Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
175.1.1
ἐστι καὶ φθαρτόν; ὁ γὰρ ἀμφιβάλλων ἐπ' ἐκείνῳ πῶς ἀθάνατος ἐγεγόνει θνητός, ἐξ ἀνάγκης ἂν ἀπορήσειε καὶ ἐπὶ τούτῳ. οὐκοῦν ἄφες τὸ πῶς. ὁ θεὸς ὅπου, ἐκεῖσε χώραν οὐκ ἔχει τὸ πῶς. ἔπλασε μὲν γὰρ ἐπ' ἀφθαρσίᾳ τὸν ἄνθρωπον ὁ θεός, ἄρχοντα τῶν ἐπιγείων πάντων κατέστησε, διηνεκῆ δέδωκε τὴν ἀθανασίαν αὐτῷ, καθάπερ ἄνω διείληπται· καὶ εἶχε μὲν εἰς αἰῶνας οὕτω κατ' αὐτόν, ὅτι καὶ ἀμεταμέλητα τὰ θεῖα χαρίσματα. ἀλλ' ἐπειδὴ πρὸς ἁμαρτίαν αὐτὸν ἑώρα κατολισθαίνοντα κἀντεῦθεν ἐκπίπτοντα τῆς ὑψηλῆς ἐκείνης καὶ ἰσαγγέλου διαγωγῆς, παραχωρεῖ διὰ τοῦτο καὶ λαμβάνει κατ' αὐτοῦ χώραν ὁ θάνατος, ὅτι μηδὲ συνέφερεν ἔκτοτε διηνεκῆ προσεῖναι τὴν ἀθανασίαν αὐτῷ. καὶ γὰρ εἰ μὴ γέγονέ τι τοιοῦτον, εἰ μὴ συγχώρησις ἐκεῖθεν ἐδίδοτο φιλανθρωπίας ἕνεκεν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν, οὐκ ἂν ἐκείνῳ τῷ πρώτῳ Ἀδάμ, τῷ ἐπ' ἀφθαρσίᾳ κτισθέντι κατ' εἰκόνα τῆς ἀϊδιότητος τοῦ θεοῦ, προσήγγισε θάνατος· οὐκ ἂν ὑπέπεσε φθορᾷ τὸ σῶμα ἐκεῖνο τὸ φθορᾶς καὶ θανάτου ἄμεινον ὑπάρχον τὸ πρότερον. εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς ἀθάνατον αὐτὸν ὁμοῦ καὶ θνητὸν ὑπὸ θεοῦ παραχθῆναι εἴπωμεν; εἰ γὰρ καὶ θανάτῳ ὑπέπεσε μὴ φυλάξας τὴν δοθεῖσαν αὐτῷ ἐντολήν, ἀλλ' ὕστατον τῆς οἰκονομίας, ὡς ἤδη προείρηται, τοῦτο πάν176 τες εὑρήσομεν, εἴγε τῇ ἀκολουθίᾳ προσέχειν αἱρούμεθα τῆς ἁγίας γραφῆς. οὐδὲ γὰρ ὅτε παρῆγε τὸν ἄνθρωπον ὁ θεός, ὡς ἄνω διείληπται, τότε πρὸς αὐτὸν ἔλεγεν ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε,» ἀλλὰ πολλῷ μετὰ τὴν αὐτοῦ παραγωγὴν ὕστερον. μετὰ γὰρ τὸ καθίσαι βασιλέα, μετὰ τὸ ἀναχθῆναι τὰ ζῶα πρὸς αὐτόν, μετὰ τὸ πέρας ἐπ' αὐτῷ δέξασθαι τὰ τῆς θείας βουλῆς, τότε πρὸς αὐτὸν ἡ τοιαύτη γέγονε θεία φωνή, τότε δὴ τότε καὶ χώραν ὁ θάνατος ἐλάμβανε κατ' αὐτοῦ. διὰ τί δὲ ταῦτα, καὶ τίνος ἕνεκεν; ἵνα μὴ ἀθανάτου μείναντος αὐτοῦ μετὰ τὴν παράβασιν μείνῃ σὺν αὐτῷ καὶ τὸ κακὸν ἐξ ἀνάγκης ἀθάνατον. Ὅτι δὲ ἀθάνατος ἔμελλε μεῖναι μετὰ τὴν ἁμαρτίαν ὁ ἄνθρωπος, εἰ μὴ γέγονέ τις οἰκονομία θεία ὥστε μὴ καὶ ἡμᾶς ἀθάνατα πάσχειν κατὰ τοὺς ἐκπεσόντας ἀγγέλους, ὁ Νύσσης θεῖος Γρηγόριος τοῖς ἀμαθέσι δίδωσι τέως ἡμῖν ἐννοεῖν. ἐπειδὴ γὰρ ἐν τοῖς ἀπηγορευμένοις» φησὶ γεγόνασιν οἱ πρῶτοι ἄνθρωποι καὶ τῆς μακαριότητος ἐκείνης ἀπεγυμνώθησαν, χιτῶνας δερματίνους ἤγουν τὴν ἀπὸ τῶν ζώων νεκρότητα οἰκονομικῶς ἐνέθηκε τῇ εἰς ἀθανασίαν κτισθείσῃ φύσει, ἵνα μὴ τὸ κακὸν ἀθάνατον ᾖ.» καλῶς δὲ εἶπεν οἰκονομικῶς ὁ θεῖος οὗτος ἀνήρ· κηδόμενος γὰρ ἡμῶν ὁ θεός, ὥστε μὴ ἁμαρτάνειν ἀθάνατα καὶ ὥστε μὴ συμπαραμένειν 177 εἰς αἰῶνας τῇ ἐπωδύνῳ ταύτῃ καὶ μοχθηρᾷ βιοτῇ, καθὰ δὴ καὶ ὁ χρυσοῦς τὴν γλῶττάν φησι, παραχωρεῖ τῷ θανάτῳ κατὰ τοῦ ἀθανάτου χωρῆσαι, καὶ γίνεται τούτῳ τῷ τρόπῳ θνητὸς ὁ ἀθάνατος καὶ φθαρτὸς ὁμοίως ὁ ἄφθαρτος. καὶ πειθέτω ἡμᾶς ἐπὶ πλέον ὁ μέγας Βασίλειος οὕτω περὶ τούτου λέγων οὐκ ἐκώλυσε δὲ τὸν θάνατον ὁ θεός, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀρρωστίαν τηρήσῃ.» ἐπὶ κέρδει λοιπὸν ὁ θάνατος, καὶ ἐπ' εὐεργεσίαν ἡ τιμωρία δίδοται κατὰ τὸν ἐν θεολογίᾳ μέγαν Γρηγόριον. ἐφ' ᾧ καὶ σκυθρωπάζειν ἐπὶ τούτοις οὐκ εὔλογον. εἰ γὰρ καὶ εἰς γῆν ὅθεν ἐλήφθημεν ἀποστρεφόμεθα κατὰ τὴν ἀρὰν ἐκείνην τὴν οὕτω λέγουσαν γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,» ἀλλ' ἐκεῖθεν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησί, καὶ αὖθις ἀναλαμβανόμεθα, κἀντεῦθεν ἐπὶ τὸ βέλτιον μεταστοιχειούμεθα, καὶ τοιοῦτοι γινόμεθα πάλιν ὁποῖοι καὶ πρότερον ἦμεν, τουτέστιν ἄφθαρτοι καὶ ἀθάνατοι. Ἀμφιβάλλειν οὖν ἐπὶ τούτοις οὐ δίκαιον, εἴγε καὶ μᾶλλον οἱ θεῖοι πατέρες οὐδὲν ἡμῖν ἕτερον ἐπαγγέλλεσθαι λέγουσι τὴν ἐκ νεκρῶν ἀνάστασιν ἢ τὴν πρὸς τὸ ἀρχαῖον τῶν πεπτωκότων ἀποκατάστασιν. καὶ πρόσχες, εἰ βούλει, πρὸ τῶν ἄλλων τῷ θειοτάτῳ Ἀναστασίῳ περὶ τούτων οὕτως λέγοντι καὶ ἐποίησε τὸν ἄνθρωπον ὁ θεός· κατ' εἰκόνα θεοῦ 178 ἐποίησεν αὐτόν. πρώτη ποίησις αὕτη, ἁπλῆ, ἄζυγος, ἄφθαρτος· πρὸς ἣν δὴ ποίησιν ἀφορᾷ καὶ ἡ τῶν σωμάτων ἀνάστασις.» καὶ τί χρὴ πολλὰ λέγειν; ἡ ἐν εὐαγγελίοις τοῦ πλανωμένου προβάτου παραβολὴ καὶ ἡ τῆς ἀπολλυμένης ὡσαύτως δραχμῆς αὐτὴν ὑπεμφαίνουσι πάντως τὴν τοῦ ἀνθρώπου καὶ πλάνην καὶ ἔκπτωσιν καὶ τὴν εἰς τὸ πάλιν ἐπιστροφὴν καὶ ἀνάκλησιν. ἐπὶ τούτῳ γὰρ καὶ κλίνας οὐρανοὺς ὁ θεὸς καταβέβηκε καὶ ἄνθρωπος γέγονεν, ἵνα τοὺς ἐκπεσόντας ἡμᾶς ἐπὶ τὴν ἀρχαίαν καὶ πρώτην ἐπαναγάγῃ τιμήν. καὶ γὰρ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ἐπιστρέψας ὁ ἄσωτος ἤκουσεν ἐνδύσατε αὐτὸν τὴν πρώτην στολήν.» Εἰ δὲ καὶ λέγουσί τινες πλασθῆναι μὲν ἀθάνατον ὑπὸ θεοῦ τὸν Ἀδάμ, δυνάμει δὲ θνητὸν εἶναι, τουτέστι δύνασθαι θνητότητι περιπεσεῖν αὐτόν, εἴγε μὴ φύλαξ ἐσεῖται τῆς δοθείσης αὐτῷ ἐντολῆς, δεχόμεθα μὲν τὸν λόγον αὐτῶν (εὐπαράδεκτος γὰρ εἶναι δοκεῖ, καὶ μάλιστα τοῖς μὴ θέλουσι ταῖς τῶν ἁγίων πατέρων ἐμβαθύνειν γραφαῖς), πάσχειν δὲ ὅλως αὐτόν, τουτέστιν οἵῳ δή τινι φυσικῷ πάθει πρὸ τῆς παραβάσεως ὑποκεῖσθαι, οὐδαμοῦ τοῦτο καταδεχόμεθα. πῶς γάρ, εἴ γέ τινα τῶν ἁγίων πατέρων τοιοῦτόν τι περὶ τοῦ πρώτου ἀνθρώπου διεξιόντα οὐχ εὕρομεν; μᾶλλον μὲν οὖν ἀπαθῆ λέγουσι τὸν τοιοῦτον εἶναι, καὶ σωματικῶν πασῶν 179 ὑπέρτερον ἀναγκῶν. αὐτίκα γὰρ ὁ θειότατος Ἰωάννης Δαμασκηνὸς ἄκραν ἔχειν ἀπάθειαν τὸν πρὸ τῆς παραβάσεως ἄνθρωπον ἔλεγε· πεῖνα γὰρ καὶ δίψα, κόπος καὶ ὕπνος καὶ ἱδρώς, ὡς ὁ θεῖος οὗτος ἀνὴρ ἐν ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ αὐτοῦ λέγων εὕρηται, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπινον βίον εἰσήλθοσαν. ἀλλὰ καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος ἐν τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ τὰ ἀδιάβλητα ταῦτα πάθη τῇ τῆς κακίας εἰσόδῳ συνεπακολουθῆσαι ἡμῖν ἔλεγεν ἐν τῇ τοῦ δερματίνου χιτῶνος περιβολῇ. οὐδὲ γὰρ συμπεφυκὼς οὗτος τῇ λογικῇ φύσει καθὰ τοῖς ἀλόγοις ἐγένετο, ἀλλ' ὕστερον ἐπετίθει, κολάζων ἐκεῖνον τὸν ἐν τιμῆ μὲν ὄντα μὴ συνιέντα δέ, κἀντεῦθεν εἰς ὑπόμνησιν ἄγων ὧν ἐξέπεσεν ἀγαθῶν. ἀλλὰ καὶ ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης τὸ τοῦ πρώτου παριστῶν ἀπαθὲς ἔλεγεν ἐννόησόν μοι μακαριότητος ὑπερβολήν, πῶς ἀνώτεροι πάντων τῶν σωματικῶν οἱ πρωτόπλαστοι ἦσαν, πῶς καθάπερ τὸν οὐρανὸν οὕτω τὴν γῆν ᾤκουν, καὶ ἐν σώματι τυγχάνοντες τὰ τῶν σωμάτων οὐχ ὑπέμειναν.» οὔτε γὰρ στέγης οὔτε ὀρόφου οὔτε ἱματίων οὔτε ἄλλου οὐδενὸς τῶν τοιούτων ἐδέοντο. ἀλλὰ καὶ ὁ θεολόγος Γρηγόριος, ἐπικαλύμματος καὶ προβλήματος μὴ δέεσθαι λέγων τὸν ἀπ' ἀρχῆς ἄνθρωπον, τὰ αὐτὰ τῷ χρυσορρήμονι πάντως ἐνέφηνε. 180 σῶμα γὰρ μήτε κρυμοῖς ὑποπῖπτον μήτε θάλψεσιν. εἰ γὰρ ἐλύπει τοιοῦτόν τι πάθος αὐτό, καὶ σκεπάσματος ἂν ἐξ ἀνάγκης καὶ προβλήματος ἐπιδεὲς ἦν. οὐκ ἂν αὐτὸν πάσχειν ᾠήθη κατά τι ὁ θεῖος οὗτος ἀνήρ, εἴγε καὶ μᾶλλον τὴν παχυτέραν σάρκα καὶ θνητήν, ἀφ' ἧς ἄρα καὶ τὸ πάσχειν ἡμῖν, ἐν τῇ τοῦ δερματίνου χιτῶνος περιβολῇ τὸν Ἀδὰμ ἐνδύσασθαι ἔλεγεν. ἔδειξε γὰρ ἐντεῦθεν ὅτι πρὸ τῆς τοιαύτης περιβολῆς ἀπαθὴς ὁ ἄνθρωπος ἦν ἅτε δὴ σάρκα λεπτοτέραν ἐνδεδυμένος, ἀθάνατόν τε καὶ ἄφθαρτον. ἀλλ' ἐπὶ ταύταις ταῖς λέξεσι χαλεπαίνειν οὐ χρή. κατὰ γὰρ τὸν χρυσορρήμονα Ἰωάννην πάσης ἀπήλλακτο τὸ σῶμα ἐκεῖνο φθορᾶς. ἐφ' ᾧ καὶ ἄφθαρτον αὐτὸ δικαίως ὁ λόγος ἐκάλεσεν. εἰ δὲ ἄφθαρτον, εὔδηλον ὅτι καὶ ἀθάνατον ἦν. εἰ γὰρ ἐπάγεσθαι εἰώθασι καὶ νόσοι καὶ θάνατοι ἔκ τε πλεονεξίας καὶ ἐλλείψεως τῶν τεσσάρων χυμῶν, καθὰ δὴ τῷ χρυσορρήμονι δοκεῖ, τὸ δέ γε σῶμα τοῦ Ἀδὰμ ἐν ἀπαθείᾳ διῆγε καὶ ὡσαύτως εἶχεν ἀεί (οὐδὲ γὰρ ἀλλοίωσιν ἐδέχετό τινα παραπλησίως ἡμῖν, ἅτε δὴ παθῶν παντοίων ὑπέρτερον ὄν), φαίνεται πάντως ὅτι καὶ ἀθανασίας ὑπῆρχε μέτοχον, ὡς ὁ λόγος ἤδη φθάσας ἐδήλωσεν. ὅτι δὲ φυσικῶν παθῶν ἀνώτερος ὁ ἄνθρωπος ἦν ἐν ἐκείνῳ τῷ καιρῷ, καὶ ὁ μέγας ἔδειξε Βασίλειος ἐν τοῖς 181 ἀσκητικοῖς αὐτοῦ κατὰ ῥῆμα διεξιὼν οὑτωσί ὥσπερ εἰ ἦμεν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, οὐκ ἂν ἐπινοίας καὶ μόχθου γεωργικοῦ προσεδεήθημεν, οὕτως εἰ ἦμεν ἐν ἀπαθείᾳ κατά γε τὸ πρὸ τοῦ παραπτώματος ἐν τῇ δημιουργίᾳ χάρισμα, οὐδενὸς ἂν τῶν ἐξ ἰατρικῆς πρὸς παραμυθίαν ἐχρῄζομεν.» εἴπερ οὖν ἐν τῇ δημιουργίᾳ χάρισμα εἶχε πρὸ τοῦ παραπτώματος ἀπαθείας ὁ ἄνθρωπος, πῶς εἴπωμεν οἵῳ δή τινι φυσικῷ πάθει περιπίπτειν αὐτὸν ἐν τῷ τῆς ἀπαθείας καιρῷ; ἀλλὰ καὶ ὁ μέγας Μάξιμος τὰ πάθη ταῦτα, λύπην ἡδονὴν ἐπιθυμίαν καὶ ὅσα ἄλλα τοιαῦτα, ἃ τῇ ἀνθρωπίνῃ φύσει πρόσεστι τήμερον, ἐκ τῆς τῶν ἀλόγων ἔλεγε μοίρας ἐπὶ τὸν ἄνθρωπον εἰσδραμεῖν· ἐπειδὴ γὰρ ὁμοιωθῆναι κατεδικάσθη τοῖς ἀνοήτοις κτήνεσι κατὰ γένεσιν, ἐκεῖθεν ἐξ ἀνάγκης καὶ τὰ πάθη ταῦτα πρὸς ἑαυτὸν ἐπεσπάσατο. οὐδὲ γὰρ προηγουμένως συνεκτίσθη ταῦτα τῷ ἀνθρώπῳ, καθὼς ὁ θεῖος οὗτος ἀνὴρ ἐν τοῖς πρὸς Θαλάσσιον ἔλεγεν, διὰ δὲ τὴν τῆς τελειότητος ἔκπτωσιν ὑπεισῆλθε τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως. εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς εἴπωμεν ἐν αὐτῇ τῇ τελειότητι πάσχειν ὅλως τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον; Δέδεικται οὖν ἐκ πολλῶν ὅτι πρὸ τῆς παραβάσεως οἵῳ δή τινι φυσικῷ οὐχ ὑπέκειτο πάθει ὁ ἄνθρωπος, ἅτε δὴ τῆς κατὰ χάριν ἀθανασίας οὐκ ἀμοιρῶν. εἰ δὲ τοῦτο, πῶς 182 ἔπασχεν; εἰ γὰρ ἔπασχεν, καὶ θνητῆς ἂν ἐξ ἀνάγκης φύσεως ἦν καὶ φθαρτῆς. ἀλλ' ἡμᾶς οὕτω φρονεῖν ἐπὶ τούτοις κωλύει μὲν καὶ ὁ τῶν διαληφθέντων ἁγίων χορός, κωλύει δὲ πλέον καὶ ἡ ἐν Καρθαγένῃ συστᾶσα σύνοδος ἐν ἑκατοστῷ ἐννάτῳ κανόνι αὐτῆς οὕτω λέγουσα εἴ τις λέγει τὸν Ἀδὰμ θνητὸν πλασθῆναι παρὰ θεοῦ καὶ μὴ μετὰ τὴν ἁμαρτίαν ἐλθεῖν εἰς φθοράν, ἤτω ἀνάθεμα.» ταύτῃ τοι καὶ παράγειν ἐνταῦθα τὸν θεολόγον Γρηγόριον οὐκ εὐπρεπὲς ἡμῖν οὐδὲ ὅσιον ἥγηται. εἰ γὰρ καὶ λέγειν ἔοικε τὸν ἀπ' ἀρχῆς ἄνθρωπον ἐπίγειον εἶναι τὸ σῶμα καὶ οὐράνιον τὴν ψυχήν, πρόσκαιρον ὁμοίως καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος, πνεῦμα καὶ σάρκα τὸν αὐτόν, τὸ μὲν ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τὸ δὲ ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος, ἀλλ' οὐχ οὕτω δοκεῖ περὶ τούτου καὶ ἡμῖν, ὅτι μηδὲ τὰ θεῖα ταῦτα ῥητὰ τοῦ πρώτου χάριν ἀνθρώπου λελέχθαι νομίζομεν. πῶς γάρ, εἴγε καὶ μᾶλλον αὐτοῦ τοῦ θεολόγου λέγοντος ἀλλαχοῦ κατὰ λέξιν οὕτως ἠκούσαμεν ἐπεὶ δὲ φθόνῳ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε καὶ ὑφεῖλε διὰ τῆς ἀπάτης τὸν ἄνθρωπον, διὰ τοῦτο τῷ