Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1.1
κἀκεῖθεν ἀκτῖνα βάλλει τῷ ἐγκεφάλῳ τοῦ πηγνυμένου, καλῶς ἕξουσιν αἱ ἡγεμονικαὶ δυνάμεις τῷ πλαττομένῳ τηνικαῦτα ἐμβρύῳ· εἰ δὲ κακούμενος ὁπωσδήποτε τύχῃ ὁ τοιοῦτος ἀστήρ, τῶν ἐναντίων ἔσται πάντως ποιητικός. καὶ οὕτω μὲν οἱ τοῖς μετεώροις προσέχοντες καὶ φρονοῦσι περὶ τούτων καὶ λέγουσιν. σὺ δέ, ἀγαπητέ, μὴ οὕτως, ἀλλὰ μοχθηροῖς τισὶ χυμοῖς κατακρατεῖσθαι τὸν ἐγκέφαλον πίστευε, ἡνίκα δὲ θεάσῃ τινὰ παρακοπῇ φρενῶν συνεχόμενον· ὁ γὰρ ἐγκέφαλος ὄργανόν ἐστι τοῦ νοός· ταύτῃ τοι καὶ κατὰ τὴν ὀργάνου διάθεσιν καὶ ὁ τεχνίτης εἴωθε νοῦς ἐνεργεῖν. ἐπὶ γὰρ τούτῳ καὶ βοτάνας ἀκεσωδύνους παρήγαγεν ὁ θεός, καὶ σοφίας ἰατρικῆς τοὺς ἀνθρώπους ἐνέπλησεν· ἐντεῦθεν γὰρ καὶ κεφαλὴν καθαιρομένην ἴδῃ τις, καὶ πάθη ἄλλα τινὰ θεραπείας ἀξιούμενα φαρμάκων καταλλήλων ἐπαγωγαῖς. μὴ οὖν συναρπάζου τοῖς λόγοις αὐτῶν, ὅτι μηδὲ καθ' εἱμαρμένην, ὡς εἴρηται, τὰ πάθη τοῖς ἀνθρώποις ἐμπίπτουσιν. τί δὲ τὸ τῆς εἱμαρμένης ἐστὶ σημαινόμενον; ὡς ἐκεῖνοι φασίν, ἡ ἀπὸ τῆς καθ' εἱρμὸν τῶν οὐρανίων σωμάτων κινήσεως ἀπαράβατος ἔκβασις, ἣν δὴ καὶ πάντων ὁ τῶν ἁγίων χορὸς πόρρω που ῥίπτει καὶ ἀποπέμπεται. τίνος ἕνεκεν; ὅτι πολὺ μὲν τὸ ἀνόητον κέκτηται, πολλαπλάσιον δὲ τὸ ἀσεβές, ὡς ὁ μέγας φησὶ Βασίλειος.