Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
183.1.1
ἡμετέρῳ πάθει θεὸς γενόμενος ἄνθρωπος.» ἀλλὰ προσέχειν ἐνταῦθα παρακαλῶ. εἰ γὰρ ὑφεῖλε τὸν ἄνθρωπον, ὡς ὁ θεολόγος φησί, διὰ τῆς ἀπάτης ὁ θάνατος, φαίνεται πάντως ὅτι πρὸ τῆς ἀπάτης ἀθάνατον εἶχε κατὰ τὸ σῶμα τὸν ἄνθρωπον ὁ θεῖος οὗτος ἀνήρ. εἰ δὲ τοῦτο, πῶς ἔλεγεν ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται;» τὸ γὰρ ἀθάνατον οἵῳ δή τινι τρόπῳ πάσχειν οὐ πέφυκε. καὶ τί χρὴ πολλὰ λέγειν; εἴγε καὶ πάθεσιν ὑπέκυπτε πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος, καὶ ῥευστὸς ἐξ ἀνάγκης ἦν· εἰ δὲ ῥευστὸς ἐκεῖνος, εὔδηλον ὅτι καὶ θνητός. εἰ δὲ θνητὸς ἀπ' ἀρχῆς ἦν, οὐ διὰ παρακοῆς λοιπὸν ἥ τε φθορὰ καὶ ὁ θάνατος. ἀλλ' οὐκ ἄν, ὡς οἶμαι, τοῦτο εἴποι τις λογισμοῦ κύριος ὤν. πῶς γάρ, εἴγε καὶ ἀναθέματι τοὺς οὕτω φρονοῦντας ἡ διαληφθεῖσα καθυποβάλλει ἁγία σύνοδος. ἄλλως τε εἰ πρόσκαιρον εἶναι πρὸ τῆς παραβάσεως ᾤετο τὸν Ἀδάμ, πῶς αὐτὸν ἐπὶ κέρδει λαβεῖν ἔλεγε τὸν θάνατον ὕστερον; ἵνα γὰρ μὴ τὸ κακὸν ἀθάνατον ᾖ, διὰ τοῦτό φησι θανάτῳ τὸν Ἀδὰμ συγχωρηθῆναι πεσεῖν. ἀλλὰ κἀνταῦθα προσέχειν ἄξιον. φαίνεται γὰρ ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος ἀθάνατος ἦν, ἐπεὶ πῶς ἀθάνατον ἔμελλε μεῖναι τὸ κακόν, εἰ μή γε καὶ μετὰ τὴν ἀπάτην ὁ ἄνθρωπος ἀθανασίᾳ συζῆν ἔμελλε, καθὰ δὴ καὶ τὸ πρότερον; συγκεχώρηται λοιπὸν ὁ ἀθάνατος, ὡς ἤδη 184 προείρηται, θανάτῳ περιπεσεῖν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν· ὃ δὴ καὶ κέρδος ὁ θεολόγος ἐκάλεσεν. ἀλλὰ μὴ δυσχέραινε τούτου ἕνεκεν. εἰ γὰρ θνητὸς ὁ Ἀδὰμ καὶ πρὸ τῆς παραβάσεως ἦν, θνητὸς δὲ καὶ μετὰ τὴν παράβασιν, πότε λοιπὸν ἐδέξατο τοῦ θανάτου τὸ ἐπιτίμιον; πότε δὲ καὶ τοὺς δερματίνους ἠμφιάσατο χιτῶνας; εὔδηλον οὖν ὅτι περὶ τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως τὸν λόγον ποιούμενος τῷ σώματι μὲν ἔλεγε πρόσκαιρον εἶναι τὸν ἄνθρωπον, ἀθάνατον δὲ τῇ ψυχῇ. κατὰ γὰρ τοῦτο καὶ πάσχειν αὐτὸν ἔλεγε χάριν ὑπομνήσεως καὶ παιδεύσεως, ἐπεὶ πῶς ἂν ὑπέπιπτε πάθεσι τὸ σῶμα ἐκεῖνο τὸ μὴ δεόμενον ἐπικαλύμματος κἀντεῦθεν ἀπαθὲς γνωριζόμενον; ἀντιλέγειν οὖν ἐπὶ πλέον οὐκ εὔλογον· εἰ γὰρ πρόσκαιρος ἦν ὁ Ἀδὰμ ἀπ' ἀρχῆς, εἰ πρὸ τῆς ἁμαρτίας ὑπῆρχε θνητός, οὐκ ἂν ὁ μέγας Παῦλος ἔλεγεν ὀψώνιον τῆς ἁμαρτίας ὁ θάνατος.» ἔδειξε γὰρ ἐντεῦθεν ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος ἀθάνατος ἦν. εἰ δὲ τοῦτο, καὶ πασῶν λοιπὸν σωματικῶν ἀναγκῶν ὁ τοιοῦτος ὑπέρτερος. Ὡς εἶναι δῆλον ἐντεῦθεν ὅτι καὶ βρώσεως αἰσθητῆς ἄγευστος ἦν ὁ ἄνθρωπος ἀπ' ἀρχῆς. εἰ γὰρ καὶ ἀπὸ πάντων τῶν ἐν τῷ παραδείσῳ φυτῶν ἐσθίειν ἐπέτρεψε τῷ Ἀδὰμ ὁ 185 θεός, ἀλλ' οὐμενοῦν ἐκεῖσε καὶ βρῶσις ἦν αἰσθητὴ καὶ ῥευστή. καὶ τοῦτο προϊὼν ὁ λόγος ἀριδηλότερον δείξει σοι. ἢ γάρ, ὡς ὁ μέγας φησὶ πρὸς Ἀντίοχον Ἀθανάσιος, ἄφθαρτά εἰσι τὰ ἐν τῷ παραδείσῳ φυτά, καὶ πῶς ὀδοῦσιν ἐτέμνοντο; πῶς ἐβιβρώσκοντο; τὸ γὰρ ἄφθαρτον οὔτε τέμνεσθαι πέφυκεν οὔτε βιβρώσκεσθαι. ἢ φθαρτὰ ἐν τῷ παραδείσῳ, καθά τινες ὑποπτεύουσι, καὶ πῶς αὐτὰ τροφὴν ὁ Ἀδὰμ ἐποιεῖτο; δότωσαν ἐπὶ τούτοις ἀπόκρισιν. ἢ γὰρ τὸ προσὸν αὐτῷ τηνικαῦτα σῶμα διαπνεόμενον ἦν ἅτε φθορᾷ καὶ ῥεύσει ὑποκείμενον, καὶ πεινῶν ἐξ ἀνάγκης ἦν· ἢ ἀδιάπνευστον ἔμενεν ὡς ἄρευστον ὑπάρχον καὶ ἄφθαρτον, καὶ τί τὸ καταναγκάζον αὐτὸ αἰσθητῆς ἅπτεσθαι βρώσεως; ἀλλ' οὐκ ἔχοιεν ἄν τι καὶ λέγειν, εἴγε καὶ μᾶλλον ἀνώτερος ἦν ὁ κατ' εἰκόνα θεοῦ τῶν σωματικῶν ἀναγκῶν, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν φησί· πεῖνα γὰρ καὶ δίψα καὶ κόπος καὶ ὕπνος καὶ ὀδύνη καὶ φθορά, καθὰ δὴ καὶ προείρηται, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπινον βίον εἰσήλθοσαν. ὅρα λοιπὸν νουνεχῶς, καὶ μὴ τοῖς ἔνθεν κἀκεῖθεν εὑρισκομένοις καὶ ἄλλα τε διηγουμένοις ἀπερισκέπτως ὑπάνοιγε τὰς ἀκοάς, ἀποστρέφου δὲ μᾶλλον αὐτὰ καὶ οὐδὲν ἡγοῦ καὶ ἀπόρριπτε, καθὰ δὴ πρὸ ὀλίγου καὶ ἡμεῖς ἐποιήσαμεν. πολλὰ γὰρ τοιαῦτα καὶ εὕρομεν καὶ ἀνέγνωμεν, καὶ μετὰ τῶν μύθων ἐτάξαμεν, ὅτι τοῦ ὀρθοδό186 ξου τῶν πατέρων φρονήματος πόρρω που πίπτοντα ταῦτα διέγνωμεν. μὴ τοίνυν ἐν παραδείσῳ βρῶσιν εἶναι ῥευστὴν ὑπολάμβανε, μηδὲ ξηραῖς οὕτω ταῖς γραφικαῖς πρόσεχε λέξεσιν, εἴγε καὶ μᾶλλον ἕτερα δι' ἑτέρων ἡ ἁγία πολλάκις διδάσκει γραφή. ὁποῖον δὴ καὶ τό ἔπλασε τὸν ἄνθρωπον ὁ θεὸς χοῦν λαβὼν ἀπὸ τῆς γῆς,» καὶ τό ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» καὶ τό περιεπάτει ὁ θεὸς ἐν τῷ παραδείσῳ κατὰ τὸ δειλινόν.» ταῦτα μὲν γὰρ ἀνοίκεια τῷ ἀσωμάτῳ πάντως θεῷ· λέγει δὲ ὅμως ἡ ἁγία ταῦτα γραφὴ ταῖς ἡμῶν ἀσθενείαις συγκαταβαίνουσα. καὶ γὰρ εἰ μὴ τοῦτο δώσομεν, πολλὰ ἡμῖν ἐπακολουθήσει τὰ ἄτοπα. στόμα γὰρ αὐτῷ περιθήσομεν χεῖράς τε καὶ πόδας, καὶ ὅσα τοιαῦτα· καὶ γὰρ εἰ μὴ χεῖρας εἶχε, πῶς ἔπλασε τὸν ἄνθρωπον; εἰ μὴ στόμα εἶχε, πῶς ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ; εἰ μὴ πόδας εἶχε, πῶς ἡ γραφὴ λέγει περιπατεῖν αὐτὸν ἐν τῷ παραδείσῳ κατὰ τὸ δειλινόν; ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἔφθασε γὰρ ὁ τῶν ἁγίων πατέρων χορὸς ἐπελθεῖν τὰ τοιαῦτα θεῖα ῥητά, καὶ διδάξαι ἡμᾶς ὅπως ἐκλαμβάνειν αὐτὰ χρή, καὶ μὴ τῷ οἰκείῳ θελήματι παρασυρομένους ἅλλεσθαί τε κατὰ κρημνῶν καὶ τῆς εὐθείας πόρρω που φέρεσθαι. Οὕτω μὲν οὖν καὶ περὶ τοῦ φυτοῦ ἐκείνου, τοῦ ξύλου δηλονότι τῆς γνώσεως διανοεῖσθαί σε ἄξιον, εἴγε καὶ δια187 φωνίαν ἐπὶ τούτοις τινὰ παρεμπίπτουσαν ἔχομεν. αὐτίκα γὰρ ὁ θειότατος Ἰσίδωρος ὁ Πηλουσιώτης οὕτως εὕρηται περὶ τούτου διεξιών. καταρᾶται μὲν τὴν συκῆν ὁ Χριστός, ἵνα δείξῃ τοῖς Ἰουδαίοις ὅτι καὶ κολάζειν δύναται. ἅμα δέ τις τούτῳ καὶ ἀπόρρητος συμπέπλεκται λόγος, παρὰ γερόντων σοφῶν εἰς ἡμᾶς διαφοιτήσας, ὅτι τὸ ξύλον τῆς παραβάσεως τοῦτο ἦν, οὗ καὶ τοῖς φύλλοις οἱ παραβάντες εἰς σκέπην ἐχρήσαντο. καὶ κατηράθη παρὰ Χριστοῦ φιλανθρώπως μηκέτι ἐνεγκεῖν αἴτιον ἁμαρτίας.» ὁ δὲ τὰ θεῖα σοφὸς Ἰωάννης ὁ Δαμασκηνὸς βρῶσιν ἐπὶ παραδείσου τὴν θείαν εἶπεν ἐπίγνωσιν. δίδωσι γὰρ ὁ θεὸς τῷ Ἀδὰμ ἐξουσίαν πάντων τῶν ἐν τῷ παραδείσῳ φυτῶν, π' ὴν οὐ βρώσεως ἕνεκεν, ἀλλ' ἵνα πρὸς αὐτὸν ἐντεῦθεν τὸν δημιουργὸν ἐπανάγηται· ἀπὸ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων, ὥς πού φησι Σολομών, ὁ δημιουργὸς αὐτῶν ἐπιγινώσκεσθαι εἴωθεν. καὶ ὅρα πῶς ἐκλαμβάνει περὶ παραδείσου ὁ θεῖος οὗτος Ἰωάννης, καὶ τί φησιν ἐπ' αὐτοῖς. ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃς. διὰ πάντων, λέγω, τῶν κτισμάτων ἐπ' ἐμὲ τὸν ποιητὴν ἀναβιβάσθητι, καὶ ἕνα καρπὸν ἐκ πάντων κάρπωσαι, ἐμὲ τὴν ὄντως ζωήν. πάντα σοι ζωὴν καρποφορείτω, καὶ τὴν ἐμὴν μέθεξιν ποιοῦ τῆς οἰκείας ὑπάρξεως σύστασιν.» καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ θειότατος Γρηγόριος ὁ Νύσσης οὕτω κατὰ ῥῆμα διέξεισιν, ὅτι τὸ ἀπηγορευμένον ἐκεῖνο τῇ βρώσει 188 ξύλον οὔτε συκῆν, ὥς τινές φασιν, οὔτε τι τῶν ἀκροδρύων ετερον εἶναι πεπείσμεθα. εἰ γὰρ καὶ περὶ βρώσεως αἰσθητῆς ἐνταῦθα δοκεῖ λέγειν ὁ θεόπτης Μωσῆς, ἀλλ' ἐγώ, φησί, τῆς ἁγίας ἀκούων γραφῆς οὐ μόνον σωματικὴν ἐπίσταμαι βρῶσιν, ἀλλά τινα καὶ ἑτέραν οἶδα τροφήν, ἧς ἡ ἀπόλαυσις ἐπὶ μόνην τὴν ψυχὴν διαβαίνει. φάγετε καὶ γὰρ τὸν ἐμὸν ἄρτον, ἡ σοφία τοῖς πεινῶσι παρακελεύεται, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν. ἀλλὰ καὶ ὁ κύριος τὴν Σαμαρειτῶν ὑπεμφαίνων σωτηρίαν ἔλεγε βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε,» καὶ ἀλλαχοῦ ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω.» οὐκοῦν τῆς φυτείας τῆς ἐν Ἐδὲμ (τρυφὴ δὲ ἡ Ἐδὲμ ἑρμηνεύεται) ἄξιόν τινα καρπὸν ἐννοῆσαι προσήκει, καὶ τρέφεσθαι διὰ τούτου μὴ ἀμφιβάλλειν τὸν ἄνθρωπον, καὶ μὴ πάντως τὴν παροδικὴν καὶ ἐπίρρυτον ταύτην τροφὴν ἐπὶ τῆς τοῦ παραδείσου διαγωγῆς ἐννοεῖν. οὕτω μὲν οὖν καὶ ὁ θειότατος Ἀναστάσιος νοερὰν εἶναι βούλεται τὴν βρῶσιν ἐκείνην, οὐ μὴν αἰσθητήν τε καὶ σαρκικήν. εἰ γὰρ τοιαύτην ἐσήμανε βρῶσιν τὰ θεῖα ῥητά, καὶ σαρκικῶς ἀπέθνησκον οἱ ταύτης ἀπογευόμενοι· νοερῶς δ' οὖν ἡμαρτηκότες τὸν τῆς ψυχῆς αὐτίκα δέχονται θάνατον. οὕτω μὲν οὖν καὶ ὁ θεολόγος Γρηγόριος τὸ φυτὸν ἐκεῖνο, τὸ ξύλον δηλονότι τῆς γνώσεως, θεωρίαν 189 εἶναι ἔφησεν, τουτέστι γνῶσιν τελεωτέραν τινά, ἧς ἐπιβαίνειν οὐκ ἀσφαλὲς τοῖς γε λιχνοτέροις τὴν ἔφεσιν. πρόσεχε οὖν. δέδεικται γὰρ ἐκ πολλῶν ὅτι βρώσεως αἰσθητῆς ἐν τῷ παραδείσῳ οὐκ ἦν ἐνδεὴς ὁ Ἀδάμ· ἀθάνατος γὰρ ὑπὸ θεοῦ παραχθεὶς οὐκ ἦν οὐδενὸς ἐνδεής. καὶ τί χρὴ πολλὰ λέγειν; εἰ καθ' ὁμοιότητα τῶν ἀγγέλων ἐν τῇ ἀναστάσει ζήσεται ὁ ἄνθρωπος (καὶ ἔσονται» γάρ φησι πάντες ὡς ἄγγελοι θεοῦ»), ἡ δὲ τῆς ἀναστάσεως χάρις οὐδὲν ἄλλο ἐστὶν κατά γε τοὺς θείους πατέρας ἢ πρὸς τὸ ἀρχαῖον τῶν πεπτωκότων ἀποκατάστασις, εὔδηλον πάντως ὅτι πρὸ τῆς παραβάσεως ἰσάγγελον εἶχε τὴν ζωὴν ὁ Ἀδάμ, μήτε βρώσει μήτε πόσει, καθάπερ εἴρηται, χρώμενος, ὅτι μηδὲ παρὰ τοῖς ἀγγέλοις αὐτοῖς τοιοῦτόν τι τεθεώρηται. μὴ τοίνυν ἐν παραδείσῳ τὸν ἄνθρωπον αἰσθητῆς ἐμφορεῖσθαι νόμιζε βρώσεως, ὅτι μηδὲ χρείαν εἶχε ταύτης ἐκεῖσε διά γε τὴν αὐτῷ τηνικαῦτα προσοῦσαν ἀπάθειαν. ἀλλ' ἐπὶ τούτοις ἀμφιβάλλειν οὐκ ἔπρεπεν. ἐπειδὴ γὰρ τὰ φυσικὰ ταῦτα πάθη, πεῖνα λέγω καὶ δίψα κόπος ὕπνος ὀδύνη λύπη καὶ τὰ λοιπά, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπινον βίον εἰσήλθοσαν, ὡς ὁ λόγος ἤδη φθάσας ἐγνώρισεν, φαίνεται πάντως ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος οὐκ εἶχε τὸ καταναγκάζον αὐτὸν αἰσθητῆς ἅπτεσθαι βρώσεως. καὶ τί χρὴ πολλὰ λέγειν; εἴ γε τροφῆς ἦν ἐνδεὴς ὁ ἄνθρω190 πος ἀπ' ἀρχῆς, ως τινες ὑπειλήφασι, καὶ πεινῶν ἂν ἐξ ἀνάγκης ἦν καὶ ῥιγῶν καὶ κοιμώμενος. εἰ δὲ τοιοῦτος ἐκεῖνος ἦν, εὔδηλον πάντως ὅτι θνητὸς ἦν ἀπ' ἀρχῆς καὶ φθαρτός· ἀδύνατον γὰρ ἄφθαρτον διαμένειν, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησί, τὸν αἰσθητῆς βρώσεως ἐν μετουσίᾳ γενόμενον. ἀλλ' ἄφες αὐτούς· ἡ γὰρ ἀναγεγραμμένη ἁγία σύνοδος οὕτω περὶ τοῦ πρώτου ἀνθρώπου φρονεῖν οὐδαμοῦ συγχωρεῖ. διέξεισι γὰρ οὕτω κατὰ λέξιν εἴ τις λέγει τὸν Ἀδὰμ θνητὸν πλασθῆναι παρὰ θεοῦ καὶ μὴ μετὰ τὴν ἁμαρτίαν ἐλθεῖν εἰς φθοράν, ἤτω ἀνάθεμα.» καὶ περὶ μὲν τούτων οὕτως. Φυτεύεται δὲ ὅμως ἐν παραδείσῳ καὶ τοιοῦτον φυτόν, ἀφ' οὗ κεκώλυται μὴ φαγεῖν ὁ Ἀδάμ. τίνος ἕνεκεν; ὡς ἐντεῦθεν ἐπιγινώσκειν τὸν τοσούτων ἀγαθῶν παροχέα, καὶ ὡς ὑπὸ δεσπότην αὐτός ἐστι, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, καὶ μὴ τοιοῦτον παθεῖν ἐξ ἀπονοίας ὁποῖον ἔπαθεν ὁ πεσὼν Ἑωσφόρος, τὴν δοθεῖσαν αὐτῷ λαμπρότητα μὴ δυνηθεὶς ἐνεγκεῖν. ἀλλὰ γὰρ τίνα τὰ μετὰ ταῦτα; παραβαίνει τὴν ἐντολήν, ἅπτεται τοῦ φυτοῦ, γυμνοῦται τηνικαῦτα, φθορᾷ περιπίπτει, τοῦ παραδείσου ἐκβάλλεται, γινώσκει τὴν Εὔαν, γεννᾷ τρεῖς υἱούς, τὸν Καῒν τὸν Ἀβὲλ καὶ τὸν Σήθ. Πρόσεχε δέ, ἀγαπητέ, καὶ μὴ συναρπάζου τοῖς οὕτω 191 λέγουσιν εἴπερ ᾔδει ὁ θεὸς τὸν Ἀδὰμ τὴν ἐντολήν τε παραβαίνοντα καὶ τοῦ παραδείσου τηνικαῦτα ἐκπίπτοντα, τί δήποτε παρήγαγεν αὐτόν; ἢ γὰρ ἔδει μὴ παραγαγεῖν αὐτόν, ἢ παραχθέντα κωλῦσαι τῆς ἀπηγορευμένης ἐκείνης βρώσεως.» ἄφες αὐτούς, εἴγε τὰ τοιαῦτα φρονοῦσι, πείθου δὲ μᾶλλον τῷ θειοτάτῳ Γρηγορίῳ τῷ Νύσσης οὕτω λέγοντι ὅτι μὲν ἐκτραπήσεται τοῦ ἀγαθοῦ τὸ ἀνθρώπινον, οὐκ ἠγνόησεν ὁ τὰ πάντα εἰδὼς θεός. οὐκ ἐκώλυσε δέ· ὥσπερ γὰρ τὴν παρατροπὴν ἐθεάσατο, οὕτω τὴν ἀνάκλησιν αὐτοῦ πάλιν τὴν πρὸς τὸ ἀγαθὸν κατενόησε. τί οὖν; ἄμεινον ἦν καθόλου μὴ ἀγαγεῖν τὴν φύσιν ἡμῶν εἰς γένεσιν, ἐπειδὴ τοῦ καλοῦ διαμαρτόντα προέγνω τὸν ἄνθρωπον, ἢ παραχθέντα καὶ νενοσηκότα πάλιν πρὸς τὴν ἐξ ἀρχῆς χάριν διὰ μετανοίας ἐπανακαλέσασθαι; πάντως τὸ δεύτερον. ἄλλως τε διὰ τὴν αὐτοῦ ἀγαθότητα παραγαγεῖν ὁ θεὸς ἠθέλησε τὸ ἀνθρώπινον, ὁμολογουμένως δὲ προεῖδε καὶ τὴν γενησομένην αὐτοῦ παρεκτροπήν. εἴπερ οὖν οὐ παρήγαγε διὰ τοῦτο τὸν ἄνθρωπον, ἐνίκα δὲ λοιπὸν ἡ κακία ἡμῶν, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησί, τὴν ἀγαθότητα τοῦ θεοῦ. πάντα μὲν οὖν καλὰ ποιεῖ ὁ θεός, ὅσα δὴ καὶ ποιεῖ, ἕκαστος δὲ ἡμῶν ἐξ οἰκείας προαιρέσεως ἐκκλίνει πρός γε τὸ καλὸν ἢ τὸ κακόν. εἰ γὰρ καὶ συνέφερε τῷ ἀνθρώπῳ εἰ οὐκ ἐγεννήθη» φησὶν ὁ κύριος, ἀλλ' οὐ τὴν οἰκείαν 192 δημιουργίαν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως ἐπιγενομένην τῷ κτίσματι αὐτοῦ κακίαν. ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησε, ὥσπερ οὖν καὶ ἐφ' ἡμῶν αὐτῶν ἔστιν ἰδεῖν. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. εὐεργετῆσαι θέλων ὁ βασιλεὺς τῶν ὑπὸ χεῖρά τινα μεγίστην αὐτῷ ἐγχειρίζει ἀρχήν. καὶ ὃς αὐτίκα πρὸς τὸ ὕψος ἀπιδὼν τῆς ἀρχῆς, καὶ μὴ δυνάμενος ἐνεγκεῖν, ἐπαίρεται καθ' ἑαυτόν, ἡσυχῇ καθῆσθαι οὐκ ἀνέχεται, φαντάζεται τὰ ὑπὲρ αὐτόν, τυραννίδι κέχρηται καὶ εἰς ἀποστασίαν χωρεῖ. τί τὸ ἐπὶ τούτοις; ἄχθεται ὁ βασιλεὺς οὐ μικρῶς ἐπὶ τῷ πράγματι, δυσχεραίνει. τί τοῦτο; λέγει· πῶς ὁ ἀχάριστος τὴν ἐπελθοῦσαν αὐτῷ δόξαν εἰς ἀδοξίαν μετέστρεψε; καὶ θέλει μὲν μὴ καθελεῖν τὸν ἀγνώμονα, καταφρονῆσαι δὲ ὅμως τῆς τυραννίδος οὐ δύναται. χειροῦται τὸν ἀποστάτην λοιπόν, τῆς ἀξίας ἀπογυμνοῖ καὶ δριμείαις ὑποβάλλει ποιναῖς, ἐνίοτε δὲ καὶ τῆς παρούσης ὑπεξάγει ζωῆς. συνέφερε λοιπὸν αὐτῷ μὴ δέξασθαι παρὰ βασιλέως ἀρχήν, εἴπερ ἀπονοίας αὐτοῦ τοιαῦτα παθεῖν ἐκινδύνευσε. πρόσεχε οὖν, ἀγαπητέ, καὶ μὴ συναρπάζου τοῖς ἐπιχειροῦσι τὰς θείας οἰκονομίας πολυπραγμονεῖν. 193 οὐ γὰρ ἡ εὐεργεσία τοῦ θεοῦ πρόξενος ἡμῖν γίνεται τῶν δεινῶν, ἀλλ' ἡ ῥαθυμία πάντως ἡμῶν καὶ ἡ κατὰ γνώμην ἐπὶ τὸ χεῖρον ὁρμή. Ἀλλ' οὐδὲ κωλῦσαι τὸν ἄνθρωπον ἔπρεπεν, ἡνίκα τὸ φυτὸν ἐπεχείρει φαγεῖν. πῶς γάρ, εἴπερ αὐτεξούσιος ἦν; εἰ γὰρ ἀναστέλλειν ἔμελλε τὸν ἄνθρωπον ὁ θεός, ἡνίκα τοῦτον ἑώρα τῆς εὐθείας ὁδοῦ πόρρω φερόμενον, ποῦ λοιπὸν ἐθεωρεῖτο τὸ προσὸν αὐτῷ λογικόν; ποῦ δὲ τὸ αὐτεξούσιον, εἴ γε τῆς ἀλόγου φύσεώς ἐστι τὸ ἀβουλήτως ὧδε κἀκεῖσε περιάγεσθαί τε καὶ μεταφέρεσθαι; εἴπερ ἐκωλύετο μὴ ἁμαρτάνειν ὁ ἄνθρωπος, ποῦ λοιπὸν ἡ ἀρετή; ποῦ δὲ καὶ οἱ διὰ ταύτην διδόμενοι στέφανοι; κατὰ τί δὲ καὶ ἡ βασιλεία τῶν οὐρανῶν ἔπαθλον αὐτῷ πρόκειται, εἴγε μὴ σπουδῇ καὶ βίᾳ καὶ ἀγαθῇ προαιρέσει τοῦ ἀγαθοῦ γένοιτο μέτοχος; οὐκ ἔδει κωλύειν αὐτόν, ἵνα μὴ τοῖς ἀλόγοις ὁ λογικὸς ἐναρίθμιος γένηται, ἅτε δὴ μὴ κεκτημένος τὴν χάριν τῆς αὐτεξουσιότητος. κατὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος οὕτω φησίν. ὁ λέγων, ἵνα τί μὴ κατεσκεύασεν ἀναμαρτήτους ἡμᾶς ὁ θεός, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προτιμᾷ καὶ τὴν ἀκίνητον καὶ ἀνόρμητον τῆς προαιρετικῆς καὶ ἐμπράκτου.» Παραχωρεῖται λοιπὸν ὁ Ἀδάμ, ἅπτεται τοῦ φυτοῦ, γυ194 μνοῦται, παραχρῆμα παραδείσου ἐξόριστος γίνεται. τί τὸ ἐπὶ τούτοις; οἱ τῆς ψυχῆς αὐτοῦ διανοίγονται ὀφθαλμοί, κἀντεῦθεν ὁρᾷ καθαρῶς οἷον ἀγαθόν ἐστιν ἡ τῆς ἐντολῆς φυλακὴ καὶ ὅσον αὖθις κακὸν ἡ ταύτης παράβασις. οὐδὲ γὰρ τὸ φυτὸν ἐκεῖνο, καθά φησιν Ἰώσηπος καὶ Νεμέσιος ὁ Ἐμέσης ἐπίσκοπος, τοιαύτην εἶχε φύσιν ὥστε τοῖς ἁπτομένοις αὐτοῦ φρόνησιν ἐνιέναι τοῦ τὸ καλὸν εἰδέναι καὶ πονηρόν. εἰ γὰρ ξύλον αὐτὸ γνώσεως ἡ ἁγία κατονομάζει γραφή, ἀλλ' οὐ διὰ τοῦτο καὶ τοιαύτην αὐτὸ κεκτῆσθαι δύναμιν εἴπωμεν. ἀλλ' ἐπειδὴ περὶ αὐτὸ γέγονε τῆς ἐντολῆς ἡ παράβασις, καὶ ἐξ ἐκείνου λοιπὸν ἐπεισῆλθε τῆς ἁμαρτίας ἡ γνῶσις καὶ αἰσχύνη, διὰ τοῦτο τὴν ἐπωνυμίαν ταύτην ἐδέξατο. ἔθος γὰρ τῇ ἁγίᾳ γραφῇ ἐκ τῶν συμβαινόντων πραγμάτων ἐπιτιθέναι καὶ τὰ ὀνόματα. καὶ ἄκουε τί φησιν ἐπὶ τούτοις ὁ χρυσορρήμων Ἰωάννης. ἐν ἐρήμῳ μία πηγὴ ὕδωρ ἀντιλογίας ἐκλήθη, οὐχ ὅτι τοιαύτην εἶχε φύσιν ὥστε τοὺς ἐξ αὐτῆς ἀρυομένους εἰς ἀντιλογίας εὐθὺς μετατρέπεσθαι· εἰ γὰρ τοῦτο ἦν, καὶ αὐτὸς Μωσῆς ἐξ ἐκείνης πιὼν ἀντεῖπεν ἂν τῷ θεῷ. καθάπερ οὖν ἡ πηγὴ ἐκείνη οὐ παρὰ τὴν οἰκείαν φύσιν, παρὰ δὲ τὴν ἐπ' αὐτῇ γενομένην ἀπείθειαν τοῦ λαοῦ ὕδωρ ἀντιλογίας ἐκλήθη, οὕτω καὶ τὸ φυτὸν ἐκεῖνο τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ οὐ γνῶσιν εἶχεν, ἀλλ' ὅτι πᾶς ἁμαρτάνων εἰς γνῶσιν ἔρχεται τοῦ εἰδέναι ὅτι καλὸν μὲν τὸ ὑπα195 κούειν κακόν δὲ τὸ παραβαίνειν ἐστίν. ὅθεν καὶ τοιαύτην ἐπωνυμίαν, ὡς ἔφημεν, ἐκ τῶν ἐν αὐτῷ συμβεβηκότων ἔσχηκεν ὕστερον.» Τοῦ Ἀδὰμ δὲ φθορᾷ καὶ θνητότητι περιπεσόντος μετὰ τὴν παράβασιν, εἶπεν ὁ θεός ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν.» πρόσεχε δέ, ἀγαπητέ. ἄλλοι μὲν εἰρωνικῶς ἔφασαν τουτονὶ τὸν λόγον εἰπεῖν τὸν θεόν· θεώσεως γὰρ ἔρωτα σχὼν ὁ Ἀδάμ, καὶ ὧν ἀγαθῶν μέτοχος ἦν ἀθλίως ἐξέπεσε καὶ θνητὸς ὁ ἀθάνατος γέγονεν. ἕτεροι δὲ προληπτικῶς τὸ τοιοῦτον ῥητὸν κατὰ τὸ ἰδίωμα τῆς γραφῆς ἐξέλαβον, λέγοντες ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν,» τουτέστιν ὀψέ ποτε γενήσεται εἷς ἐξ ἡμῶν ἄνθρωπος ὅμοιος τῷ Ἀδάμ. τοῦτο προληπτικῶς, ὡς ἔφημεν, εἴρηται κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ἥτις εἴωθε τὰ μέλλοντα γενέσθαι ὡς ἤδη παρόντα ἢ καὶ γεγονότα διαγορεύειν, καθὰ καὶ ἐπὶ τῆς προμήτορος εἰρημένον εὑρίσκομεν. μήπω καὶ γὰρ αὐτῆς παραχθείσης λέγει ὅτι ἐποίησε τὸν ἄνθρωπον· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, εἰ καὶ καθ' ἕτερον νοῦν ὁ θειότατος Ἀναστάσιος τὸ τοιοῦτον ἐνόησε θεῖον ῥητόν. ἐν γὰρ τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ καὶ τάδε περὶ τούτων λέγων εὕρηται. διπλῆ τίς ἐστιν ἡ τῆς φύσεως ἡμῶν κατασκευη, ἥ τε πρὸς τὸ θεῖον ὡμοιωμένη καὶ ἡ πρὸς τὴν διαφορὰν ταύτην τῶν σχημάτων 196 διῃρημένη τελευταῖον κατασκευασθεῖσα.» καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὴν ἁγίαν ἐπιφέρει γραφὴν ὁ θεῖος οὗτος ἀνήρ, ὥστε τὸ δόγμα τοῦτο γενέσθαι σαφέστερον. λέγει γάρ καὶ ἐποίησε τὸν ἄνθρωπον· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. πρώτη ποίησις αὕτη, ἁπλῆ, μονότροπος, ἄζυγος, μὴ ἔχουσά τινα διαφοράν. καὶ κατ' εἰκόνα γὰρ θεοῦ ἐποίησεν αὐτόν. δευτέρα δὲ ποίησις, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.» ὅτι δὲ ταῦτα οὕτως ἔχει, δῆλον ἐκ τῶν ῥημάτων αὐτῶν. ἐκεῖ μὲν εἶπεν αὐτόν, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· ἐνταῦθα δὲ εἶπεν αὐτούς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. πρόσεχε δέ. ἐπειδὴ ἡ ἁγία γραφὴ προλαβοῦσα εἶπε κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν,» εἶτα, μετὰ τὴν αὐτοῦ δηλαδὴ ποίησιν, ἐπήγαγεν ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς,» ἔδειξε προφανῶς ὅτι ἄλλη ποίησις ἐκείνη καὶ ἑτέρα ποίησις αὕτη, ἡ μὲν τὸ τοῦ δημιουργοῦ παριστῶσα φιλότιμον (κατ' εἰκόνα γὰρ θεοῦ ἐποίησεν αὐτόν), ἡ δὲ τὴν τῶν σχημάτων ὑπεμφαίνουσα διαφοράν (ἄρσεν γὰρ καὶ θῆλυ ἐποίησεν αὐτούς). δοκεῖ μὲν οὖν ὁ λόγος οὑτοσὶ φορτικός, ἀλλὰ τοῖς ἑπομένοις τῷ ἰδίῳ λογισμῷ. τοῖς γὰρ ἐκζητοῦσι τὰς ἱερὰς τῶν πατέρων γραφὰς καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι καὶ̀ σαφὴς ὁ τοιοῦτός ἐστι. καὶ ἄκουε τί φησιν ὁ τὰ θεῖα σοφὸς Ἀναστάσιος. τοῖς γὰρ προειρημένοις καὶ τάδε προσέθετο, σα197 φηνίσαι θέλων ἐκ πολλῶν τὸ λεγόμενον. δευτέρα κτίσις ἐστὶ τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος προσκατασκευασθεῖσα τῷ πλάσματι, τῷ κατὰ τὴν πρώτην δηλονότι γεγενημένῳ κατ' εἰκόνα θεοῦ, ἐν ᾧ διαφορὰ σχημάτων οὐκ ἦν, ὅτι μηδὲ ἐν τῇ θείᾳ καὶ μακαρίᾳ εἰκόνι τοιοῦτόν τι ἐπινενόηται.» εἰ δὲ ταῦτα οὕτως ἔχει, λέγειν οὖν εὔλογον ὅτι ἐκ προγνώσεως ὁ θεὸς τοιαύτην ἀπ' ἀρχῆς κατασκευὴν δέδωκε τῷ Ἀδάμ, εἴ γε τῆς δευτέρας ἐστὶ κτίσεως ἡ τοιαύτη τῶν σχημάτων διαφορά, ἣν δὴ καὶ ἀναγκαίως ἐπήγαγε μετὰ τὴν πρώτην, ὡς εἴρηται, ποίησιν· οὐδὲ γὰρ ἠγνόει τὸ συμβησόμενον. καὶ πρόσχες, εἰ βούλει, τῷ Δαμασκηνῷ Ἰωάννῃ περὶ τοῦ πρώτου ἀνθρώπου λέγοντι εἰδὼς δὲ ὁ προγνώστης θεὸς ὅτι ἐν παραβάσει γενήσεται καὶ ὅτι φθορᾷ ὑποπεσεῖται, διὰ τοῦτο παράγει τὸ θῆλυ ἐξ αὐτοῦ.» ὥστε εἰ μὴ τῆς ἀγγελικῆς ἐξέπιπτε βιοτῆς, οὐκ ἂν ἡ τῶν σχημάτων αὕτη προσκατεσκεύαστο διαφορά, ὅτι μηδὲ χρείαν εἶχε ταύτης ὁ κατ' εἰκόνα γεγενημένος θεοῦ πρός γε τὴν ἐκ διαδοχῆς τοῦ γένους σύστασιν, ἅτε κατὰ τοὺς ἀγγέλους, ὡς ἄνω διείληπται, μέλλων πληθύνεσθαι. ἀλλ ἐπαναληπτέον κἂν αὖθις τὸν λόγον. Θεία μετὰ τὴν παράβασιν πρὸς τὸν ὄφιν ἀπόφασις ἐπι τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ.» ἐπειδὴ καρδίαν ἠπάτησας καὶ κοιλίαν ἔπεισας ἅψασθαι βρωμάτων, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ. οὐδὲ γὰρ ὡς πόδας κεκτημένου τὸ πρό198 τερον, καθὰ Ἰώσηπός τέ φησι καὶ ἡ λεγομένη Λεπτὴ Γένεσις, νῦν ἀποφαίνεται τὸν ἐπὶ τῇ κοιλίᾳ περίπατον. ἀλλ' ἐπειδὴ κατὰ τὸν χρυσορρήμονα Ἰωάννην ἀπὸ τοῦ ὀρθίου σχήματος τοιαύτην ἄδειαν ἔσχεν ὥστε πρὸς τὸ οὖς τῇ Εὔᾳ πλησιάσαι καὶ περὶ τοιούτων διαλεχθῆναι, τῇ γῇ καὶ πάνυ δικαίως ἐπισύρεσθαι κατεδικάσθη. εἰ γὰρ καὶ ἄπους ἐξ ἀρχῆς διεπέπλαστο, ἀλλὰ κύκλοις τινῶν κάτωθεν ἑλιγμῶν ἐνορθούμενος τεταμένοις τοῖς στήθεσιν ἵππευσε. διὸ καὶ νῦν ὁ ὄφις πολλάκις θυμούμενος ἀνίστησιν ἑαυτὸν καὶ κυκλικῶς ἑλισσόμενος τρέχει. προβὰς δὲ ὅσον δεῖξαι τοῦ παλαιοῦ βαδίσματος τὴν μνήμην, πάλιν τῷ τῆς ἀποφάσεως καταβάλλεται νόμῳ. ὅρα δὲ νουνεχῶς ὅτι τοσοῦτόν ἐστι βαρὺ τό τινα καθ' ἑαυτὸν ἁμαρτάνειν, ὅσον ἄρα τὸ καὶ ἑτέρους ἐνάγειν εἰς ἁμαρτίαν. κατὰ τοῦτο καὶ βαρυτέραν ὑπέστη τῆς Εὔας τὴν κόλασιν. ἡ Εὔα πάλιν τοῦ Ἀδάμ, ὅτι τὸν Ἀδὰμ ἠπάτησεν ἡ Εὔα καὶ τὴν Εὔαν ὁ ὄφις. Ἀλλ' ἐκ τούτου νοερᾶς μετέχειν ψυχῆς καὶ τὰ ἄλογα οἱ Μανιχαῖοι ἐνόμισαν· εἰ μὴ γὰρ τοῦτο ἦν, ὡς ἐκεῖνοί φασιν, οὐκ ἂν ἐτιμώρησε τὸν ὄφιν ὁ θεός, οὐκ ἂν ἀρᾷ καθυπέβαλεν. ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. καὶ δῆλον ἐξ ων ὁ προφήτης λέγει Δαβίδ μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, 199 οἷς οὐκ ἔστι σύνεσις.» ἄλλως τε εἰ διὰ τὸ τιμωρηθῆναι τὸν ὄφιν δοκοῦσι καὶ τὰ ἄλογα νοερᾶς μετέχειν ψυχῆς, τὸ κωλῦον πάντως οὐδὲν μὴ καὶ ἐπ' αὐτῶν τῶν φυτῶν τὸ τοιοῦτον δόγμα κρατεῖν, εἴ γε τὴν συκῆν ἀρᾷ καθυπέβαλεν ὁ Χριστός, ἡνίκα πεινάσας οὐχ εὗρεν καρπὸν ἐν αὐτῇ. ὑποβάλλει τοίνυν ὁ θεὸς τὸν ὄφιν κατάρᾳ, ἵνα κἂν τὸν διάβολον οὐ βλέπῃ τις τί ἔπαθε, τὸν ὄφιν ἀεὶ βλέπων συρόμενον τόν ποτε διανεστηκότα, ὡς ὁ χρυσορρήμων φησίν, ὑπόμνησιν λάβῃ ὅτι εἰ ὁ ὑπουργὸς τῆς κακίας ἐπὶ τοσοῦτον κολάζεται, περὶ τοῦ πρωταιτίου τί χρὴ καὶ λέγειν. τιμωρεῖται τὸν ὄφιν ὁ θεὸς τοιοῦτόν τι ποιῶν ὁποῖον δὴ καὶ φιλόστοργος πατήρ. οὐ μόνον γὰρ τὸν φονέα τοῦ υἱοῦ αὐτοῦ τιμωρεῖται, ἀλλὰ καὶ τὸ τοῦ φόνου ὄργανον συνθλάττει τε καὶ εἰς πολλὰ κατατέμνει. αὐτός σου τηρήσει τὴν κεφαλήν.» οὐκέτι, φησί, πρὸς ἐπιβουλάς, ω ὄφι, ἀνθρώπων παρρησιάσῃ καθὰ δὴ καὶ τὸ πρότερον, ἀλλὰ σὺ μὲν τοσοῦτον ἕξεις τῶν ἀνθρώπων τὸν φόβον ὥστε περιπατούντων καὶ ἐκείνων ἀκούων φωλεοῖς ἐγκατακρύπτειν ἑαυτόν. Ὁ μὲν οὖν μέγας Μακάριος ἐν ἐπιστολαῖς αὑτοῦ περὶ τοῦ διαβόλου φησὶν ὅτι ἅμα τῷ ἐκπεσεῖν τῇ γεέννῃ παραδοθῆναι ἔμελλεν, ἀλλ' εἰάθη πολεμεῖν, ἵνα φανῶσιν οἱ τοῦ 0 Χριστοῦ στρατιῶται· ἀντιδίκου γὰρ μὴ προκειμένου οἱ γνήσιοι στρατιῶται τοῦ βασιλέως οὐ φανεροῦνται. ὅθεν ὡς καταδικώτερος σφοδροτέραν εὑρήσει τὴν κόλασιν. ὁ δὲ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν ἑρμηνείᾳ καὶ τά- δε περὶ τοῦ διαβόλου διέξεισι. τάχα γὰρ πρὸ τοῦ κτισθῆναι τὸν ἄνθρωπον τόπος τῆς μετανοίας καὶ τῷ διαβόλῳ ὑπελείπετο, καὶ ἠδύνατο ὁ τῦφος, εἰ καὶ ἀρχαιότερον νόσημα ἦν, ὅμως διὰ τῆς μετανοίας ἑαυτὸν ἐξιασάμενος ἀποκαταστῆσαι αὐτὸν εἰς τὸ ἐξ ἀρχῆς. ἀφ' οὗ δὲ τοῦ κόσμου ἡ κατασκευὴ καὶ τοῦ παραδείσου, καὶ ὁ ἄνθρωπος ἐν αὐτῷ, καὶ ἐντολὴ καὶ φθόνος τοῦ διαβόλου καὶ φόνος τοῦ τετιμημένου, ἀποκέκλεισται αὐτῷ καὶ ὁ τόπος τῆς μετανοίας. εἰ γὰρ ὁ Ἠσαῦ μετανοίας τόπον οὐχ εὗρε τὰ πρωτοτόκια ἀποδόμενος, τίς τόπος ὑπολέλειπται μετανοίας τῷ τὸν πρωτόπλαστον ἀποκτείναντι Ἀδὰμ καὶ ἐκείνου τὸν θάνατον εἰσενεγκόντι;» ἀλλὰ καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος εἰς ἐπιστροφήν, ὡς ἔοικεν, ἕλκων καὶ τοὺς λίαν ἀπεγνωσμένους, καὶ τάδε κατὰ ῥῆμα φησίν. εἰ Μανασσῆν ὁ θεὸς διὰ μετανοίας ἐδέξατο, τάχα τολμῶ εἰπεῖν ὅτι καὶ τὸν διάβολον μετανοοῦντα ὁλοψύχως δέξεται.» καλῶς δὲ εἶπεν ὅτι τολμῶ εἰπεῖν· ὅρα γὰρ ὅτι καὶ ὁ Δαμασκηνὸς Ἰωάννης οὐ δίδωσι τῷ διαβόλῳ μετάνοιαν. λέγει καὶ γὰρ ὅτι ὅπερ ἐστὶ τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς ἀγγέλοις 1 ἡ ἔκπτωσις· μετὰ γὰρ τὴν ἔκπτωσιν οὐκ ἔστιν αὐτοῖς μετάνοια, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ θάνατον. οὐκ ἐνεδόθη δὲ καὶ τοῖς ἐκπεσοῦσιν ἀγγέλοις μετάνοια, ὡς ὁ Νεμέσιός φησιν, ὅτι καὶ ἀσώματος ἡ φύσις αὐτῶν· ὁ γὰρ ἄνθρωπος διὰ τὴν τοῦ σώματος ἀσθένειαν τῆς μετανοίας ἔτυχεν. ἀλλ' ἔμοιγε τέως ὁ λόγος οὗτος ὃς ἐπὶ τῷ Ἀδὰμ οὐκ ἔστιν ἀποδοχῆς ἄξιος. οὐδὲ γὰρ ὑπὸ σωματικῶν ἐπιθυμιῶν ἡττηθεὶς ὁ Ἀδὰμ εὑρέθη παραβάτης τῆς ἐντολῆς (ἄπαγε τῆς Ὠριγένους φρενοβλαβείας) ὅτι μηδὲ χώραν εἶχον αὗται πρὸ τῆς παραβάσεως ἐν αὐτῷ. καὶ τί χρὴ πολλὰ λέγειν; αὐτὸς ὁ Ἀδὰμ ἐκβληθεὶς τοῦ παραδείσου καὶ ἀπέναντι καθίσας αὐτοῦ παρ' ὅλην ἐθρήνει τὴν ζωὴν αὐτοῦ. ἐφ' ᾧ κάμπτεται ὁ θεός, καὶ πάντα ποιεῖ καὶ πάσχει δι' αὐτόν. ὁ δὲ διάβολος ἐκπεσὼν οὐ μόνον οὐκ ἐθρήνησεν, ἀλλὰ καὶ κατὰ τοῦ πλάσματος ἐλύττησε θεοῦ, καὶ τὸν θεὸν αὐτὸν διέβαλε πρὸς τὸν Ἀδάμ. λοιπὸν μετὰ τὴν ἁμαρτίαν οὕτω διατεθέντα μετανοίας ἐπιτυχεῖν πάντως ἀμήχανον. Ἄκουε δὲ καὶ τί φησιν ὁ Θεοδώρητος ἐν τῇ Θεραπευτικῇ αὐτοῦ περὶ τούτου. ἐπαρθεὶς ὁ διάβολος λέγεται πεπτωκέναι, εἶτα κατὰ τῶν ἀνθρώπων ὡς εἰκόνι θεοῦ τετιμημένων λυττῆσαι, καὶ τὸν κατὰ τούτων ἀναδέξασθαι πόλεμον, τὸν δὲ 2 ποιητὴν τῇ τῶν ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τὸ τῶν ἀνθρώπων γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος, ἀοράτως ἐπιών, ἀδεῶς διαφθείρῃ οὓς διὰ φθόνον ἐμίσησεν. οὐκοῦν ὁ φθόνος οὗτος, μάλιστα δὲ ἡ ἔπαρσις αὐτοῦ καὶ ἀπόνοια (καὶ νῦν γὰρ ὑπ' αὐτὸν ἀρχαὶ καὶ ἐξουσίαι, ὡς ὁ Παῦλος φησί), πρὸς τούτοις δὲ ἡ ἀπόγνωσις (εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἔλεγον ὅτι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς) μετανοεῖν τὸν ἀποστάτην οὐκ ἐᾷ. Πρὸς τοῖς εἰρημένοις εἰδέναι σε καὶ τοῦτο βούλομαι, ὅτι ὁ ἀποστάτης οὗτος διάβολος ἐν ταῖς ἀγγελικαῖς δυνάμεσι πρωτοστάτης ἦν, ἀγαθὸς παρὰ θεοῦ γενόμενος καὶ μηδὲν ἴχνος κακίας ἢ πονηρίας ἐν ἑαυτῷ φέρων. πάντα γὰρ ὅσα ἐποίησεν ὁ θεὸς καλά, καὶ καλὰ λίαν. κακὸν δὲ οὐδὲν ἐποίησεν ὁ θεός. τὸ γὰρ κακὸν οὐδὲν ἄλλο ἐστὶν ἢ τοῦ καλοῦ ἀναχώρησις, ὥσπερ οὖν καὶ τὸ σκότος οὐδὲν ἄλλο ἐστὶν ἢ φωτὸς στέρησις. καλῶς οὖν εἶπεν ὁ λόγος ὅτι τοῦ κακοῦ ποιητὴς οὐκ ἔστιν ὁ θεός. οὐχὶ δὲ τῶν μὴ ὄντων. εἰ γὰρ τὰ καλὰ παραχθῆναι λέγεται παρὰ θεοῦ, ταῦτα καὶ ὄντα πάντως εἰσί. τὸ δὲ κακὸν ἐπειδὴ οὐ παρήχθη παρὰ θεοῦ, οὐδὲ ὄν ἐστι. τοῦ κακοῦ λοιπὸν οὐκ ἔστι ποιητὴς ὁ θεός, εἴγε τῶν μὴ ὄντων, ὡς ἔφημεν, οὐκ ἔστι ποιητής, λέγεται δὲ μὴ εἶ3 ναί τι τὸ κακόν, ἐπειδὴ ἀνυπόστατον καὶ ἐφ' ἑαυτοῦ μὴ ὑφέστηκε. Τοιοῦτος οὖν ἤγουν ἀγαθὸς ὑπὸ θεοῦ παραχθεὶς ὁ διάβολος τῆς περιγείου τάξεως καὶ τῆς γῆς ἐνεχειρίσθη τὴν φυλακὴν παρ' αὐτοῦ. μὴ ἐνέγκας δὲ τόν τε φωτισμὸν καὶ τὴν τιμὴν ἣν ὁ θεὸς αὐτῷ ἐχαρίσατο, ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐτράπη, καὶ ἐπήρθη κατὰ τοῦ πεποιηκότος αὐτὸν θεοῦ· θήσω» καὶ γὰρ εἶπε τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.» ἔνθεν τοι καὶ ὡς ἀστραπὴ κατὰ τὴν τοῦ κυρίου φωνὴν ἐκ τοῦ οὐρανοῦ κατὰ γῆς ἔπεσε. συναπεσπάσθη δὲ αὐτῷ καὶ συνέπεσε πλῆθος ἄπειρον τῶν ὑπ' αὐτὸν τεταγμένων ἀγγέλων. τοῦτο δὲ καὶ ὁ προφήτης Ἡσαΐας ἔδειξεν οὕτως εἰπών πῶς ἐξέπεσεν ὁ Ἑωσφό- ρος ὁ τὸ πρωῒ ἀνατέλλων, καὶ συνετρίβη εἰς τὴν γῆν;» Ἑωσφόρον δὲ αὐτὸν ἐκάλεσεν δι' ἣν ἀπὸ θεοῦ ἔσχε λαμπρότητα. τούτοις οὖν ἀκολούθως καὶ τῷ θεολόγῳ Γρηγορίῳ διείληπται. Ἑωσφόρον γὰρ αὐτὸν εἶπε διὰ τὴν λαμπρότητα, σκότος δὲ διὰ τὴν ἔπαρσιν καὶ γενόμενον καὶ λεγόμενον. ἔκτοτε δὲ οἱ ἀκάθαρτοι δαίμονες τὸν καθ' ἡμῶν ἀνεδέξαντο πόλεμον. οὐδὲ γὰρ ἀνέχονται τοὺς ἀνθρώπους ὁρᾶν ἐκεῖσε σπεύδοντας ἀνελθεῖν ὅθεν κακοβούλως ἐξέπεσον, ὡς ὁ μέγας φησὶ Βασίλειος. δοχεῖα καὶ γὰρ πάσης ὄντες κακίας καὶ τὴν τοῦ φθό4 νου νόσον ἐδέξαντο. οὐδὲ γὰρ ἐχθρὸς ἡμῖν ὁ διάβολος ἐκτίσθη παρὰ θεοῦ, ἀλλ' ἐκ ζηλοτυπίας ἡμᾶς πολεμεῖ. ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων καταρριφέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον ἐπὶ τὴν ἄξιαν τῶν ἀγγέλων διὰ προκοπῆς ἀνυψούμενον. καὶ μία μὲν παρά γε τοῖς ἀγγέλοις καὶ τοῖς δαίμοσιν ἡ οὐσία, οὐχὶ δὲ καὶ ἡ προαίρεσις, καθὰ δὴ καὶ ἐπὶ ἀγαθῶν ἀνθρώπων καὶ πονηρῶν ἔστιν ἰδεῖν· μία μὲν καὶ παρ' αὐτοῖς ἡ φύσις ἐστίν, οὐ μὴν δὲ καὶ γνώμη καὶ θέλησις ἡ αὐτή. Καὶ τὸ μὲν ὀρθόδοξον τῆς ἐκκλησίας φρόνημα τοῦτον ἔχει τὸν τρόπον· οἱ δὲ τῶν Ἑλλήνων σοφοί, Πορφύριος καὶ Ἰάμβλιχος, διαφέρειν τοὺς δαίμονας κατὰ τὴν οὐσίαν λέγουσι, καὶ ἀλόγους τινὰς αὐτῶν καὶ ὑλαίους εἶναι, ἐμπίπτειν δὲ αὐτοὺς ἡμῖν οὐχ ὡς δυσμενεῖς ἀλλ' ὡς ἡμῶν κολαστάς. ἀλλὰ καὶ προγινώσκειν αὐτοὺς καὶ τὸ μέλλον εἰδέναι λέγουσι, πλὴν οὐχὶ πάντας· τοὺς μὲν γὰρ τὰ ἄνω λαχόντας δαίμονας ἀληθεύειν παντάπασι, τοὺς δὲ ταρταρωθέντας ψευδεῖς εἶναί φασι, τοὺς δὲ περιγειοτέρους καὶ μέσους λοξοὺς εἶναι καὶ ἀμφιβόλους λέγουσιν. ἀλλ' ἡμῖν οὐχ οὕτω δοκεῖ. ἐὰν γὰρ οἱ φωτεινοὶ ἄγγελοι τὸ τῆς προγνώσεως οἴκοθεν οὐκ ἔχωσι χάρισμα (καὶ γὰρ ἐκεῖνα προλέγουσι, καθὰ δὴ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης φησίν, ὅσα ἂν αὐτοῖς ἀποκαλυφθῆναι πα5 ρὰ θεοῦ φθάσωσι), πολλῷ μᾶλλον οἱ ἀκάθαρτοι δαίμονες προλέγειν οὐ δύνανται. προγνώστης γὰρ καὶ καρδιογνώστης μόνος ὁ θεός. καὶ πείθου τῷ θείῳ Δαβὶδ πρὸς τὸν θεὸν οὕτω λέγοντι σὺ γινώσκεις τὰς καρδίας μονώτατος.» Ἀλλὰ ταῦτα μέν, ἀγαπητέ, κατ' ἐπιτομὴν ὁ λόγος διῆλθέ σοι. καὶ μὴ δυσχέραινε τούτου ἕνεκεν ἅτε φιλομαθὴς ὤν· ἀλλαχοῦ γάρ, οἶδας, ἐσχεδιάσθη σοι τὰ περὶ τούτων πλατύτερον. Λέγει γὰρ ἡ γραφή καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε.» πρόσεχε, ἀγαπητέ, τῷ μεγάλῳ κἀνταῦθα Βασιλείῳ. φησὶ γὰρ διὰ τί δὲ καὶ ἦν ἐν παραδείσῳ τὸ ξύλον τῆς βρώσεως; εἰ μὴ γὰρ ἦν αὐτό, οὐκ ἂν ἡμᾶς ὁ διάβολος ἀπατήσας εἰς θάνατον κατήγαγεν. ἔδει εἶναι ἐντολὴν τὴν δοκιμάζουσαν ἡμῶν τὸ ὑπήκοον. διὰ τοῦτο ἦν φυτὸν ὡραίων καρπῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν. καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δέ γε Νύσσης ὑψηλότερον ἐκλαμβάνει τὰ περὶ τούτου, καὶ οὕτω φησί. προδείκνυσιν ὁ ὄφις τὸν πονηρὸν τῆς ἁμαρτίας καρπόν, οὐχ ὡς ἔχει φύσεως (οὐ γὰρ ἠπατήθη ὁ ἄν θρωπος τῷ προδήλῳ κακῷ), ἀλλὰ διά τινος ὥρας τὸ φαινόμενον ἀγλαΐσας, καί τινα κατὰ τὴν αἴσθησιν ἡδονὴν ἐγγοητεύσας τῇ γεύσει, πιθανὸς ἐφάνη τῇ γυναικί. τούτῳ τῷ τρόπῳ τὸν ἄνθρωπον ὁ διάβολος εἴωθεν ἀπατᾶν. καὶ εἰ μὴ διόλου νήφων ὁρᾶται, οὐκ ἂν ἐκφύγῃ τὰς αὐτοῦ μηχανάς, οὐκ ἂν εὑρεθείη τῶν παγίδων ἀνώτερος. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ Λεπτὴ Γένεσις λέγει τὸν Ἀδὰμ ἀπροόπτως ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν, καὶ μὴ προσχεῖν ὅλως τῷ λόγῳ τῆς Εὔας, ὅτι λειποθυμῶν ἦν ἀπό τε μόχθου καὶ πείνης. ἀλλὰ ταῦτα μέν, ἀγαπητέ, σιωπᾶν ἄμεινον, ὅτι καὶ σιωπῆς, ὡς προείρηται, τυγχάνουσιν ἄξια. εἰ μὴ βούλει καὶ σὺ λέγειν ὅτι γυναῖκα ἔλαβεν ὁ Ἀδάμ, ἵνα μὴ ἐφ' ἕτερα τῶν ζώων τραπήσεται. ὁ ὄφις ἀπὸ κτήνους ἑρπετὸν ἐγένετο, χεῖράς τε καὶ πόδας ἐκέκτητο. ἀφῃρέθη δὲ ταῦτα διὰ τὸ τολμηρῶς εἰς τὸν παράδεισον εἰσελθεῖν, καὶ διὰ τὸ πρῶτος ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν. ὁ Ἀδὰμ ἀπεσόβει τὰ πετεινὰ καὶ ἑρπετά, συνῆγε τὸν καρπὸν ἐν παραδείσῳ, καὶ σὺν τῇ γυναικὶ αὐτοῦ ἤσθιεν αὐτόν. ταῦτα μὲν οὖν, ἵνα μὴ λέγω, καὶ ἔτι πολλῷ πλείονα τούτων, ἡ Λεπτὴ διέξεισι Γένεσις. ἀλλ' ἄφες αὐτά. τοῖς γὰρ ὁπωσοῦν ἐγκύπτουσι τῇ ἁγίᾳ γραφῇ γέλως ἄντικρυς δοκοῦσι καὶ παίγνια.