Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
174.1.1
Ἀλλὰ μὴ μῦθον ἡγοῦ τὰ λεγόμενα. ὅρα γὰρ ὅτι καὶ ὁ μέγας Ἀθανάσιος ἀποδεῖξαι θέλων ὅτι ἐξ ἀφθάρτου φθαρτοὶ γεγόναμεν καὶ ὅτι ἀπὸ φθαρτοῦ πάλιν ἄφθαρτοι ἀνιστάμεθα, τῷ τοῦ κόκκου ὑποδείγματι καὶ μάλα προσφυῶς ἐχρήσατο, πρὸς Ἀντίοχον οὕτως εἰπών ὥσπερ ἐπὶ τοῦ κόκκου στάχυν ἐποίησεν ἀπ' ἀρχῆς ὁ θεός, τοῦ δὲ στάχυος συντριβέντος γέγονεν ὁ κόκκος, καὶ πάλιν ὁ κόκκος σπειρόμενος ἀναβλαστάνει στάχυν, οὕτως ὑπὸ θεοῦ ὁ ἄνθρωπος γέγονεν ἄφθαρτος, εἶτα δὲ διὰ τῆς παρακοῆς συνετρίβη καὶ φθορᾷ περιέπεσε, σπειρόμενος δὲ διὰ τοῦ θανάτου καὶ τῇ γῇ καταχωννύμενος ἀναβλαστάνει, καὶ γίνεται ὥσπερ ἦν ἄφθαρτος ἀπ' ἀρχῆς.» καὶ μή μοι λέγε ὡς εἴγε τέως ἀθάνατος ἦν, πῶς ὑπέπεσε μετὰ ταῦτα φθορᾷ καὶ θνητότητι; ἄφες τὸ πῶς. θεὸς ἦν ὁ εἰπών ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε.» καὶ σὺ λέγεις ὅτι πῶς ὁ ἀθάνατος ἐγεγόνει θνητός; ἄφες τὸ πῶς· ὁ χρυσορρήμων Ἰωάννης ἐν τῷ εἰς τὴν ἐξορίαν τοῦ Ἀδὰμ λόγῳ αὐτοῦ τὴν ἀπορίαν ἐπιλύσει σοι ταύτην, οὕτω λέγων παρέβη τὴν ἐντολὴν ὁ Ἀδάμ, ἔφαγεν ἀφ' οὗ παρηγγέλθη μὴ φαγεῖν, καὶ τούτου χάριν ὁ ἀθάνατος ἐγεγόνει θνητός.» ἄφες τὸ πῶς, ἵνα μὴ καὶ ἐπὶ τῷδε τῷ θνητῷ σώματι πλείονι συσχεθῇς ἀπορίᾳ, πῶς ἀναστήσεται λέγων ἀθάνατον ἐκ νεκρῶν, εἴγε θνητόν