διχοστατουμένην καὶ τεμνομένην τῷ τὸ μὲν βασιλικὸν ἀνδράποδον τὸ πᾶν μεθέλκειν εἰς ἑαυτό, τὸν δὲ Παγκράτειον εἰς ἑαυτὸν τὸ κράτος ἀντισφαιρίζειν, καὶ στασιάζον ὁρῶντες τὸ κρατοῦν, ἄλλως τε καὶ πληγέντες ζημίᾳ τὸ πρότερον ἐφ' ᾧ δώροις ἐκμειλίξασθαι τὴν τοῦ πολεμήτορος ἀγριότητα, ταῖς συχναῖς ἀπειρηκότες προσβολαῖς καὶ κατασει 82 σθέντες τοῖς σπαραγμοῖς τῶν τειχῶν εἰς φυγὴν ὥρμησαν, καὶ γνόντες τὴν τούτων προαίρεσιν οἱ πολέμιοι ὁμόσε ταῖς πύλαις σὺν ἀλαλαγμῶ πολλῷ καὶ βοῇ διωθήσαντο, καὶ ταύτας καὶ μέρη τοῦ τείχους ἐπιθετικῶς καταστρέψαντες αἱροῦσιν ἀνὰ κράτος τὴν πόλιν, καὶ γίνεται φόνος τῶν ἔνδον ἀμύθητος. οὔτε γὰρ ἡλικίας οὔτε φύσεως οὔθ' αἱρέσεως ἔλεος ἦν, ἀλλὰ πάντες ἡβηδὸν ἀνῃροῦντο, καὶ ποταμὸς αἵματος τὴν οἰκτρὰν ταύτην καὶ δύστηνον κατεδίαινε πόλιν. περιεσώθη δὲ τοῦ κρατίστου ταύτης πολλοστημόριον, σὺν τοῖς κακίστοις ἡγεμόσιν εἰς τὴν ἀκρόπολιν ἀνιόν. τῶν δ' ἐν χερσὶ γενομένων ὅσοι κατά τινα χρηστοτέραν συγκύρησιν τὸν ἐκ τοῦ σιδήρου διέφυγον ὄλεθρον, αἰχμαλωσίᾳ πικρᾷ παρεδόθησαν. ἀλλὰ καὶ οἱ τῆς ἀκροπόλεως μητ' ἐπισιτισμὸν ἔχοντες, καὶ τῇ σπάνει τῶν ἀναγκαίων τρυχόμενοι, ὁμολογίαις ὕστερον ὑποσπόνδοις καὶ μόνης τῆς ζωῆς ἐχούσαις τὴν ἔφεσιν καὶ αὐτοὶ παραδεδώκασι τὸ κρησφύγετον, καὶ γέγονεν ὑπὸ πολεμίοις τοιαύτη πόλις μετὰ τῶν πολιχνίων καὶ τῶν ὑπαίθρων αὐτῶν δι' ἀπληστίαν καὶ χρημάτων ἄκαιρον φυλακήν, μὴ εἰδότος τοῦ βασιλεύοντος ὅτι πολλάκις μὲν ὤνησε καὶ διαφόρως ἄφθονος χείρ, ἐν δὲ τοῖς ἀναγκαίοις διὰ παντός, ὀλιγάκις δὲ κἀν μὴ τοῖς ἀναγκαίοις κατέβλαψε, καὶ ὡς αὐτὸ τὸ ὄνομα τῶν χρημάτων χρῆσιν ἅμα παρυπεμφαίνει καὶ χρησιμότητα. Καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν τοῦτον εἶχε τὸν τρόπον 83 καὶ εἰς τοσοῦτον σκυλμὸν περιήγοντο, τῆς ἐπιδρομῆς καὶ τῆς ἐνέδρας μὴ ληγούσης τῶν ἐναντίων· τὰ δὲ τῆς Εὐρώπης ἐνόσουν μὲν καὶ αὐτὰ ταῖς τῶν Πατζινάκων ἐπιδρομαῖς, σχολαίως δὲ καὶ βραδέως καὶ μέρει τινὶ τῷ πρὸς αὐτοὺς πλησιάζοντι. προετέρουν δὲ ἔν τισι προσβολαῖς οἱ Ῥωμαῖοι καὶ ἧτταν ἀνελαμβάνοντο. οὐ μὴν οὐδ' ἐκεῖσε κατεπολεμήθη τὸ πολεμοῦν, σπονδαῖς δὲ μόνον εἰρηνικαῖς ἀναστολὴν ἐλάμβανεν ἡ τοῦ ἔθνους ἐπιδρομή. τὰ δὲ τῆς ἀρετῆς προτερήματα ταῦτα. Τῆς γ' ἰνδικτιῶνος ἐνστάσης, ἐπάρχοντος τῶν κατὰ τὸν Ἴστρον πόλεων τοῦ τε μαγίστρου Βασιλείου τοῦ Ἀποκάπη καὶ τοῦ μαγίστρου Νικηφόρου τοῦ περιβοήτου Βοτανειάτου, παγγενεὶ τὸ τῶν Οὔζων ἔθνος μετὰ τῆς ἰδίας ἀποσκευῆς τὸν Ἴστρον διαπεραιωθὲν ξύλοις μακροῖς καὶ λέμβοις αὐτοπρέμνοις καὶ βύρσαις, τοὺς διακωλύοντας τὴν τούτων περαίωσιν Βουλγάρους καὶ λοιποὺς στρατιώτας κατηγωνίσαντο, καὶ τοὺς ἡγεμόνας αὐτῶν καίτοι διαγωνισαμένους ἐκθύμως, καὶ μᾶλλον τοῦ Βοτανειάτου, αἰχμαλώτους παρέλαβον, καὶ τὴν ἐκεῖσε πᾶσαν ἐπλήρωσαν ὕπαιθρον· συνεψηφίζετο γὰρ τὸ ἔθνος εἰς ἑξήκοντα μυριάδας ἀνδρῶν. μοῖρα δέ τις οὐκ ἐλαχίστη τῶν ἐκεῖ σπουδαίως ἀπάρασα τὸ Ἰλλυρικὸν ἅπαν ἄχρι Θεσσαλονίκης καὶ αὐτῆς Ἑλλάδος κατέδραμε καὶ κατεληίσατο, καὶ λείαν ἤλασεν οὐκ ἀριθμητήν. χειμῶνι δὲ πολλῷ πε 84 ριπεπτωκότες, ὅτε πρὸς τὰ σφέτερα ἤλαυνον, οἱ τὴν τοιαύτην μοῖραν πληροῦντες οὐ μόνον τὰ ἀλλότρια ἀλλὰ καὶ τὰ ἑαυτῶν σχεδὸν ἀπέβαλον ἅπαντες, καὶ δυστυχῶς εἰς τὴν παρεμβολὴν ἐπανέζευξαν. ὁ δὲ βασιλεὺς περὶ τοῦ πληθυσμοῦ πυνθανόμενος ἤσχαλλε μὲν καὶ ἠδημόνει, στρατιὰν δ' ἀξιόμαχον συναθροῖσαι καὶ δυνάμεις ἀφεῖναι τούτοις ὀκνηρότερος ἦν, ὡς μέν τινες, φειδοῖ τῶν ἀναλωμάτων (ἦν γάρ, ὡς προέφαμεν, φιλοχρήματος ὁ ἀνήρ), ὡς δ' ἔνιοι, μὴ ἀποθαρρῶν πρὸς τοιαύτην ἰσχὺν ἀντιπαρατάξασθαι· καὶ γὰρ ἅπαντες ἀπρόσμαχον εἶναι τὸ τῶν ἐναντίων πλῆθος καὶ ὅλως ἀκαταγώνιστον συνετίθεντο. μηδὲ γὰρ εἶναι τῶν ἐνδεχομένων ἢ δυνατῶν ὑπενόουν τοσαύτας μυριάδας, πολέμῳ καὶ μάχαις συντεθραμμένας καὶ προχείρους ἐχούσας τὰς δεξιὰς καὶ γεγυμνασμένας πρὸς ἀντικατάστασιν καὶ ἀναίρεσιν, παρατάξει κατατροπώσασθαι, καὶ ἀμήχανος ἐδόκει πᾶσιν ἡ λύτρωσις, καὶ μετοικίαν ἤδη τὸ τὴν Εὐρώπην ἅπαν οἰκοῦν ἐβουλεύετο. ὁ δὲ βασιλεὺς πρεσβείαν ἀπεσταλκὼς πρὸς τοὺς ἐθνάρχας αὐτῶν ἐπειρᾶτο, καθ' ὅσον οἷόν τε, τούτους παρενεγκεῖν καὶ πρὸς καιρὸν καταστεῖλαι καὶ πάλιν εἰς τὴν ὑστεραίαν βουλεύεσθαι, πολλὰ τούτοις ἐπιστείλας ἐπαγωγά. καὶ μεταπεμψάμενος ἐνίους χαρίσμασι τούτους ἐδεξιώσατο. τὸ δ' ἔθνος μέγιστον ὄν, καὶ πρὸς πορισμὸν τῶν ἀναγκαίων ἐπιρρηγνύμενον, ἐν πολλοῖς μέρεσι τὴν Εὐρώπην συνέθλιβε. μὴ φέ 85 ρων δ' ὁ βασιλεὺς τὸν γογγυσμὸν τῶν πολλῶν καὶ τὴν λέγουσαν φήμην ὅτι φειδωλίας τὰ Ῥωμαίων ἀπεμπολοῦντό τε καὶ καταπροΐεντο, ἔξεισι τῆς βασιλευούσης, καὶ καταντικρὺ τοῦ Ἀθύρος, περὶ τόπον οὕτω καλούμενον Χοιροβάκχους, ἐν ᾧ καὶ βασιλικὰς παραπεπήχασι κτήσεις, σκηνὰς ἰδίας ἐπήξατο καὶ τῶν σὺν αὐτῷ. καὶ ἦσαν πλείους τῶν ρνʹ, οὐ ποσότητι μείζονι. ὅθεν καὶ πολλοῖς θαυμάζειν ἐπῆλθεν ὅπως πρὸς τηλικαύτην ἰσχὺν μετὰ τοσούτων ὁ βασιλεὺς ἀνδραρίων τῆς βασιλευούσης ὑπανεχώρησε, δέον πρότερον τὰς ἑώας δυνάμεις συναγαγεῖν καὶ οὕτως ἐξορμῆσαι πρὸς τὰ ἑσπέρια. καὶ ἐῴκει τῇ μυθευομένῃ τοῦ Διονύσου στρατιᾷ, ὅτε μετὰ τῶν μαινάδων ἐκεῖνος καὶ τῶν Σειληνῶν ταύτην ἐπ' Ἰνδοὺς ἤλαυνεν. ἐν τοιαύτῃ δὲ τούτου παρασκευῇ καθεστῶτος, δρομαῖοί τινες ἐκ τῶν ἀπεσταλμένων εἰς τὸν Ἴστρον ἐπανελθόντες παντελῆ τοῦ ἔθνους ἀπήγγειλαν ὄλεθρον. προέφθασαν γὰρ οἱ αἰχμαλωτισθέντες ἡγεμόνες ῥυσθῆναι τῆς ἐκείνων χειρός, καὶ γνώμας εἰσενεγκόντες τῆς αὐτῶν καταλύσεως, φράζοντες ὡς οἱ μὲν λογάδες τῶν Οὔζων σκάφεσιν ἐμβάντες παραινέσει [καὶ] τῶν Ῥωμαϊκῶν ἀρχῶν τῶν ἐν τοῖς Ἰστρικοῖς χείλεσι πόλεων τὸν Ἴστρον διαβεβήκεσαν καὶ εἰς τὴν σφῶν αὐτῶν ἐπανέδραμον, οἱ δὲ περιλειφθέντες, πλῆθος καὶ οὕτως ἀμύθητον, τὸ μέν τι νόσῳ λοιμικῇ καὶ λιμῷ καταπονηθέντες καὶ ἡμιθνῆτες τυγχάνοντες, τὸ δὲ καὶ τοῖς παρακειμένοις Βουλγάροις καὶ τοῖς Πατζινάκοις καταπολεμηθέντες, ἄρδην ἀπώλοντο σιδήρῳ 86 καὶ ὁπλαῖς ἀλόγων ζώων καὶ αὐταῖς ταῖς ἰδίαις ἁμάξαις συμπατηθέντες καὶ ἀναιρεθέντες παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα, καὶ εἰς οὐδὲν λογισθέντες οἱ πάντων κρατήσειν ποτὲ προσδοκώμενοι. καὶ ἦν ἡ φήμη τοῦ ἀληθοῦς μὴ ἀπᾴδουσα. ὁ δὲ βασιλεὺς παραδόξως διασωθεῖσαν τὴν ὑπ' αὐτὸν ἰδών, καὶ περιχαρὴς εἰκότως γενόμενος, καὶ τῷ θεῷ καὶ τῇ παναχράντῳ καὶ δεσποίνῃ θεοτόκῳ χαριστήρια θύσας, εὐθὺ τῆς βασιλίδος ἐπεπορεύετο. εὗρε δὲ ταύτην ἐκπλήξεως καὶ θαύματος γέμουσαν καὶ σῶστρα τῇ ζωαρχικῇ τριάδι καὶ τῇ μητρὶ τοῦ θεανθρώπου λόγου λαμπρῶς ἐπιθύουσαν. οἱ δ' ἐπὶ τῆς Εὐρώπης καὶ αὐτοὶ τὴν εὐχαριστίαν ὅσον εἰκὸς ἀπονέμοντες, ἀφήγημα μέγιστον καὶ θεῖον ἔργον τὸ ἔργον τοῦτο ἐτίθεσαν. Οὕτως ἐπὶ τοῦ αὐτοῦ βασιλέως καὶ πληγαὶ τῇ Ῥωμαίων προσετρίβησαν γῇ, καὶ ἀπαλλαγὴ πάλιν κινδύνου μεγίστου καὶ καταστροφὴ πολεμίων ἀπροσδόκητος ἐπιγέγονε, καὶ ὅσην οὐδεὶς οὐδέπω κατορθώσειν ἐπήλπισε. διὸ καὶ κακίᾳ καὶ ἀρετῇ βασιλικῇ τὰς δυσπραγίας καὶ αὖθις τὰς εὐπραγίας οἱ νουνεχῶς συμβάλλοντες τὰ πράγματα διεμέριζον. εἰ δὲ τὰ μὲν δύστηνα πάθη τῶν ἀνθρωπίνων ἁμαρτημάτων τυγχάνειν ἀντέκτισιν, τὸ δ' εὐπαθὲς τῆς θείας μόνης ἀντιλήψεως θείη τις καὶ μὴ βασιλικῆς ἔπαθλον ἀρετῆς, ὡς τῆς εὐπραγίας γενικῆς καὶ μὴ εἰδικῆς καθεστώσης, οὐκ ἂν διαμάρτοι τοῦ πρέποντος· πάντα 87 γὰρ ἄνωθεν τὰ βελτίονα. ἀλλὰ καὶ τὸ εὐμενὲς πάλιν ἐπικάμπτεται δι' εὐχῆς ἐνεργουμένης καὶ συγκροτουμένης εὐαρεστήσεσιν. ἐπιγράφονται δὲ τοῖς βασιλεῦσι τὰ παρεμπίπτοντα διὰ τὸ καὶ τὴν πλείονα μέμψιν καὶ ἀνίαν τῶν δρωμένων οὐ συνετῶς, καὶ τὴν εὐφροσύνην ὡσαύτως τῶν κατορθουμένων ἐπιεικῶς, εἰς αὐτοὺς παραγίνεσθαι, ὥσπερ εἰς τοὺς τῶν ἁρμάτων ἰθυντῆρας καὶ μὴ τοὺς ἵππους τὰ ἐντεῦθεν ἀποτελέσματα. Τούτου δὲ τοῦ ἔθνους τοῦ Σκυθικοῦ οἱ μὲν τὸν Ἴστρον ἀντιπεραιωθέντες λιμῷ δυσθεραπεύτῳ διαφθειρόμενοι, διὰ τὸ καὶ σιτίων ἀπορεῖν καὶ μηδὲ καρπῶν προσδοκίαν ἔχειν ἀσπάρτου καὶ ἀνηρότου τῆς γῆς αὐτῶν ἐαθείσης, εἰς ὀλίγους ἀπετελεύτησαν. καὶ τούτους φασὶ τῷ τῶν Μυρμιδόνων ἄρχοντι προσρυῆναι καὶ παρ' αὐτοῦ διασπαρῆναι ταῖς ἀμφ' αὐτὸν πόλεσι, καὶ τὴν ἰδίαν γῆν ἔρημον ἀνθρώπων καταλειφθῆναι παντάπασιν. ὅσοι δὲ προσῆλθον τῷ τῶν Ῥωμαίων βασιλεῖ (καὶ γὰρ προσῆλθον τινές), χώραν λαβόντες δημοσίαν ἀπὸ τῆς Μακεδονικῆς τὰ Ῥωμαίων ἐφρόνησαν, καὶ σύμμαχοι τούτων ἐξ ἐκείνου μέχρι τῆς δεῦρο γεγόνασι, καθὰ δὴ καὶ τῶν Πατζινάκων τινές, ὅσοι τούτοις παρωμοιωμένως μετέθεντο, καὶ ἀξιωμάτων συγκλητικῶν καὶ λαμπρῶν ἠξιώθησαν. Πρὸ δὲ τούτου τοῦ ἔτους, κατὰ τὸν σεπτέμβριον μῆνα 88 δηλαδὴ τῆς δευτέρας ἐπινεμήσεως, εἰκοστὴν καὶ τρίτην ἄγοντος τοῦ αὐτοῦ μηνός, περὶ δευτέραν νυκτὸς φυλακὴν γέγονεν ἀθρόον σεισμὸς τῶν πώποτε γενομένων ἐκπληκτικώτερος, ἐκ τῶν ἑσπερίων μερῶν ἀρξάμενος. τοσοῦτος δὲ ἦν τὸ μέγεθος ὡς καὶ οἰκίας ἀνατρέψαι πολλάς, ὀλίγας δὲ ἀνυβρίστους καταλιπεῖν. οὐδὲ ναοὶ τῆς τούτου σφοδρότητος ἀθιγεῖς μεμενήκασιν ἀλλὰ καὶ αὐτοὶ κατά τινα μέρη, ἔστι δ' οἷς καὶ τὰ πλεῖστα περιερράγησαν· καὶ κίονες ὥσπερ τισὶ λαξευτηρίοις περιεδρύφθησαν. οὐ γὰρ ἅπαξ προσβαλών, ὡς τὰ πολλὰ εἰώθει, ἐλώφησεν, ἀλλὰ μετὰ σφοδρότητος κινήσεις τρεῖς προσεχῶς ἐτελέσθησαν. ἀφ' ὧν κωκυτὸς μέγιστος καὶ φόβος ὅσος οὐδέπω τοῖς ἀνθρώποις ἐπέπεσε, καὶ τῶν οἰκιῶν ἐξιόντες τὸ σύνηθες ἐπιφώνημα πρὸς θεὸν ἀνεβόων, καὶ γυναῖκες θαλαμευόμεναι, τῷ φόβῳ κατασεισθῆναι, τὴν αἰδῶ περιεῖλον καὶ τοῖς ὑπαίθροις ἐφίσταντο, τὴν αὐτὴν ἐπαφιεῖσαι φωνήν. εἶτα τῆς νυκτὸς ἐκείνης ἄχρι τῶν δέκα καὶ δώδεκα τρόμοι τῆς γῆς ἠκολούθησαν, τῶν προηγησαμένων πολλῷ τῷ περιόντι ἐλάττονες· ἢ γὰρ ἄν, εἰ τοῖς πρώην ἐξίσωνται, οὐδὲν ἦν τὸ κωλῦσον μὴ οὐχὶ πᾶσαν ὁμοῦ τὴν κτῆσιν δι' ἧς ἐπεπόλασε καὶ ἣν ἐπῆλθεν, ἐκ βάθρων αὐτῶν ἀνατραπῆναι καὶ εἰς οὐδὲν χρησιμεῦσαι, καὶ παγγενεὶ τοὺς οἰκήτορας πάντας οἰκτίστου θανάτου γεύσασθαι. καθ' ὃν δὴ λόγον καὶ τοῖς φυσιολογοῦσι περὶ σεισμῶν ὡς εἰκῇ καὶ ἀναισθήτως διὰ τῆς τοῦ ὕδατος ἐν 89 τοῖς κοίλοις τῆς γῆς κινήσεως καὶ τῆς τῶν ἀνέμων ἐν τούτοις 89 δινήσεως ὁ κλόνος προσγίνεται, ἀνατέτραπται τὸ ἐννόημα. εἰ γὰρ ἐκ μόνης τῆς βίας αὐτῶν, ὁπόταν ἐν τοῖς κοιλώμασι τῆς γῆς περιελιχθεῖεν καὶ διάπνοιαν συμπεπιλημένην λάβοιεν, καθὼς οὗτοι φασίν, ἡ συγκίνησις ἐκτελοῖτο, κἂν ἀταξίαν εἶχεν ὁ κλόνος καὶ οὐχὶ μέχρι πτώσεως ἀκαταπτώτου τὴν ἄπλετον ἔληγεν ὁρμήν, ἵνα μὴ τὸ πᾶν αὐτίκα καταποθῇ. νῦν δὲ διὰ τῆς τοσαύτης καὶ συμμέτρου παρακινήσεως δείκνυται θεοσημίας ἔργον ὁ κλόνος, εἰς ἀναστολὴν καὶ παίδευσιν τῶν ἀνθρωπίνων ὁρμῶν, καὶ τῆς θείας ἀνεξικακίας ἡ ἐπιτίμησις, ἐφ' ᾧ μὴ ἄρδην ἀπολέσθαι τὸ γένος, ἀλλ' ἐπιστρέψαι πρὸς τὰ βελτίονα. τὸ δ' ἐξ ἐπιπνοίας ἀνεμιαίας εἴτε μὴν ὑδάτων κινήσεως γίνεσθαι τὸν σεισμὸν οὐκ ἄκαιρον οὐδ' αὐτὸ πρὸς φυσικὴν συγκατασκευήν. ἐνδέχεται γὰρ τοῦτο καὶ πάνυ· ἀλλ' οὐκ αὐτομάτως ἡ ἐπισκίρτησις (τοῦτο γάρ ἐστι τὸ ἀνατρεπόμενον παρ' ἡμῶν), ἀλλ' ἐκ θείου βουλήματος, ὅτι μὴ ἀμέσως τὸ θεῖον τὰ περὶ τὴν γηίνην φύσιν οἰκονομεῖ. οὕτω γὰρ καὶ ὑετοῦ ἡ νεφῶν συμπίλησις καὶ βροντῆς ἡ τούτων σύγκρουσις καὶ ἀστραπῆς ἐπὶ ταύτῃ παραίτιοι καταφαίνονται· ἀλλὰ τὸ πᾶν τῆς θείας γνώμης κατὰ τοὺς εὐσεβοῦντας ἐξήρτηται. Ἐν δὲ τοῖς Μακεδονικοῖς μέρεσιν αἱ παράλιοι πόλεις κατ' ἐκείνην τὴν νύκτα μᾶλλον τῶν ἄλλων πεπόνθασι, Ῥαι 90 δεστός τε φημὶ καὶ Πάνιον καὶ αὐτὸ Μυριόφυτον, ὡς καὶ μέρη τυχὸν ἐξ αὐτῆς ὑποβάθρας ἀνατραπῆναι καὶ πλείστας οἰκίας, καὶ φόνον ἐπιγενέσθαι πολλοῖς. ἐν δὲ τῷ Ἑλλησπόντῳ ἡ Κύζικος, ὁπότε καὶ τὸ ἐν αὐτῇ Ἑλληνικὸν ἱερὸν κατεσείσθη καὶ τῷ πλείστῳ μέρει κατέπεσε, μέγιστον ὂν χρῆμα πρὸς θέαν δι' ὀχυρότητα καὶ λίθου τοῦ καλλίστου τε καὶ μεγίστου τεχνικωτάτην ἁρμονίαν τε καὶ ἀνοικοδομὴν καὶ ὕψους καὶ μεγέθους διάρκειαν. Ἀπὸ τότε δὲ καὶ μέχρις ἐνιαυτῶν δύο σποράδες ἐπεφοίτων σεισμοὶ κατὰ διαφόρους καιρούς. καὶ τὸ θάμβος μέγιστον ὅσον περιεγίνετο τοῖς βροτοῖς. ἦσαν γάρ τινες ἔξωροι, οἳ παρεοικότας σεισμοὺς τῷ μεγίστῳ δύο ἀνέφερον, οἱ μὲν τοῦτον οἱ δ' ἐκείνους κατὰ σύγκρισιν ὑπεραίροντες. καὶ παρηκολουθηκέναι τότε δι' ἡμερῶν τεσσαράκοντα καὶ μὴ πλείω βραχεῖς τινὰς προσεπέφερον· τὸ δὲ διὰ διετοῦς χρόνου κλονεῖσθαι τὴν γῆν πᾶσιν ἀμνημόνευτον ἦν καὶ μηδ' ἱστορίᾳ περιληπτόν. Ἀγαθίας γὰρ περὶ τοῦ ἐν ταῖς ἡμέραις τοῦ Ἰουστινιανοῦ συμβεβηκότος σεισμοῦ γεγραφώς, καὶ καταπληκτικὸν τοῦτον καὶ μέγιστον συγγραψάμενος ὡς καὶ κίονας ἀποσφενδονᾶσθαι τοῦδε τοῦ οἴκου πρὸς ἕτερον, τοὺς μετὰ ταῦτα τρόμους ἐλάττονας ἄχρι τεσσαρακονθημέρου καὶ μὴ περαιτέρω προβῆναι ἱστόρηκε. μετὰ δὲ τὴν διετίαν, σεισμοῦ γε 91 νομένου μείζονος μὲν τῶν μετὰ ταῦτα συχνῶν, ἐλάττονος δὲ τοῦ πρώην μεγίστου, πέπονθε πτῶσιν ἡ κατὰ Βιθυνίαν Νίκαια καὶ πανωλεθρίαν μικροῦ δεῖν καὶ καταστροφὴν παντελῆ. οἱ γὰρ ἐπισημότατοι ταύτης ναοὶ καὶ μέγιστοι, ὅ τ' ἐπ' ὀνόματι τῆς τοῦ θεοῦ λόγου σοφίας καθιδρυμένος καὶ καθιερωμένος τῇ μητροπόλει καὶ ὁ τῶν ἁγίων πατέρων, ἔνθαπερ ἡ κατὰ τοῦ Ἀρείου σύνοδος τοῖς ὁσιωτάτοις καὶ ὀρθοδόξοις ἐβεβαιώθη πατράσι, καὶ τὸ ὀρθότομον ἐπαρρησιάσθη καὶ τηλαυγέστερον ἡλίου διέλαμψε, συνταραχθέντες κατηδαφίσθησαν· καὶ τὰ τείχη τῆς ὁμοίας τύχης σὺν τοῖς πολιτικοῖς οἰκήμασι μετεσχήκασι. καὶ ἀπ' ἐκείνης τῆς ἡμέρας τὰ τοῦ τρόμου κατέληξεν. ἦσαν δὲ ταῦτα καὶ εἴσπραξις ἁμαρτημάτων καὶ χόλος θεῖος ἐξ ἅπαντος, ᾐνίττοντο δέ, ὡς ἔοικε, καὶ τὴν τοῦ εἰρημένου ἔθνους ἐπιφοίτησιν καὶ κατάλυσιν· ἐν γὰρ ταῖς θεοσημίαις πρὸς τοῖς εἰρημένοις καί τι μέλλον ἐπισκῆψαι προτεθεώρηται. Μαΐου δὲ μηνὸς τῆς δ' ἰνδικτιῶνος ἐνδιιππεύοντος ἐφάνη κομήτης ἀστήρ, κατόπιν τοῦ ἡλίου δύντος, τὸ μέγεθος σεληναῖον φέρων, ὅταν ἡ σελήνη πλησιφαὴς γένηται. καὶ ἐῴκει μὲν τηνικαῦτα καπνόν τινα καὶ ὁμίχλην ἐκπέμπειν, ἐν δὲ τῇ ἐπιούσῃ ἤρξατο παραδεικνύειν βοστρύχους τινάς· καὶ ὅσον οὗτοι προεπετάννυντο, τοσοῦτον τὸ μέγεθος τοῦ ἀστέρος ὑπέληγεν. ἀπέτεινε δὲ τὰς ἀκτῖνας ὡς πρὸς ἑώαν, καὶ ὡς πρὸς 92 ἐκείνην προήρχετο. καὶ ἦν ἐπικρατῶν ἄχρις ἡμερῶν τεσσαράκοντα. Ἀπὸ δὲ μηνὸς ὀκτωβρίου νόσος ἐνσκήψασα τῷ βασιλεῖ ἄχρι τοῦ ἐπιόντος μαΐου μηνὸς κατέτρυχεν· ἐν αὐτῷ δὲ κατειργάσατο τοῦτον καὶ τῆς ἐνταῦθα ζωῆς ἀπεστέρησεν. ἡ δὲ ὁσία τούτου οὐκ ἔνθαπερ προσεδόκησε γέγονεν, ἀλλὰ διαπόντιος ἀχθεὶς ἐπὶ τῶν ἀκατίων τῆς χρυσῆς πόρτης ἐκτός, περί τι φροντιστήριον ἐπ' ὀνόματι τοῦ ἁγίου Νικολάου καθιδρυμένον, εἴς τινα σορὸν προκατεσκευασμένην ἑτέρῳ ἐναπετέθη, ζήσας ἐν τῇ βασιλείᾳ χρόνους ἑπτὰ καὶ μῆνας ἕξ. Καὶ κατέσχον τὰ σκῆπτρα τῆς βασιλείας ἥ τε σύμβιος αὐτοῦ Εὐδοκία καὶ οἱ παῖδες. προκατησφαλίσθη γὰρ ἡ Αὐγούστα μὴ δευτέροις γάμοις προσομιλῆσαι ἀρχιερατικῇ καὶ συγκλητικῇ συνελεύσει. ἦν γὰρ τῆς συνόδου προεξάρχων καὶ τὴν πατριαρχίαν κοσμῶν Ἰωάννης ὁ ἐπικεκλημένος Ξιφιλῖνος, ἐκ Τραπεζοῦντος μὲν ὡρμημένος, ἀνὴρ δὲ σοφὸς καὶ παιδεύσεως εἰς ἄκρον ἐληλακὼς κἀν τοῖς πολιτικοῖς περίβλεπτος γεγονὼς καὶ ἀρετῆς εὐφρόνως ἐπιμελούμενος, ὥστε τοῖς βασιλείοις ἔτι ἐμφιλοχωρῶν καὶ πρῶτα φέρων παρὰ τῷ βασιλεῖ τὴν μοναχικὴν πολιτείαν ἐν ἀκμῇ τῆς εὐημερίας καὶ τῆς ἡλικίας ἀσπάσασθαι. καὶ τὸν ἀναχωρητικὸν βίον περὶ τὸ Ὀλύμπιον ὄρος ἑλόμενος, χρόνον ἐπὶ συχνὸν ἦν διαλάμπων ἐπ' ἀρετῇ καὶ φόβῳ θεοῦ. καὶ διὰ τοῦτο τοῦ πατριάρχου 93 θανόντος καὶ πολλῶν ἀνερευνηθέντων οὐδεὶς ἄξιος πλὴν αὐτοῦ πρὸς τὸν τοιοῦτον ἐλογίσθη βαθμόν. καὶ ἀπαναινόμενος ἐδιώχθη πρὸς τῆς τιμῆς, καὶ λαμπτὴρ τῆς μεγάλης ἐκκλησίας καὶ πατριάρχης οἰκουμενικὸς ἐχρημάτισε. Μετὰ δὲ τὸ τὸν βασιλέα τεθνάναι πάλιν οἱ τὴν ἑώαν κατατρέχοντες Οὖννοι περὶ Μεσοποταμίαν γενόμενοι ἐφήδρευον τοῖς περὶ Μελιτηνὴν ἐστρατοπεδευμένοις Ῥωμαϊκοῖς τάγμασιν, οἵπερ τοῦ ὀψωνιασμοῦ ὑστερήσαντος ἐνδεῶς εἶχον καὶ ταπεινῶς καὶ ὀργίλως διὰ τὴν ἔνδειαν, καὶ οὐδὲ τοῖς ἐν Μεσοποταμίᾳ στρατιώταις Ῥωμαίοις ἴσχυσαν συνελθεῖν, μὴ βουληθέντες τὸν Εὐφράτην διαπερᾶσαι. ἐπερχομένων οὖν τῶν βαρβάρων διὰ τοῦ ποταμοῦ ἀντέστησαν οὗτοι διασπαρέντες περὶ τὰς διεξόδους αὐτοῦ. καὶ οἱ βάρβαροι ἑκηβόλων τυγχάνοντες εὐμαρῶς αὐτοὺς ἄποθεν κατετίτρωσκον, ἀπαθεῖς αὐτοὶ διαμένοντες, ἕως ἠνάγκασαν τούτους εἰς τὸν ποταμὸν ἐμβαλεῖν καὶ τὴν μάχην συστήσασθαι. καὶ πάλιν οἱ τοῖς χείλεσιν ἐφιστάμενοι τοὺς Ῥωμαίους ἐπετοξάζοντο καὶ κακῶς ἄγαν διετίθουν καὶ νῶτα δοῦναι παρεβιάσαντο. καὶ τροπῆς γενομένης ἔπεσον συχνοὶ τῶν Ῥωμαίων, ἕτεροι δὲ ζωγρείᾳ ἐλήφθησαν, οἱ δὲ περισωθέντες τῷ ἄστει τῆς Μελιτηνῆς ἀνεσώθησαν. περιφρονήσαντες δὲ τούτων οἱ βάρβαροι ὡς ἤδη καταστραφέντων καὶ καταστρατηγηθέντων, ὁλοσχερῶς ἐκτρέ 94 χουσιν ἄχρι Καισαρείας, καταληιζόμενοι πάντα καὶ καταστρέφοντες καὶ πῦρ αὐτοῖς ἐπανάπτοντες. καὶ τῷ μεγάλῳ σηκῷ τοῦ ἐν ἱεράρχαις περιωνύμου ἁγίου Βασιλείου ἐπεισπηδήσαντες δῃοῦσι μὲν ἅπαντα καὶ τὰ ἱερὰ διαρπάζουσι, προσραγέντες δὲ καὶ τῇ τοῦ ἁγίου σορῷ τῷ ἁγίῳ μὲν τούτῳ λειψάνῳ δρᾶσαί τι πονηρὸν οὐδαμῶς ἠδυνήθησαν (προκατησφάλιστο γὰρ καὶ περιεδεδόμητο κτίσμασιν ὀχυροῖς καὶ χρόνου πολλοῦ πρὸς καθαίρεσιν δεομένοις), τὰ δὲ τὴν ὀπὴν περιστέλλοντα θύρια, πολυτελῶς καὶ ἀφθόνως ἐξειργασμένα χρυσῷ καὶ μαργάροις καὶ λίθοις, ἐξαίρουσι. καὶ τὸν ὅλον κόσμον ὁμοῦ συμφορήσαντες αἴρουσιν ἐκεῖθεν, πολλοὺς ἐν τῇ Καισαρέων μητροπόλει σφαγῇ παραδόντες καὶ τὸν ναὸν καταχράναντες. καὶ μεταστραφέντες διήρχοντο τοὺς εἰς Κιλικίαν ἄγοντας στενωπούς, μηδενὸς προγνόντος τὴν τούτων ἔφοδον, καὶ τοῖς Κίλιξιν ἐπιφανέντες ἐκπλήκτως ἐμφόβους εἰργάσαντο, φόνον πολὺν ποιοῦντες τῶν παρεμπιπτόντων αὐτοῖς. χρονίσαντες δὲ τῇ χώρᾳ καὶ καταλυμηνάμενοι ταύτην, καὶ λαφύρων τὰς οἰκείας ἐπιθυμίας ἐμπλήσαντες, προαυτομολήσαντος ἐκεῖσε τοῦ κατ' αὐτοὺς ἐπιφανοῦς Ἀμερτικῆ λεγομένου, καὶ δυσμενοῦς ὄντος τοῖς Ῥωμαίοις καθόπερ τὰς ὁμολογίας τούτοις ἐψεύσατο. καὶ γὰρ προσελθὼν πρότερον τῷ τῶν Ῥωμαίων βασιλεῖ τῷ γέροντι, καὶ μεγάλων τυχὼν δεξιώσεων, παρῆν τῇ βασιλευούσῃ· κατηγορηθεὶς δὲ παρὰ τῷ βασιλεῖ Κωνσταντίνῳ τῷ Δούκᾳ ὡς μέλλοι τοῦτον μαχαίρᾳ διαχει 95 ρίσασθαι, κατεκρίθη φυγήν. εἶτα γενομένης αὐτῷ τῆς καθόδου ἀπεστάλη κατὰ τῶν Οὔννων, τῶν Ῥωμαίων ὑπερμαχήσων, καὶ τηνικαῦτα δι' αἰτίαν τῆς τῶν στρατιωτικῶν σιτηρεσίων ὑποκρατήσεως τῷ ἄρχοντι προσερρύη τοῦ Χάλεπ. εἰ δ' εὐφρόνως κατὰ τῆς οἰκείας ἀπεστάλη μερίδος καίτοι κακωθεὶς ὁ βάρβαρος, καὶ μηδὲ μέλλων τῶν ὑπεσχημένων τυγχάνειν σιτηρεσίων, τοῖς ἀναγινώσκουσιν ἐξετάζειν παρίημι. γενόμενοι τοίνυν κατὰ τὸ Χάλεπ οἱ Οὖννοι, καὶ προσαναμιχθέντες αὐτῷ τε τῷ συγκαλεσαμένῳ καὶ τοῖς παρακειμένοις Ἄραψι, τὴν ἐν Συρίᾳ Ἀντιόχειαν καὶ τὰς παρ' αὐτῇ πόλεις καὶ κώμας ἀπανθρώπως ἐμάστιζον. καὶ ἡ μάστιξ σφαγαὶ καὶ πυρπολήσεις καὶ ἀνδραποδισμοὶ καὶ λαφυραγωγίαι, καὶ ὅσα ταῖς βαρβαρικαῖς ἐπιδρομαῖς συμπαρέπονται. ἐπεὶ δ' ἔδει στρατιὰν ἐς αὐτοὺς πεμφθῆναι, συνήθροιστο μὲν ἀξιόλογον στράτευμα καὶ ἡγεμόνες τούτου προέστησαν, ἡ δὲ φειδωλία πάλιν ἄπρακτα καὶ ἀκλεῆ κατειργάσατο. οὐ γὰρ ὁλοκληρίαν ἠθέλησαν οἱ κρατοῦντες τοῦ ὀψωνιασμοῦ παρασχεῖν ἀνθρώποις πολεμίοις καὶ μάχαις κακοπαθήσειν ὀφείλουσιν, ἀλλὰ μέρει τινὶ τούτους ἐλαχίστῳ πρὸς τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα παρακινῆσαι ἐσπούδασαν. ἀπέτυχον δὲ ὅλων ὁμοῦ. τὸ μὲν γὰρ ὀψώνιον οἱ στρατιῶται ἐδέξαντο, κατὰ δὲ τῶν ἐναντίων πορευθῆναι οὐ κατεδέξαντο, μέρος τι τῶν προϋστερησάντων αὐτοῖς λογισάμενοι τοῦτο. καὶ φωνὴν ἐγείραντες ἄσημον εἰς τὰ οἰκεῖα διε 96 σκεδάσθησαν. καὶ πάλιν ἦσαν οἱ βάρβαροι τὴν Ῥωμαϊκὴν χώραν ἀδεῶς κατατρέχοντες. εἶτα νεολαίαν τινὰ μικροῖς ἀναλώμασιν ἀθροίσαντες οἱ περὶ τοὺς βασιλεῖς τούτους ἐγχειρίζουσι τῷ ἐν Ἀντιοχείᾳ ἡγεμονεύοντι· οἳ δρᾶσαι μέν τι μὴ δυνηθέντες γενναῖον, ἀπειροπόλεμοί τινες καὶ δύσιπποι καὶ ἄνοπλοι σχεδὸν καθεστῶτες, πολλὰ δὲ παθόντες ἀνήκεστα εἰς τὴν σφῶν δυσκλεῶς ὑπέστρεψαν γῆν, τοῦ παραλαβόντος αὐτοὺς δουκὸς (ἦν δὲ ὁ μάγιστρος Νικηφόρος ὁ Βοτανειάτης) μετὰ τῶν ἐπιχωρίων καὶ τῶν ἰδίων ὑπασπιστῶν τὴν τῶν βαρβάρων δι' οἰκείας ἀρετῆς καὶ γενναιότητος καὶ φρονήσεως ἀνατρέποντος καὶ καταβάλλοντος ἔφοδον. κἀκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος, ἔκτοτε τὰ τῶν βαρβάρων ἐθρασύνετο πλέον καὶ εἰς στενὸν κομιδῇ τὰ τῶν πόλεων περιίστατο, σιτοδείας πιεζούσης αὐτὰς καὶ τῶν ἄλλων ἐπιτηδείων ἐνδείας. Ἀλλ' ἐπείπερ ἔδει βασιλέως ἐπιστασίαν γενέσθαι δυναμένου ἐν τοιούτοις καιροῖς διεξάγειν τὰ πράγματα καὶ ἀντεπεξάγειν ἑαυτὸν τοῖς ἐναντίοις μετὰ καρτεροῦ τοῦ συντάγματος, ἐψηφίζετο μὲν ἀξιολογώτατος ὁ ῥηθεὶς Βοτανειάτης ὡς διαφέρων τῶν ἄλλων ὅσον ἀστέρων ἥλιος, ὁ δὲ φθόνος καὶ ἡ ἄδικος κρίσις ἀνεβάλετο μὲν τότε τὸ δέον, ἕτερον δὲ συγγενέα τούτου ἀντεψηφίσατο δι' αἰτίας ἴσως ἀπορρήτους ἀνθρώποις, οἷα τὰ τοῦ θεοῦ κρίματα. ἐδόκει μὲν γὰρ ἡ τοσαύτη τῶν ἐθνῶν ἔπαρσις καὶ κατακοπὴ τῶν ὑπὸ Ῥωμαίων τελούντων ὀργὴ κατὰ τῶν αἱρε 97 τικῶν, οἳ τὴν Ἰβηρίαν καὶ Μεσοποταμίαν καὶ ἄχρι Λυκανδοῦ καὶ Μελιτηνῆς καὶ τῶν παρακειμένων οἰκοῦσιν Ἀρμένιοι, καὶ οἱ τὴν Ἰουδαϊκὴν τοῦ Νεστορίου καὶ τὴν τῶν ἀκεφάλων θρησκεύοντες αἵρεσιν· καὶ γὰρ πλήθουσιν αἱ χῶραι τῆς τοιαύτης κακοδοξίας. ἐπὰν δὲ καὶ τῶν ὀρθοδόξων ἥψατο τὸ δεινόν, εἰς ἀμηχανίαν ἦσαν πάντες οἱ τὰ Ῥωμαίων θρησκεύοντες. Ὅμως δ' οὖν ἀνίσταταί τις τῶν εὐπατριδῶν, Ῥωμανὸς βεστάρχης, ᾧ τὸ ἐπίκλην Διογένης. οὗτος γὰρ καὶ πρότερον μὲν ὁρῶν ἐκ τῆς τῶν κρατούντων αἰτίας καὶ τῶν ἐκεῖθεν ὑστερημάτων ἀναπληρούμενα τῶν ἐχθρῶν τὰ θελήματα καὶ μεγάλους γινομένους ταῖς μικρολογίαις τῶν Ῥωμαίων, ἐποτνιᾶτο καὶ ἤσχαλλε, καὶ ἀποστασίαν μὲν ὤδινεν, οὐκ ἔρωτι μέν, ὡς διεβεβαιοῦτο ὕστερον, καὶ ἀπολαύσει τῶν ἑξαιρέτως αὐτῆς, ἀλλ' ὡς τὰς τύχας ἀνορθῶσαι τῶν ἤδη πεσόντων Ῥωμαίων, ὅτι μὴ κατὰ λόγον εἶχε τὰ πράγματα. ἐμπιστευθεὶς οὖν ἐπὶ τέλει τοῦ βασιλέως τοῦ Δούκα τὴν τῆς Σαρδικῆς ἀρχήν, ἐβουλεύσατο τοὺς Σαυρομάτας προσλαβέσθαι συνεργοὺς εἰς τὸ μελετώμενον καὶ εἰς προῦπτον αὐτὸ ἀγαγεῖν. ἐπείθοντο γὰρ ἐκεῖνοι τῷ ἀνδρὶ τούτῳ διὰ τὸ ἐκ τῆς ἀγχιθύρου στρατηγίας προεπιγινώσκεσθαι τοῦτον αὐτοῖς, ὁπότε τῶν περὶ τὸν Ἴστρον ἄρχων πόλεων τούτοις ἀντεπολέμησε καὶ πεσεῖν ἐκινδύνευσεν, εἰ μὴ ἐξείλετο τοῦτον ἀκαταγωνίστῳ ῥύμῃ καὶ ῥώμῃ Νικηφόρος μάγιστρος ὁ Βοτανειάτης· τοῦτο γὰρ ἐγὼ 98 διὰ χειλέων τοῦ Διογένους ὁμολογούμενον ἐπυθόμην. γενομένων δὲ γραμμάτων πρὸς ἐκείνους ἐφ' ᾧ τελεσθῆναι καὶ τὰς συνθήκας δι' ὅρκου, τῶν συμβούλων αὐτοῦ τις, τὸ γένος Ἀρμένιος, ὃς καὶ πρὸς τὸ ἔργον αὐτὸν μειζόνως ἠρέθισεν, ἐπεβουλεύσατο τούτῳ, καὶ συμπείσας ἀποστεῖλαι τοὺς ἀμφ' αὐτὸν μηνυτὰς τῶν βεβουλευμένων, πρὸς σύμπνοιαν ἄξοντας τῶν τε στρατηγούντων καὶ τῶν ὑπηκόων τινάς, ὡς εἶδεν αὐτὸν ἐψιλωμένον χειρός, κατεῖπεν αὐτοῦ ἐν τοῖς ἐγχωρίοις ὡς εἴη μεμελετηκὼς ἀποστασίαν, μᾶλλον δὲ προδοσίαν αὐτῶν εἰς τοὺς Σαυρομάτας. καὶ πρὸς θυμὸν διερεθίσας αὐτοὺς ἐπιτίθεται τούτῳ ἀθρόον, καὶ μόνον εὑρηκὼς συλλαμβάνει καὶ εἰς τὴν βασιλεύουσαν ἄγει δεσμώτην, δίκας τοῦ τολμήματος δώσοντα. κριθεὶς τοίνυν παρὰ τῶν πρώτων τῆς συγκλήτου βουλῆς τῷ τῶν ἐπιβούλων νόμῳ ἑάλω καὶ κατεψηφίσθη θανεῖν, μὴ ἀντερίσας ἢ ἀντιθέσεις πλασάμενος ἢ τὴν κατηγορίαν ἀπαρνησάμενος, ἀλλ' αὐτέλεγκτος ἐκ τῆς ὁμολογίας γενόμενος. εἰ δὲ καὶ αὐτὸς τῶν δικασάντων μέρος ὑπῆρχον, ἴσασιν οἱ πολλοί. διὸ καὶ ὑπερορίᾳ ἀπεστάλη πρὸς νῆσον, πᾶσιν ἀνίαν ἐνθέμενος ὅσοι τῆς αὐτοῦ νεότητος ἢ καὶ γενναιότητος ἐν πείρᾳ καθίσταντο. οἱ δ' ἀγνοοῦντες αὐτὸν ἐκ τῶν εἰδότων παραλαμβάνοντες ὑπῆρχον ἐξ ἀκοῆς ἐρασταί· καὶ διὰ τοῦτο δι' εὐχῆς ἦν τοῖς ὅλοις ἀνώτερον γενέσθαι τὸν ἄνδρα κολαστηρίων καὶ χαρισθῆναι τῇ 99 Ῥωμαίων ἀρχῇ. ἐπεὶ δὲ καὶ ὁ σκοπὸς τοῦ ἀνδρὸς οὐ φιλαυτίας ἀλλὰ φιλαδελφίας καὶ φιλευσεβείας ὅλος ἦν, ὡς προέφαμεν, περιαλγοῦντος τῆς τῶν ὀρθοδόξων κακοπαθείας, ἐνηργήθη λοιπὸν τοῖς εὐχομένοις τὰ τῆς εὐχῆς, καὶ παραστάντος αὐτοῦ τῷ βασιλικῷ βήματι περιέσχεν ἔλεος ἄσχετον τὴν Αὐγοῦσταν, καὶ σταλαγμοὶ δακρύων τῶν βλεφάρων ταύτης ἐξέπεσον· ἦν γὰρ ὁ ἀνὴρ οὐ μόνον τοῖς ἄλλοις πλεονεκτήμασι προτερῶν, ἀλλὰ καὶ θεαθῆναι παντάπασιν ἥδιστος, ἐπιμήκης τε καὶ στέρνων καὶ νώτων ἐν καλῷ καθορώμενος, καὶ εὐγενές τι πνέων ὡς ἀληθῶς καὶ διογενές, εὐόφθαλμός τε εἴπερ τις ἄλλος, καὶ κάλλος ἀποστίλβων τοῖς ὀφθαλμοῖς, μήτ' ἀκριβὲς τὸ λευκὸν μήτε τὸ μέλαν ἀποσώζων ὡσαύτως ἀλλ' ὥσπερ συγκεκερασμένον... τῇ δημιουργίᾳ τῇ φύσει καὶ συγκεκραμένον τῷ ἐρυθήματι, κἀν τούτοις ἅπασι τὴν γλυκύτητα περιθέουσαν ἔχων, καὶ ἄξιον εἶδος κατὰ τὸν κωμικὸν τυραννίδος ἐπιδεικνύμενος. ὡς οὖν καὶ ἡ ἑστῶσα γερουσία συνέπαθεν, εὐθὺς ἐπηκολούθησεν ἡ συμπάθεια, καὶ περισωθεὶς τοῦ κινδύνου καὶ βασιλικῶν ἀξιώσεων ἔτυχε, καὶ ἀπολυθεὶς παρὰ πάντων ἠσπάζετό τε καὶ εὐφημεῖτο καὶ ἔργον εὐχῆς γενέσθαι κατήκουσε, καὶ τὴν αὐτοῦ σωτηρίαν ἰδίαν ἐνόμιζεν ἕκαστος. ἐξιὼν οὖν εἰς Καππαδοκῶν, ἐξ ἧς τὴν ἀρχὴν τῆς γενέσεως ἔσχηκε, πάλιν μεταπεμφθεὶς εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε, κἀν τοῖς γενεθλίοις τοῦ Χριστοῦ μάγιστρος καὶ στρατηλάτης 100 ἀνεδείχθη παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων, ὡς ἔθος τοῖς βασιλεῦσιν, εἰς τὸν μέγιστον σηκὸν τῆς τοῦ θεοῦ σοφίας. Ἀνάγκης δὲ πολλῆς καὶ συγχύσεως ἐκ τῆς τῶν ἀλλοφύλων ἐθνῶν ἀπηνεστάτης ἐπιδρομῆς τὴν Ῥωμαίων συμπιεζούσης (καὶ γὰρ τὰ μὲν ἐν τοῖς νοτίοις μέρεσιν, ὅσα πρὸς Ἀντιόχειαν καὶ Κιλικίαν, ταῖς προειρημέναις ἐκδρομαῖς ἀπειρηκότα ἐν ἐσχάτοις ἦσαν κινδύνοις· ἐν δὲ τοῖς βορειοτέροις αὐτὸς ὁ σουλτάνος πανστρατιᾷ ἐξελήλυθε, δυνάμεις ἄγων ἀνυποίστους, καὶ τοῖς ὁρίοις ἐν τῷ φθινοπώρῳ τῶν Ῥωμαίων προσήνωτο, βουλόμενος παραχειμάσαι ἐκεῖσε καὶ ἀρχομένου τοῦ ἔαρος προσεχῶς προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὰ Ῥωμαίων καὶ καθελεῖν) ἐσκέπτετο ἡ Αὐγοῦστα καὶ ὅσοι τῆς πρώτης ἦσαν βουλῆς, σὺν αὐτοῖς δὲ καὶ ὁ πατριάρχης, πῶς καὶ τίνα τρόπον τοσοῦτον δεινὸν ἀποτρέψαιεν. καὶ συνέδοξε τὴν ὑπὲρ τῶν ὅλων κρατῆσαι πρόνοιαν, καὶ τῆς εἰδικῆς καὶ ἐπιθανατίου παραγγελίας τὸ κοινῇ συμφέρον ἐπιεικῶς προτιμήσασθαι, ὅτι τὰ εἰδικὰ σύμφωνα τὰ πρὸς δημοσίαν συντέλειαν ἀφορῶντα περιτρέπειν δεδύνηνται· τὸ γὰρ μὴ γίνεσθαι βασιλέα διὰ τὸν τῆς μίξεως ζῆλον κοινὴ συμφορὰ καὶ καθαίρεσις τῆς Ῥωμαίων ἀρχῆς ἐγινώσκετο. δόξαν οὖν οὕτω κεκράτηκεν ἡ τοιαύτη γνώμη, καὶ βασιλέα μὲν ὁ καιρὸς ἐδεῖτο ἐξ ἅπαντος, εἰ μέλλοι τὰ Ῥωμαίων μὴ ἀπολέσθαι δι' ὅλου, 101 ὁ δὲ τοῦ καιροῦ καὶ τῆς ἀξίας ταύτης ἐπάξιος ἐζυγομαχεῖτο, τοῦ Βοτανειάτου ἀποδήμου τυγχάνοντος εἰς τὴν τῆς Ἀντιοχείας ἀρχήν, ἕως εἰς νοῦν τινὸς τῶν τοῦ βουλευτηρίου προϊσταμένων ὁ Διογένης ἀφίκετο. μᾶλλον δὲ πρὸ αὐτοῦ ἡ Αὐγοῦστα τοῦτον ὡς αὐτίκα παρόντα καὶ γυναικὸς ἀμοιροῦντα προέκρινεν. ἐπὰν δ' οὗτος ἐρρήθη, πάντες αὐτῷ τὴν ἀξίαν, φόβῳ τοῦ μὴ φανῆναι ἀλλότριοι, ὅσοι τῇ δεσποίνῃ προσήγγιζον, ἐχειροτόνουν. διὸ καὶ πρώτην ἄγοντος τοῦ ἰαννουαρίου μηνὸς τῆς ϛʹ ἰνδικτιῶνος, ὁπότε τῶν χειμερινῶν τροπῶν ὁ ἥλιος μεθιστάμενος τὴν οἰκουμένην φρυκτωρεῖν καὶ θάλπειν ἐπείγεται καὶ ἀρχὴν εὔκαιρον τοῦ ἐνιαυτοῦ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἐπεξεργάζεται, καὶ ἡνίκα ἡ μνήμη τοῦ μεγάλου ἀρχιερέως καὶ θύτου ἁγίου Βασιλείου, ὃν καὶ αὐτὸν ἡ Καππαδοκῶν ἤνεγκε φωστῆρα τῆς ἐκκλησίας διαφανέστατον, ἑορτάζεται, βασιλεὺς αὐτοκράτωρ ὀρθριώτερον οὗτος ἀναγορεύεται, νυκτὸς ἀνιὼν εἰς τὸ Καπιτώλιον διὰ τῆς δεσποίνης ἐν ὅπλοις, καὶ λαθὼν τοὺς τῆς βασιλίδος υἱεῖς. Καὶ ὡς τὰ πράγματα ἔδειξαν, οὐ πάνυ μάτην ἠλπίκασιν οἱ πολλοί. τῶν γὰρ Ῥωμαϊκῶν σκήπτρων ἐπιλαβόμενος οὗτος, οὐκ ἔλαττον τῶν ἐν ποσὶ πολιτικῶν πραγμάτων, τῆς στρατιωτικῆς εὐταξίας ἐφρόντισε καὶ συστάσεως, κἂν ὅτι μάλιστα προγονοὺς εἶχε περὶ αὐτὸν καὶ συνέδρους, εἰπεῖν δὲ δεῖ καὶ ἐφέδρους, καὶ σὺν αὐτοῖς τὸν τούτων πατράδελφον 102 Ἰωάννην τὸν Καίσαρα. ἤρξατο γὰρ αὐτίκα ἐν αὐτοῖς τοῖς πολιτικοῖς διατάγμασι καὶ τῶν παρατυχόντων στρατιωτῶν τοῖς ἐπισημοτέροις συνομιλεῖν, καὶ περὶ πολεμικῶν ἀγώνων βουλεύεσθαι, καὶ πρεσβευτὰς ἑτοιμάζειν, καὶ πανταχόθεν τοῖς ἐναντίοις διακωλύειν τὰς προσβολάς. διὰ ταῦτά τοι καὶ χρόνος οὔτι συχνὸς κατέσχε τοῦτον εἰς τὰ βασίλεια, ἀλλὰ μετὰ διττὴν σεληναίαν περίοδον ἡ τῆς ἑώας τοῦτον ἐδέξατο Προποντίς, καὶ τὸ παράσημον τῆς βασιλικῆς σκηνῆς πᾶσιν ὁμοῦ παρεστήσατο τὴν βασιλίδα πρὸς τὴν ἑώαν ἐκστρατείαν καὶ ἀποφοίτησιν, καὶ ὁ ζῆλος τῆς ἐκδικίας νενίκηκε τὴν κατὰ τὴν βασιλίδα τρυφήν τε καὶ θυμηδίαν, καὶ τὸ κατὰ τὰς προόδους μέχρις οὐρανοῦ φθάζον κλέος καὶ πόνους τούτων ἀντικαταλλάξασθαι τὸν κρατοῦντα παρέπεισεν. ὃ καὶ πάντας κατέπληξε, συμβαλόντας ὅτι εἰς τὸ διατάξασθαι μόνον τὴν τῆς ἐκστρατείας παρασκευὴν καὶ ἀποσκευὴν οὐδὲ τριῶν ὅλων διάστημα μηνῶν ἐξαρκεῖ. ὃ δὲ νεοπαγὴς γεγονὼς τά τε ἄλλα καταστησάμενος ἦν, καὶ πρὸς τῇ ἀποσκευῇ καὶ στρατιωτικὸν ἐκ τῆς ἑσπέρας καὶ τῆς τῶν Καππαδοκῶν φθάσας προσυνελέξατο, καὶ Σκύθας συνεκαλέσατο, καὶ πρὸ τῆς τούτων ἐπιδημίας μετὰ τῶν ἐν τῇ βασιλείῳ μόνων αὐλῇ τῆς ὁδοῦ σπουδαίως ἐφήψατο. εἰ δὲ καὶ αὐτὸς ὁ ταῦτα συγγράφων τῶν ἐκ προκρίσεως αὐτῷ συνεπομένων ἐτύγχανεν, καὶ τὰς τοῦ στρατοῦ διευθετῶν ὑπο 103 θέσεις ἐν κρίσεσι, πάντως ἂν οὐκ ἐξ ἀκοῆς ἀλλ' ἐξ αὐτοπτίας τὰ καθεξῆς παραδώσει διὰ γραφῆς τοῖς μετέπειτα. Εἶχε μὲν οὖν βασιλέα ἡ τῶν Βιθυνῶν ἐπαρχία, καὶ μετ' αὐτὴν Φρυγία, τὸ θέμα λέγω τῶν ἀνατολικῶν. καὶ συνήγοντο ἐκ διαταγμάτων προσφοιτησάντων οἱ τῶν ταγμάτων ἐξάρχοντες, καὶ ὅσοι τὴν τάξιν ἀνεπλήρουν ἑκάστου τάγματος. καὶ ἦν ἰδεῖν τοὺς διαβοήτους λόχους ἐξ ὀλίγων συγκειμένους ἀνδρῶν, καὶ τούτων συγκεκυφότων τῇ πενίᾳ καὶ πανοπλίας ἐστερημένων καὶ ἵππου πολεμικῆς· ἐκ πλείονος γὰρ παραμεληθέντες ἅτε μηδὲ βασιλέως στρατευσαμένου διὰ πολλῶν ἐνιαυτῶν περὶ τὴν ἑώαν, καὶ τὸν ἀφωρισμένον ὀψωνιασμὸν μὴ ἀπειληφότες, καὶ κατὰ μικρὸν τοῖς ἐναντίοις ἐκ τῆς ἀπαρασκευάστου προσβολῆς καὶ λυπρᾶς καταβαλλόμενοι καὶ τρεπόμενοι, οὕτως εἰς ἐσχάτην ταλαιπωρίαν συνελαθέντες δειλοὶ καὶ ἀνάλκιδες καὶ πρὸς οὐδὲν γενναῖον χρησιμεύοντες κατεφαίνοντο. ὡς δὲ καὶ αὐτὰς τὰς σημαίας μονονουχὶ σιωπηρῶς ἀποφθέγγεσθαι ταῦτα, πιναρὰς ὁρωμένας ὥσπερ ἀπὸ καπνοῦ καὶ ὀπαδοὺς ἐφεπομένους ἐχούσας εὐαριθμήτους καὶ πενιχρούς. πολλὴν ἀθυμίαν προσῆγον ἀναλογιζομένοις ὅθεν καὶ τίνα τρόπον εἰς τὸ ἀρχαῖον ἐπανελεύσονται καὶ τὴν προτέραν ἀξίαν τὸ στρατιωτικόν, καὶ διὰ πόσου τοῦ χρόνου ἀνακαλέσοιτο, τῶν μὲν ὑπολελειμμένων τοῖς τάγμασιν ὀλίγων ὄντων καὶ ἀπορουμένων τοῖς ὅπλοις καὶ τοῖς ἐκ τῶν ἵππων κι 104 νήμασι, τῆς δὲ νεολαίας ἀπειροπολέμου καθεστηκυίας καὶ τοῦ πολέμου μαχιμώτατα καὶ τῶν πολεμικῶν κινδύνων ἐθάδας τοὺς ἀντιτεταγμένους καὶ ἀντιβαίνοντας ἐχούσης. Ἀλλὰ τὸν βασιλέα τὸ τοιοῦτον συγκύρημα οὐ κατέπληξε. τοὐναντίον δὲ μᾶλλον τοὺς ἐναντίους ἡ ἀθρόα τούτου ὁρμή τε καὶ ἔφοδος, οἰηθέντας, ὥσπερ ὕστερον μεμαθήκαμεν, ὅτι κινδύνων οὗτος ὁ ἄνθρωπος οὐδένα λόγον πεποίηται, ἀλλ' Ἄρεός ἐστι φοιτητής, καὶ καινοποιήσει τὰ Ῥωμαίων, καὶ ἀντισηκώσει τοῖς ἐχθροῖς τὰ ἐπίχειρα. διὰ ταῦτα καὶ ὁ μὲν σουλτάνος ὀπισθόρμητος γέγονε, μοῖραν δέ τινα μεγάλην ἀποτεμόμενος, καὶ ταύτην διχῇ διελών, εἰς τὴν ἄνω Ἀσίαν στρατοπεδεύειν πεποίηται, τὴν μὲν βορειοτέραν τὴν δὲ περὶ τὰ νότια θέμενος. ὁ δὲ βασιλεὺς κατάλογον στρατιωτικὸν ποιησάμενος, καὶ ἐκ πάσης χώρας καὶ πόλεως νεότητα συλλεξάμενος καὶ ἀξιώμασι καὶ δώροις ἀναθαρρῆσαι πεποιηκώς, καὶ δι' ὀλίγου τὸν ἀριθμὸν τῶν ταγμάτων ἀναπληρώσας, καὶ λοχαγοὺς τοὺς ἀρίστους ἑκάστῳ τούτων ἐπιμελῶς προστησάμενος, συμμίξας δὲ καὶ τοῖς ἀπὸ τῆς ἑσπέρας ἐλθοῦσιν, ἐν ὀλίγῳ χρόνῳ στρατιὰν ἀξιόμαχον κατεπράξατο, καὶ μετὰ τοσαύτης δυνάμεως ἐπὶ Πέρσας ἐπιστατικώτερον ἤλαυνεν. ὡς δὲ τὸ βορειότερον στρατόπεδον τῶν Περσῶν, ἐκδρομήν τινα πρότερον φαντάσαν, δόξαν ὑποχωρῆσαι ἐκ τῆς τοῦ βασιλέως προόδου 105 παρέσχετο, ἔγνω λοιπὸν ὁ Διογένης τοῖς νοτίοις ἐπεισπεσεῖν, οἳ τὰ περὶ τὴν κοίλην Συρίαν καὶ Κιλικίαν καὶ αὐτὴν Ἀντιόχειαν καταληίζοντες ἦσαν. καὶ διὰ ταῦτα καταλιπὼν τὸ εὐθὺ Σεβαστείας καὶ Κολωνείας φέρεσθαι, τῷ τοῦ Λυκανδοῦ ἐπεχωρίασε θέματι, διατρῖψαι τὸν θερινὸν καιρὸν ἐν αὐτῇ διανοηθείς, κἀν τῷ φθινοπώρῳ τοῖς Συριακοῖς μέρεσι προσβαλεῖν, ὁπόταν τὸ πολὺ τῆς φλογὸς ἐκ τῆς ἀποστάσεως ὁ ἥλιος ἀποτίθεται, ἵνα μὴ τῷ ἀσυνήθει τοῦ καύσωνος διαλωβηθῇ τὸ στρατόπεδον καὶ νόσοις ἁλώσιμον γένηται. Ἐν τοσούτῳ δὲ χρονίζοντος τούτου λάθρᾳ προσβαλόντες οἱ Πέρσαι (Τούρκους δὲ τούτους νυνὶ ὁ λόγος οἶδε καλεῖν) τὴν Νεοκαισάρειαν ἐξ ἀπροόπτου τῆς ἐπιδρομῆς καταστρέφουσιν, καὶ πολλῶν σωμάτων καὶ χρημάτων ἐν τῷ ἀσφαλεῖ κυριεύσαντες παλινῳδίαν ᾖσαν, βάρος λαφυραγωγίας οὐκ ἐλάχιστον ἐπαγόμενοι. ἐλθὼν οὖν ὁ λόγος οὗτος εἰς τὸν βασιλέα πολλὴν αὐτῷ καὶ τοῖς ἀμφ' αὐτὸν ταραχὴν ἐνεποίησε, διασκοποῦσι τήν τε τῶν ἐναντίων μηχανήν, καὶ ἣν ὑπέστησαν ἀπάτην, καὶ τὸν ἐκ πολλῶν μῶμον, ὅτι τοῦ βασιλέως ἐκστρατευομένου τυγχάνοντος οὐδὲν ἧττον οἱ πολέμιοι τὰ ἑαυτῶν διεπράξαντο, μὴ δυνηθέντος τοῦ κρατοῦντος ἀμύνασθαι. ἀμέλει τοι καὶ ταχὺ τὰς δυνάμεις ἀνειληφὼς δι' ἀτραπῶν ἀβάτων καὶ δυσβάτων ἀπὸ ῥυτῆρος κατόπιν ἤλαυνε. καὶ πλησιάσας τῇ τῶν Σεβαστηνῶν μητροπόλει τὴν μὲν στρατιωτικὴν ἀποσκευὴν καὶ τὸ πεζὸν ἅπαν εὐθὺ τοῦ ἄστεος ἀπιέναι διεκελεύσατο 106 μετὰ τοῦ συνόντος αὐτοῦ προγονοῦ τοῦ Ἀνδρονίκου, ὃν αὐτὸς βασιλέα χειροτονήσας ὡς ἐνέχυρον ἢ συστράτηγον εἶχεν, ἢ τόπον ἀντισηκώσοντα τούτου, εἴ πῃ πολλάκις παρήκων καὶ ὁπλίτης ἐπιτιθέμενος τοῖς ἐχθροῖς καιρίαν ὡς ἄνθρωπος δέξοιτο. αὐτὸς δὲ μετὰ πάσης τῆς ἵππου κατεδίωκεν ὀπίσω τῶν ἐναντίων. καὶ διὰ πολλῶν ὑψηλοτάτων βουνῶν τῶν τῆς Τεφρικῆς διερχόμενος, καὶ τοῖς ἐχθροῖς ἐπιτεθῆναι κατὰ τὸ ἐγκάρσιον ἐπειγόμενος, οὕτω τὸν στρατὸν κατειργάσατο ὡς, καίτοι τῶν ἐχθρῶν ἔγγιστα τυγχανόντων καὶ θεαθέντων αὐτοῖς, μὴ δύνασθαι τοῖς περὶ αὐτὸν ταχυδρομῆσαι διὰ τῶν ἵππων καὶ μνήμης ἄξιον κατόρθωμα διαπράξασθαι. ὅμως μέντοι τῷ ἀδοκήτῳ τοῦ πράγματος κατασεισθέντων τῶν ἐναντίων, καὶ τῇ φήμῃ τῆς τοῦ βασιλέως ἐπιστασίας ἰσχυρῶς ἐπιναρκησάντων, πολὺς μὲν φόνος τούτων ἐγένετο αὐτίκα νῶτα δεδωκότων καὶ πρὸς φυγὴν ὁρμησάντων. ὅσοι δὲ καὶ ζωγρείᾳ ἑάλωσαν, οὐδὲν ἀπώναντο τῆς ἰδίας ζωῆς, μαχαίρας ἔργον γενόμενοι. ἡ μέντοι λεία πᾶσα, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐλευθερωθεῖσα τὸν βασιλέα καὶ γλώσσῃ καὶ θαύματι ἐπευφήμησε. καὶ γὰρ θαυμαστὸν τῷ ὄντι καὶ ἀξιόλογον γέγονεν, ἵνα βασιλεὺς Ῥωμαίων ἀκρατῶς διώκῃ χωρὶς τῆς οἰκείας ἀποσκευῆς, μετὰ μόνου τοῦ ἰδίου ὁπλιτικοῦ, ἐπὶ ὅλας ἡμέρας ὀκτώ, διὰ τόπων ἀδήλων τε καὶ ἀβάτων, καὶ μὴ ἀποτύχῃ τῆς ἐπιβολῆς. 107 Ὑποστρέψας οὖν ἐκεῖθεν εἰς τὴν Σεβαστηνῶν μητρόπολιν πρώτην ἄγοντος τοῦ ὀκτωβρίου μηνός, καὶ διαναπαύσας τὸν στρατὸν ἐν μόναις ἡμέραις τρισίν, ἄρας ἐκεῖθεν τῆς πρὸς Συρίαν ἀγούσης εἴχετο, καὶ διὰ τῶν τῆς Κουκουσοῦ αὐλώνων καὶ δυσδιεξοδεύτων ἀτραπῶν εἰς Γερμανίκειαν καταστὰς εἰς τὸ θέμα τὸ καλούμενον Τελοὺχ παρὰ τοῖς Ἀρμενίοις εἰσβάλλει, πρότερον οὐκ ὀλίγην ἀποτεμόμενος φάλαγγα στρατιωτικὴν μετὰ συνταγματάρχου, καὶ εἰς Μελιτηνὴν ἐκπέμψας ἐπὶ φυλακῇ τῶν τῆς ἑώας θεμάτων καὶ ἀντιπτώσει τῶν ἐκεῖσε τότε προσεφεδρευόντων ἐχθρῶν, ὧν ἦρχεν ἀνὴρ πανοῦργος καὶ μάχιμος ὀνόματι Αὐσινάλιος. διὰ τοῦτο γὰρ ὁ βασιλεὺς μετὰ τῶν λόχων καὶ λοχαγῶν καὶ τοὺς ἅπαντας Φράγγους, ἄνδρας αἱμοχαρεῖς καὶ πολεμικούς, τῷ στρατηγῷ τουτωῒ παραδέδωκεν, ἐφ' ᾧ δι' ἁδρᾶς δυνάμεως περιγίνεσθαι τοῦ πολέμου ἀλλόφυλος ἐπιγένοιτο. ἀλλ' οὗτος οὐκ εὐθαρσῶς εἰς ἅπαξ καὶ ἀφιλοτίμως χρησάμενος τῷ καιρῷ καὶ τοῖς πράγμασι, μικροῦ τῷ βασιλεῖ διπλοῦν πόλεμον, ὑστερουμένῳ τοιαύτης στρατιᾶς μαχιμωτάτης, ἀνθ' ἁπλοῦ προεξένησε. πολλάκις γὰρ προκαλουμένων αὐτὸν τῶν ἐχθρῶν, καὶ μὴ ἐπαΐοντος ἐξιέναι τοῦ ἄστεος τῆς Μελιτηνῆς καίτοι τῶν στρατιωτῶν προθυμοποιουμένων αὐτοῖς ἀντεπεξελθεῖν, ὡς εἶδον ἐκεῖνοι τὸ γλίσχρον αὐτοῦ καὶ περιδεὲς καὶ ἀπόλεμον, διὰ τόπων ἀδήλων βαδίσαντες τῆς βασιλικῆς στρατιᾶς μοίρᾳ τινὶ δι' 108 ἀγορὰν σιτίων ἐξιούσῃ προσέβαλον· καὶ εἰ μὴ ταχὺ διαναστὰς ὁ βασιλεὺς ἐκ τῆς φήμης ὥρμησε κατ' αὐτῶν, κἀκεῖνοι μὴ ὑποστάντες διέφυγον, τάχα ἂν ἀπώλετο μέρος στρατιωτῶν οὐκ εὐκαταφρόνητον. ἀφ' ὧν εἴ τις τοῖς στρατηγοῖς ἐπιγράφειν ὡς ἐπίπαν ἔχοι τὰ τῶν ἐκβάσεων, εἴτ' ἐπὶ τὸ χεῖρον εἴτ' ἐπὶ τὸ κρεῖττον συνάγοιντο, οὐ διαμάρτοι πάντως τοῦ ὀρθοῦ καὶ τῆς ἀληθοῦς διαγνώσεως. Ἀλλ' ὁ μὲν βασιλεύς, οὕτω διασωθεὶς καὶ διασώσας τὸ στρατόπεδον, πρὸ τῆς τοῦ Χάλεπ χώρας πανστρατιᾷ κατεσκήνωσε. πρὸ τοῦ καταβῆναι δὲ τοῦ ἵππου, τούς τε Σκύθας καὶ τῶν Ῥωμαίων οὐκ ὀλίγους εἰς προνομὴν ἀποστείλας τὴν πολεμίαν χώραν κατεληίσατο, ἀνδρῶν τε καὶ γυναικῶν καὶ βοσκημάτων δορυάλωτον πλῆθος οὐκ ἐλάχιστον ποιησάμενος. ἐκεῖθεν δὲ προβιβάσας τὴν στρατιὰν προῄει διὰ τῆς πολεμίας, καὶ διτταῖς ἡμέραις ὁμοῦ μεταβαίνων εἰς τοὔμπροσθεν τὰς προνομὰς οὐδὲν ἧττον ποιούμενος ἦν. τριταῖος δὲ πρὸς τὴν Ἱεράπολιν ἀφιγμένος ἑώρα τοὺς Ἄραβας περιρρέοντας κυκλόσε καὶ παραδεικνύντας ἐκ φαντασίας τὸν πόλεμον. ἀλλ' εἰς χεῖρας ἐλθεῖν καὶ συνάψαι Ῥωμαίοις εὐθαρσεῖς οὐ γεγόνασιν, εἰ μή πού τινες ἀκροβολισμοὶ προτρεχόντων τινῶν καὶ τῆς τάξεως προπηδώντων ἐπιγεγόνασι. καὶ προῄεσαν οἱ μὲν Ῥωμαῖοι συντεταγμένως κατὰ λόχους καὶ φάλαγγας, οἱ δ' Ἄραβες μετὰ καὶ τῶν συνόντων αὐτοῖς Τούρκων οὐκ ὀλίγων, 109 ὧν ἦρχεν ἀνὴρ δραστήριος καὶ γένος αὐχῶν βασιλικὸν ἐκ Περσίδος, ὀνόματι Ἀμερτικῆς, μακρόθεν ἑπόμενοι καὶ οἷον δορυφοροῦντες ἢ πρὸς ἐπίδειξιν περιτρέχοντες. περὶ δὲ δείλην ὀψίαν στρατοπεδευσάμενος ὁ βασιλεὺς πρὸ τοῦ Ἱεραπόλεως ἄστεος τάφρον ἐκεῖσε καὶ χάρακα κατὰ τὸ εἰθισμένον ἐπήξατο. οὔπω δὲ τὴν ἀποσκευὴν οἱ Ῥωμαῖοι βεβαίως ταῖς σκηναῖς ἀποθέμενοι, μηδ' ἐγχρονίσαντες ταύταις, ὅσοι τῆς ὑπηρεσίας ὑπῆρχον καὶ τῆς τῶν Ἀρμενίων συντάξεως, εὐθὺ τῆς πόλεως ὥρμησαν. καὶ ἐπείπερ εὗρον αὐτὴν οὐ πάνυ διὰ τῶν ἐντὸς ἀντιμαχομένην (ἔφθησαν γὰρ οἱ Σαρακηνοὶ τῷ φόβῳ τῆς βασιλικῆς ἐπιδημίας φυγαδείαν ἑλέσθαι πέραν τοῦ Εὐφράτου ποταμοῦ), ταχὺ βιασάμενοι τὰς πύλας ἐντὸς εἰσεπήδησαν. καὶ σιτίων μὲν καὶ τῆς ἄλλης διατροφῆς εἰς κόρον μετακομιδὴν ἐποιήσαντο (ἀφθονίαν γὰρ τούτων εὗρον ἐκεῖσε καὶ οἴνου τι μέρος καὶ τῶν εὐτελεστάτων εἰδῶν), τῶν δὲ τιμιωτέρων λαφύρων ἀπέτυχον, προλαβόντων τῶν πολεμίων καὶ συσκευασαμένων αὐτὰ μεθ' ἑαυτῶν ἐν τῷ ἀποδρᾶναι. Καὶ ταῦτα μὲν ἐπὶ τῆς μεγαλοπόλεως ἐκείνης, ἥτις ἀμαχητὶ κρατηθεῖσα πολλὴν εὐμάρειαν δέδωκε τοῖς στρατιώταις πρὸς τὴν ἐκεῖσε διαγωγήν, πλὴν τινῶν πύργων ὑψηλοτάτων, τριῶν ἢ τεσσάρων, ἔνθα Σαρακηνοὶ ἀνιόντες, καὶ τὴν ἄνοδον ὡς στενόπορον κατασχόντες, ἐφιλονείκησαν 110 κατὰ τὸ πάτριον αὐτῶν νόμιμον τῆς ἰδίας προκινδυνεῦσαι θρησκείας καὶ πόλεως. ἀλλ' οὐκ ἠδυνήθησαν μέχρι παντὸς ἀντισχεῖν· διὰ πολλῶν γὰρ μερῶν περισχόντες αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ τόλμῃ πολλῇ καὶ ὅπλοις ἑκηβόλοις καὶ συνασπισμῷ καταπλήξαντες, δορυκτήτους αὐτοὺς πεποιήκασιν. ἐπὶ δέ γε τῆς ἀκροπόλεως (ἔστι γὰρ ἐπίπεδος μὲν καὶ αὐτὴ καὶ τῇ πόλει ὁμόστοιχος, τείχεσι δὲ ὑψηλοτάτοις ἄγαν καὶ πύργοις ἀερίοις πεπυκνωμένη καὶ οἷον ἀνάλωτος) οὐ τοιαύτην εὗρον οἱ Ῥωμαῖοι τὴν εὐκολίαν· ἐκεῖσε γὰρ εἰσιὸν Σαρακηνῶν οὐκ εὐαρίθμητον πλῆθος ἐρρωμένως ἠμύνατο. οὐ μὴν μέχρι πολλοῦ τὴν φυλακὴν τῆς ἄκρας τηρεῖν ἠδυνήθησαν· κυκλόσε γὰρ ὁ βασιλεὺς ὅπλοις καὶ μηχαναῖς αὐτοὺς κατατείνας, καὶ πετροβόλοις ὀργάνοις καὶ τόξοις ὡς νιφάσι κατακοντίσας, καὶ χώματι τὴν ἅλωσιν ἐκ πολιορκίας ἐπιδειξάμενος, ὑποσπόνδους πεποίηκε. πρεσβεύσαντες γὰρ καὶ συγγνώμης τυχεῖν αἰτησάμενοι, καὶ λύτρον τὴν ἱκετηρίαν αὐτῶν τε καὶ γυναικῶν καὶ παίδων καὶ τῆς λοιπῆς οὐσίας προθέμενοι, τὸν βασιλέα κατεδυσώπησαν καὶ τῶν κατὰ σκοπὸν οὐ διήμαρτον. κυριεύσαντες δὲ καὶ τῆς ἀκροπόλεως οἱ Ῥωμαῖοι, μεσιτεύοντος τοῖς πράγμασιν ἀνδρὸς Ἀσσυρίου μὲν τὸ γένος γέννημα τῆς μεγάλης Ἀντιοχείας τυγχάνοντος, ἄκρως δ' ἐξησκημένου τήν τε Ῥωμαϊκὴν σοφίαν καὶ παίδευσιν καὶ τὴν τῶν Σαρακηνῶν διὰ τὸ τῆς φύσεως εὐσταλὲς καὶ μετέωρον, καὶ προσιόντος εὐμηχάνως τῇ ἀκροπόλει, καὶ τὰς πύλας Ῥωσικοῖς ὅπλοις ἐν τῷ εἰ 111 σιέναι κατεσχηκότος τῆς ἀκροπόλεως (Πέτρος ἡ προσηγορία τουτωῒ τῷ ἀνδρί, τὸ ἐπίκλην Λιβελλίος, τῇ δὲ τῶν μαγίστρων ἀξίᾳ τῷ τότε τετιμημένος), οὕτως τῆς πολιορκίας ἀπέσχοντο, ἐπείπερ καὶ ἐκ παρόδου πολλὰς πόλεις, ἃς μὲν βραχείας ἃς δὲ καὶ μείζους, ἐκ πολέμου καὶ βίας ἀνήρπασαν. Τὸ δ' ἐντεῦθεν ἀγῶνες ὁπλιτικοὶ τὸ βασιλικὸν στρατόπεδον ἐδέξαντο. ὁ γὰρ ἀμηρᾶς τοῦ Χάλεπ συνάψας τοῖς λοιποῖς τῶν Ἀραβιτῶν σὺν τῷ Οὐννικῷ, καὶ δύναμιν ἁδρὰν ποιησάμενος, εἰς χεῖρας ἐλθεῖν τῷ βασιλεῖ καὶ μάχεσθαι διεσκέπτετο. τοῦ δὲ βασιλέως ἔνδον ὄντος τῆς προαλωθείσης Ἱεραπόλεως καὶ πυργομαχοῦντος ἐν μέρει, καθὸ λείψανον ὑπολέλειπτο τῆς πυργοκρατείας, παρατάξεις ἀφωρίσθησαν δύο τὸν μεταξὺ τόπον τοῦ τε κάστρου καὶ τῆς παρεμβολῆς ἐκ τῶν ἐναντίων διατειχίζουσαι. διεφαίνοντο γάρ τινες τῶν Σαρακηνῶν κατὰ τὸ πεδίον ἐκ διαστήματος ἱππαζόμενοι. εἰσὶ γὰρ περὶ τὴν Ἱεράπολιν ἱππήλατα πεδία πρὸς μῆκος ἐπεκτεινόμενα μέγιστον, καὶ πλὴν γηλόφων οὐδέν ἐστι τὸ ὑπερανεστηκὸς εἰς ὄρος μέγα καὶ πρὸς ἀέρα διατεινόμενον. καυσώδης δὲ ὁ τόπος ἐστὶν ὡς ἂν τοῦ ἡλίου θερμότερον ἐκεῖσε προσβάλλοντος διὰ τὸ μεσημβρινόν. περὶ δὲ τὰ ἑσπέρια τοῦ κάστρου λειμῶνες πεφύκασιν ὑδραγωγίοις κατάρρυτοι· χλιαρὸν δὲ τὸ ὕδωρ ἐστί, μεταλαμβάνον πάντως τῆς ἐκ τοῦ ἀέρος καὶ τῆς γεώδους φλεγμονῆς ἐπιτάσεως. τότε μὲν οὖν κατὰ μικρὸν 112 οἱ πολέμιοι ταῖς κατὰ μέτωπον ἱσταμέναις δύο παρατάξεσι πλησιάσαντες (ἀπῆν δ' ἔτι ὁ τοῦ Χάλεπ ἀμηρᾶς· ὄνομα τούτῳ Μαχμούτιος), καὶ ἀκροβολισμοὺς ποιησάμενοι, παρελάσαι μέν τινας τῶν Ῥωμαίων πρὸς αὐτοὺς κατηνάγκασαν καὶ δὶς τοῦτο καὶ τρὶς πεποιήκασι, καὶ πάλιν διεγειρόμενοι τούτους ἀντέστρεφον ὄπισθεν. ἐν ἑτέρᾳ δὲ συμβολῇ τροπὴν ποιησάμενοι τῶν παρελασάντων οὐκέτι κατὰ τὰς προτέρας προσβολὰς γεγόνασιν ὀπισθόρμητοι, ἀλλ' ἀκρατῶς ἐλάσαντες μέχρι τῆς τῶν στρατηλατῶν φάλαγγος εἰς χεῖρας αὐτοῖς συνερράγησαν, καὶ τρεψάμενοι ταύτην, καὶ παρελθόντες τὸ τῶν σχολῶν σύνταγμα, πολλοὺς μὲν ἀνεῖλον, τοὺς δὲ λοιποὺς φυγεῖν αἰσχρῶς κατηνάγκασαν, ἐν δεξιᾷ καταλιπόντες τὸ τῶν σχολῶν σύνταγμα, ὅπερ τὴν τῶν ἑτέρων ὁρῶν ἧτταν οὔτε παραβοηθῆσαι οὔτε τι πρᾶξαι στρατιωτικὸν ἐμελέτησεν, ἀλλ' ἦν πεπαγωμένον, ὡς ἂν λάθῃ τοὺς ἐναντίους ἐκ τῆς ἐρημαίας διανοούμενον στάσεως. ἐπεὶ δ' ὑποστρέψαντες οἱ πολέμιοι τὸ τάγμα τοῦτο μόνον εὗρον ἀγεννῶς προϊστάμενον, ταχὺ καὶ τούτου τὴν ἧτταν εἰργάσαντο, πολλοὺς μὲν ἀνῃρηκότες, τοὺς δὲ λοιποὺς εἰς τὴν παρεμβολὴν κατακλείσαντες, καὶ τὰ σημεῖα τούτων στρατηγικῶς ἀφελόμενοι, ὥστε καί τινες τῶν Σαρακηνῶν καταβάντες τῶν ἵππων, καὶ πολλοὺς τῶν στρατιωτῶν τραχηλοκοπήσαντες, τὰς κεφαλὰς τούτων εἰς ἔνδειγμα τῆς νίκης πρὸς τὸ Χάλεπ ἀπέστειλαν. τότε τοίνυν κἀγὼ οὐ τοσοῦτον ἀπέ 113 γνων τὴν ἐμαυτοῦ σωτηρίαν, ὅσον τὴν τῶν Ῥωμαίων κατέγνων δειλίαν ἢ ἀπειροκαλίαν ἢ ταπεινότητα· τοσαύτης γὰρ γενομένης καταφορᾶς καὶ ἥττης τῶν Ῥωμαίων πρὸ τῆς παρεμβολῆς, οὐδεὶς τῶν λοιπῶν λόχων καὶ λοχαγῶν εἰς ἄμυναν διηρέθιστο, ἀλλὰ πάντες, ἔνδον καθήμενοι ἕκαστος τὸ οἰκεῖον ἔργον ὡς διὰ φιλίας γῆς ἐνσκηνούμενος διεπράττετο, καὶ κίνησις ψυχῆς οὐδ' ἀγωνία τούτους τὸ παράπαν ἐξώρμησεν. Ὁ δὲ βασιλεὺς ἔνδον τοῦ κάστρου τοῦτο μεμαθηκώς, μετὰ πολλῆς τῆς ἀνίας ἐκεῖθεν ἐπανελθὼν πρὸς τὸν χάρακα μετὰ τῶν συνόντων αὐτῷ Καππαδοκῶν, πολλὴν καὶ αὐτὸς τὴν ἀβελτηρίαν κατέγνω τούτων καὶ τῶν Ῥωμαίων ὁμοῦ. διὸ καὶ ἡ νὺξ ἐκείνη πάντας εἶχεν ἐν ἐλπίσιν οὐκ ἀγαθαῖς, καθότι καὶ τὸ πεζὸν ἅπαν τῶν Ἀρμενίων, ἐπιταχθὲν διανυκτερεύειν περὶ τὴν τάφρον ἐν προτειχίσματι, ἀποστασίαν ἐσκόπησε, μὴ πειθαρχῆσαν τοῖς λέγουσι. καὶ ἡ μὲν νὺξ ἐκείνη δριμεῖά τις καὶ βαρεῖα τοῖς Ῥωμαίοις διατετέλεστο· οὔπω δ' ἡμέρα προῄει, καὶ οἱ πολέμιοι τὸν χάρακα πανστρατιᾷ περιέζωσαν. μεμαθηκὼς γὰρ ὁ τοῦ Χάλεπ ἄρχων τὸ προγεγονὸς προτέρημα παρὰ τῆς μοίρας αὐτοῦ, μεθ' ὅλης ἧκε τῆς ἑαυτοῦ δυνάμεως ὡς αὐτοβοεὶ αἱρήσων τὸν βασιλέα μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς. καὶ οἱ μὲν οὕτω περιιππεύοντες ἡμᾶς καὶ θηριωδῶς ἐκφοβοῦντες ταῖς βαρβαρικαῖς ὑλακαῖς οὐ διέλιπον· ὁ δὲ βασιλεὺς ἐντὸς τῆς σκηνῆς διαγράφων 114 τὸν πόλεμον, περὶ τρίτην ὥραν ἀθρόον ἐξελήλυθεν ἔφιππος (ἐνίστατο δὲ εἰκοστὴ τοῦ νοεμβρίου μηνὸς ἰνδικτιῶνος ζʹ), βοῆς βυκίνων ἢ σαλπίγγων μὴ προενηχησάσης αὐτοῦ τὴν πρόοδον. ἀρθέντων δὲ τῶν σημείων, καὶ τῆς στρατιᾶς κατὰ λόχους συντεταγμένως ἐξιούσης, ἤρξαντο οἱ πολέμιοι περὶ μέρος ἓν, καθ' ὃ τοὺς Ῥωμαίους εἶδον ἐλαύνοντας κατὰ φάλαγγας, καὶ αὐτοὶ συναθροίζεσθαι. καὶ ὁ ἀγὼν ὅσος, καὶ ἡ τοῦ μέλλοντος ἔκβασις οἵα, ταῖς ψυχαῖς ἐναπέστακτο. ὅμως δ' οὖν ἐνυάλιον ἀλαλαξάντων τῶν κατὰ μέτωπον προασπιζόντων ἐν τῇ συμβολῇ, πολλοὺς τῶν πολεμίων οἱ Ῥωμαῖοι κατηγωνίσαντο διαχειρισάμενοι. τοῦ δὲ λοιποῦ πλήθους τῶν Ῥωμαίων ἐξορμήσαντος κατ' αὐτῶν φυγὴ τούτων ἀνυπόστατος γίνεται. οἱ δὲ κατόπιν τῶν φευγόντων ἐλαύνοντες πολλοὺς μὲν ἀνεῖλον, οὐκ ὀλίγους δὲ ζωγρήσαντες ἔλαβον. τῆς δὲ διώξεως μέχρι πολλοῦ μὲν γενομένης, μεγάλης οἱ Ῥωμαῖοι νίκης καὶ αὐχήματος ἐξηστόχησαν. τῶν γὰρ Ἀραβικῶν ἵππων ταχυδρομεῖν εἰδότων ἄχρι τινός, μηδ' εὐψυχούντων δ' ἐπὶ πολλοῦ διαστήματος, ὅταν οἱ Ῥωμαῖοι τὴν ἀτονίαν ἐκείνων οἰκείαν εὐτονίαν ἢ εὐτυχίαν ποιήσασθαι ἔμελλον, τότε τοὺς ῥυτῆρας ἐξ ἐπιτάγματος βασιλικοῦ ἐπιστρέψαντες τὴν νίκην ἀμβλεῖαν ἑαυτοῖς ἀπειργάσαντο, κορεσθέντες μόνῃ τῇ τῶν ἐναντίων ἀποτροπῇ. Οὕτως εἶδον ἐγὼ τοὺς νῦν Ῥωμαίους μήτε καιρὸν ἁρ 115 πάσαι δεδυνημένους μήτε λόχους καθίσαι, μήτε πολέμῳ δριμεῖ κρῖναι τὸ πᾶν εὐθυφρονοῦντας, μήτε δυνάμεις τῶν ἐναντιουμένων αὐτοῖς διακρίναντας, ἀλλ' ἑνὶ κανόνι χρωμένους πρὸς ἅπαντας, τούς τε δυνατωτάτους τῶν ἐναντίων καὶ τοὺς γλίσχρως καὶ ἡγεμονικῶς εἴτ' οὖν τοπαρχικῶς ἔχοντας. τί γὰρ ἦν τότε δέος πρὸς τὸν τοῦ Χάλεπ ἡγεμόνα εἰς τὸ μὴ διώκειν αὐτὸν ἀκρατῶς μετὰ τὴν τροπήν, ὀπισθοφυλακοῦντος τοῦ βασιλέως μετὰ τῆς λοιπῆς τοῦ στρατοῦ μοίρας, καὶ κατόπιν ἐπιτρέπειν τὴν παρεμβολὴν ἕπεσθαι μέχρις ὅτου καὶ τῷ Χάλεπ ἐπέστησαν καὶ τοὺς ἔνδον τῷ φόβῳ κατέσεισαν καὶ τὴν πόλιν αὐτῶν παρεστήσαντο, τοὺς πλείους τῶν στρατιωτῶν ἐν τῇ φυγῇ κατακόψαντες. καθὼς γὰρ καὶ ὕστερον μεμαθήκαμεν, ὅτι καὶ αὐτοὶ οἱ τοῦ Χάλεπ καραδοκοῦντες ἦσαν ἐφ' ᾧ τὴν πόλιν αὐτῶν ὁμολογίᾳ καὶ συνθήκαις ἀφεσίμοις παραδοῦναι τῷ βασιλεῖ, ἐπείπερ καὶ ἡ νεότης τούτων παθεῖν ἔμελλε πᾶσα, εἰ προέβη τὰ τῆς διώξεως. ἤλαυνον γὰρ καὶ αὐτοῖ πεζικῇ παρατάξει διὰ τὴν ἐλπίδα τοῦ πρώην τῶν Σαρακηνῶν προτερήματος, ὥστε τὸν χάρακα τῶν Ῥωμαίων ἐξ ἐπιθέσεως αἱρήσειν πολεμικῆς. νῦν δὲ τῷ ἀδιακρίτῳ τῆς τῶν ἀρχόντων ἡγεμονίας καὶ τῆς αὐτῶν ἰσχύος τῶν Ῥωμαίων οἱ βασιλεῖς καὶ ἡγεμόνες ἰσχυρῶς συνεχόμενοι, τάς τε νίκας αὐτῶν εἰς ἀγενὲς περιστέλλουσι πέρας, καὶ τοὺς ἐχθροὺς εἰς αὔχημα μεῖζον ἐπαίρουσιν, οἳ καὶ κυριαρχὴν ἐν ταῖς νίκαις 116 τῷ συνεχεῖ τῆς διώξεως μὴ διανοούμενοι, τὴν τῶν Ῥωμαίων γῆν ὑπόφορον αὐτῶν ἢ μηλόβοτον πεποιήκασιν, ὡς διὰ τῶν ἡμετέρων ὑστερημάτων ἀναπληροῦσθαι τὰ ἐκείνων θελήματα. Ἀλλὰ τοῦτο μὲν οὕτως· ἐπανελθὼν δ' ὁ βασιλεὺς εἰς τὸν χάρακα μετὰ τὴν τῶν ἐχθρῶν ἀποσόβησιν, ἔγνω τὴν ἀκρόπολιν τῆς Ἱεραπόλεως ἐνοικίσαι καὶ στρατηγὸν ἀποδεῖξαι ταύτης, ἐφ' ᾧ κατὰ μικρὸν καὶ τὴν ἄλλην πόλιν Ῥωμαίων γενέσθαι καὶ Ἀρμενίων κατοικητήριον, καὶ διὰ τοῦτο χρονίσας ἐκεῖσε, καὶ φρουράν, ὅση τις ἐδόκει πρὸς φυλακὴν αὐτάρκης, καὶ στρατηγὸν ἐπιστήσας Φαρασμάτιον ἐκεῖνον βέστην τὸν Ἀποκάπην, ἐξ Ἀρμενίων τὸ γένος ἕλκοντα, χώραν δέδωκε τοῖς ἐναντίοις ἀνακαλέσασθαί τε τὴν ἧτταν καὶ ἀντίπαλα φέρεσθαι. καὶ ἕως μὲν ἐστρατοπεδευμένος ὁ τῶν Ῥωμαίων στρατὸς διεδείκνυτο, κατὰ χώραν ἐδόκουν μένειν οἱ Ἄραβες· ὡς δ' ἀναστρέψας τὴν στρατιὰν εὐθὺς τοῦ φρουρίου τοῦ Ἀζᾶς ἤλαυνεν, ἤρξαντο σποράδην ἐκ διαστήματος κατὰ τὸ εἰθισμένον αὐτοῖς ἐπιφαίνεσθαι, καὶ περὶ τὴν οὐραγίαν πολλάκις ἐπιτιθέμενοι, ἢ καὶ τοὺς τὰ σιτία μετακομίζοντας, ἐλύπουν τοὺς Ῥωμαίους, ὡς ἂν ἐξ ἐπιδρομῆς καὶ λόχου τὰς ἐπιθέσεις ἐν τῷ λεληθότι ποιούμενοι. ὅμως δ' οὖν καταφραξάμενος ἑκηβόλοις καὶ πελτασταῖς ὁ βασιλεὺς τὸ στρατόπεδον, οὕτω τεθωρακισμένον αὐτὸ διῆγε καὶ τὰς τῶν ἐχθρῶν προσβολὰς ῥᾳδίως ἀποκρουόμενον, ἕως ἐν τῷ φανερῷ καὶ μάχῃ νικήσας αὖθις τοὺς ἐναντίους τῷ φρουρίῳ τοῦ 117 Ἀζᾶς μεθ' ὅλης τῆς στρατιᾶς καὶ τῆς ἀποσκευῆς προσηνέχθη, μανθάνων παρὰ τινῶν ὅτι εὔυδρός ἐστιν ὁ τόπος ἐκεῖνος καὶ ἱκανὸς χορηγεῖν τοσούτῳ στρατοπέδῳ δαψίλειαν τοῦ ὑδρεύεσθαι. ὡς δὲ προσεγγίσας αὐτῷ οὐδὲ καθ' ἡμίσειαν τόξου βολὴν ἐρυμνότατόν τε εἶδεν, ἐπ' ἀκρωρείας τοῦ λόφου ἱστάμενον καὶ τείχεσι διπλοῖς περιεζωσμένον καὶ πέτραις ὥσπερ χειροποιήτοις γεγομφωμένον καὶ λιθίνην τὴν ἄνοδον πρὸς τὴν πύλην ἀποφερόμενον, μικρόν τε ὕδωρ ἀπορρέον ἐκεῖθεν καὶ μὴ δυνάμενον ὅσον πρὸς χιλιοστὸν μέρος τοῦ στρατοῦ ἐξαρκεῖν, ἀπέγνω τὴν ἐκεῖσε στρατοπεδείαν, καὶ ἀναζεύξας ἐκεῖθεν εἰς τόπον ἐπήξατο τὴν παρεμβολήν, ἔνθα τὸ ὕδωρ ἀφθονώτερον ἔρρεε. διασκοπήσας οὖν ὡς οὐκ εὔθετόν ἐστιν ἐκ διαστήματος τοσούτου προσιέναι τῇ πόλει καὶ μηχανὰς ἐφιστάναι (φθάνειν γὰρ τὴν νύκτα, καὶ δεῖσθαι μετακομιδῆς αὐτῶν εἰς τὸν χάρακα, ἵνα μὴ πυρίκαυστα τοῖς πολεμίοις ἱστάμενα γίνοιντο), τόν τε χειμῶνα περὶ ἀκμὴν ἐρχόμενον καθορῶν καὶ τοὺς ἐναντίους περικεχυμένους ἀεὶ τῷ θάρρει τῆς τῶν ἵππων ἐν τῷ θεῖν ἀρετῆς, ἀναστὰς ἐκεῖθεν ὥρμησε πρὸς τὰ τῆς Αὐσονίτιδος ὅρια. καὶ πυρπολήσας χωρίον τι μέγιστον Κάτμα λεγόμενον, τῷ ἀμηρᾷ τοῦ Χάλεπ ἀφωσιωμένον ἐκ παλαιοῦ, εἰς ἕτερον χωρίον κατέλυσε Τερχαλᾶ κατονομαζόμενον, ἔνθα κοπτομένου τοῦ χάρακος, καὶ τοῦ βασιλέως ἐπ' ὄχθης ἱσταμένου κατὰ τὸ δεξιόν, καὶ προασπιζου 118 σῶν στρατιωτικῶν παρατάξεων (ἦν δὲ καὶ τόπος ῥύακος τάξιν ἐπέχων, ἐξ ἑκατέρου μέρους βουνοῖς συνεχόμενος, ἀφ' ὧν ὁ ἀριστερὸς τοὺς πολεμίους εἶχεν ἐπ' ἀκρωρείας ἱσταμένους κατὰ τὸ ἀσφαλές), τοῦ τε λοιποῦ πλήθους περὶ τὴν ἀπόθεσιν τῶν φορτηγῶν ζώων ἠσχολημένου, καὶ τῆς οὐραγίας ἐφετομένης καὶ ἀντιπολεμούσης τοῖς ἐπεμβαίνουσι τῶν Σαρακηνῶν, Ἄραβες δύο λαθόντες κατόπιν τῆς ἀκρωρείας, καὶ τοὺς ἵππους ἀπὸ ῥυτήρων ἐλάσαντες, ἐπ' ἄκρου τῆς παρεμβολῆς ἐφορμῶσι, καὶ δύο τῶν πεζῶν ταῖς λόγχαις ἀναιροῦσιν αὐτῶν. οὓς ὁ βασιλεὺς πρῶτος τῶν λοιπῶν θεασάμενος, καὶ φωνῇ καταμηνύσας τὴν ἔφοδον, διανέστησε μὲν τοὺς στρατιώτας εἰς δίωξιν, οἳ δὲ φθάσαντες ἐξαισίῳ δρόμῳ τῶν ἵππων εἰς τὸ οἰκεῖον στρατόπεδον ἀνεσώθησαν. Τότε μὲν οὖν διανυκτερεύσαντες οὐκ ἀμαχητὶ (περιεβόμβουν γὰρ ἔξωθεν ὑλακαῖς ἀσήμοις οἱ Ἄραβες), τῇ ἐπαύριον ἄραντες εἰς τὴν Ῥωμαϊκὴν ἐπεβάλομεν γῆν, οὕτω μὲν τυπουμένην ἐκ τῶν ὁρίων, προκατειργασμένην δὲ καὶ ἀνάστατον οὖσαν, εἰ τάχα καὶ ἀγαθότης ἦν καὶ χρήματι καλλίστῳ καὶ μεγίστῳ τῶν τε ἄλλων καὶ αὐτῶν τῶν ἐλαιῶν βρίθουσα, πλὴν εἰ μήπου προϊόντες κρησφύγετά τινα εὑρίσκομεν, βραχύτατά τινα συντηροῦντα τῆς χώρας ἐκείνης ἐπίμονα λείψανα. διελθόντες οὖν τοιούτους τόπους πολλοὺς εὐθὺ τοῦ Ἀρτὰχ ἐβαδίζομεν. τὸ δὲ τοιοῦτον κάστρον ἐστὶ στρα 119 τηγῷ μὲν ἀρχόμενον, φρουρᾷ δὲ καὶ κόμῃ πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν συντηρούμενον, καὶ στρατιωτῶν οὐκ ἀμοιροῦν ἐν ταῖς κατ' ἐπιδρομὴν ἐπιθέσεσι. τὸ δὲ τοιοῦτον προαλωθὲν φρουρὰν εἶχε Σαρακηνῶν, ἀποταμιεύουσαν αὐτοῖς τὴν εἰς τὸ ἑξῆς αὐτοῦ καταδούλωσιν· ὅπερ ἔγγιστα τῆς μεγάλης Ἀντιοχείας τυγχάνον μεγάλην αὐτῇ βλάβην καὶ παντοδαπὴν ἐκ τῶν ἐναντίων ἐπιτρέφειν ἔμελλε, καὶ οἷον ἀντίπολις εἶναι καὶ ἀντίθετον καταγώγιον. ἄρτι δὲ τοῦ βασιλέως εὐτρεπιζομένου πρὸς τὴν αὐτοῦ πολιορκίαν, φόβῳ κατασεισθέντες οἱ τὴν φρουρὰν ἐμπεπιστευμένοι τούτου Σαρακηνοὶ νυκτὸς ἐκεῖθεν ἀπέδρασαν. ὁ δὲ βασιλεὺς ἀνακωχὴν τοῦτο τῆς ἐργολαβίας καλῶς ἡγησάμενος, τίθησι μὲν αὐτοῦ που τὸν χάρακα, διατίθησι δὲ τὰ κατ' αὐτοὺς εὐπρεπῶς, στρατηγόν τε καὶ φρουρὰν ἐπιστήσας καὶ σιτήσεις ἐναποθέμενος καὶ πάντα τὰ τῷ καιρῷ διαταξάμενος πρόσφορα. ἐπ' αὐτοῦ τοίνυν τοῦ βασιλέως ἤρξαντο Ῥωμαῖοι πολεμίοις ἀντοφθαλμίζειν καὶ πρὸς γενναιότερον ἀναφέρειν λόγον καὶ συνίστασθαι πρὸς ἀντίθεσιν, ἐπεὶ τάγε κατὰ τοὺς προβεβασιλευκότας, ἐξ οὗπερ ὁ Μονομάχος καὶ οἱ καθεξῆς ἐπεκράτησαν, πλὴν ἐπιδείξεως μόνης καὶ πλήθους συναγωγῆς οὐδενὶ καρτερὰν πρὸς μάχην συνέρραξαν· ὡς εἶναι δῆλον ὅτι τοῦ ἡγεμόνος ὡς ἐπίπαν ἐστὶ τὸ κατορθούμενον ἐν ὅλοις τοῖς πράγμασιν. Ἐπεὶ δὲ ἡ Ἀντιόχεια προκατείργαστο ταῖς ἐπιδρομαῖς 120 καὶ σίτου σπάνιν ἐκέκτητο, δείσας ὁ βασιλεὺς μὴ παραγενόμενος ἐκεῖσε καινοτομήσῃ τῇ πόλει τὰς ἰδίας τροφάς, καταφρονήσας ἐπὶ συμφέροντι ταύτης τῆς ἰδίας τρυφῆς, διὰ τόπων ἐλάσας ἐρήμων ὑπερέβη τοὺς αὐλῶνας ἐκείνους καὶ τὰς κλεισούρας δι' ὧν ἡ Κοίλη Συρία τῆς Κιλικίας χωρίζεται. καὶ κατελθὼν ἐπιπόνως εἰς πόλιν τῆς Κιλικίας λεγομένην Ἀλέξανδρον (μεγίστη γὰρ ἔκθλιψις ἐν τοῖς τόποις ἐκείνοις τῷ στρατοπέδῳ γέγονε διὰ τὸ στενόπορον καὶ τὸ ἀπότομον τῶν πετρῶν καὶ τὸ συνεχὲς τῶν κρημνῶν), ἐκεῖσε τὴν παρεμβολὴν καὶ τὸν χάρακα πήγνυσι. καὶ οὕτω διελθὼν τὴν χώραν ἐκείνην, καὶ τὸν Ταῦρον τὸ ὄρος πανστρατιᾷ ὑπερβάς, εἰσβάλλει τῇ Ῥωμαίων. ἐντυχόντες δ' ἀθρόον οἱ στρατευόμενοι τῷ κρυμνῷ καὶ τῇ συστροφῇ τῆς ἄγαν ψυχρότητος, ἐκ τόπων θερμῶν ἀναγόμενοι (περὶ τὸ τέλος ἦν ὁ δεκέμβριος μήν), πολλῆς ᾔσθοντο τῆς δριμύτητος, ὁπότε συνέβη καὶ ἵππους καὶ ἡμιόνους καὶ ἀνθρώπους, ὅσοι μὴ εὐσαρκοῦντες ἦσαν ἢ μὴ εὐειματοῦντες, τῷ ἀθρόῳ τῆς ψύξεως ἀποψῦξαι καὶ τῆς ὁδοῦ προβεβλῆσθαι θέαμα οἴκτιστον. Τότε κἀγὼ περὶ στενωπὸν τοῦ Ταύρου ὄρους ἄφυκτον διέφυγον κίνδυνον. ὁ γὰρ ἵππος εἰς ὃν ἐπωχούμην, προεστενοχωρημένος ὢν ἐκ πάθους λυκοεντερικοῦ λεγομένου, ὀκλάσας τι μικρὸν τοὺς ἐμπροσθίους, ἔσχε με καταβάντα τούτου αὐτίκα διὰ τοῦ δεξιοῦ μέρους· ἐν ἀριστερῷ γὰρ οὐκ ἦν διὰ 121 τὸ κρημνὸν ἀποτέμνεσθαι μέγιστον. ὡς δὲ ἀνέστησα τοῦτον τῷ ῥυτῆρι νύξας, εὐθὺς διατιναξάμενος αὐτόματος δι' ἑαυτοῦ τῷ κρημνῷ ἑαυτὸν κατηκόντισεν. ἐγὼ δὲ μείνας ὀρθὸς δόξαν μὲν τῷ θεῷ τῆς τοῦ κινδύνου ἐλευθερίας ἀνέπεμψα, θαῦμα δὲ τοῖς πολλοῖς προσενέσταξα, ὅπως, οἷον ἐκ προγνώσεως θειοτέρας, οὐκ ἐπέμεινα τοῖς νώτοις τοῦ ἵππου (ἦν γάρ τι μικρὸν ὀκλάσας, ὅσον ἀναστῆναι καὶ πάνυ ῥᾴδιον) ἀλλὰ καταβὰς ἐν τάχει οὐ συναπῆλθον τῷ κρημνῷ καὶ συνετρίβην ὡς τάχιστα. ἵσταντο γὰρ πάντες θεώμενοι τὸ καινόν, ἐπεὶ τοῖς κατόπιν οὐκ ἐξῆν περαιτέρω ἰέναι, τῆς ὁδοῦ ἐκείνης ἕνα καὶ μόνον συγχωρούσης διέρχεσθαι διὰ τὸ πάνυ στενώτατον, ἕως ἑτέρου μοι προσαχθέντος ὑποζυγίου ἡ ἐπίβασις ἐπιγέγονεν. Ἐξιοῦσι δ' ἡμῖν εἴς τι χωρίον τῆς τοῦ Ποδαντοῦ κλεισούρας ἐκτός, Τυψάριον κατονομαζόμενον, φήμη τις ἐπεπόλασε τὸν καταλελειμμένον ἐν Μελιτηνῇ στρατηγὸν ἐπὶ τῇ φυλακῇ τῆς Ῥωμαίων γῆς αἰσχρῶς καὶ βουλεύσασθαι καὶ τὰ κατὰ τὸν στρατὸν οἰκονομῆσαι, καὶ τοσοῦτον ὅτι περ οἱ πολέμιοι διελθόντες τὴν τοῦ Ἀμορίου πολιτείαν ἀνήρπασαν καὶ φόνον ἀνδρῶν ἀμύθητον πεποιήκασι καὶ πανοικεσίᾳ ταύτην ἠνδραποδίσαντο. τῆς δὲ παρεμβολῆς αὐτῶν ἀφεθείσης ἐν τῇ τοῦ Χαλκέως τοποθεσίᾳ, αὐτὸς ἀπὸ διαστήματος ὀλίγου συνηθροισμένην ἔχων τὴν στρατιὰν ἐν τῷ τοῦ Τζαμαντοῦ ὀχυ 122 ρώματι οὔτε ταύτην ἑλεῖν ἢ προσβαλεῖν παρετόλμησεν οὔτε τῷ Ἀμορίῳ προσβοηθῆσαι, ὅτι μὴ μᾶλλον οἱ Τοῦρκοι τῷ Τζαμαντῷ προσεγγίσαντες ἐν τῷ ἐπανιέναι πολλοὺς μὲν τῶν ἐπεξιόντων Ῥωμαίων ἀνεῖλον, τοὺς δ' ἄλλους εἰς τὰ ἐρυμνότατα τοῦ κάστρου κατέκλεισαν. ἀνιαθεὶς δὲ ὁ βασιλεύς, καὶ πλέον τι ποιῆσαι μὴ δυνηθεὶς διὰ τὸ τοῦ χειμῶνος ἐπαχθὲς καὶ ἀσύμφορον, τὸ μὲν μισθοφορικόν, καὶ ὅσοι τῆς ἑσπερίας μερίδος ἐτύγχανον, εἰς παραχειμασίαν διέδωκεν, αὐτὸς δὲ μετὰ τῶν σωματοφυλάκων καὶ Βυζαντίων καὶ τῶν οἰκοφυλακούντων ἐν βασιλείοις εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε περὶ ἀκμὴν τοῦ χειμῶνος ὄντος· πρὸς τῷ τέλει γὰρ ἦν ὁ ἰαννουάριος μήν. Διαγαγὼν τοίνυν ἐν τῇ τῶν πολιτικῶν πραγμάτων διοικήσει χρόνον τινά, καὶ τιμὰς εἴς τινας τῶν συγκλητικῶν ποιησάμενος, καὶ τὰς ἐτησίους δωρεὰς αἳ τοῖς συγκλητικοῖς ἀξιώμασι προσήρτηντο ποιησάμενος, καὶ οὐδὲ τὰς πασχαλίους ἡμέρας περιμείνας εἰς τὸ Βυζάντιον, εἰς τὸν ἀντιπέρας κείμενον βασιλικὸν οἶκον καὶ λεγόμενον τῶν Ἠρίων ἀπέπλευσεν, ὁρμὴν ἔχων εἰς τὴν ἑώαν αὖθις στρατοπεδεύσασθαι καὶ τοῖς Τούρκοις ἐπεξελθεῖν. ἐπισυνέβη γὰρ καί τι τῶν ἀτόπων, πρὸς ἐκστρατείαν καλοῦν τὸν ἄνακτα σπουδαιότερον. ἀνὴρ γὰρ Λατῖνος ἐξ Ἰταλίας τῷ βασιλεῖ προσελθών, Κρισπῖνος ὀνόματι, πρὸς τὴν ἑώαν προαπεστάλη, παραχειμάσων ἐκεῖσε μετὰ τῶν συνδιαπλευσάντων αὐτῷ καὶ συναφικομένων ὁμο 123 γενῶν. δόξας δὲ μὴ κατ' ἔφεσιν τιμηθῆναι παρὰ τοῦ βασιλέως καὶ δωρεὰς ἀποχρώσας λαβεῖν ἀποστασίαν ἐσκόπησε, καὶ αὐτίκα τοὺς συναντῶντας φορολόγων τε καὶ λοιποὺς σκυλεύειν καὶ διαρπάζειν ἤρξατο, καὶ πάντα δρᾶν ὅσα δεσπότου ἀποπτύουσι χαλινούς. φόνον δὲ Ῥωμαίων οὐδένα εἰργάσατο. διὸ καὶ κατὰ βασιλικὴν ἐντολὴν (ἐμεμαθήκει γὰρ πάντα ὁ βασιλεύς) πολλοὶ τῶν στρατιωτῶν πρὸς μάχην τούτῳ συνήντησαν. πάντες δὲ τῆς τούτου ῥομφαίας ἡττήθησαν. τελευταῖον δὲ στρατῷ μεγάλῳ τῶν ἑσπερίων πέντε ταγμάτων ἐπιστρατεύσας κατ' αὐτοῦ ἐκ τῶν Ἀρμενιακῶν θεμάτων, ἐν ᾧ παρεχείμαζον, ὁ τὴν ἡγεμονίαν τούτων ἐπιτραπεὶς Σαμουὴλ βεστάρχης ὁ Ἀλουσίανος λεγόμενος, καὶ περὶ ὄρθρον ἐπιτεθεὶς τούτῳ ἠρεμοῦντι καὶ ἀναπαυομένῳ κατὰ τὸ εἰωθὸς τῆς ἀναστασίμου ἡμέρας καὶ μεγάλης κυριακῆς ἐφισταμένης, ἔπραξε μὲν γενναῖον οὐδέν, ἔπαθε δὲ μᾶλλον πάνυ κακῶς. ἐμπεσόντες γὰρ οἱ στρατιῶται τοῖς τῶν σκηνῶν καλωδίοις, καὶ συμπλακέντες αὐτοῖς, γνῶσιν τοῖς Φράγγοις τῆς ἐπιβουλῆς πεποιήκασιν. οἳ δὲ σταθηρῶς ἑαυτοὺς ἀνακαλεσάμενοι, καὶ πρὸς ἄμυναν τραπέντες εὐθύς, οὐ μοχθηρῶς τοὺς Ῥωμαίους τῆς παρεμβολῆς ἀπεώσαντο. ταχὺ δὲ τῶν ἵππων ἐπιβάντες, ὡς εἶχεν ἕκαστος σπουδῆς καὶ παρασκευῆς, καὶ κατόπιν ἐλάσαντες πολλοὺς μὲν ἀνεῖλον, ἄλλους δὲ ζωγρήσαντες ἔλαβον. τότε δὴ προκαθίσας ὁ τῶν Λατίνων ἐξάρχων οὐκ ἄκαιρον οὐδ' ἀνεύλογον δημηγορίαν 124 συνήγαγε· κατέγνω γὰρ τῶν Ῥωμαίων ἀσέβειαν, ὅτι ἐν τοιαύτῃ φοβερᾷ καὶ θαυμασίᾳ ἡμέρᾳ, ἥτις ἑορτῶν ἐστὶν ἑορτή, τὰς χεῖρας κατὰ Χριστιανικῶν αἱμάτων ἐξώπλισαν, μὴ ἐφειμένον ὂν ἐν ταύτῃ τοῖς ὀρθοδόξοις μηδὲ κατὰ ἀλλοφύλων ἐπεξιέναι καὶ τὴν χάριν ὑβρίζειν τῆς ἀναστάσεως. ὅμως πράως τούτοις προσενεχθεὶς καὶ συμπαθείας ἀξιώσας ἀπέλυσε. τοὺς δὲ τραυματίας ἐν ταῖς κώμαις ἀπέθετο, τὴν ἐπιμέλειαν αὐτῶν ἐπιτρέψας ἀπαραλόγιστον. Ταῦτα τοῦ βασιλέως μεμαθηκότος, κατήπειξαν αὐτὸν πρὸς τὴν ἔξοδον. γενόμενος οὖν ἐν τῇ ἐπισκέψει τῶν Μελαγγείων, καὶ κατὰ μικρὸν ἀθροίζων τὴν στρατιάν, ὁπότε κἀμὲ πρὸς τὴν αὐτὴν λειτουργίαν μὴ θέλοντα ἐλθεῖν κατηνάγκασε τῷ τῶν πατρικίων τετιμηκὼς ἀξιώματι, μέχρι τοῦ Δορυλαίου τὴν φορὰν ἐποιήσατο. ἐκεῖσε δὲ τρεῖς ἡμέρας προσκαρτερήσαντος, πρέσβεις ἧκον ἐκ τοῦ Κρισπίνου, τὴν ὁμολογίαν τῆς δουλώσεως ἐκείνου σαφῶς ἀπαγγέλλοντες καὶ τὴν ἀπολογίαν τῆς ἀντιστάσεως. καὶ ἁπλῶς ἀμνηστίαν ἐπιζητήσας τῶν πρὶν γενομένων, ὡς αὐτοῦ μὴ θέλοντος πολεμεῖν οἱ Ῥωμαῖοι προσυπαντήσαντες κατηνάγκασαν, ἔτυχε τῆς αἰτήσεως, τοῦ βασιλέως περιχαρῶς δεξαμένου τὴν τοιαύτην ὁμολογίαν διὰ τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ πρὸς τὰς πολεμικὰς πράξεις καὶ διατάξεις ἐπίδοξον· καὶ γὰρ καὶ Τούρκων 125 προεντυχὼν πληθύι πολλῇ μεγάλας τὰς ἀνδραγαθίας ἐκ χειρὸς ἀπειργάσατο. προϊόντι δὲ τῷ βασιλεῖ ἐκεῖθεν μεθ' ἡμέρας τινὰς ἀπαντῶν καὶ δουλοπρεπῶς ἅπαντα ποιησάμενος συνείπετο τῷ βασιλεῖ, καὶ αὐτὸς ὀλίγους τινὰς τῶν οἰκείων στρατιωτῶν ἐπαγόμενος· τοὺς γὰρ ἄλλους κατέλιπεν εἰς ὅπερ ἐπεκράτει τοῦ Μαυροκάστρου φρούριον, εἰς ἕνα τῶν Ἀρμενιακῶν τόπων ἐπὶ λόφου κείμενον ὑψηλοῦ καὶ δυσκατεργάστου. διαβληθεὶς δὲ πρὸς τὸν βασιλέα ὡς μελετῶν καὶ αὖθις ὠμόν τι καὶ ἄπιστον κατὰ τὴν οἰκείαν φυλήν (φύσει γὰρ ἄπιστον τὸ γένος τῶν Θράγγων), καὶ ὅτι οὐχ ἡ προαίρεσις ἀλλ' ἡ τῶν ἑταίρων αὐτοῦ ἀπουσία τὴν ἀναβολὴν ποιεῖ τοῦ μὴ ἐπιθέσθαι τῷ βασιλεῖ, πολλὰ καταγνωσθεὶς ὡς ἀχάριστος καὶ θεομισής, ἐκεῖθεν ἀπεπέμφθη τοῦ στρατοπέδου, μὴ καθαρῶς ἀπελεγχθείς, ὑπονοηθεὶς δὲ διὰ τὴν προτέραν ἀπόνοιαν καὶ τὸ παρὰ Νεμίτζου τινὸς τῶν ἐπισήμων κατηγορηθῆναι σφοδρῶς. οἱ δ' ἑταῖροι τούτου μαθόντες τὸ γεγονός, ἄραντες ἐκ τοῦ φρουρίου τὴν Μεσοποταμίαν κατήλασαν, πολλὰ δεινὰ τοῖς ἐκεῖσε δι' ἐπιδρομῆς ἐργαζόμενοι. Ἐπεὶ δ' ὁ βασιλεὺς μετὰ πλήθους ἧκεν εἰς τὴν Καισάρειαν, εἶτα καὶ τῇ Λαρίσσῃ προσέμιξε, καὶ ἡ φήμη τὴν φήμην φθάνουσα ἦν ὡς Τούρκων πλῆθος ὅσον οὔπω ποτὲ πρὸ διαστήματος οὐκ ὀλίγου λεηλατεῖ καὶ κατατρέχει τὴν χώραν, ἐξέπεμψε μὲν μέρος τι τῆς στρατιᾶς κατ' αὐτῶν, μηδὲν δὲ 126 ἀνύσας, ἀλλὰ φεῦγον ὑποδεξάμενος τὸ πεμφθέν, συντεταγμένως τῆς πρόσω φερούσης εἴχετο. ἅμα δὲ τῷ καταλαβεῖν τὸν τῆς παρεμβολῆς τόπον καὶ τὸν βασιλέα τὴν βασιλικὴν σκηνὴν ὑπελθεῖν, μὴ τάφρου, μὴ χάρακος περιστάντων, ἀλλ' ἐν ὄχλῳ τῆς τῶν σκευῶν ἀποθέσεως τοῦ στρατοῦ καθεστῶτος, ἐφάνησαν οἱ πολέμιοι τὰ ἐρυμνότατα τῶν τόπων κατέχοντες καὶ τὰς ἀκρολοφίας αὐτάς. οὕτω γὰρ ἔλαχεν ὁ τόπος ἐκεῖνος θέσεως, ὡς τὴν μὲν πεδιάδα τοὺς Ῥωμαίους κατέχειν, εἰς δὲ τοὺς περικυκλοῦντας βουνοὺς περικεχύσθαι τοὺς ἐναντίους, λανθάνοντας πρώην ἐκ τοῦ κατόπιν αὐτῶν ἀποκρύπτεσθαι. βοῆς δὲ γενομένης, καὶ τοῦ βασιλέως μὴ ἐκδεδωκότος ἑαυτὸν εἰς ἀνάπαυσιν, ἀλλὰ τὸ ἐνυάλιον σαλπίσαι προστάξαντος, προῄεσαν κατὰ τάξιν οἱ στρατιῶται, μηδὲ τῆς οὐραγίας ἔτι καταλαβούσης διὰ τὸ σχολαίως βαδίζειν εἰς φυλακὴν καὶ διάσωσιν τῶν ἐπαγομένων τὴν ἀγοράν. ἀρθέντων οὖν τῶν σημείων καὶ κατὰ φάλαγγας τῆς στρατιᾶς συνταχθείσης, τοῦ βασιλέως προάγοντος προέκυψαν μὲν τῶν ἐναντίων πολλοί, προλαβόντων δὲ τῶν ταγμάτων ἓν μὲν τῶν Λυκαόνων λεγόμενον, ἓν δὲ τῶν ἑσπερίων ἀριθμῶν, καὶ τοῦ συνήθους θρασύτερον κατὰ τῶν ἐναντίων ἐλάσαντα πρὸς φυγὴν εὐθὺς ἀπιδεῖν κατηνάγκασαν. προβιβάζοντος δὲ τοῦ βασιλέως τὴν λοιπὴν στρατιὰν καὶ τὸ λοιπὸν τῶν πολεμίων πλῆθος τοῖς φεύγουσι συνδιέφυγεν. ἐπεὶ δὲ κατὰ νώτων τῶν ἐναντίων ἐλαύνοντες 127 οἱ Ῥωμαῖοι, προηγουμένου καὶ μισθοφορικοῦ τῶν Σκυθῶν, παρῆλθον τοὺς μηνοειδεῖς ἐκείνους ἀγκῶνας καὶ κατόπιν ἐγένοντο, λόχος Τουρκικὸς καθήμενος ἐν ἀδήλῳ τῇ Ῥωμαϊκῇ παρεμβολῇ προσεπέλασεν, ἐν οὐκ ὀλίγοις ἀνδράσι παραμετρούμενος· οὓς οἱ παραλειφθέντες εἰς φυλακὴν στρατιῶται δεξάμενοι, πρὸ πάντων δ' οἱ Φράγγοι, καὶ ἀγχεμάχως συμπλακέντες καὶ ἱκανῶς ἀνθαμιλληθέντες ἐτρέψαντο, μηδενὸς τῶν ἱσταμένων ταγμάτων Ῥωμαϊκῶν τοῖς Φράγγοις μέχρι καὶ ἁπλῆς ὁρμῆς παραβοηθήσαντος. ἐν τούτῳ δὲ ὑπέστρεψεν ὁ βασιλεὺς τῆς διώξεως· πρὸς ἑσπέραν γὰρ ἦν, ἐπεὶ καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν συνίστατο, ἠρέμα τοῦ στρατοπέδου βαδίζοντος πρότερον καὶ περιέποντος τοὺς ἀσθενεστέρους καὶ πεζοὺς διὰ τὴν τοῦ πολέμου προσδοκίαν, ὡς παρὰ τῶν σκοπῶν ἀπηγγέλλετο. τῇ δ' ἐπαύριον δημοσίᾳ καθίσας τοὺς ἑαλωκότας τῶν πολεμίων κατεῖδε καὶ τῇ τελευταίᾳ ψήφῳ τούτους παραδοθῆναι προσέταξε, μηδενὸς τὸ παράπαν φεισάμενος, μήτ' αὐτοῦ τοῦ τὴν ἡγεμονικὴν αὐχοῦντος λαμπρότητα, ὃς καὶ ἀπὸ τῆς ἐσθῆτος (λαμπρειμονῶν γὰρ ἦν ἐν τοῖς ὅπλοις καὶ τῇ ἄλλῃ σκευῇ) ἐμαρτυρεῖτο τοιοῦτος, εἰ καὶ πολλῶν λύτρων ἑαυτὸν ὤνιον ποιήσασθαι ἐπηγγέλλετο, καὶ Ῥωμαίους αἰχμαλώτους ἑαυτοῦ ἀντιδοῦναι τῷ πλήθει πολλούς. Τριημερεύσας δ' ἐν τῇ παρεμβολῇ ὁ βασιλεύς, τῷ προτερήματι τούτῳ κόρον δῆθεν λαβὼν ἢ μεγαλαυχῶν, πολλὴν 128 ἄδειαν δέδωκε τοῖς ἐναντίοις εἰς τὴν ἀποφυγήν, ὥστε μηδὲ τῆς λείας ἀποσχέσθαι, ἀλλὰ καὶ ταύτην ἐλαύνειν καὶ ἀλύπως τὸν δρόμον καὶ περιεσκεμμένως ποιεῖν. ὡς δ' ὁ βασιλεὺς ἀπαναστὰς ἐκεῖθεν πανστρατιᾷ κατόπιν ἐβάδιζε, διεπεραιώθησαν τὸν Εὐφράτην ποταμὸν οἱ πολέμιοι. οἳ δέ, ὡς ἀπὸ διαστήματος μιᾶς ἡμέρας ἢ καὶ πλείονος τῆς Μελιτηνῆς στρατοπεδευσάμενος, βουλὴν βουλεύεται λίαν ἀγεννῆ καὶ ἐπίκρημνον· καὶ συνέστησεν ἤδη ταύτην, πάντων συνεπινευσάντων τὸ τοιοῦτον προβούλευμα διὰ τὸ λύειν τὴν στρατιὰν καὶ τὴν ἐπ' οἴκου ἀπαναχώρησιν ἐπαγγέλλεσθαι. καὶ ἡ σκῆψις, ὅτι περ οἱ πολέμιοι προτρέχοντες εἰς τὰ πρόσω, καὶ μηκέτι συνελθεῖν εἰς χεῖρας τοῖς Ῥωμαίοις ἰσχύοντες, ἀκατάληπτοι πάντως εἰσί, καὶ εἰς κενὸν ὁ δρόμος τοῖς διώκουσιν ἡμῖν παραγίνεται, καὶ διὰ τοῦτο δέον ἐστὶν ἀπόμοιραν περιλειφθῆναι Ῥωμαίων πρὸς ἀντιπαράταξιν ἀξιόχρεων, τὸν δὲ βασιλέα μετὰ τῆς λοιπῆς ὑποστρέψαι δυνάμεως καὶ πρὸς τὰς οἰκίας ἕκαστον ἀποπέμψαι, κἀκεῖνον εἰσελθεῖν εἰς τὴν βασιλεύουσαν, ὡς ἂν διαναπαυθεὶς ὁ στρατὸς ἰσχυρότερος ᾖ πρὸς τὸ ἐπιὸν ἔτος, πολέμου τυχὸν γενομένου ῥαγδαιοτέρου δι' ἐπιδημίας τοῦ τῶν ἀλλοφύλων ἐξάρχοντος. Ἐπεὶ δὲ τουτὶ τὸ ψήφισμα ἐκυρώθη, ἀνάμνησις γέγονε τῷ βασιλεῖ τῶν τοῦ στρατοπέδου κριτῶν. καὶ μετακαλεσάμενος ἡμᾶς μόνους ἐν τῷ δειλινῷ, τήν τε βουλὴν ὡς εἶχεν ἀνεκοινώσατο, καὶ γνώμην ἡμετέραν περὶ ταύτης ἐζήτησε. καὶ 129 οἱ μὲν ἄλλοι τῶν δικαστῶν, μαρτυρούσης μοι τῆς ἀληθείας αὐτῆς (οὐ γὰρ θρυπτόμενός τι λέξω ἢ ἐξαίρων ἐμαυτὸν, ἢ σεμνόν τι καὶ παρὰ τῶν ἀνθρώπων θηρεύων ἔπαινον· οὐδὲ γὰρ ἐμαυτῷ σύνοιδά τι ζηλωτόν τι καὶ περιδέξιον οὐδ' ὑπεροχῆς τι μέτριον λείψανον· ἀγαπητὸν γὰρ εἰ καὶ τοῖς ἐσχάτοις τῶν λόγου ποσῶς μετεχόντων συνταττοίμην) οὗτοι οὖν οἱ τῆς ἐμῆς τάξεως καὶ κοινωνίας ἢ ἑταιρίας συνεπαινέται καὶ αὐτοὶ τοῖς προβεβουλευμένοις γεγόνασι, μόνος δ' αὐτὸς ἐσιώπων ἱστάμενος. ὁ δὲ βασιλεὺς συμμετρησάμενος τὸ ἠρεμαῖον τῆς κατ' ἐμὲ παραστάσεως, λόγον ἐξῃρημένως ἀπῄτησέ με, καὶ τί μοι τὸ παριστάμενον περὶ τούτων ἐστίν. αὐτὸς δὲ τερατευσάμενος πρότερον ὡς οὐδέν τι τοῦ πλήθους ἐκτὸς δυναίμην εἰπεῖν οὐδὲ καρτερώτερος ὀφθῆναι, κἄν τι δοκιμάσω, πάντως ἀποδοκιμασθήσομαι τῆς τῶν πλειόνων ψήφου ἐπικρατούσης, ἀεὶ μετὰ πολλῆς ὁ βασιλεὺς τῆς ἐπιμονῆς καὶ τῆς ἀμεταθέτου ἐνστάσεως προετρέψατό με τὸ κατὰ λογισμὸν ἀδεῶς ἀνειπεῖν, τὸν θεὸν ἐπιστήσας μοι μάρτυρα. μεταβαλὼν οὖν μὴ ἀρέσκειν μοι τὴν βουλὴν ταύτην εὐθὺς ἐκ προοιμίων ἀπήγγειλον, προσθεὶς ὡς οἱ πολέμιοι οὐ παντελῆ δυσκληρίαν καὶ καταστροφὴν ἐν τῷ πολέμῳ ἐδέξαντο. ἡ γὰρ ἑσπέρα ταχὺ καταλαβοῦσα διέσωσεν αὐτούς, καὶ τὸ ἐπὶ τρεῖς ἡμέρας ἀνεθῆναι τὴν δίωξιν τὸ δέος τούτοις ἀνεκαλέσατο. καὶ τοῦτο δῆλον ἔκ τε τοῦ μὴ καταλειφθῆναί τι τῶν λαφύρων 130 αὐτοῦ καὶ προεμπλακῆναι ἡμῖν παροδεύουσι, καὶ τοῦ τῶν ἑαλωκότων πλήθους, ὡς οὐκ ἦν ἐν τοῖς μάλιστα μηδὲ πρὸς τοὺς ἑκατὸν ἀποσῶζον ἄνδρας· ὡς εἶναι δῆλον ὅτι τὸ στράτευμα τούτοις σχεδὸν ἀνεπαισθήτως ἠκρωτηρίασται, ἐπεὶ τῷ ἔθνει τούτῳ οὐδὲν ἡ τοιαύτη ἧττα, καὶ ὅσαι ταύτῃ παραπλήσιαι, δουλῶσαι δεδύνηνται· θᾶττον γὰρ ἑαυτοὺς ἀνακαλοῦνται οἱ στρατευόμενοι, καὶ πάλιν εἰς μάχην ἀποκαθίστανται. καὶ διὰ τοῦτο εἴ τις καταλειφθείῃ μοῖρα Ῥωμαίων, ἀγεννεῖς ἐμφάσεις καὶ διαθέσεις αὐτίκα προσλήψεται, τῆς τοῦ βασιλέως καὶ τῶν λοιπῶν στρατιωτῶν ἀπορραγεῖσα συνόδου, ἐξόχως δ' ἀναθαρρήσουσιν οἱ πολέμιοι. καὶ ὅσῳπερ ἡ δειλία τῶν Ῥωμαίων καθίκοιτο, τοσοῦτον ἐκείνοις ἡ τόλμα προαπαντήσει· καὶ ῥᾳδίως τῶν ἡμετέρων περιγενήσονται, ἐπεὶ καὶ προεκπεφοβημένοι τυγχάνουσιν οἱ Ῥωμαῖοι, καὶ μόνον αὐτοὺς ὁρᾶν τοὺς πολεμίους ποιεῖ ὅτε τὴν τοῦ κρατοῦντος ὁρῶσι μετ' αὐτῶν γενναιότητα. καὶ εἴπερ ἐκείνους τρέψονται, ἄφυκτος ἡμᾶς καταλήψεται κίνδυνος οὐ γὰρ οὐ μελήσουσιν οἱ Τοῦρκοι μὴ οὐχὶ καταδραμεῖν καὶ ἡμῶν καὶ νίκην διαβόητον ἀπεργάσασθαι, διακεκομμένους εὑρηκότες καὶ διεσκορπισμένους τῇ πρὸς τὰ οἰκεῖα σπουδῇ." καὶ ἅμα τίς ἡ ἀνάγκη" ἔφην," ὦ βασιλεῦ, ἔτι τοῦ ἔτους περὶ ἀκμὰς τοῦ θέρους ὄντος καταλιπεῖν τοὺς ἐναντίους εἰς τὴν Ῥωμαίων, καὶ πρὸς ἀνέσεις καὶ ἀπολαύσεις ἑαυτοὺς ἐκδοῦναι, καὶ μὴ νῦν κακο 131 παθῆσαι, ἵν' εἰς τὸ μέλλον εὐπαθῆσαι δυναίμεθα; διὰ τί δὲ καὶ μὴ ἐκ πολιορκίας αἱρήσομεν τό τε ἄστυ τὸ Χλίατ καὶ τὰ ὑπὸ τούτου πολίχνια, ἵνα καὶ οἱ στρατιῶται τῆς ἐκ τῶν λαφύρων ὠφελείας πλησθῶσι καὶ προθυμότεροι γένωνται, καὶ τοῖς ἐναντίοις ἐπέλθῃ δέος, καὶ ἀντὶ πολεμίων αἱ τοιαῦται πόλεις Ῥωμαϊκὴν ἡγεμονίαν πλουτήσωσι, καὶ δυνάμεις ἐφιστάμεναι τὸ ἀντίπαλον ἰσχυρῶς ἀποκρούσωνται, καὶ ἡ τῶν Τούρκων πάροδος ἐκ διαστημάτων κατὰ μοίρας ἐρχομένων βραχείας ἀνασταλῇ, καὶ μὴ ὁρμητήριον μᾶλλον καὶ ὀψωνιασμὸν ἐν τούτοις εὑρίσκῃ ἀλλὰ πολεμητήριον ἀτεχνῶς, καὶ ἡ διὰ τῆς Μεσοποταμίας ὁδὸς τούτοις ἀνεπίβατος γένηται." Ταῦτ' εἰπόντος μου πρὸς τὸν βασιλέα, εἰσῄει τούτῳ μέχρι βάθους ὁ λόγος ὥσπερ τις σπόρος εἰς εὔγεω καὶ ἐρίβωλον γῆν, καὶ μεταθέμενος εὐθὺς τῆς προσωτέρω φερούσης ἥψατο, ἕως τὸν Εὐφράτην διαπεραιωθεὶς τοὺς πολεμίους εἰς τὰ σφέτερα βαδίζειν παρέπεισε· περὶ τὰς ὄχθας γὰρ τοῦ ποταμοῦ στρατοπεδευόμενοι ἦσαν, καραδοκοῦντες τὴν τοῦ βασιλέως ἀπαναχώρησιν. εἶχον μὲν οὖν ἐλπίδες ἅπαντας στρατηγίας μεγίστης καὶ λαφυραγωγίας ἐκ τῆς τῶν εἰρημένων κάστρων ἁλώσεώς τε καὶ παραστάσεως· ἡ δ' ἐλαύνουσα τὰ Ῥωμαίων εἰς τὴν κατόπιν ἀκληρία οὐκ εἴα πέρας ἐπιτεθῆναι συνετοῦ διατάγματος. ὡς γὰρ ὁ βασιλεὺς εὐθὺς τῆς Ῥωμα 132 νοπόλεως ἐλαύνων ἐφαίνετο, ἐξ ἧς ἡ πρὸς τὸ Χλίατ κάθοδος διὰ στενωπῶν ἐπιγίνεται, μεταστρέψας τὴν γνώμην καὶ τὰς σημαίας ἐν ἀριστερᾷ ποιησάμενος, περιπλανώμενον ἀφῆκε τὸ στρατόπεδον, τὴν ὡρισμένην ἀταρπὸν ἐν δεξιᾷ προερχόμενον, ἕως φήμη καταλαβοῦσα μετήγαγεν αὐτὸ πρὸς τὴν καινοτομηθεῖσαν τῷ βασιλεῖ. κατελθόντες οὖν ἀποτόμους τινὰς καὶ κρημνώδεις ὁδούς, ἐν βαθεῖ τόπῳ τὸν βασιλέα κατασκηνώσαντα εὕρομεν ἐκεῖσε, τὴν πρώτην βουλὴν ἐπὶ κακῷ τῶν Ῥωμαίων ἀκλεῶς ἀνανεωσάμενον. διελὼν γὰρ διχῇ τὸν στρατόν, παρέδωκε τὸ ἰσχυρότερον μέρος τῷ Φιλαρέτῳ, ἀνδρὶ στρατιωτικὴν μὲν αὐχοῦντι περιοπήν, αἰσχροῦ δὲ βίου καὶ διαβεβλημένου τυγχάνοντι, καὶ τῷ ἔθνει μαχεσαμένῳ μὲν διαφόρως, ἐν δὲ τοῖς μεγίστοις καταπολεμηθέντι καὶ καταφρονηθέντι ὡς τὸ εἰκός, οὐ μὴν ἀπεχομένῳ τούτων, ἀλλ' ἐπιτρέχοντι τὴν ἡγεμονίαν διὰ φιλοκερδείας καὶ φιλοδοξίας ὑπόθεσιν. Καὶ ταῦτα μὲν τοῦτον τὸν τρόπον ἐπράχθησαν, τῶν δὲ βορειοτέρων μερῶν ὁ βασιλεὺς ἐπελάβετο δι' εὕρεσιν χιόνος καὶ ὑδάτων ψυχρῶν· ἀκρατῶς γὰρ εἴχετο τούτων, τὸ σῶμα κατὰ πολὺ διαθερμαινόμενος. διὰ ταῦτά τοι καὶ ἠναγκάσθη τὴν ὁρμὴν ἀλλαχόθεν ποιῆσαι καὶ φυλακὴν ἐπιστῆσαι, ὥσγε ᾤετο, καὶ τοῖς ἐναντίοις ἀντίπρῳρον δύναμιν. καὶ τῷ μὲν Φιλαρέτῳ πόλεμον ἔνοπλον ἐγκατέλιπεν, ἑαυτῷ δὲ καὶ τοῖς 133 συνοῦσι τὸν ἐκ τῆς δυσχωρίας οὐχ ἥττονα. διελθὼν γὰρ διὰ πολλῶν τραχινῶν καὶ δυσβάτων λόφων εἰς τοὺς λεγομένους Ἀνθίας μετὰ τῆς ὑπολειφθείσης αὐτῷ στρατιᾶς κατεκομίσθη. ἔστι δ' ὁ τόπος ἐξ ὑπωρειῶν μεγάλων ὁρῶν πεδινός τε καὶ εὔυδρος, καὶ ταῖς δυσχωρίαις ἐνειλημμένος ψυχαγωγίαν οὐχ ἥκιστα τοῖς καταίρουσιν ἐν τούτῳ ἐνίησι, ποηφόρος ἅμα καὶ σιτοφόρος τυγχάνων καὶ οἷον ὀμφαλὸς ἢ ταμιεῖον τῆς γῆς ἐκείνης καὶ πεδίον τρυφῆς. ἡμέρας οὖν ἐκεῖσε στρατοπεδευσάμενος ὁ βασιλεὺς, καὶ τὸν Ταῦρον τὸ ὄρος, τὸν παρὰ τοῖς ἐγχωρίοις καλούμενον Μούζουρον, ὑπερβὰς ἐπιπόνως εἰς τὴν Κελεσίνην χώραν κατήντησε, διαβὰς τὸ δεύτερον τὸν Εὐφράτην ποταμόν, κατὰ τοὺς ἀρκτώους πρόποδας τοῦ Ταύρου παρὰ τὸ μέρος ἐκεῖνο παραρρέοντα, καὶ διαιροῦντα τό τε ὄρος καὶ τὴν Κελεσίνην ὥσπερ μεθόριον. ἐν ταύτῃ οὖν ἡμέρας τινὰς αὐλισθέντος τοῦ στρατοπέδου, φήμη τις εἰσερρύη τὸν ὑπολειφθέντα στρατὸν εἰς τὴν τῶν Τούρκων ἀντίστασιν μάχῃ καὶ πολέμῳ κραταιῶς ἡττηθῆναι καὶ πολλοὺς ἀπολέσθαι, τοὺς δ' ὑπολοίπους περὶ τὸν Ταῦρον διασωθῆναι τὸ ὄρος, ἔγγιστά που τοῦ πολέμου γεγενημένου, καί πού τινας σποράδας εἰς τὴν παρεμβολὴν εἰσιέναι, καὶ ἄλλους οὐκ ὀλίγους ἐλπίζεσθαι. ἦν δὲ οὐ ψευδής, ὡς ἀληθίζεσθαι κἀνταῦθα τὸ Ἡσιόδειον, ὅτι φήμη δ' οὔπω πάμπαν ἀπόλλυται, ἥντινα πολλοὶ 134 λαοὶ φημίζουσι· θεὸς νύ τις ἐστὶ καὶ αὐτή. προκατειργασμένοι γὰρ ὄντες τὰς ψυχὰς οἱ Ῥωμαῖοι τῷ φόβῳ τῶν Τούρκων, ὡς τοῦ βασιλέως καὶ τοῦ λοιποῦ διερράγησαν πλήθους καὶ εἰς ὁρμὰς τῶν ἐναντίων καὶ φενακισμοὺς ἐξ ἐπιδείξεως πολεμικῶν περιέστησαν, πτοίας πλησθέντες καὶ τὰς ψυχὰς κατασεισθέντες κατόπιν τοῦ βασιλέως ἐβάδιζον, ἀφέντες τοὺς τόπους ἐκείνους ὧν τὴν φυλακὴν ἐπετράπησαν, ἕως κατὰ μικρὸν εἰς τοὺς εἰρημένους Ἀνθίας κατήντησαν· ἔνθα τῶν πολεμίων φανέντων ἐξ οὐραγίας, μηδὲν εὐγενὲς καὶ ἄξιον λόγου φρονήσαντες αἰσχρὰν τὴν φυγὴν καὶ πρὸ τοῦ ἀγωνίσματος εἵλοντο, καὶ περιχυθέντες τὸν Ταῦρον, οἳ μὲν ἐκ ποδὸς οἳ δὲ διὰ τῶν ἵππων, ἀποσκεδασθέντες εἰς τὴν Κελεσίνην κατήντησαν, τῶν πολεμίων πάσης τῆς τούτων κυριευσάντων ἀποσκευῆς καὶ τινῶν ὀλίγων, ὅσοι τῆς φυγῆς τὴν ἐπιτομωτέραν ἑαυτοῖς οὐκ ἐπραγματεύσαντο. Ταῦθ' οὕτω συμβεβηκότα πολὺν ἐνῆκαν τῷ βασιλικῷ στρατοπέδῳ καὶ αὐτῷ τῷ βασιλεῖ τὸν ἐναγώνιον θόρυβον, τὸ μὲν τῇ τῶν οἰκείων ἥττῃ σκυθρωπάσασιν οὐ μικρῶς, τὸ δὲ καὶ τὴν τῶν ἐναντίων ἐπιφορὰν προσδοκήσασιν ὡς ἂν φυσηθέντων ἐκ τῆς παλιντρόπου ταυτησὶ νίκης, καὶ δυναμένων τῷ ὑπολελειμμένῳ πλήθει δι' ἐρήμωσιν τοῦ κρατίστου μέρους ἐπιθέσθαι πρὸς πόλεμον. καὶ ἦν οὐκ ἀπὸ τρόπου τὸ προσδοκώμενον. καὶ γέγονεν ἂν τοῦτο, εἰ μὴ ὁ Ταῦρος τὸ ὄρος ἀπήντησε τούτοις ὑψηλὸς ὢν κατὰ πολὺ καὶ τραχὺς καὶ δυσ 135 διεξόδευτος καὶ κρημνώδης καὶ δυνάμενος στρατὸν διασκεδάσαι καὶ παραστῆσαι ἀσύντακτον καὶ τὰς ὁπλὰς ἐπιτρῖψαι τῶν ἵππων· ὅπερ καὶ ἐφ' ἡμῶν προσυμβέβηκε. καὶ ἡ τοῦ βασιλέως φήμη περιδεεῖς αὐτοὺς ἀπειργάζετο. διὰ ταῦτα καὶ τὴν μὲν ὁρμὴν τοῖς ἐναντίοις ταυτὶ διεκώλυσεν· ὀπισθόρμητοι δὲ γενόμενοι μεθ' ἧς ἐκράτησαν λείας ἐπὶ τὸ δυτικὸν μέρος, ἄνωθεν τῆς Μελιτηνῆς διαπεραιωθέντες τὸν Εὐφράτην, εὐθὺ τοῦ θέματος Καππαδοκῶν κατὰ τὸ εἰθισμένον αὐτοῖς ἀκρατῶς ἤλαυνον, καταληιζόμενοι μὲν τὸ προστυχὸν ἐξ ἐφόδου, ἐφορμῶντες δὲ πανστρατιᾷ κατὰ τῆς τοῦ Ἰκονίου πολιτείας· ἦν γὰρ τότε πλήθει τε καὶ μεγέθει ἀνδρῶν τε καὶ οἰκιῶν καὶ τῶν ἄλλων χρηστῶν καὶ ζηλωτῶν διαφέρουσα, καὶ ζώων παντοδαπῶν γένη τρέφουσα. Προσκαρτερήσας ὁ βασιλεὺς εἰς Κελεσίνην ἐφ' ᾧ τοὺς διασωθέντας εἰς τὴν παρεμβολὴν ὑποδέξασθαι, ἵνα μὴ καταλαμβανόμενοι σποράδες ἐξ ἐρήμης ὑπὸ τῶν Ἀρμενίων ἀπόλωνται, κατόπιν τῶν ἐναντίων ἐν τῷ ὑποστρέφειν ἐγένετο. ἐπεὶ καὶ κρίσιν ἐπέστησε μεταξὺ τοῦ λαοῦ καὶ τοῦ στρατηγοῦ, εἰ καὶ οὐδὲν κατ' οὐδενὸς ἀπεφάνθη, ψηφισαμένων μὲν διάφορα τινῶν καὶ γνωματευσάντων, ἐμοῦ δὲ καταγνόντος διὰ προπέτειαν καὶ ἀμφοτέρων ἐν ἀμφοτέροις ἀσθένειαν, ὅτι πλὴν τοῦ βασιλέως οὐδέν ἐστι τὸ συνιστῶν τοῖς Ῥωμαίοις τὸν πόλεμον, εἰ μή που δεήσει πρὸς ἀλλήλων ἐριστικῶς διαμάχεσθαι. 136 Μέλλοντος οὖν τοῦ βασιλέως διὰ τοῦ καλουμένου πολιχνίου Κεράμου πρὸς τὰς ὄχθας τοῦ Εὐφράτου μέχρι Μελιτηνῆς τὸν οἰκεῖον διαβιβάζειν στρατόν, ἀσύμφορον πάλιν τοῦτο αὐτὸς προπετευσάμενος ἐξεφώνησα, ὡς μὴ ἀναγκαῖον ὂν τῶν τοιούτων μερῶν φροντίζειν ἡμᾶς προηρημωμένων ὄντων καὶ περιῃρημένων πᾶσαν τὴν εὐκοσμίαν αὐτῶν ἐκ διαφόρων ἐπιδρομῶν, ἀφ' ὧν καὶ σπάνις ὀλεθρία συναντήσει καὶ κατατήξει τὸ στράτευμα. καὶ ἅμα χρονίσει διὰ στενωπῶν τοσούτων βαδίσαι μέλλον, καθ' ἓν τῶν ὑποζυγίων ἠναγκασμένων καὶ τῶν ἀνθρώπων διέρχεσθαι. καὶ τούτου μελήσειν ἐξεῖπον εἰκός, ὅπως ὡς τάχιστα τοῖς ἀπαθέσι καὶ ἔτι τὴν σύστασιν ἔχουσι θέμασιν ἐπιστῶμεν, κἀκεῖνα τῆς τῶν ἐναντίων διατηρήσωμεν λώβης. ταύτης οὖν τῆς γνώμης κεκρατηκυίας, διὰ τῆς Κολωνείας καὶ τῶν Ἀρμενιακῶν θεμάτων μέχρι Σεβαστείας ὁ βασιλεὺς σὺν τῷ στρατεύματι διελήλυθεν. ἐκεῖσε δὲ μεμαθηκὼς ὡς οἱ Τοῦρκοι προῄεσαν ἐπὶ Πισιδίαν καὶ Λυκαονίαν ἐλαύνοντες καὶ ὡς εἰς σκοπὸν ἀποτεινόμενοι τὸ Ἰκόνιον, ὥρμησε καὶ αὐτὸς κατ' οὐρὰν ἐλαύνειν αὐτῶν μέχρι τῆς λεγομένης τοῦ Ἡρακλέος κωμοπόλεως. ἐνταῦθα δὲ μεμαθηκὼς ὡς οἱ Τοῦρκοι τὴν τοῦ Ἰκονίου πολιτείαν καταστρεψάμενοι χρονίσαι ταύτῃ οὐκ ἀπεθάρρησαν, δεδιότες τὴν τοῦ βασιλέως κατ' αὐτῶν ἐπιδίωξιν, ἀπόμοιραν μέν τινα τῶν ταγμάτων εἰς Κιλικίαν ἐξέπεμψεν, ἑνωθησομένην τῷ τῆς Ἀντιο 137 χείας δουκὶ τῷ Χατατουρίῳ, ἀνδρὶ γενναίῳ καὶ πολλὰ ἐπιδειξαμένῳ τῆς ἀρετῆς αὐτοῦ τὰ γνωρίσματα πρότερον, προδεξαμένῳ δὲ παρὰ τοῦ βασιλέως εἰς Μαψουεστίαν ἀπαντῆσαι ὡς τάχος καὶ τοῖς Τούρκοις ἐκεῖθεν παροδεύουσι συμμῖξαι πολεμικῶς, ἅτε καὶ τῶν ἐν τοῖς ὀρεινοῖς τῆς Σελευκείας κατοικούντων Ἀρμενίων προδιορισθέντων ἐν τοῖς στενωποῖς τοὺς Τούρκους καταδραμεῖν καὶ κακῶσαι κατὰ τὸ ἐγχωροῦν. καὶ γὰρ τὴν ἐπάνοδον δείσαντες οἱ πολέμιοι διὰ τὸ πυθέσθαι περὶ τῆς τοῦ βασιλέως ἐπιδημίας, διὰ τῶν τῆς Σελευκείας ὀρῶν ἐπορεύθησαν, καὶ εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα κατηκοντίσθησαν. ἔνθα παρὰ τῶν Ἀρμενίων συγκυρηθέντες τὴν λαφυραγωγίαν πᾶσαν σχεδὸν ἀπέβαλον. αὐτοὶ δὲ διασωθέντες μοχθηρῶς ἐπέτεινον τὸν δρόμον, ἐφ' ᾧ διελθεῖν δι' ὅλης τῆς Κιλικίας καὶ εἰς τὰ τοῦ Χάλεπ προσμῖξαι ὅρια. προεντυχόντες δ' ἀλλήλοις οἵ τε παρὰ τοῦ βασιλέως πεμφθέντες καὶ ὁ τῆς Ἀντιοχείας στρατὸς μετὰ τοῦ δηλωθέντος ἡγεμόνος αὐτῶν, ἑώρων τοὺς ἐναντίους κατά τινας μετρίους ἀριθμοὺς προϊόντας, αὐτοὶ κατὰ τὴν πόλιν Μοψουεστίας αὐτοῖς ἐφεδρεύοντες. προέμενοι δὲ τὸν καιρὸν τῆς εἰς αὐτοὺς ἐπιθέσεως προφάσει τοῦ μὴ σποράδας ὄντας αὐτοὺς διασκεδασθῆναι ποιήσωσι, καὶ περιμείναντες ἕως ἂν ἐπὶ παρεμβολῆς ἀθροισθῶσι, μεγάλης νίκης καὶ στρατηγίας ἀπέτυχον. μαθόντες γὰρ οἱ πολέμιοι ἐξ ἑαλωκότων τινῶν τὴν εἰς Μοψουεστίαν τῶν Ῥωμαίων συνάθροισιν, μηδὲ μικρὸν ἐγχρονίσαντες 138 καὶ διαναπαύσαντες ἑαυτοὺς εἰς ἣν τεθείκασιν ἐν τῇ Βλατιλιβάδι παρεμβολὴν ᾤχοντο, διὰ τῆς νυκτὸς ὑπερβάντες τὸ Σαρβανδικὸν ὄρος καὶ εἰς τὰ τοῦ Χάλεπ ἐπελάσαντες ὅρια. ἀπρακτησάντων οὖν τῶν ἐν Μοψουεστίᾳ, καὶ μὴ εὑρηκότων τοὺς ἐναντίους εἰς ὅπερ ἤλπισαν καταγώγιον, ἀνία μὲν κατέσχε τὸν βασιλέα πυθόμενον· ἐπεὶ δὲ καὶ αὐτὸς μικρὸν ἄποθεν τῆς ἐν Σελευκείᾳ Κλαυδιουπόλεως καταστὰς περὶ τῆς τῶν πολεμίων ἐμεμαθήκει φυγῆς, ὀπισθόρμητος γέγονεν, εὐθὺς μὲν τῆς βασιλευούσης ὡς καὶ τοῦ μετοπώρου προϊόντος κατεπειγόμενος, ἕτερον δὲ λαὸν εἰς τὰ κατόπιν καταλιπὼν διὰ τὸ καὶ ἑτέρους Τούρκους καταληίζεσθαι τὴν Ῥωμαϊκὴν γῆν, κατὰ φατρίας καὶ μοίρας διαιρουμένους, καὶ κατατρέχοντας καὶ τὸ προστυχὸν ἀφανίζοντας. εἰσιόντος οὖν τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει, ἐπ' οἴκου καὶ τὸ λοιπὸν τοῦ στρατεύματος γέγονε· καὶ τὸ ἔτος ἐτελεύτα ἐκεῖνο, ἰνδικτιῶνος ἐνισταμένης ηʹ τοῦ ϛφοηʹ ἔτους, ὅτε καὶ τὸ μέγιστον ἱερὸν τῶν Βλαχερνῶν ἕως ἐδάφους ἐπυρπολήθη. Ἐπεὶ δὲ τὸ ἔαρ ὑποφαίνεσθαι ἤρξατο, ἐσκέψατο τῇ βασιλίδι παρεῖναι ὁ βασιλεὺς καὶ τὴν ἡγεμονίαν τοῦ στρατοῦ πρὸς τὴν ἑώαν ἑνὶ τῶν προεχόντων ἐμπιστεῦσαι Ῥωμαίων. προκρίνας οὖν Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνόν, καὶ τῷ τοῦ κουροπαλάτου τιμήσας ἀξιώματι, στρατηγὸν τοῦ πολέμου καὶ ἀρχηγὸν τοῦ στρατεύματος ἀποδείκνυσι. τὸ δ' 139 ἐντεῦθεν τὰ προσάντη καὶ δυσχερῆ τῇ Ῥωμαίων βασιλείᾳ συνήντησεν. Ἐξιὼν οὖν ὁ προβεβλημένος εἰς τοῦτο, εἰ καὶ νέος τὴν ἡλικίαν ἐτύγχανεν, ἀλλά γε πεπλανημένον οὐδὲν οὐδ' ἀπαγὲς καὶ μειρακιῶδες ἐνεργῶν κατεφαίνετο. πολὺν δὲ λόγον ποιούμενος τῶν εἰκότων τάς τε δυνάμεις συνηθροίκει καὶ τῇ Καισαρέων πασίρρωμος ἐπεφοίτησεν, οὐ μόνον τὰ τοῦ στρατοῦ καθιστῶν, ἀλλὰ καὶ τῆς εὐνομίας προσηκόντως φροντίζων, καὶ τοὺς ἀδικοῦντας τῶν στρατιωτῶν ἐκτίσει καὶ προστίμοις τῆς ἀτασθαλίας καθυποβάλλων. πολέμοις δέ τισιν ἐντυχὼν νικητὴς ἀναπέφηνε, καὶ τὴν περὶ αὐτοῦ εὐδοξίαν ἤδη πλατύνειν καὶ μεγαλύνειν διηγωνίζετο. ἀλλ' ὁ κρατῶν ταυτὶ τὰ προτερήματα πυνθανόμενος εὐθυμεῖν μὲν ἐῴκει, ἐνθυμεῖσθαι δέ τι παρὰ τὴν ὁρωμένην ὄψιν οὐκ εἶχέ τις ἀντειπεῖν. ὅμως δ' οὖν, ἵνα τὴν τῆς Ἱεραπόλεως πολιορκίαν ἀποσοβήσῃ καὶ τὴν πιέζουσαν τοὺς ἔνδον σιτοδείαν παραμυθήσηται, μοῖραν οὐκ ἐλαχίστην τοῦ στρατοπέδου ἀποτεμόμενος ἐκεῖσε κατὰ Συρίαν ἀπελθεῖν διωρίσατο, καὶ τοῦτον τὸν τρόπον τῆς ἐκ τούτων ἰσχύος τὸν στρατηγὸν ἀπεστέρησεν. εἰς δὲ Σεβάστειαν παραγενομένου τούτου μετὰ τῶν ὑπολελειμμένων δυνάμεων, καὶ περὶ τὸ ἄστυ στρατοπεδεύσαντος, ἐπῆλθέ τις πληθὺς Οὐννικὴ πόλεμον τούτῳ καὶ μάχην ἀναρριπίζουσα. ἐξιόντος δ' αὐτοῦ συνέστη μὲν καρτερὰ διαμάχη, 140 φαντασίαν δὲ φυγῆς δεδωκότων τῶν ἐναντίων, οἷα τὰ τούτων μηχανήματα καὶ συνθήματα, ἐπεὶ διασκεδασθέντες οἱ Ῥωμαῖοι ἐδίωκον, ὑποστροφῆς αἰφνιδίου εὐθὺς γενομένης ἐκείνων παλίντροπος ἡ συμπλοκὴ γέγονε, καὶ πολλοὶ μὲν ἑάλωσαν, πλείους δὲ μαχαίρας ἔργον γεγόνασι, συνεάλω δὲ τοῖς ἄλλοις καὶ αὐτὸς ὁ τοῦ πολέμου τὴν στρατηγίαν ἐπέχων. σὺν τοῖς ἄλλοις δὲ καὶ αὐτῆς τῆς παρεμβολῆς παράστασις καὶ διασκύλευσις γέγονεν. καὶ εἰ μὴ τὸ ἄστυ πλησίον ὂν τοὺς πλείστους διέσωσε, πανστρατιᾷ ἐκινδύνευσεν ἂν ἡ τῶν Ῥωμαίων ἡλικία πᾶσα, ὅση πρὸς τὴν ἐνταῦθα ἐκστρατείαν συνέδραμε. Τῆς φήμης δὲ ταύτης καταλαβούσης τὸν βασιλέα, πολλή τις ἀνία κατέσχε καὶ αὐτὸν καὶ ὅσοι τὰ Ῥωμαίων φρονοῦντες ἐτύγχανον. οὔπω δὲ τὰ τῆς φήμης παρήκμασε, καὶ αὖθις ἑτέρα ἐπῆλθε, τοὺς Τούρκους ἀπαγγέλλουσα τὴν ἐν Χώναις πολιτείαν καὶ αὐτὸν τὸν περιβόητον ἐν θαύμασι καὶ ἀναθήμασι τοῦ ἀρχιστρατήγου ναὸν καταλαβεῖν ἐν μαχαίρᾳ, καὶ φόνου μὲν ἅπαντα τὰ ἐκεῖσε πληρῶσαι καὶ λύθρου, πολλὰς δὲ ὕβρεις τῷ ἱερῷ ἐμπαροινηθῆναι, καὶ τὸ δὴ σχετλιώτερον, μὴ τὰς τοῦ χάσματος σήραγγας, ἐν ᾧπερ οἱ παραρρέοντες ποταμοὶ ἐκεῖσε χωνευόμενοι διὰ τῆς τοῦ ἀρχιστρατήγου παλαιᾶς ἐπιδημίας καὶ θεοσημίας ὡς διὰ πρανοῦς ἀστατοῦν τὸ ῥεῦμα καὶ λίαν εὐδρομοῦν ἔχουσι, τοὺς κατα 141 φυγόντας διατηρῆσαι καὶ ὑπαλύξαι τὸν κίνδυνον μελετῆσαι, ἀλλ' ὅπερ οὐ γέγονέ ποτε, πλημυρῆσαι τὸ ὕδωρ καὶ οἷον ἀναρροιβδῆσαι καὶ ἀνερεύξασθαι, καὶ πάντας ἄρδην τοὺς καταπεφευγότας κατακλύσαν καὶ διὰ ξηρὰς ὑποβρυχίους ὑποποιήσασθαι. ταῦτα τοιγαροῦν ἐπιδιηγηθέντα πολλὴν ἐνῆκαν τὴν ἀθυμίαν ἡμῖν ὡς ἐκ θεομηνίας τῶν δεινῶν ἐπισυμβαινόντων, καὶ μὴ μόνον τῶν πολεμίων ἀλλὰ καὶ τῶν στοιχείων ἀντιμαχομένων τοῖς καθ' ἡμᾶς. ἀλλὰ καὶ ὣς ἐδοκίμαζε μὲν καὶ οἷον ἐσφάδαζεν ὁ κρατῶν διαπεραιωθῆναι μετὰ τῶν περιόντων αὐτῷ στρατιωτῶν, καὶ τοῖς κατὰ τὴν ἑώαν παραβοηθῆσαι κατὰ τὸ δυνατόν· ἀπείργετο δὲ τοῖς τε συμβούλοις καὶ τῇ ἀγνοίᾳ τοῦ πλήθους τῶν ἐναντίων καὶ τῇ παρακοπῇ τῶν μετὰ τοῦ κουροπαλάτου δυνάμεων. ὅθεν καὶ ἄκων τοῖς βασιλείοις ἐπέμεινεν. Ἡμερῶν δὲ διαγενομένων τινῶν ἑτέρα τις φήμη τὸν βασιλέα καὶ τὸ Ῥωμαϊκὸν ἀνεκτήσατο. ἦν γὰρ ὅτε ὁ τῶν Τούρκων ἡγούμενος καὶ καταπολεμήσας τὸ ἡμέτερον στράτευμα καὶ τὸν στρατὸν ὑποχείριον ποιησάμενος, ὃν πολλῶν ταλάντων πρίασθαι οἱ τοῦ γένους αὐτοῦ παρεσκεύασαν, προσέρχεται τῷ βασιλεῖ μόνος μετὰ τοῦ στρατηγοῦ, φιλῶν οἰκέτης μᾶλλον εἶναι τοῦ βασιλέως ἢ στρατάρχης τῶν Οὔννων γνωρίζεσθαι. καὶ ὁ λόγος εἰς ἔργον ἐκβέβηκεν· ἐλήλυθε γὰρ ἔχων μεθ' ἑαυτοῦ τὸν εἰρημένον τοῦ στρατοῦ προεξάρχοντα, ὃς καὶ τῇ 142 βασιλίδι ἐπιδεδήμηκε, τὸ οἰκεῖον πλῆθος καταλιπὼν καὶ τὴν αὐτομολίαν αἱρετισάμενος ἀπροαίρετον. καὶ ἡ αἰτία, ὅτι περ ὁ σουλτάνος ὁ τῆς Περσίας κρατῶν, δυσμενῶς ἔχων πρὸς τοῦτον ὡς ἀποστάτην, στρατιὰν κατ' αὐτοῦ καὶ ἀγελάρχην ἀπέστειλεν· ὧν τῷ φόβῳ κατασεισθεὶς οὐκ ἄλλως διαδρᾶναι τὸν κίνδυνον διεσκόπησεν ἢ τῷ προσφυγεῖν τῷ βασιλεῖ τῶν Ῥωμαίων. ὃ δὴ καὶ κατὰ νοῦν αὐτῷ προκεχώρηκεν· ὑπεδέχθη μὲν γάρ, καὶ ἀσινὴς τῷ οἴκῳ τοῦ διασωθέντος παρ' αὐτοῦ κουροπαλάτου προσεδέχθη. ὁ δὲ βασιλεὺς οὐκ εὔθετος αὐτῷ κατεφάνη, μὴ κατ' ὄψιν αὐτὸν ἀγαγὼν δι' ἡμερῶν οὐκ ὀλίγων. εἶτα τῆς συγκλήτου συνάθροισιν μετὰ τῆς συνήθους λαμπροφορίας ποιησάμενος ὁρᾷ τοῦτον ἐν τῷ χρυσοτρικλίνῳ περὶ τὴν τοῦ ἡλίου ἐπιτολήν. τότε δὲ πάντες οἱ συνιόντες καὶ τὸ διανοητικὸν εἴτ' οὖν αἰσθητικὸν ἰσχυρότερον ἔχοντες ἐπὶ μεῖζον τὴν φωνὴν ἦραν καὶ τὸ πάθος ἐξῆραν ὡς τὸ εἰκός· νέος μὲν γὰρ ἦν ὁ φανείς, πυγμαῖος δὲ τὴν ἡλικίαν σχεδόν, τὴν ὄψιν Σκύθης καὶ ἄχαρις, ἐπειδὴ καὶ τοῦτο τὸ γένος ἐκ Σκυθῶν καὶ τῆς ἐκείνων κακοηθείας καὶ δυσμορφίας κατάγεται. τιμήσας δὲ τοῦτον ὁ βασιλεὺς πρόεδρον, καὶ συμβαλέσθαι τοῦτον πρὸς τὴν κατὰ τῶν Τούρκων ἐκστρατείαν οὐ μικρῶς οἰηθείς, ἐξ ἐκείνου διεῖπεν αὐτόν. Καὶ τὴν ἐν τῇ βασιλευούσῃ παραχειμασίαν τελέσας κατάλογον στρατιωτῶν ἐπεποίητο. καὶ διαπεραιωθεὶς ἄρτι 143 τοῦ ἔαρος ὑπανοίγοντος, περὶ αὐτὴν τὴν ἡμέραν τῆς ἐπισήμου λεγομένης ὀρθοδοξίας, ἐν ᾗ φυλοκρινεῖν τοὺς αἱρετικοὺς ἀπὸ τῶν ὀρθοδόξων καὶ ἀναθέματι καθυποβάλλειν τοὺς ἑτεροδόξους τῇ ἐκκλησίᾳ νενόμισται, εἰς τὰ τῶν Ἠρίων παλάτια κατὰ τὸ ἔθος προσώρμησε, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτησίαν φιλοτιμίαν τὴν λεγομένην ῥόγαν τοῖς μεγιστᾶσι τῆς βουλῆς καταθέμενος. Διαπεραιουμένου δ' αὐτοῦ τὸν Χαλκηδόνιον πορθμὸν περιστερά τίς ποθεν ἱπταμένη οὐ πάνυ τι λευκή, πρὸς τὸ μέλαν δὲ τὸ πλεῖστον αὑτῆς ὑποφαίνουσα, τὴν φέρουσαν τὸν βασιλέα νῆα ἐπήρχετο, ἕως εἰς αὐτὸν ἐκεῖνον καθεσθεῖσα χερσὶ ταῖς αὐτοῦ προσερρύη· κἀκεῖνος ταύτην τῇ βασιλίδι ἀνέπεμψε, περὶ αὐτὰ τὰ ἀνάκτορα τῆς πόλεως παρὰ τὸ εἰωθὸς ἐπιμεινάσῃ. τοῦτο δὲ σύμβολον ἐδόκει μελλούσης τινὸς ἀποβάσεως, οὐκ ἰσότητος δὲ καὶ ὁμοφωνίας τοῖς τοῦτο συμβάλλουσιν ἐδίδου παράθεσιν, ἀλλ' οἳ μὲν πρὸς τὸ κρεῖττον οἳ δὲ πρὸς τὸ χεῖρον τὴν ἔκβασιν προεσήμαινον. ἡ δὲ βασιλὶς εἰ καὶ ἀμφίβολος τῷ βασιλεῖ καὶ ἀσύμβατος ἦν ἐν τῇ προπομπῇ καὶ οἷον ἀμφήριστος ἐκ τινῶν τοῖς συνοικοῦσιν ἐπισυμβαινουσῶν θρύψεων, ἀλλά γε τῇ πρὸς τὸν ἄνδρα στοργῇ καταπονηθεῖσα πρὸς τοῦτον εἰς τὴν ἐπιοῦσαν διεπεπεραίωτο, καὶ πρὸς ἡμέρας τινὰς καρτερήσασα καὶ τὸν συντακτήριον λόγον καὶ τρόπον ἀποσεμνύνασα νόστου τε ἐμνήσθη, κἀκεῖνον εἰς τὴν ἑώαν μετὰ τῶν εἰωθότων προπεμπτηρίων ἀπέλυσεν. 144 Ἔσχεν οὖν κἀνταῦθα καινόν τινα καὶ παρὰ τὸ εἰθισμένον ἡ τοῦ βασιλέως διαπεραίωσις ὅρμον· οὐ γὰρ ἐν ταῖς πύλαις καὶ τοῖς βασιλείοις δόμοις ὁ βασιλεὺς προσωρμίσατο, οὐδ' ἐν νέων κώμῃ χωρίῳ τινὶ χωρητικῷ βασιλικῆς δορυφορίας ἢ ὑπατείας, ἀλλ' εἰς Ἑλενόπολιν αὐτῷ τὸ σύνθημα τῆς ἀποβάσεως γέγονεν, ὅπου καὶ ἡ βασίλειος σκηνὴ προδιωρίσθη καὶ προεπήγνυτο, Ἑλενόπολιν τὴν προδιατεθεῖσαν τοῖς εὔφροσιν ἐκ τῆς προσηγορίας ἐλεεινόπολιν. οὐδὲ γὰρ αὐτὸ τοῦτο, τὸ ἀπὸ τῶν Ἠρίων εἰς Ἑλενόπολιν τὸν βασιλέα μεθαρμόσασθαι τὴν ἑώαν ἀπόβασιν, ὁ οἰωνὸς ἀγαθὸς τοῖς ἀκριβοῦσιν ἐδόκει τὰ πράγματα· καὶ τί γὰρ ἔτι τῆς βασιλείου σκηνῆς ἱσταμένης κατεαχθὲν τὸ ὑποστηρίζον αὐτὴν ξύλον πεσεῖν ταύτην αἰφνηδὸν παρεσκεύασεν, ὡς μὴ ἀπᾴδειν τῷ τοῦ τόπου ὀνόματι τὴν τοῦ βασιλέως ἐν αὐτῷ ἐπισκήνωσιν; ἀλλ' ἡ τῶν νῦν ἀνθρώπων συνήθης ἀβελτηρία καὶ καχεξία, καὶ τὸ ἐν τῇ δοκούσῃ πίστει ἄπιστον καὶ ἀσύμβλητον, ἀνάλγητον καὶ τοῦτο καὶ ἀπολυπραγμόνητον εἴασε. Προῄει τοίνυν ὁ βασιλεὺς καὶ τῆς ἑώας ἀποτέρω προήρχετο, ἕως εἰς τὴν τῶν ἀνατολικῶν λεγομένην ἐπαρχίαν εἰσέβαλε, νῦν μᾶλλον ἤπερ τὸ πρότερον φειδωλίᾳ περὶ πάντας τοὺς ἀμφ' αὐτὸν συνεχόμενος. ἐάσας οὖν τὸ ἐπὶ πεδίων πυροφόρων κατασκηνῶσαι, τῷ περιρρέοντι ταῦτα ποταμῷ προσ 145 τιθεμένων, πρός τι ἄναντες καὶ τραχὺ χωρίον τὴν ἰδίαν κατασκήνωσιν ἐποιήσατο, δωματίοις ἐπιστέγοις ἐπιγαννύμενος, καὶ φεύγων τὴν ἐκ τῆς σκηνοπηγίας ἐνσκήνωσιν. ἔνθα δή τι καὶ συνέβη τῶν προτέρων οὐκ ἔλαττον εἰς κακοδαιμονίας οἰώνισμα. πῦρ γάρ ποθεν ἐναχθὲν τοὺς δόμους ἐκείνους, ἐν οἷς ὁ βασιλεὺς ἐγκατῴκιστο, μετὰ πολλῆς τῆς ἠχῆς ἐξαφθὲν κατενέμετο. καὶ πολλοὶ μὲν συνέδραμον εἰς τὴν αὐτοῦ κατάσβεσιν καὶ ἀπόπαυσιν, ὀλίγον δέ τι τοῖς βασιλικοῖς παρεβοήθησαν πράγμασιν· οἱ γὰρ τοῦ βασιλέως ἵπποι, ὅσοι τὰ πρῶτα τῶν ἄλλων ἐκέκτηντο, καὶ τὰ τῶν ὅπλων τιμιώτερα καὶ χαλινοὶ καὶ ὀχήματα βρῶσις ὁμοῦ τοῦ πυρὸς γεγόνασι καὶ κατάποσις. μόλις δ' οὖν ἠδυνήθησάν τινα τῶν ἄλλων ἀποφυγεῖν τὴν τοῦ πυρὸς ἐρωήν. ἕτεροι δὲ τῶν ἵππων καὶ ἡμιόνων ἡμίφλεκτοι γεγονότες ἐβάδιζον ἐν τῇ στρατιᾷ, οὐδὲν λυσιτελὲς παρεχόμενοι, μαρτυρίαν δὲ διεμφαίνοντες τῆς ἐν τοῖς βασιλείοις προσγενομένης κακότητος καὶ τῆς συμβολικῆς ἐν ἅπασι διαθέσεως. Ἀλλὰ ταῦτα μὲν ὕστερον τὸ ἀποτέλεσμα συνεπέραινεν· ὁ δὲ βασιλεὺς διαπεραιωθεὶς τὸν Σαγγάρην ποταμὸν διὰ τῆς τοῦ Ζόμπου καλουμένης γεφύρας, ἤρξατο τὰς ὑπολειπομένας συναθροίζειν δυνάμεις· ἦσαν γὰρ οἱ τῆς στρατιᾶς διεσκεδασμένοι κατὰ λόφους καὶ σήραγγας καὶ κρησφύγετά τινα καὶ ἄντρα διὰ τὴν προδεδηλωμένην τῶν βαρβάρων ἐπίτασιν. καταλέξας δ' οὖν ὅσους αὐτῷ βουλομένῳ ἐνῆν, πλείστους δ'