Annales lectiones variae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
τὸ δὲ ξύλον εἰς μέγα δένδρον ἐγένετο, διαρκέσαν αὐτὸ μέχρι καὶ τῆς βασιλείας Σολομῶντος. ἔλαβε δὲ πληροφορίαν ὁ Ἀβραὰμ περὶ της ἀφέσεως τῆς ἁμαρτίας τοῦ Λώτ. ὅτε δὲ ὁ ναὸς τῶν Ἱεροσολύμων ἐκτίζετο, μετὰ τῶν ἄλλων ἐξεκόπη καὶ αὐτὸ τὸ δένδρον, καὶ πελεκηθὲν ἔκειτο ἀργὸν ἐν τῷ ἱερῷ, οἰκονομίᾳ καὶ τοῦτο θεοῦ. ὅτε δὲ ἔμελλε παθεῖν τὸ ὑπὲρ τοῦ κόσμου σωτήριον πάθος ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, ἐσταυρώθη ἐν αὐτῷ παρὰ τῶν Ἰουδαίων.
2.1.2
ὅτε δὲ ἔφθασαν Ἰουδαῖοι εἰς τὴν ἔρημον Κάδδην, κατήσθιον αὐτοὺς οἱ ὄφεις, καὶ ἀπέθνησκον. τότε καὶ τὸν χαλκοῦν ὄφιν ἐγκαρσίως εἰς ὕψος ἡλώσας ὁ Μωσῆς, ἔστησαν οἱ δάκνοντες ὄφεις· ἀλλὰ καὶ ὅσοι ἐδάκνοντο ὑπὸ τῶν ὄφεων, ἀτενίζοντες εἰς τὸν χαλκοῦν ὄφιν ἐρρύοντο τοῦ θανάτου. 387 9. ηυξ ρεφερ θυαε π.