Annales lectiones variae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
212.1.1
395 14. ποστ Χριστοῦ Φ· ὁ μέντοι καλοσκέπαστος ὁ μεταφραστὴς ἐν τῷ παρ' αὐτοῦ συγγραφέντι μαρτυρίῳ τῶν ἁγίων ἀποστόλων Βαρτολομαίου καὶ Βαρνάβα φησὶ ταῦτα. ἄρτι δὲ τὸν παράλυτον ὁ σωτὴρ ἰασάμενος κατὰ τὴν προβατικὴν εἶχε θεατὴν τοῦ θαύματος τὸν Βαρνάβαν· διὸ καὶ πρὸς τὰ βάθη τῆς καρδίας ἀποβλεψάμενος καὶ λόγου μετέδωκε καὶ παρρησίας τῆς πρὸς αὐτόν. ὁ τοίνυν Βαρνάβας τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου, ὃς Μάρκος ἐπελέγετο, καταλαβὼν (θείαν δὲ τούτου ταύτην εἶχεν ὁ λόγος) φησὶ πρὸς αὐτήν" 1ὁ μέλλων ἔρχεσθαι, ὃν ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν, ἰδοὺ παραγέγονε." 2 καὶ ἅμα καταλιποῦσα πάντα κατέλαβε τὸν ναόν, καὶ τῷ Χριστῷ προσπεσοῦσα πρὸς τὸν οἶκον αὐτῆς εἰσελθεῖν αὐτὸν παρεκάλει. καὶ δὴ καὶ ἀφίκετο. καὶ ἔστιν οὗτος ἐν ᾧ τὸ πάσχα μετὰ τῶν μαθητῶν ἐπετέλεσε. λόγος δὲ ἄνωθεν εἰς ἡμᾶς καταβέβηκεν ὡς κεράμιον βαστάζων τοῦ ὕδατος, ᾧ κατακολουθεῖν ὁ Χριστὸς τοὺς μαθητὰς ἐπέτρεψε, Μάρκος ἦν ὁ σοφός, ὁ τῆς 396 Μαρίας ταύτης υἱός. ἐν δὴ τῳ τοιούτῳ οἴκῳ καὶ μετὰ τὴν ἀνάληψιν ἀνῆλθον ὑποστρέψαντες οἱ ἀπόστολοι μετὰ τῶν λοιπῶν ἀδελφῶν, ἐν οἷς ἦν καὶ Βαρνάβας καὶ Μάρκος. Ἐπιφάνιος δέ τις ετ ρελιθυα.