Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
217.1.1
Φυσικῶς μὲν οὖν, ὡς προείρηται, καὶ διοικεῖσθαι τὸ ἡμέτερον σῶμα καὶ διεξάγεσθαι συγκεχώρηται πάντως παρ' αὐτοῦ τοῦ δεσπότου τῆς φύσεως. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ τῆς ζωῆς ἡμῶν σύστασις καὶ ἀέρος ἔχρῃζε καθαροῦ καὶ ὑδάτων διειδῶν τόπου τε ὑγιεινοῦ καὶ καταλλήλων ὡσαύτως βρωτῶν καὶ ποτῶν. ἀλλ' ὅρα τὴν τοῦ θεοῦ σοφίαν, ἀγαπητέ, εἴ γε καὶ φυσιολογίας μικρὸν ἅψασθαι. ἵνα γὰρ μὴ τὰ καιριώτατα τοῦ σώματος ἡμῶν μόρια καὶ ταῖς τυχούσαις προφάσεσι καταβλάπτωνται, πολυτρόπως, ὡς προείπομεν, καὶ πολυειδῶς ἠσφαλίσατο. αὐτίκα γὰρ τὴν κεφαλὴν ἡμῶν, ἅτε δὴ τὸν ἐγκέφαλον αὐτὸν περιέχουσαν ἐν ᾧ τὰ τῆς ζωῆς ἡμῶν περιείληπται, καὶ θριξὶ κατωχύρωσε καὶ ὀστέοις πρὸ τούτων στερροῖς. ἁπαλὸν δὲ ἡ φύσις τοῦτον ἐποίησεν, ἐπειδὴ ταῖς αἰσθήσεσι πάσαις αὐτὸς χορηγεῖ τὰς πηγάς. ἵνα δὲ μὴ τῇ στερρότητι τῶν ὀστῶν συντριβόμενος περὶ τὴν οἰκείαν βλάπτηται φύσιν, ἁπαλὸς καὶ γάρ, δυσὶ μήνιγξιν αὐτὸν περιέλαβε, καὶ ταύταις οὐχ ἁπλῶς, ἀλλ' ἁπαλῇ μὲν οὔσῃ τῇ ἔσωθεν διά γε τὴν τοῦ ἐγκεφάλου ἀνάπαυσιν, στερροτέρᾳ δὲ πάλιν τῇ ἔξωθεν, ὡς ἐντεῦθεν ἄμφω φυλάττεσθαι· οὕτω μὲν οὖν καὶ ἐπὶ τῆς καρδίας ἐποίησε, καθὰ δὴ καὶ ὁ χρυσορρήμων Ἰωάννης φησίν, ὀστέοις μὲν περικυκλώσας, παραθεὶς δὲ αὐτῇ καθάπερ ἁπαλὸν στρῶμα τὸν πνεύμονα, ἵνα μὴ τῇ ἀεικινησίᾳ καὶ αὕτη τοῖς ὀστέοις συντρίβηται. ἀλλὰ πολ218 λαχόθεν ἔχειν ῥαφὰς πολλῆς ἀσφαλείας ὑπόθεσις· ἐξατμίζεται γὰρ ἐκεῖθεν αὐτός, ὥστε μὴ συμπνίγεσθαι ὑπὸ τῶν ἀναφερομένων ἀτμῶν. πληγή τε εἴ τις ἐπενεχθείη ποτέ, οὐχ ὁλοσχερῶς ἡ βλάβη γίνεται· εἰ μὲν γὰρ ἓν καὶ συνεχὲς ἦν τὸ ὀστοῦν, καὶ μία κατενεχθεῖσα πληγὴ τὸ πᾶν ἐλυμήνατο, εἰς πολλὰ δὲ νυνὶ διαιρουμένου γενέσθαι τοῦτο πάντως ἀμήχανον. εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἕν, ἀνάγκη πᾶσα τὸ κατ' ἐκεῖνο τὸ μέρος κείμενον ὀστοῦν παραβλάπτεσθαι, ἀσινῆ δὲ τὰ λοιπὰ πάντα διαφυλάττεσθαι, τοῦ συνεχοῦς τῆς πληγῆς διακοπτομένου τῇ τῶν ὀστῶν διαιρέσει. περὶ δὲ τῶν τῆς κεφαλῆς περιττωμάτων τί χρὴ καὶ λέγειν, εἴ γε τὰς ἐκκρίσεις αὐτῶν, ὡς ὁρᾷς, ἡ ὄσφρησις πεπίστευται. ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη αὕτη τοῦ σώματος ὑποδέχεσθαι εἴωθεν, ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ ἐγκεφάλῳ τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ἁπάντων ποιητής, ἀλλὰ πόρους τινὰς ἐν τοῖς ὀστέοις ἐργασάμενος τὰ ὑγρὰ καὶ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῴαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντόμως τὸ βλαβερὸν ἐκφορῆται. τὸ δέ γε ἀτμῶδες περίττωμα διὰ τῶν τοῦ κρανίου ῥαφῶν ἄνωθεν ἐξωθεῖται. μὴ θαύμαζε εἴ γε ψυχρός ἐστιν ὁ ἐγκέφαλος φύσει, καὶ ὅτι μείζονα τοῦτον ὁ ἄν219 θρωπος ἢ τὰ λοιπὰ ζῶα κέκτηται. τὴν γὰρ ἐν τῇ καρδίᾳ θερμότητά τε καὶ ζέσιν χωρεῖν ἐπὶ τὸ εὔκρατον ἐντεῦθεν ὁ Ἀριστοτέλης φησίν, αὐτὸν δὲ αὖ τὸν ἐγκέφαλον μὴ ὑπερθερμαίνεσθαι τῇ ἀναφερομένῃ θερμότητι. ὅρα δὲ νουνεχῶς· ἐπειδὴ γὰρ ἡ τοιαύτη θερμότης μείζων ἐστί, μείζων ἄρα και ἡ ἐξ ἐγκεφάλου ψυχρότης τε ὁμοῦ καὶ ὑγρότης ἀντίκειται, ἧς ὑγρότητος ἕνεκα καὶ ὀψιαίτατα πήγνυται τὸ περὶ τὴν κεφαλὴν ὀστοῦν, ὃ δὴ καὶ βρέγμα καλοῦσι τινές. ἀλλὰ καὶ ῥαφὰς πλείους ὁ ἄνθρωπος κέκτηται, καὶ μᾶλλον ὁ ἀνήρ. τίνος ἕνεκεν; ὅτι καὶ πλείων ὁ ἐγκέφαλος αὐτῷ πρόσεστιν· ἵνα γοῦν ἔμπνους ὁ τόπος ᾖ, πλειόνων ὁ ἀνὴρ ἐδεήθη ῥαφῶν. καὶ ξηρὸς μὲν ὁ τοιοῦτος καὶ ἀπέριττος ὢν συνετόν τινα ποιεῖ καὶ νηφάλιον, κάθυγρος δὲ ὢν τἀναντία ποιεῖ, νωθρὸν δηλονότι καὶ ὑπνώδη καὶ ῥάθυμον. καὶ πρόσχες, εἰ βούλει, τῷ σοφῷ Ἡρακλείτῳ· ξηροτέρη ψυχὴ σοφωτέρη. ἐπὶ γὰρ τῶν ὑγρῶν κατακλυζόμενον οἱονεὶ τὸ ψυχικὸν πνεῦμα, καθάπερ καὶ ἐπὶ τῶν γυναικῶν ἔστιν ἰδεῖν, ἐνεργεῖν ἀρίστως οὐ δύναται. κατὰ γὰρ τοῦτο καὶ τῆς τῶν ἀνδρῶν εὐφυΐας καὶ ἐξ ἡμισείας ἀπολείπεσθαι τὸ θῆλύ φησιν ὁ θειότατος Κύριλλος. καὶ οὕτω μὲν ὁ λόγος περὶ τῶν κατὰ φύσιν ἐχόντων διέξεισιν. ἡνίκα δὲ ξηρότερος ἑαυτοῦ καὶ πλέον τοῦ δέοντος ὁ ἐγκέφαλος γένηται, παραπαίειν ἐξ ἀνάγκης ποιεῖ τὸν ἄνθρωπον. αἱ με2 γάλαι γὰρ δυσκρασίαι τὰς ἐνεργείας τῶν μορίων ἀμβλύνειν εἰώθασιν. ὅθεν ἡ ἀσιτία πολλάκις, ναὶ μὴν καὶ ἡ ἀγρυπνία, τὴν κατὰ φύσιν ἐπεκτείνουσα τοῦ ἐγκεφάλου ξηρότητα, ποιεῖν εἴωθε τοιαῦτα συμπτώματα. κατὰ γὰρ τοῦτο καὶ ὑγροτέρᾳ διαίτῃ κεχρῆσθαι τοὺς οὕτω διατεθέντας ἐπάναγκες· τὰ γὰρ διὰ ξηρότητα πάθη τῇ ὑγρότητι θεραπεύονται. ψυχρότερος δὲ πάλιν ἑαυτοῦ διά τινα νόσον γεγονὼς ὁ ἐγκέφαλος καὶ λήθην ἐπάγει καὶ μώρωσιν, κατὰ τοσοῦτον δὲ ὥστε καὶ τεχνῶν καὶ γραμμάτων καὶ τοῦ ὀνόματος πολλάκις αὐτοῦ μετὰ τὴν ὑγείαν ἐπιλελῆσθαι τὸν ἄνθρωπον. τρισὶ καὶ γὰρ ὑμέσι διῄρηται ὁ ἐγκέφαλος. καὶ ἡ μὲν ἡ ἐμπρόσθιος αὐτοῦ κοιλία ὄργανόν ἐστι τοῦ φανταστικοῦ, ἡ δὲ μέση κοιλία ὄργανόν ἐστι τοῦ διανοητικοῦ καὶ ἡ ἑτέρα πάλιν τοῦ μνημονευτικοῦ. πρότερον μὲν γὰρ φανταζόμεθα τόδε τὸ πρᾶγμα· μετὰ ταῦτα διαλογιζόμεθα τὸ φαντασθέν, τί τε καὶ ποταπὸν αὐτὸ τὴν φύσιν ἐστίν· εἶθ' οὕτως τῇ μνήμῃ τὸ τοιοῦτον ἐναποτίθεμεν. καὶ ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων καλῶς τε καὶ ὑγιῶς· ἀλλ' ἐπειδὰν ἓν ἐξ αὐτῶν πάθει τινὶ ὁπωσδή ποτε περιπέσῃ, τότε κατ' ἐκεῖνο τὸ μέρος ἡ ψυχὴ καθαρῶς ἐνεργεῖν οὐ δύναται. ταῦτα δέ, τέκνον, ὑποτίθημί σοι, ὅπως μὴ τοὺς τῶν ἀστέρων σχηματισμοὺς αἰτιάσει καθυποβάλλῃς, εἴ γε φυσικοῖς τισὶ λόγοις τὰ τοιαῦτα γίνεσθαι εἴωθε. 221 Ταῦτα μὲν ουν εἰ καὶ παρεκβατικώτερον εἴρηται, ἀλλὰ φιλομαθείας ἕνεκα πάντως τῆς σῆς. ἐφέσει καὶ γάρ, ὡς ὁρᾷς, τῇ σῇ χαριζόμενος, καὶ φιλοπόνως ταῦτα συνέλεξα καὶ φιλοτίμως τῷδε διείληφα τῷ συντάγματι. ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ. Γεννᾷ τοίνυν ὁ Ἀδὰμ τὸν Κάϊν, τὸν Ἄβελ, τὸν Σήθ, θυγατέρας δὲ δύο, καθά φησι Γεώργιος, τὴν Ἀζούραν, ἣν ὁ Κάϊν ἔλαβεν εἰς γυναῖκα, καὶ τὴν Ἀσουάμ, ἣν ἔλαβεν ὁ Σήθ· ὁ γὰρ Ἄβελ φονευθεὶς παρὰ τοῦ Κάϊν διὰ φθόνον ἀπῆλθε παρθένος. ἐφθόνει δὲ τῷ Ἄβελ ὁ Κάϊν, ὅτι προσέσχε ταῖς αὐτοῦ θυσίαις ὁ θεὸς μᾶλλον ἢ ταῖς τοῦ Κάϊν. ἀπεστρέφετο δὲ παρὰ τοῦ Κάϊν τὰ προσαγόμενα οὐχ ὅτι καρποὶ ἦσαν ἀπὸ τῆς γῆς, καθά φησιν ὁ παράφρων Ἰουλιανός, τὴν ζωοθυσίαν εὐμεθόδως εἰσάγων, ἀλλ' ὅτι ἄχρηστα ἦσαν. προσέσχε λοιπὸν τοῖς τοῦ Ἄβελ· ἀπὸ τῶν πρωτοτοκίων καὶ γὰρ ταῦτα, τουτέστι τῶν ἐξαιρέτων, ὡς ὁ χρυσορ222 ρήμων φησί. τὴν προαίρεσιν λοιπὸν καὶ ἀποδέχεται καὶ αὖ ἀποστρέφεται, οὐμενοῦν αὐτὰ τὰ προσαγόμενα. Ἀλλὰ πόθεν ὁ Κάϊν εἰς τοιαύτην ἦλθεν ἔννοιαν, ὥστε θυσίαν προσενεγκεῖν τῷ θεῷ; ἢ πάντως ἐκ τῆς ἐν τῷ συνειδότι αὐτοῦ γνώσεως, ὁ χρυσοῦς τὴν γλῶτταν φησί. καὶ πόθεν ὁ Κάϊν ἐπέγνω ὅτι οὐ προσέσχε τοῖς αὐτοῦ δώροις ὁ θεός; ἀπὸ τοῦ μὴ κατελθεῖν ἄνωθεν πῦρ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, καθάπερ ἐπὶ ταῖς τοῦ Ἄβελ γέγονεν· ἐπὶ γὰρ ταύταις κατῆλθε πῦρ καὶ ἠνάλωσεν αὐτάς, τὴν ἀποδοχὴν ἐντεῦθεν τοῦ θεοῦ παριστῶν. ἀλλὰ καὶ τοῦτο ζητοῦσιν ἐνταῦθα, διὰ τί κατ' ἀρχὰς πῦρ μὲν ἐξ οὐρανοῦ κατήρχετο καὶ τὰς προσαγομένας τῷ θεῷ θυσίας ἐπεβόσκετο, νυνὶ δὲ τοῦτο οὐ γίνεται. μὴ ταῖς τῶν ζώων θυσίαις ὁ θεὸς ἔχαιρεν; οὐχί· κατὰ γὰρ τὸν θειότατον Κύριλλον τύπος ἦν ἐκεῖνο τὸ πῦρ καὶ προεικόνισμα τοῦ παναγίου πνεύματος τοῦ κατιόντος μὲν ἀοράτως καὶ τὰς πνευματικὰς ἡμῶν θυσίας προσδεχομένου, καθὰ δὴ καὶ ἐπὶ τὸν Χριστὸν αὐτὸν κατῄει ἐν Ἰορδάνῃ τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὡς δεόμενον πνεύματος, ἀλλ' ἵνα μάθωμεν ὅτι καὶ ἐπὶ παντὶ βαπτιζομένῳ ἀοράτως τὸ πνεῦμα κάτεισι καὶ ἁγιάζει αὐτόν. εἰ δὲ καὶ νῦν, ἀγαπητέ, σημεῖα τοιαῦτα οὐχ ὁρᾷς, μὴ ἀπίστει· εἰ γὰρ καὶ ὄψεις ἐγένοντο κατ' ἀρχὰς αἰσθηταὶ διά γε τοὺς ἀνοητοτέρως ἐπικειμένους, 223 ὡς ὁ χρυσορρήμων Ἰωάννης φησί, καὶ μηδεμίαν ἔννοιαν ἀσωμάτου φύσεως δυναμένους λαβεῖν, ἀλλ' ἡμῖν αἰσθητῶν ὄψεων οὐκ ἔστι χρεία λοιπὸν ἀντὶ πάντων ἀρκούσης τῆς πίστεως· τὰ γὰρ σημεῖα, φησί, τοῖς ἀπίστοις, οὐ μὴν αὐτοῖς τοῖς πιστεύουσι. Καὶ ὁ μὲν Κάϊν, ἀγαπητέ, μεῖζον ἥμαρτεν ἢ ὁ Ἀδάμ. καὶ δῆλον ἐκ τῆς γεγονυίας πρὸς αὐτοὺς κατάρας τοῦ θεοῦ. ἐπὶ μὲν γὰρ τοῦ Ἀδὰμ ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σοῦ·» ἐπὶ δὲ τοῦ Κάϊν, ὀλεθρίου ὄντος τοῦ πλημμελήματος, αὐτὸς ὁ Κάϊν τὴν κατάραν ἐδέξατο. καὶ τούτου χάριν οὐδὲ ταχέως ἐπάγεται τούτῳ ὁ θάνατος, ἵνα καὶ τοῖς λοιποῖς διδάσκαλος γένηται. Πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. τοῦτο δὲ ἔλεγεν εἰς αὐτὴν ἀφορῶν τὴν πάρεσιν τῶν μελῶν. ἀλλὰ μὴ δέδιθι, ἔφη ὁ κύριος· ὁ γὰρ ἀποκτείνας σε ἑπτὰ ἐκδικούμενα παραλύσει, τουτέστιν ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει. καὶ περὶ μὲν τούτων οὕτως· ὁ δὲ Γεώργιος οἰκτρῷ θανάτῳ τελευτῆσαι τὸν Κάϊν φησίν. ὁ δὲ ἱερὸς Μεθόδιος Πατάρων φησὶν ὅτι ὁ Λάμεχ φονεύσας τὸν Κάϊν κατ' ἄγνοιαν (τυφλὸς γὰρ ἦν) θανάτῳ παρέδωκεν. ὅπερ ἀπίθανον· τίς γὰρ εἶδεν ὅτι ὁ Κάϊν διετέλει ζῶν κατὰ τοὺς χρόνους τοῦ Λάμεχ; ἄδηλον τοῦτο ἦν, ὅτι τῶν ἀπὸ τοῦ Κάϊν 224 οὐκ ἀναγράφει Μωσῆς ὥσπερ δὴ τῶν ἀπὸ τοῦ Σήθ. ἄλλως τε καὶ σημεῖον τοῦ θεοῦ δόντος τῷ Κάϊν τοῦ μὴ ἀναιρεθῆναι (σημεῖον δὲ νοητέον ἢ τὸν ὅρον αὐτὸν τοῦ θεοῦ ἢ τὸν τῶν μελῶν αὐτοῦ κλόνον) πῶς ἀνῃρέθη λοιπόν; Εἰ δὲ ζητεῖς πῶς τὰ ἔτη τῶν ἀπὸ τοῦ Κάϊν οὐκ ἀναγράφει Μωσῆς, ὁ μέγας Κύριλλος ἐν τοῖς γλαφυροῖς αὐτοῦ διδάξει σε λέγων ὅτι οὐ κατ' ἄγνοιαν τοῦ θεοῦ, ἀλλ' ὅτι τῶν ἁμαρτωλῶν τὰ ἔτη καὶ ἁπλῶς καὶ τὴν ζωὴν αὐτῶν ἐν βίβλῳ ζώντων γεγραμμένην ἔχειν οὐ θέλει. καθὰ δὲ τῷ διαληφθέντι πατρὶ τύπος ἦν ὁ Κάϊν καὶ ὁ Ἄβελ τοῦ πρωτοτόκου λαοῦ τοῦ Χριστοῦ τε καὶ τῶν εἰς αὐτὸν πιστευσάντων. ὥσπερ γὰρ ὁ Κάϊν διὰ φθόνον καὶ τὸ τοῦ ἀδελφοῦ αἷμα ἐξέβη ἀπὸ προσώπου θεοῦ, ναὶ μὴν καὶ κατηράθη στένειν καὶ τρέμειν ἐπὶ τῆς γῆς περιπατῶν, οὕτως ἄρα καὶ ὁ Ἰουδαϊκὸς διὰ φθόνον καὶ τὸ τοῦ Χριστοῦ αἷμα ἐξέβη ἀπὸ προσώπου τοῦ θεοῦ καὶ περιπατεῖ στένων καὶ τρέμων. Σημεῖον οὖν δέδωκε τῷ Κάϊν ὁ θεός, ὥστε μὴ φονευθῇ παρά τινος, ὡς ἐκεῖνος ὑπώπτευε· καὶ ἔσται» γάρ φησι, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.» ὁ δὲ Ἰώσηπός φησιν ὅτι τὸν θεὸν ὁ Κάϊν ἱκέτευε, μήποτε θηρίοις ἀλώμενος πε225 ριπέσῃ καὶ τουτονὶ τὸν τρόπον ἀπόληται. εἰ δὲ ζητεῖς πόθεν ἔγνωκε τρόπον ὁ Κάϊν δι' οὗ τῆς ζωῆς ταύτης ὑπεξαγάγῃ τὸν Ἄβελ, ἐπείπερ οὐκ εἶδεν ἕτερόν τινα παρά τινος ἀναιρούμενον, ὁ μέγας Ἀθανάσιος διδάξει σε λέγων ὅτι κατ' ὄναρ ὑπέδειξεν ὁ διάβολος αὐτῷ τὸν τρόπον τῆς ἀναιρέσεως. Φθόνος μὲν οὖν, ὡς εἴρηται, τῇ τοῦ Κάϊν ἐγκαθιδρύσας ψυχῇ τὸν τοῦ Ἄβελ φόνον ἀπέτεκεν. τοιούτοις γὰρ πάθεσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ γεγόνασι κάτοχοι μετὰ τὴν τῆς ἀπαθείας ἐκείνην καὶ τελειότητος ἔκπτωσιν. ἀλλ' ἔνιαι μὲν τῶν ψυχῶν κρείττους εὑρίσκονται τῶν τοιούτων παθῶν, ἔνιαι δὲ πάλιν ἀντιβαίνειν μὴ θέλουσαι καὶ ταῖς τυχούσαις ἀφορμαῖς καταβέβληνται. καὶ καθάπερ ἐπὶ τῶν σωμάτων ἔστιν ἰδεῖν (ἔνια μὲν γὰρ αὐτῶν εὐεξίας δι' ὅλου μετέχουσιν, ἐν οὐδενὶ τῶν ἐμπιπτόντων ἔξωθεν περιτρεπόμενα, ἔνια δὲ τοσοῦτόν εἰσιν ἀρρωστηματικὰ ταῖς ἐκ γενετῆς κατασκευαῖς ὥστε μὴ πρὸς οὐδὲν ἀντιπράττειν τῶν ἔξωθεν αἰτίων, ἀλλὰ κἂν θαλφθῇ βραχὺ κἂν ψυχθῇ, κἂν ἀγρυπνήσῃ κἂν κοιμηθῇ πλέον τοῦ δέοντος, εὐθέως νοσεῖ), οὕτω καὶ ἐπὶ τῶν ψυχῶν αὐτῶν διανοεῖσθαί σε ἄξιον. Μετὰ δὲ ταῦτα παραμυθούμενος τὸν Ἀδὰμ ὁ θεὸς τῇ ἀπὸ τοῦ παραδείσου τε ἀδημονοῦντα ἐκπτώσει καὶ τῷ τοῦ 226 Ἄβελ θανάτῳ, ἔδωκεν αὐτῷ τὸν ἐνάρετον Σήθ. κατὰ γὰρ τοῦτο καὶ ἡ Εὔα ἔλεγεν ἐξανέστησέ μοι ὁ θεος σπέρμα ἕτερον ἀντὶ τοῦ Ἄβελ ὃν ἀπέκτεινε Κάϊν.» Γίνωσκε δὲ ὅτι πρὸς ταῖς ἄλλαις αἱρέσεσι καὶ τὴν λεγομένην τῶν Καϊανιτῶν αἵρεσιν ὁ μέγας Ἐπιφάνιος ἔγραφεν. οὗτοι μὲν οὖν Κάϊν ἐτίμων ὡς δύναμίν τινα, ἔλεγον δὲ ὅτι τὸ καλὸν καὶ τὸ κακὸν μὴ κατὰ γνώμην εἶναι ἀνθρώποις ἀλλὰ κατὰ φύσιν. τιμῶσι δὲ καὶ τὸν Ἰούδαν· διὰ γὰρ τοῦ προδοῦναι τὸν κύριον ἔργον καλὸν ἤγουν τὴν ἡμῶν σωτηρίαν εἰργάσατο. καὶ βιβλίον δὲ παρ' αὐτοῖς Ἀναβατιανὸν λεγόμενον, περιέχον ἃ εἶδεν ὁ Παῦλος καθ' ὃν ἀνέβη καιρὸν εἰς τρίτον οὐρανόν. βιβλίον δὲ τὸ τοιοῦτόν ἐστι παρ' αὐτοῖς, ὅτι οὐ προσέσχον τῷ μεγάλῳ Παύλῳ, ῥήματα μὲν ἀκοῦσαι λέγοντι κατ' ἐκεῖνο καιροῦ, μὴ ἐξεῖναι δὲ ταῦτα γλώσσαις ἀνθρώπων λαλῆσαι. ὅτι δὲ τὰ ῥήματα ἐκεῖνα οὔτε ἐλαλήθησαν οὔτε τινὶ μέχρι τοῦ νῦν ἐγνώσθησαν, καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ περὶ θεολογίας λόγῳ αὐτοῦ δείκνυσιν οὕτως εἰπών εἰ μὲν οὖν ἔκφορα γέγονεν ἃ τῷ Παύλῳ παρέσχεν ὁ τρίτος οὐρανὸς καὶ ἡ μέχρι ἐκείνου πρόοδος, τάχα ἂν περὶ θεοῦ πλέον ἔγνωμεν.» ἀλλὰ καὶ ὁ χρυσορρήμων Ἰωάννης ἐν ταῖς εἰς τὴν ἑξαήμερον αὐτοῦ ὁμιλίαις οὕτω φησίν 227 εἰ ὁ μέγας Παῦλος ὁ τῶν ἀρρήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθείς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλεγεν ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, τί ἂν εἴποιμεν ἡμεῖς;» καὶ περὶ τούτων οὕτως. Ὁ δὲ Ἀδὰμ μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου (τηνικαῦτα γὰρ ἄρχεται ἡ χρονογραφία) ζήσας ἐννακόσια ἔτη πρὸς τοῖς τριάκοντα τελευτᾷ ἐν Ἰουδαίᾳ, κἀκεῖ τέθαπται. καὶ πῶς ἄκουε. ὁ μέγας Ἐπιφάνιος ἐν τοῖς Παναρίοις, ὡσαύτως καὶ ὁ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν ἑρμηνείᾳ λέγει ἄγραφον παράδοσιν περισώζεσθαι τῇ ἐκκλησίᾳ περὶ τοῦ Ἀδάμ, ὡς εὐθὺς μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου εἰς τὴν Ἰουδαίαν ἐλθεῖν χάριν παρηγορίας ὧν ἀπώλεσεν· αὕτη καὶ γὰρ γῆ πίων καλεῖται. ἐκεῖσε λοιπὸν ἐνδιατρίβει, ἐκεῖσε καὶ τέθαπται. θαῦμα μὲν οὖν ἐδόκει τοῖς ὁρῶσιν ἡ ἐκείνου κεφαλὴ τῆς σαρκὸς διαρρυείσης, ὅτι καὶ πρῶτον ἐκεῖνον Ἰουδαία νεκρὸν ἐδέξατο. ἐν τόπῳ λοιπόν τινι καταθέμενοι τὸ τοιοῦτον κρανίον, τόπον κρανίου τὸν τόπον ἐκεῖνον ὠνόμασαν. ἐκεῖσε οὖν σταυροῦται ὁ κύριος, ἵνα διὰ ξύλου ζωώσῃ τὸν διὰ ξύλου σχόντα τὴν νέκρωσιν. φλυαροῦσι λοιπὸν οἱ Τατιανοὶ μὴ σωθῆναι τὸν Ἀδὰμ λέγοντες. περὶ μέντοι τοῦ ἐλθεῖν τὸν Ἀδὰμ ἐν γῇ τῇ Ἰουδαίᾳ κἀκεῖσε ταφῆναι διαλαμβάνει ὁ Ἰώσηπος ἀπὸ Ἑβραϊκῆς ἱστορίας τοῦτο μαθών.