Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
228.1.1
Διαφωνοῦσι δὲ κατὰ τοὺς χρόνους οἱ τὰ τοιαῦτα συγγραφόμενοι. κατὰ γὰρ τοὺς ἑβδομήκοντα εὕρηνται ἐν ταῖς ἀπὸ τοῦ Ἀδὰμ μέχρι καὶ αὐτοῦ τοῦ Νῶε δέκα γενεαῖς ἔτη βσμβʹ, κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν ἐπὶ ταύταις ταῖς ιʹ γενεαῖς ἔτη αχνϛʹ, κατὰ δὲ τὸ παρὰ Σαμαρείταις ἔτη ατζʹ. λέγεται δὲ ὅτι ὁ ἐν τοῖς ἀστράσι τεταγμένος ἄγγελος, ὁ θειότατος δηλαδὴ Οὐριήλ, πρός γε τὸν Σὴθ καὶ τὸν Ἐνὼχ κατιὼν ἐδίδαξεν αὐτοὺς ὡρῶν μηνῶν τροπῶν καὶ ἐνιαυτῶν διαφοράς. κατὰ δὲ τὸν Γεώργιον πρῶτος ἐξεῦρεν ὁ Σὴθ γράμματα Ἑβραϊκὰ καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις καὶ τοῖς πέντε πλανήταις ἐπέθηκεν ὀνόματα ὥστε γνωρίζεσθαι. Ὁ μέντοι Σὴθ ἔτη ζήσας ἐννακόσια δώδεκα τελευτᾷ, θεὸς εἶναι διὰ τὴν ἀρετὴν αὐτοῦ νομιζόμενος καὶ διὰ τὸ πρῶτος εὑρηκέναι τὰ Ἑβραϊκὰ γράμματα καὶ τὰς τῶν ἀστέρων ὀνομασίας. οὗτος ὁ Σὴθ γεννᾷ τὸν Ἐνώς, θεὸν καὶ αὐτὸν διὰ τὴν ἀρετὴν αὐτοῦ νομιζόμενον. οὗτος ζήσας ἔτη ἐννακόσια πέντε τελευτᾷ. ἐγέννησε δὲ τὸν Καϊνᾶν. οὗτος ἔτη ζήσας ἐννακόσια δέκα τελευτᾷ. ἐγέννησε δὲ τὸν Μαλελεήλ. οὗτος ζήσας ωϟεʹ τελευτᾷ. ἐγέννησε δὲ τὸν Ἰάρεδ. οὗτος ἔτη ζήσας ἐννακόσια ἑξήκοντα δύο τελευτᾷ. ἐγέννησε 229 δὲ τὸν Ἐνώχ. οὗτος γεννᾷ τὸν Μαθουσάλα. ξήσας δὲ ἔτη τξεʹ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός. Δὶς δέ φησιν ἡ γραφὴ ὅτι ἐγέννησεν Ἐνὼχ τὸν Μαθουσάλα. ταύτῃ τοι καὶ ὁ χρυσορρήμων Ἰωάννης ἐπὶ τούτοις οὕτω διέξεισιν οὐκ ἔστι γάμος ἐμποδὼν τοῖς εὐαρεστεῖν ἐθέλουσι τῷ θεῷ· διὰ γὰρ τοῦτο ἅπαξ καὶ δὶς ἡ θεία λέγει γραφὴ ὅτι μετὰ τὸ γεννῆσαι τὸν Μαθουσάλα εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ,» ἐφ' ᾧ καὶ μετατίθεται. καὶ ὅρα δεσπότου ἀγαθότητα· εὑρὼν γὰρ ἄνδρα κατωρθωκότα τὴν ἀρετήν, οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας ἣν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς. ὅτι δὲ τοὺς θνητότητι διὰ τὴν ἁμαρτίαν πεσόντας παραμυθούμενος ὁ θεὸς τὸν Ἐνὼχ μετέθηκεν, ὁ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνάληψιν λόγῳ αὐτοῦ σαφῶς οὕτω διείληφε θάνατος μὲν εἰσῆλθε διὰ τὴν παρακοήν. λύων δὲ ὅμως τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ θεὸς ἐλπίδα εὐθὺς ἀθανασίας ἀνατέλλει τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσου ἁρπάζει. κἀντεῦθεν τὴν θνητὴν φύσιν ἐδίδασκεν ὅρους ἀθανασίας ἐκδέχεσθαι, καὶ ἡ τοῦ δικαίου κατάστασις θανάτου στάσις ἐγένετο.» ὁ δὲ Γεώργιός φησιν ὅτι τοῦ Λάμεχ τοὺς ἀδελφοὺς αὐτοῦ, τοῦ Ἐνὼχ δηλαδή, φονεύσαντος καὶ τὰς γυναῖκας αὐτῶν λαβόντος προσηύ230 ξατο μετατεθῆναι ὁ δίκαιος, ὡς μηκέτι τοιοῦτόν τι θεάσηται. Ἔγνω δὲ Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώς. τούτῳ τῷ Ἐνὼς γεννᾶται Γαϊδᾶν, Γαϊδᾶν δὲ γεννᾷ τὸν Μαλελεήλ, Μαλελεὴλ δὲ γεννᾷ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. ἔλαβε δὲ ἑαυτῷ· ὁ Λάμεχ δύο γυναῖκας, Ἀδᾶ καὶ Σελᾶ, καὶ ἔφη πρὸς αὐτάς ἀκούσατε τῆς φωνῆς μου, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί, ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.» καὶ ζητοῦσιν ἐνταῦθα διὰ τί ἐκ μὲν Κάϊν ἑπτάκις ἐκδεδίκηται, καὶ ταῦτα τὸν οἰκεῖον ἀδελφὸν ἔργον φόνου ποιήσαντος, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ λέγομεν ὅτι ὁ μὲν Κάϊν οὔπω ἔγνω ὁποῖόν ἐστιν ὁ φόνος κακόν, οὔπω εἶδε φονέα τιμωρούμενον, οὔπω εἶδε τὸν θεὸν ἐπ' αὐτῷ ἀγανακτοῦντα· ἐφ ᾧ καὶ τιμωρίας οὐ τοσοῦτον βαρείας μετέσχηκεν. ὁ δὲ Λάμεχ βαρύνεται τῇ κολάσει, ὅτι φονεὺς ἦν μετὰ τὸν νόμον καὶ τὸ κατάκριμα, ὅτι τοῦ Κάϊν ἑαυτὸν οὐκ ἐσωφρόνισεν ὑποδείγματι· ὅθεν καὶ βαρυτέραν ἐκείνου τὴν κόλασιν δέχεται. ἀλλ' ὁ μὲν Κάϊν ἐπὶ τῷ φόνῳ συγγνώμης οὐκ ἔτυχεν, ὅτι καὶ παρὰ θεοῦ ἐλεγχόμενος κρύπτειν ἔσπευδε τὸ ἁμάρτημα· ὁ δὲ Λάμεχ τῆς μιαιφονίας ἀπαλλάσσεται, ὅτι τὴν καθ' ἑαυ231 τοῦ ψῆφον καὶ μόνος ἐξήνεγκεν, ὅτι μείζονος ἑαυτὸν ἔδειξε κολάσεως ἄξιον οὕτως εἰπών ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.» Εἰ δὲ κἀκεῖνο πολυπραγμονεῖς, ἀγαπητέ, ὅπερ πρὸς Κάϊν εἶπεν ὁ θεός, ὅτι πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει, ὁ χρυσορρήμων Ἰωάννης ἐν τῷ κατ' Ἰου- δαίων ἕκτῳ λόγῳ διδάξει σε κατὰ ῥῆμα διεξιὼν οὑτωσί. μὴ φοβοῦ, φησί· βιώσῃ βίον μακρόν· κἂν ἀνέλῃ σέ τις, πολλαῖς ἔσται τιμωρίαις ὑπεύθυνος. ὁ γὰρ ἑπτὰ ἀριθμὸς παρὰ τῇ γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός. ὁ ἀνελών σε, φησί, καὶ τῶν ἐπικειμένων σοι ἀπαλλάξει κολάσεων, αὐτὸς ἐφ' ἑαυτὸν ἐπισπάσεται τὴν τιμωρίαν. καὶ δοκεῖ μὲν εἶναι βαρὺ τὸ λεγόμενον, πολλῆς δὲ ὅμως κηδεμονίας ἐστί. καὶ γὰρ τοὺς μετὰ ταῦτα σωφρονίσαι βουλόμενος τοιοῦτον ἐπενόησε κολάσεως τρόπον, ὃς ἀπαλλάξαι κἀκεῖνον τῆς τιμωρίας ἠδύνατο. εἰ μὲν γὰρ εὐθέως αὐτὸν ἀνεῖλεν, ἀπῆλθεν ἂν ἔχων τὴν ἁμαρτίαν, καὶ τοῖς μετὰ ταῦτα οὐκ ἂν ἐγένετο γνώριμος. νυνὶ ἀφεθεὶς πολὺν χρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ διδάσκαλος τοῖς ἀπαντῶσι καθίστατο πᾶσι διὰ τῆς ὄψεως. ἀλλὰ τί δή ποτε τὴν ἁμαρτίαν ὁμολογήσας, καὶ εἰπὼν μείζονα συγγνώμης ἡμαρτηκέναι, οὐκ ἂν ἴσχυσεν ἀπονίψασθαι τὸ ἁμάρ232 τημα; καί τοί γε ὁ προφήτης φησί" 3λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς." 3 ἀλλὰ διὰ τοῦτο κατεκρίθη, ὅτι οὐκ εἶπεν ὡς ὁ προφήτης ἐκέλευσε. τὸ γὰρ ζητούμενον τοῦτό ἐστιν, οὐ τὸ εἰπεῖν ἁπλῶς, ἀλλὰ τὸ πρῶτος εἰπεῖν, τὸ μὴ ἀναμεῖναι τὸν ἐλέγχοντα. οὗτος δὲ οὐκ εἶπε πρῶτος, ἀλλ' ἀνέμεινεν ἐλεγχθῆναι παρὰ τοῦ θεοῦ, καὶ οὕτως εἶπε τὴν ἁμαρτίαν. ὅπερ οὐκ ἔστιν ἐξομολόγησις. τὸ γὰρ πρῶτος εἰπεῖν, ἐκεῖνο πάντως καὶ δικαιοῖ.» Καὶ τὰ μὲν τοῦ Χρυσοστόμου τοιαῦτα, μετὰ δὲ τὸν Ἐνὼχ ὁ Μαθουσάλα, μετὰ δὲ τοῦτον ὁ Λάμεχ, ἐκ δὲ τούτου ὁ Νῶε. οὗτος γεννᾷ τρεῖς υἱούς, Σὴμ Χὰμ Ἰάφεθ. καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γενέσθαι ἐπὶ τῆς γῆς, θυγατέρες ἐγεννήθησαν αὐτοῖς. ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. καὶ εἶπε κύριος ὁ θεός οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.» οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις. τηνικαῦτα καὶ τὸν κατακλυσμὸν ἐπάγει ὁ θεός. ἡ δὲ αἰτία καὶ πάνυ σαφής. καὶ ἄκουε πρὸ τῶν ἄλλων αὐτοῦ τοῦ Ἰωσήπου λέγοντος ἑπτὰ 233 γενεαῖς οἱ ἄνθρωποι διέμειναν θεὸν ἡγούμενοι δεσπότην καὶ πάντα πρὸς ἀρετὴν βλέποντες. μετὰ δὲ ταῦτα μεταβάλλονται πρὸς τὸ χεῖρον. πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συμμιγέντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν. ὅθεν διανοεῖται ὁ θεὸς καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον διαφθεῖραι σὺν αὐτοῖς, καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμνόμενος καὶ αὐτὰ τὰ ἔτη ἅπερ πρότερον ἔζων.» ἀλλὰ καὶ ὁ μέγας Κύριλλος λέγει ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ, τουτέστιν οἱ ἀπὸ τοῦ Σὴθ καταγόμενοι (ἐκεῖνον γὰρ διὰ τὴν ἀρετὴν αὐτοῦ θεὸν ἔλεγον), τὰς θυγατέρας τῶν ἀνθρώπων ἤγουν τὰς ἀπὸ τοῦ Κάϊν, ὅτι καλαὶ τῷ εἴδει εἰσίν, ἔλαβον αὐτὰς εἰς γυναῖκας. ὅθεν καὶ ἐγεννῶντο οἱ γίγαντες, ἄνδρες δυσειδεῖς καὶ πᾶν εἴ τι κάκιστον ὄντες, τοῦ θεοῦ παραχαράξαντος αὐτοὺς διὰ τὴν μυσαρὰν αὐτῶν μῖξιν. ὅθεν καὶ κατακλύζει αὐτούς, καθὼς καὶ ὁ κορυφαῖος ἐνέφηνε Πέτρος ἐν τῇ καθολικῇ αὐτοῦ δευτέρᾳ ἐπιστολῇ οὕτως εἰπών κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας.» διὰ τί δὲ τοὺς ἕνα θεὸν προσκυνοῦντας ἀσεβεῖς ἐκάλεσε; διότι τοσοῦτον ἐξεμάνησαν εἰς συνουσίας ὡς ἐπὶ εἴκοσι ἀνδράσι τὴν γυναῖκα περιφέρεσθαι. ἐκ τούτου γὰρ καὶ τοὺς υἱοὺς τοῦ θεοῦ, τοὺς ἐκ τοῦ Σὴθ δηλαδή, πρὸς μῖξιν εἵλκυσαν. υἱοὶ δὲ τοῦ θεοῦ λέγονται καὶ διὰ τὴν ἀρετὴν αὐ234 τῶν ὥσπερ υἱος πρωτότοκος ὁ Ἰσραήλ, καθὼς ὁ θεῖος ἔφη Ἐφραΐμ. καὶ ὁ χρυσοῦς δὲ τὴν γλῶτταν οὐκ ἄλλου τινὸς ἕνεκα, τῆς δὲ τῶν γενῶν ἐπιμιξίας ἀνοιχθῆναι λέγει τὰς καταράκτας τοῦ οὐρανοῦ. ὅτι δὲ διὰ φιληδονίαν καὶ τὴν μυσαρὰν ἐκείνην μῖξιν, ὧν ἕνεκεν ἀσεβεῖς ἐκάλει τοὺς γίγαντας ὁ κορυφαῖος Πέτρος. ἐπήγαγε τὸν κατακλυσμὸν ὁ θεός, καὶ οὐ δι' ἀθεΐαν ἢ ἄλλην κακίαν τινά, ὁ θειότατος Κύριλλος ἐν τῇ κατὰ Ἰουλιανοῦ βίβλῳ παρίστησι τοῦτο σαφέστατα λέγων οἱ ἐξ Ἀδὰμ καὶ μέχρι τοῦ Νῶε γεγονότες ἄνθρωποι θεὸν ἕνα τὸν ἀληθινὸν τετιμήκασι, μετὰ δὲ την τοῦ πύργου κατασκευὴν καὶ τὴν τῶν γλωσσῶν διαφορὰν ἀσύμβατον καὶ αὐτὴν ἐσχήκασι τὴν περὶ θεοῦ δόξαν· πανταχοῦ γὰρ διασκεδασθέντες καὶ τὴν πολύθεον πλάνην ἐσχήκασιν.» ὅτι δὲ δι' ἀσωτίαν ἀμφοτέρων τῶν μερῶν ὁ παγκόσμιος ἐκεῖνος γέγονε κατακλυσμός, αὐτὸς ὁ θεὸς ἐδήλωσεν οὕτως εἰπών οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας,» ἤγουν διὰ τὸ ζῆν αὐτοὺς ἐμπαθῶς τε καὶ σαρκικῶς. οὕτω μὲν οὖν ὁ μέγας Παῦλος τοὺς ἐγκρατῶς ζῶντας ἀσάρκους καλεῖ, λέγων ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί.» σάρκας μὲν οὖν, ὥσπερ δὴ καὶ ἀσεβεῖς, εἴωθε καλεῖν ἡ γραφὴ τοὺς βίον ἔχοντας ἄσωτον· ἀσέβεια γὰρ οὐ μόνον ἡ τῶν εἰδώλων προσκύνησις, ἀλλὰ καὶ αὐτὸς ὁ ἀσελγὴς βίος καὶ ἄσωτος. καὶ 235 τοῦτο δηλοῖ ὁ μακάριος Δαβὶδ λέγων ἐγὼ εἶπα, ἐξαγορεύω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.» μὴ γὰρ ἀλλόπιστος ἦν ὁ Δαβίδ; μὴ τὸν θεὸν ἐξωμόσατο πάντως; οὐχί, ἀλλὰ τὴν ἐπιθυμίαν ἥτις ἔτεκε τὴν μοιχείαν, ἀσέβειαν ἐκεῖνος ἐκάλεσε. παγκόσμιον δὲ τὸν κατακλυσμὸν ἐκεῖνον ἐπήνεγκεν ὁ θεός, ὁτι καὶ πάντες ἐκεῖνοι καθάρσεως ἔχρῃζον. καὶ τοῦτο παρίστησιν ἡ γραφὴ λέγουσα καὶ εἶδε κύριος ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς ἐπὶ τῆς γῆς.» Πρόσεχε δέ, ἀγαπητέ. εἰ γὰρ οὐκ ἐφείσατο τότε τινὸς ὁ θεός, ἀλλὰ πάντας ἄρδην κατέκλυσε, μηδὲν ὠφεληθέντας ἐκ τοῦ λόγῳ μόνῳ σέβεσθαι τὸν θεόν, εὔδηλον πάντως ὡς οὐδὲ ἡμῶν ἐν ἐκείνῃ φείσεται τῇ ἡμέρᾳ, εἰ καὶ τὸ τῶν Χριστιανῶν ἐπιφερόμεθα ὄνομα. ἐρεῖ γὰρ ἀληθῶς ὁ δεσπότης πάντων Χριστὸς καὶ ἡμῖν, ὅπερ εἶπε τοῖς Ἰουδαίοις, ἡνίκα καυχώμενοι ἔλεγον ἡμεῖς ἐκ τοῦ πατρὸς ἡμῶν τοῦ Ἀβραάμ ἐσμεν.» καθάπερ γὰρ ἐκείνοις ἔλεγεν εἰ ἐκ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα ἂν ἐποιεῖτε τοῦ Ἀβραάμ,» οὕτως ἐρεῖ καὶ ἡμῖν εἰ Χριστιανοὺς ἑαυτοὺς εἴχετε, τὰ ἔργα ἂν ἐποιεῖτε τὰ τοῖς Χριστιανοῖς ἁρμόζοντα.» μὴ οὖν ἐπὶ τούτοις ἀμφίβαλλε· διὰ γὰρ τοῦ παγκοσμίου ἐκείνου κατακλυσμοῦ καὶ 236 τοῦ ἐν Σοδόμοις ἐμπρησμοῦ σαφῶς ἔδειξεν ὁ θεὸς ὁποῖον ἀπαντᾷ τέλος τοῖς ἐν ἀσωτίᾳ τὸν βίον καταλύουσιν. Ὁ μέντοι Νῶε πεντακοσίων ἐτῶν γεγονὼς γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. ἐφ' ᾧ καὶ ἄξιος θαυμασμῶν ὁ ἀνήρ, ὅτι τοσοῦτος παρίππευσε χρόνος, καὶ μίξεσι νομίμοις ὑποκύπτειν οὐκ ἤθελε. καὶ ὡς ὁ χρυσορρήμων φησίν, εἰ μὴ θεία τις ἦν οἰκονομία, ὥστε δι' αὐτὸν αὖθις τὸ τῶν ἀνθρώπων συστῆσαι γένος, οὐκ ἂν οὐδ' ὅλως σαρκικαῖς ἐπιθυμίαις ὑπέκυψε· κατὰ γὰρ τοῦτο καὶ τέλειον αὐτὸν ἐν τῇ γενεᾷ αὐτοῦ καλεῖ ὁ θεός, τῇ διεστραμμένῃ δηλαδή. ἀλλ' ὅρα μακροθυμίαν τοῦ θεοῦ. οὐκ εὐθέως ἐπάγει τὸν κατακλυσμόν, ἀλλ' ἔτη μὲν ἑκατὸν ἑτοιμάζει τὴν κιβωτόν, κἂν οἱ ἄφρονες τὸν Νῶε θελήματι θείῳ ὑπηρετούμενον ἐξεμυκτήριζον. ἀλλὰ καὶ συναγόμενα ὁρῶντες τὰ θηρία πάντα, καθά φησιν ὁ θεῖος Ἐφραΐμ, ἐλέφαντας μὲν ἀπὸ Ἰνδικῆς καὶ Περσίδος ἐρχόμενα, λέοντας καὶ παρδάλεις μετὰ προβάτων καὶ αἰγῶν μιγάδας, ἑρπετὰ καὶ πετεινὰ ἄνευ τινὸς διώκοντος ἐρχόμενα καὶ κύκλῳ τῆς κιβωτοῦ αὐλιζόμενα, οὐδαμῶς κατενύγησαν. ἀλλὰ μὴ καὶ ἡμεῖς τοῦτο πάθοιμεν, γρηγοροῦντες ἀεί. Πόθεν δὲ οἶδεν ὁ Νῶε τὰ καθαρὰ καὶ ἀκάθαρτα, μήπω τῆς αὐτῶν διαιρέσεως παρὰ Μωσέως γεγονυίας, ὡς ὁ 237 χρυσορρήμων φησίν; ἐκ τῆς ἐναποκειμένης αὐτῷ φυσικῆς γνώσεως, ἢ ἐκ τῆς δοθείσης αὐτῷ παρὰ θεοῦ σοφίας. ὡς καλὸν ἡ ἀρετή. αὕτη τὸν Ἐνὼχ μετέθηκεν, αὕτη τὸν Νῶε διεσώσατο. ὅρα γὰρ ὅτι πάντας ἐκείνους ἀπωλείᾳ παραδιδοὺς ὁ θεὸς πρὸς τὸν Νῶε ἔλεγεν εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ καὶ διεστραμμένῃ.» ἀλλὰ καιρὸν διδοὺς αὐτοῖς ἐμπρόθεσμον εἰς μετάνοιαν φησίν ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ρκʹ,» εἰ καὶ ταῦτα πάντα οὐκ ἔζησαν διὰ τὴν κακίαν αὐτῶν· οἱ γὰρ μὴ φθάσαντες διὰ μέσου τῶν ἑκατὸν μετανοῆσαι οὐδὲ ἐν τοῖς εἴκοσι μετενόησαν ἄν. πρόσεχε δὲ ὅτι ποτὲ μὲν ἣν ὑπισχνεῖται δοῦναι ζωὴν ὑποτέμνει, ὡς ἐνταῦθα, ἐὰν μὴ μετανοήσωμεν, ποτὲ δὲ ἀπειλῶν ἀπολέσαι τοῦτο οὐ ποιεῖ μετανοησάντων ἡμῶν, ὡς ἐπὶ τῶν Νινευιτῶν ἔστιν ἰδεῖν. Τὸ δὲ ὕδωρ ὑψώθη ἐπάνω τῶν ὀρέων ἐπὶ πήχεσι πεντεκαίδεκα, ἵνα τὰ τῆς θείας πληρωθῇ ἀποφάσεως. ἐξαλείψω» γάρ φησι πᾶσαν τὴν ἐξανάστασιν ἣν ἐποίησα, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν ὑποκάτω τοῦ οὐρανοῦ.» εἰ μὴ γὰρ ὑψώθη τοσοῦτον, οὐκ ἂν τὸ τῶν πετεινῶν ἀπώλετο γένος. ὅτι δὲ ὑπεράνω τῶν ὑψηλοτέρων ὀρέων ἐπήρθη τὸ ὕδωρ 238 ἐπὶ τοῦ κατακλυσμοῦ, κἀντεῦθεν πιστοῦται. λίθους γάρ τινες ἐκ τῶν τοῦ Λιβάνου ἀκρωρειῶν εἰς οἰκοδομὰς μετακομίζοντες διεβεβαιοῦντο ὡς εὗρον ἐν τοῖς κοιλώμασι τοῦ Λιβάνου ἰχθύας τεταριχευμένους καὶ τῇ ἰλύϊ πεπηγότας, καθά φησι καὶ Ἰώσηπος. Μετὰ δὲ τὴν τοῦ κατακλυσμοῦ παῦλαν θυσίαν ὁ Νῶε τῷ θεῷ ἀνήνεγκε. τίνος ἕνεκεν; ἵνα τοῖς ἐσομένοις ἐν ἀσθενείᾳ συγγνώμονά τε καὶ γαληνὸν προσαπεργάσηται τὸν θεόν, ὡς ὁ μέγας διέξεισι Κύριλλος, ἵνα μὴ πάλιν μία κατὰ πάντων ἐλεύσεται ψῆφος, δευτέρῳ κατακλυσμῷ τὸ ἀνθρώπινον ὑποτιθεῖσα γένος. ἐφ' ᾧ καὶ εἶπε πρὸς αὐτὸν ὁ θεός διανοηθεὶς οὐκέτι προσθήσω τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ πονηρὰ ἐκ νεότητος.» τούτου χάριν, ὡς εἴρηται, θυσίαν ἀνήνεγκε τῷ θεῷ. κατὰ γὰρ τοῦτο καὶ ἑπτὰ ἑπτὰ ἐκέλευσεν ὁ θεὸς ἀπὸ τῶν καθαρῶν εἰσαχθῆναι ἐν τῇ κιβωτῷ, δύο δύο δὲ ἀπὸ τῶν ἀκαθάρτων. ἐπειδὴ γὰρ ἔμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαβεῖν κρεῶν, ἔμελλον δὲ καὶ θυίας προσφέρειν αὐτῷ τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ φυλαχθῆναι προσέταξε, τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔξησιν τοῦ γένους, τὸ δὲ περιττὸν ἓν εἰς θυσίαν. ὃ δὴ καὶ πεποίηκε μετὰ τὸν κατακλυσμόν, ἀπὸ πάντων τῶν καθαρῶν 239 προσαγαγὼν τῷ θεῷ, ὡς εἶναι δῆλον ὅτι γε τούτου χάριν ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν ἐν τῇ κιβωτῷ εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῶον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρῃ τὰς συζυγίας. τοσοῦτον δὲ τὴν τοῦ Νῶε προαίρεσιν ἐπὶ τῇ προσαγωγῇ τῆς θυσίας ἀπεδέξατο ὁ θεὸς ὡς καὶ τὴν γραφὴν οὕτως εἰπεῖν καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας.» μετὰ γνώμης λοιπὸν ὑγιοῦς καὶ ἡμᾶς τὸ πᾶν ἐργάζεσθαι χρή. εἰ δὲ μή, κἂν ὁτιοῦν προσάξωμεν, ἀποστραφήσεται αὐτὸ ὁ θεός. ὅρα γὰρ ὅτι καὶ ἐνταῦθα ἡ τοῦ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο. ἀλλ' ἐπὶ τῶν Ἰουδαίων ἡ τῶν προσαγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες βδέλυγμα ὀφθῆναι παρεσκεύασεν. Ὁ μὲν οὖν Ἰώσηπος καὶ κατ' αὐτὸν τὸν κόρακα τὸν ἀπολυθέντα παρὰ τοῦ Νῶε τοῦ ἰδεῖν εἰ τὸ ὕδωρ ἐκόπασεν, ἐναντιούμενος φαίνεται τῇ τοῦ Μωσέως ἱστορίᾳ. ὑποστρέψαι καὶ γὰρ πρὸς τὴν κιβωτὸν λέγει τὸν κόρακα, ὡς ἐπὶ πάσῃ τῇ γῇ τοῦ ὕδατος ἔτι λιμνάζοντος. ὁ δὲ Μωσῆς περὶ τούτων οὕτω φησίν καὶ οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξηράνθη ἡ γῆ.» κατὰ γὰρ τοῦτο καὶ περιστερὰν ἀπέστειλεν ὕστερον, ἅτε δὴ παλινοστῆσαι τοῦ κόρακος πρὸς αὐτὸν μὴ θελήσαντος. ἀλλὰ καὶ ἱστορικοὺς εἰσάγει τινὰς ὁ Ἰώσηπος, περί τι λέγοντας ὄρος τῆς Ἀρμενίας ὑψηλότατον ἐν τῷ τοῦ κατα240 κλυσμοῦ πεφευγέναι καιρῷ τῶν ἀνθρώπων τινάς, κἀκεῖσε σωτηρίας διὰ τὸ ὕψος τυχεῖν. ἀλλ' ἐξω βάλλουσιν ἐκεῖνοι τοῦ σκοποῦ, καὶ τῆς εὐθείας πόρρω που φέρονται. εἰ γὰρ ὑψώθη τότε τὸ ὕδωρ ἐπάνω τῶν ὑψηλοτάτων ὀρέων ἐπὶ πήχεσι πεντεκαίδεκα, καθὰ Μωσῆς ἱστορεῖ, οὐκ ἂν ὁτιοῦν ὑπελείφθη τηνικαῦτα ὄρος, ὡς οἶμαι, τοὺς ἐν αὐτῷ πεφευγότας ἰσχῦον ἀβλαβεῖς διασώσασθαι. Ἡ μέντοι κιβωτὸς τριακοσίων μὲν πηχέων τὸ μῆκος ἦν, πεντήκοντα δὲ τὸ πλάτος, τὸ ὕψος τριάκοντα. πῆχυν δὲ ἀκούων μὴ τοιαύτην εἶναι νόμιζε ὁποία τίς ἐστι παρ' ἡμῖν, ἀλλὰ γεωμετρικήν. ὁ γὰρ Μωσῆς γεωμέτρης ἐξ Αἰγύπτου ὢν τοιαύτην ἔφη πῆχυν ἐπὶ τῆς κιβωτοῦ, ἥτις ὀργυιὰν μεγίστην ποιεῖ. πρῶτοι γὰρ Αἰγύπτιοι, καθά φησι Κύριλλος, τὴν γνωμετρίαν εὗρον ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως. ἡ δὲ τῶν φαινομένων θεωρία παρ' Ἕλλησιν ἐτελειώθη, τῶν πρώτων τηρήσεων ἐν Βαβυλῶνι γενομένων. τὸ δὲ περὶ τοὺς ἀριθμοὺς ἀπὸ τῶν ἐμπόρων Φοινίκων ἤρξατο. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ πεντακόσια τριάκοντα καὶ ἓξ ἔτη τοῦ κατακλυσμοῦ ἡ τοῦ πύργου γέγονεν οἰκοδόμησις, ματαιοπονησάντων ἐπὶ ταύτῃ τῶν ἀνθρώπων ἐκείνων ἐν ἔτεσι τεσσαράκοντα. 241 καὶ εἶπε» γάρ φησιν ἄνθρωπος τῷ πλησίον αὐτοῦ δεῦτε καὶ πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ.» διὰ τί δὲ καὶ τίνος ἕνεκεν τοῦτο; ἵνα κατακλυσμὸς εἰ γένηται δεύτερος, ἐπὶ τὴν αὐτοῦ κορυφὴν ἀναδράμωσι, κἀντεῦθεν τὸν ἐξ ὕδατος ὄλεθρον φεύξωνται. ταύτῃ τοι καὶ τὴν ματαιοπονίαν αὐτῶν ἐκώλυσεν ὁ θεὸς διὰ τῆς συγχύσεως τῶν γλωσσῶν. καὶ ἄκουε τῆς γραφῆς οὕτω λεγούσης καὶ εἶπε κύριος" 3ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων. δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον." 3 καὶ διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς.» τηνικαῦτα καὶ μέροπες καλοῦνται ἀπὸ τοῦ μερισμοῦ τῆς φωνῆς καὶ τῆς γῆς. ὁ δὲ παράφρων Ἰουλιανὸς καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἔλεγεν, ὅτι θεωρῶν αὐτοὺς ὑψουμένους διὰ τοῦ πύργου, καὶ οὐ μικρῶς ἐπὶ τούτῳ πτοηθείς, εὐμεθόδως αὐτοῖς κωλύει τὴν ἄνοδον διὰ τῆς συγχύσεως τῶν γλωσσῶν. Ὁ μέντοι πύργος ἐκτίζετο οʹ καὶ βʹ τοῦ κτίσματος ἀρχηγῶν ὄντων. κατὰ τούτους λοιπὸν καὶ ἡ διαίρεσις τῶν γλωσσῶν γέγονε, χείλους ὄντος ἑνὸς καὶ φωνῆς ἐπὶ πᾶσι μιᾶς, ὡς ἄνωθεν εἴρηται. μόνος δὲ ὁ Ἕβερ μὴ συγκατατεθεὶς τῇ ματαιοπονίᾳ τῶν λοιπῶν ἐν τῇ ἰδίᾳ γλώσσῃ ἔμεινεν. ἀρχῆθεν λοιπὸν ἡ Ἑβραῒς φωνή. ὅτι δὲ τῇ Ἑβραίων γλώσσῃ ἐχρῶν242 το οἱ ἀπὸ τοῦ Ἀδάμ, δῆλον μὲν καὶ ἀπὸ τοῦ καὶ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ τῇ τοιαύτῃ χρᾶσθαι διαλέκτῳ, δῆλον δὲ καὶ ἀπὸ τοῦ τὸν δεύτερον Ἀδὰμ Χριστὸν τὸν θεὸν ἡμῶν τῇ Ἑβραίων χρᾶσθαι φωνῇ. καὶ δηλοῦσι μὲν τοῦτο καὶ τὰ ἐν τῷ σταυρῷ, οὐχ ἧττον δὲ κἀκεῖνα ἐν οἷς ἔλεγεν ἐφαθά,» τουτέστι διανοίχθητι, καὶ πάλιν ἀλλαχοῦ ταλιθὰ κοῦμι,» τουτέστι σοὶ λέγω τῷ κορασίῳ. πρὸς τούτοις δὲ καὶ ὁ μέγας Ἐπιφάνιος περὶ τούτων οὕτω φησί μετὰ τὸν κατακλυσμὸν ὁ πύργος, εἶτα ὁ Ἕβερ ὁ τῶν Ἑβραίων πρόγονος, ὃν λέγουσι μὴ βουληθέντα κοινωνῆσαι τοῖς τὸν πύργον οἰκοδομοῦσι μεῖναι ἐν τῇ ἰδίᾳ γλώττῃ. τούτου ἔκγονος ὁ Ἀβραάμ, ὅθεν καὶ ἡ Ἑβραία γλῶττα.» τὰ αὐτὰ δὲ τούτοις καὶ Ἰώ- σηπός φησι. καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ Θεοδώρητος τῇ Σύρᾳ γλώττῃ τοὺς ἐξ Ἀδὰμ χρᾶσθαι φησίν. Ἰστέον δὲ ὅτι ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τὸν Λίβανον γῆν ὅτι ἀγαθή ἐστι, μετὰ τὴν πρὸς αὐτοὺς κληροδοσίαν, καὶ κρείττων τῆς ἑαυτοῦ γῆς, τυραννικῶς καθήρπαξεν αὐτήν, καὶ τοὺς ἐκ τοῦ Σὴμ κληρονόμους ἐκεῖθεν ἐξήλασε. καὶ οὕτω πᾶσα ἡ γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσηγορεύθη. καὶ Ἰώσηπος δέ φησιν ὅτε Χαναὰν τέταρτος ὢν τοῦ Χὰμ παῖς, τὴν Ἰουδαίαν καλουμένην οἰκήσας Χαναὰν ἀφ' ἑαυτοῦ προσηγόρευσεν. Ὁ δὲ Σὴμ γεννᾷ τὸν Ἀρφαξᾶ, Ἀρφαξᾶ δὲ τὸν Καϊνᾶν. 243 οὗτος δὲ ὁ Καϊνᾶς, ὥς φησι Γεώργιος, συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν παρὰ τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων ἐκτεθεῖσαν ὀνομασίαν τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγραμμένην. οἱ γὰρ τοῦ Σὴθ ἔγγονοι προμυηθέντες ἄνωθεν τὴν μέλλουσαν γενέσθαι φθορὰν τῶν ἀνθρώπων διά τε πυρὸς καὶ ὕδατος καὶ ποιήσαντες δύο στήλας, μίαν μὲν λιθίνην ἑτέραν δὲ πλινθίνην, ἔγραψαν τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ ἐκτεθέντα οὐράνια πάντα, λογισάμενοι ὅτι εἰ μὲν δι ὕδατος ὁ κόσμος φθαρῇ, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα (ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίδιρον ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος), εἰ δὲ διὰ πυρὸς γένηται ἡ φθορά, μενει ἂν ἡ πλινθίνη. Ἀνεφάνη δὲ ἐκ τῆς τοῦ Σὴμ φυλῆς ἕτερος γιγαντογενὴς τοὔνομα Κρόνος. οὗτος πάνυ γενόμενος δυνατὸς καὶ πολλοὺς ὑποτάξας, πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ τῶν ἄλλων κρατεῖν, καὶ βασιλεύσας πρῶτος Ἀσσυρίων ἔτη νϛʹ ὑπέταξε πᾶσαν τὴν γῆν Περσίδος. μετὰ δὲ Κρόνον ἐβασίλευσε Νῖνος ἔτη νβʹ, ὅς γε τὴν οἰκείαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφάς. ἐξ οὗ γένους ἐγένετο καὶ Ζωρόαστρος ὁ περιβόητος Περσῶν ἀστρονόμος, ὃς εἶπε τοῖς Πέρσαις, ἐὰν 244 καύσῃ με τὸ οὐράνιον πῦρ,» (τοῦτο γὰρ καὶ ηὔχετο) λάβετε ἐκ τῶν ὀστέων μου, καὶ φυλάσσετε εἰς σύστασιν τῆς βασιλείας ὑμῶν.» ὃ δὴ καὶ γέγονεν. ἐν δὲ ταῖς ἱστορίαις αἷς ἐχρήσατο κατὰ Ἰουλιανοῦ ὁ θεολόγος μέγας Γρηγόριος καὶ τάδε φησί. τὴν ἀστρονομίαν λέγονται πρῶτον εὑρηκέναι Βαβυλώνιοι διὰ Ζωροάστρου, δεύτερον δὲ ἐδέξαντο οἱ Αἰγύπτιοι. τὴν δὲ μαγείαν εὗρον Μῆδοι, εἶτα Πέρσαι. διαφέρει δὲ μαγεία γοητείας. καὶ ἡ μὲν μαγεία ἐπίκλησίς ἐστιν, ὥς φασι, δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινὸς σύστασιν· γοητεία δέ ἐστι δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους εἱλουμένων ἐπὶ κακοῦ τινὸς σύστασιν. γοητεία δὲ ἤκουσεν ἀπὸ τῶν γοῶν καὶ τῶν θρήνων τῶν ἐν τοῖς τάφοις γινομένων, μαγεία δὲ ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν, ὅθεν ἔσχε καὶ τὴν ἀρχήν· Μαγὼς ἐγχωρίως οἱ Πέρσαι λέγονται. ὁ μέντοι μέγας Κύριλλος ἐν τοῖς κατὰ Ἰουλιανοῦ καὶ τάδε γράφων εὕρηται, ὅτι μετὰ ἐννακόσια ἔτη τοῦ κατακλυσμοῦ τῶν Ἀσσυρίων ἐβασίλευσεν Ἄρβυλος πρῶτος ἐν ἀνθρώποις. οὗτος ἔσχε πρῶτος εἰς ἑαυτὸν τὸ τῆς θεότητος ὄνομα. ἀλλὰ καὶ Νῖνος ὁ ἐκείνου παῖς πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι λέγεται, οὗ ἐπώνυμος ἡ Νινευή, ἧς τὰ τείχη Σεμίραμις μεγαλοφυῶς ἐσκευάσατο. Μετὰ δὲ τὴν πυργοποιίαν, ὡς εἴρηται, διασκεδασθέντες 245 ἔνθεν κἀκεῖθεν οἱ ἄνθρωποι πρὸς ἀτόπους πράξεις ἐξεκυλίσθησαν, καὶ τελευταῖον πρὸς εἰδωλομανίαν ἀπεπλανήθησαν, ὑπὸ τῶν δαιμόνων αὐτῶν ἀπατηθέντες τουτονὶ τὸν τρόπον οἱ δείλαιοι. ὁ γὰρ ἀπὸ τοῦ Νῶε ὄγδοος Σεροὺχ τὰ τῶν ἀγαλμάτων ἀρχῆθεν εὕρατο· λέγεται γὰρ οὗτος τοὺς ἔργον οἷον δήποτε λαμπρὸν ἐπιδειξαμένους ἀνδριᾶσι καὶ στήλαις τιμῆσαι. οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι μνήμης ἕνεκα τοὺς ἀνδριάντας ἔστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου συνεργείᾳ, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν καὶ θυσίας αὐτοῖς ἐπενόησαν, τῶν δαιμόνων τοῖς ξοάνοις ἐνοικησάντων. ἐντεῦθεν ἄλλοις καὶ ἄλλοις θεοῖς τὸ τῶν ἀνθρώπων γένος ἐλάτρευσεν. Αἰγύπτιοι δὲ μᾶλλον τῶν ἄλλων εἰς ἀθεΐαν ἐξώκειλαν· αἰλούρους γὰρ καὶ πιθήκους ἐσεβάσθησαν, τράγους τε ὁμοίως καὶ βόας καὶ κροκοδείλους. πλεὸν δὲ τῶν ἄλλων τὸν Ἆπιν ἐσεβάζοντο, βοῦν ὄντα πολύχρουν αὐτόν. ἡνίκα γὰρ ἐγεννήθη τοιοῦτος βοῦς παρ' αὐτοῖς παρὰ τῇ γλώττῃ φέρων καὶ τῇ κέρκῳ σήμαντρα, ὡσαύτως παρὰ τῷ μετώπῳ σελήνης ὥσπερ διχότομον μίμημα, ἐχόρευον φαιδρῶς καὶ ἐπανηγύριζον ἅτε θεοῦ καινοπρεποῦς αὐτοῖς ἐνδημήσαντος. καὶ περὶ μὲν τούτων οὕτως. Ὄγδοος δὲ ἀπὸ τοῦ Νῶε λέγεται εἶναι ὁ Σερούχ· ὁ γὰρ 246 Καϊνᾶν γεννᾷ τὸν Σαλᾶ, ὁ Σαλᾶ τὸν Ἕβερ, ὁ Ἕβερ τὸν Φαλέκ, ὁ Φαλὲκ τὸν Ῥαγαῦ, ὁ Ῥαγαῦ τὸν Σερούχ. οὗτοςδὲ ὁ Σεροὺχ γεννᾷ τὸν Ναχώρ, ὁ Ναχὼρ τὸν Θάρα, καὶ ὁ Θάρα τὸν θεσπέσιον Ἀβραάμ. ὁ Ἀβραὰμ γεννᾷ τὸν Ἰσαάκὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας, Ῥουβεὶμ Συμεὼν Λευὶ Ἰούδαν καὶ τοὺς λοιπούς, ἀφ' ὧν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραήλ. καὶ τηνικαῦτα μὲν περὶ τοῦ Ἀβραὰμ οὕτως φησὶν Ἰώσηπος, ὅτι κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν αὐτοῖς ἐχαρίσατο καὶ τὰ περὶ ἀστρονομίας αὐτοῖς παρέδωκε· πρὸ γὰρ τοῦ Ἀβραὰμ τῆς ἐκεῖσε παρουσίας τῶν τοιούτων ἀμαθῶς εἶχον Αἰγύπτιοι. ἀπὸ Χαλδαίων οὖν ταῦτα καταπεφοίτηκεν εἰς Αἴγυπτον, κἀκεῖθεν εἰς Ἕλληνας. ὁ δὲ Γεώργιος περὶ τούτου καὶ τάδε. ὁ Ἀβραὰμ ἐτῶν ιδʹ ὢν θεογνωσίας ἤρξατο, καὶ πρῶτος τὸν θεὸν δημιουργὸν ἀνεκήρυξεν. ὁρῶν γὰρ οὐρανὸν ποτὲ μὲν λαμπρὸν ποτὲ δὲ ζοφώδη, καθ' ἑαυτὸν ἔλεγεν εἰ καὶ τιμῶσιν αὐτὸν ἕτεροι, ἀλλ' οὐκ ἔστι θεός.» ὁμοίως ἔλεγε τοῦτο κἀπὶ τῷ ἡλίῳ, τῇ σελήνῃ καὶ τοῖς λοιποῖς ἀστράσι· καὶ γὰρ ἀστρονόμος ἄκρος ἦν. ἐφ' ᾧ τοιοῦτον ἰδὼν ὁ θεὸς ἐκάλεσεν. ἀλλὰ καὶ ἐπὶ Ἀβιμέλεχ φησὶ κατελθεῖν αὐτὸν εἰς Αἴγυπτον διὰ τὸν λιμόν, καὶ τοὺς ἐκεῖσε τότε καταισχῦναι σοφοὺς καὶ εἱμαρμένην δοξάζοντας. μετὰ γὰρ τὴν θεογνωσίαν οὐκέτι προσέχειν ἀστράσιν ἤθελε, καὶ ἦν ἰδεῖν ἐπ' αὐτῷ πεπληρωμένον τὸ τοῦ ἀπο247 στόλου ῥητὸν τὸ λέγον τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται·» τὸν γὰρ ποιητὴν θεὸν ἐκ τῶν ποιημάτων ὁ θειότατος κατέλαβεν Ἀβραάμ. κατὰ τοῦτο καὶ ὁ Πλούταρχος ἔλεγεν ἔλαβον δὲ ἔννοιαν θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τῖς χρώμασιν ἴσα δὲ τοῖς μεγέθεσι, καὶ κατὰ τόπους τοὺς αὐτούς.» Μέγας ὄντως ὁ Ἀβραάμ. τοῦ γὰρ θεοῦ ἀκούσας λέγοντος ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς γῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν ἣν ἂν δείξω σοι» εὐθέως ἠκολούθει, τῶν ἐν μέσῳ δυσχερῶν καταφρονῶν, καὶ μηδὲ εἰδὼς ὅπου πορεύεται. ἡμεῖς δὲ καλοῦντος καθ' ἑκάστην ἀκούοντες τοῦ κυρίου οὔτε τῶν γηΐνων ἐκστῆναι θέλομεν, οὔτε πρὸς τὴν γῆν ἐκείνην τὴν ἐπηγγελμένην ἔρχεσθαι. ἀλλὰ καὶ τὴν ταπείνωσιν θαυμάζων ὁ χρυσορρήμων Ἰωάννης καὶ τάδε φησίν ἀληθὴς ταπείνωσις, ὅτε τις ἑτέρῳ παραχωρεῖ τῶν πρωτείων, καθὰ δὴ καὶ Ἀβραὰμ ποιεῖ, ἵνα δὲ μὴ διαδικάζηται μετὰ τοῦ Λὼτ καὶ τῶν ποιμένων αὐτοῦ· ἐφ' ᾧ καὶ ὁ μὲν Λωτ τὴν κρείττονα γῆν ἔλαβε, τὰ Σόδομα δηλαδή, ὁ δὲ Ἀβραὰμ κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆν. ὅρα δὲ καὶ τὰς θείας ἀμοιβάς. εἶπε γὰρ πρὸς Ἀβραὰμ ὁ θεὸς ὅτι 248 πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς ἀπὸ τοῦ τόπου τούτου, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. ἡ δὲ κρείττων ἐκείνη γῆ ἣν ἔλαβε Λώτ, ἡ παραδείσου μηδὲν διαφέρουσα, οὐκ εἰς καλὸν ἀπέβη τῷ λαβόντι αὐτήν· αἰχμάλωτος γὰρ μετὰ μικρὸν ἀπήγετο ὑπὸ τῶν κατ' αὐτοῦ στρατευσάντων πέντε βασιλέων. ἀλλ' ὁ θεῖος αὐτὸν ῥύεται Ἀβραὰμ μετὰ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ οἰκογενῶν αὐτοῦ ἐπελθὼν καὶ κατακόψας αὐτούς. καὶ τοῦτό ἐστιν ὅπερ ὁ Παῦλός φησιν, ὅτι ὑποστρέφοντα τὸν Ἀβραὰμ ἐκ τῆς κοπῆς τῶν βασιλέων ἄρτῳ καὶ οἴνῳ δεξιοῦται ὁ Μελχισεδέκ, κἀκεῖνος ἀφ' ὧν ἐπεφέρετο λαφύρων δέδωκε δεκάτας αὐτῷ. πρόσεχε λοιπόν. καὶ ἡμᾶς γὰρ ὑποστρέφοντας ἀπὸ τοῦ νοητοῦ πολέμου ἀρτῷ καὶ οἴνῳ δεξιοῦται ὁ Μελχισεδὲκ ὄντως, τῷ σώματι καὶ αἵματι δηλονότι αὐτοῦ. εἰ δὲ τοῦτο, κατὰ τὸν Ἀβραὰμ πάντως ὀφείλομεν καὶ ἡμεῖς τὰς δέκα ἡμῶν αἰσθήσεις ἀντὶ δεκατῶν προσάγειν αὐτῷ, τῆς ψυχῆς δηλαδὴ καὶ τοῦ σώματος. Ὁ μὲν οὖν Ἀβραὰμ καθήμενος παρὰ τῇ δρυῒ τῇ Μαμβρῇ πάντας ἐφιλοξένει τοὺς παροδεύοντας, πιστοὺς ὁμοῦ καὶ ἀπίστους, κατὰ μηδὲν ἐπὶ τούτοις διακρινόμενος· καὶ τοσοῦτον ἁπλῶς φιλόξενος ἦν ὡς καὶ αὐτὴν τὴν ἁγίαν τριάδα κατελθεῖν ἐπὶ τῆς σκηνῆς αὐτοῦ καὶ τῶν παρατεθέντων αὐτῇ περιχαρῶς ἐμφορηθῆναι. οὐ χρὴ θαυμάζειν. ἀγγέλους ἐσθίοντας ἀκούεις παρὰ τῇ γραφῇ· ἐνεργείᾳ καὶ γὰρ ἀοράτῳ 249 κατηνάλωσαν τὰ παρακείμενα, προσποιήσει τοῦ φαγεῖν. ἀλλὰ καὶ Θεοδώρητος οὕτω φησίν οὔτε τῇ φύσει ἄνδρες ἦσαν, ἀλλ' ἐδόκουν εἶναι, οὔτε ἔφαγον ὡς ἄνθρωποι, ἀλλ' ἐδόκουν ἐσθίειν τῇ ὄψει τῶν ὁρώντων, ἀναλισκομένων τῶν προτιθεμένων κατὰ θείαν ἐνέργειαν.» εἰ δὲ καὶ λέγει ἡ γραφὴ ὅτι παρέθηκεν αὐτοῖς καὶ ἔφαγον, καινὸν οὐδέν· ἴσως γὰρ τὸ ἀνηλῶσθαι αὐτοὺς φαγεῖν εἶπεν ἡ γραφή. καὶ τρεῖς μὲν ἐν τῇ σκηνῇ φαίνονται ἄνδρες, καθάπερ ὁ χρυσοῦς τὴν γλῶτταν φησί, δύο δὲ ἐπὶ Σόδομα παραγίνονται. ἐκεῖ μὲν γὰρ καὶ οἱ ἄγγελοι καὶ ὁ τούτων δεσπότης κατὰ ταὐτὸν ὤφθησαν. ἀλλ' οἱ μὲν ὡς ὑπηρέται ἀπεστέλλοντο, ὁ δὲ ἔμεινε καθάπερ φίλος φίλῳ μονονουχὶ κοινολογούμενος τῷ δικαίῳ ἅπερ ἔμελλε ποιεῖν· οὐ μὴ» γάρ φησι κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ μέλλω ποιῆσαι.» Κύριλλος δὲ ὁ μέγας περὶ τούτων οὕτω. καὶ τρεῖς μὲν ἐν ἀρχῇ τῷ Ἀβραὰμ προσέβαλον ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, δύο δὲ τοῖς Σοδόμοις ἐπεφοίτησαν. οὐδὲ γὰρ ὁ πατὴρ κρινεῖ οὐδένα, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ υἱῷ, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ κυρίου, συνόντος φυσικῶς καὶ τοῦ ἁγίου πνεύματος.» ὅτι δὲ ὁ υἱὸς καὶ τὸ πνεῦμα ἐπὶ Σόδομα ἐπορεύοντο, καὶ ἡ τοῦ Ἀβραὰμ ξενία σαφῶς παριστᾷ, καθάπερ ὁ μέγας φησὶν Ἀθανάσιος. εἰ μὴ γὰρ ὁ υἱὸς καὶ τὸ πνεῦμα ἦσαν, οὐκ ἂν τῷ θεῷ καὶ 250 πατρὶ συνεκάθηντο. ὅτι δὲ συνεκάθηντο, δῆλον ἐκ τοῦ περὶ τούτων οὕτω λέγειν οἳ ἐξανέστησαν ἐπιβλέψαντες ἐπὶ πρόσωπον Σοδόμων.» εἰ οὖν ἐξανέστησαν, πάντως καὶ συνεκάθηντο. εἰ δὲ ὁ υἱὸς ἐκ δεξιῶν κάθηται, λείπεται πάντως ἐξ εὐωνύμων τὸ πνεῦμα καθῆσθαι. ναί, εἴγε περιγραπτὸς ἦν ὁ πατήρ· ἄλλως γὰρ παρ' αὐτῷ οὐκ ἔστιν ἀριστερὰ καὶ δεξιά. τοῦ υἱοῦ τοίνυν συγκαθημένου συγκάθηται καὶ τὸ πνεῦμα, ἐπεὶ ἐν αὐτῷ μένει, τῷ υἱῷ δηλαδή. τοιούτου δὲ κατηξίωσεν ἀγαθοῦ τῷ Ἀβραὰμ ἡ φιλοξενία, ὡς καὶ τὴν ἁγίαν τριάδα κατελθεῖν ἐπ' αὐτὸν καὶ καρπὸν αὐτῷ κοιλίας χαρίσασθαι κατά γε τὸν τοῦ γήρους καιρόν· τοσοῦτον γὰρ ἦν ἡ Σάρρα προβεβηκυῖα ὥστε καὶ γελάσαι αὐτὴν περὶ τούτου ἀκούσασαν. Μετὰ δὲ ταῦτα προφάσει τῇ τοῦ λιμοῦ μετανάστης ὁ Ἀβραὰμ γίνεται, κἀκεῖθεν ἐν Γεράροις ἔρχεται, πρὸς Αἴγυπτον ἀφικνεῖται, καὶ αὖθις ἀφαιρεῖται τὴν Σάρραν καὶ παρὰ τοῦ Ἀβιμέλεχ· ἤθελε γὰρ αὐτὴν εὐπρεπεστάτην οὖσαν πρὸς γάμου κοινωνίαν λαβεῖν, εἴγε καὶ μᾶλλον ἀδελφὴ τοῦ Ἀβραὰμ ἐλέγετο εἶναι. εἰ γὰρ ἀνεψιάν φησι τὴν Σάρραν ὁ Ἰώσηπος τοῦ Ἀβραάμ, ἀλλὰ κατὰ τὴν Μωσαϊκὴν ἱστορίαν ἐκ μητρὸς μὲν τῆς αὐτῆς, ἐξ ἄλλου· δὲ καὶ ἄλλου πατρός. 251 κρύπτων οὖν τὸ ἕν, ἵνα μὴ φονευθῇ δῆθεν ὡς ἀνὴρ αὐτῆς, τὸ ἕτερον ἔλεγεν, ὅτι ἀδελφή μου ἐστίν. μεγαλόψυχος ὄντως ὁ Ἀβραάμ. δὶς γὰρ εἰς Αἴγυπτον προφάσει τοῦ λιμοῦ κατελθὼν καὶ δὶς τὴν Σάρραν ἀφαιρεθείς, παρά τε τοῦ Φαραὼ καὶ παρ' αὐτοῦ ὕστερον του Ἀβιμέλεχ, γενναίως ἔφερε τὴν ἀφαίρεσιν· ἀκολουθεῖν γὰρ καθάπαξ κρίνας θεῷ, πολυπραγμονεῖν οὐκ ἤθελε τὰς ἀρρήτους οἰκονομίας αὐτοῦ. ἐφ' ᾧ καὶ κατόπιν αἱ θεῖαι ἠκολούθησαν αὐτῷ ἀμοιβαί. Τοὺς μέντοι Σοδομίτας ἡ κακίστη ἐκείνη συνήθεια ἐν ἀγγέλοις αὐτοῖς ἔπεισε τῆν ἀσέλγειαν ἐπιδείξασθαι, ὅθεν καὶ ἀσβέστου πυρὸς ἔργον γεγόνασι. τὰ γὰρ Σόδομα ἐκεῖνα περικαλλῆ μὲν ἑστῶτα, τέφρα δὲ τῇ ἀληθείᾳ ὄντα (καὶ αὐτὸς γὰρ ὁ ἀὴρ σὺν τοῖς ὕδασιν ἐκπυροῦται) τεκμήριον ὅτι σαφὲς τοῦ διαιωνίζειν ἐκεῖσε τὴν κόλασιν. ταῦτα δὲ περὶ Παλαιστίνην, Ἀσκάλωνος καὶ Γάζης ἄνωθεν, περὶ τὸ τοῦ Ἰορδάνου τέλος, οὐδὲν ἀπεοικότα τότε τοῦ παραδείσου. ὁ γοῦν ἀπιστῶν τῇ γεέννῃ ἀναλογιζέσθω τὰ Σόδομα, καὶ οὕτω τὴν ἀδδηφαγίαν φευγέτω· τοιαῦτα γὰρ εἴωθεν αὕτη πάθη γεννᾶν. κατὰ τοῦτο καὶ ὁ Μωσῆς ἔλεγεν τῷ Ἰσραήλ φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μήποτε ἐπιλήσῃ κυρίου τοῦ θεοῦ σου.» ἀλλὰ καὶ ὁ τὴν ἰατρικὴν τέχνην ἄριστος Γαληνὸς τῶν τοιούτων παθῶν αἰτίαν αὐτὴν δείκνυσι τὴν τρυφήν, κατὰ 252 τὴν ἡμετέραν λέγων Μυσίαν τὴν ὅμορον Περγάμου σπανίως ἄν τις εὕρῃ γυναῖκα μοιχευομένην, ἔτι δὲ ἄνδρας ἀσελγεῖς ἀπορρήτοις ἀφροδισίοις ᾠκειωμένους, ἀλλ' ἐν Ῥώμῃ διὰ τὴν ἐπιπολάζουσάν τε καὶ συνήθη τρυφὴν καὶ ῥᾴδια ταῦτα. εἰ δέ, καθά φησι Πτολεμαῖος ὅτι διὰ τὸ οἰκειοῦσθαί τινας πρὸς τὸ τοῦ ζωδιακοῦ πρῶτον τρίγωνον, τὸν κριὸν δηλαδή, τὸν λέοντα καὶ τὸν τοξότην, διὰ τοῦτο ἄδεσμά τινα πράττουσι, καὶ νομίζουσι μηδέν τι ποιεῖν ἀποτρόπαιον ἅτε ὑπὸ ζώδια ὄντες τὰ μὲν ἔμπροσθεν ἀρρενούμενα τὰ δὲ ὄπισθεν θηλυνόμενα, ἆρα μὴ ἄδικος ὁ θεὸς ὁ διὰ πυρὸς ἐκτεφρώσας τὰ Σόδομα; ἀλλ' οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος. ἐν πλησμονῇ γὰρ ἄρτων οἱ τοιοῦτοι κατὰ τὴν γραφὴν σπαταλῶντες, οὐ μὴν ὑπὸ τρίγωνον τοιοῦτον ὄντες, κἀντεῦθεν εἰς ἀθέσμους κοίτας ἐγκυλισθέντες, πυρὸς εἰκότως γεγόνασι παρανάλωμα. οὐκοῦν ἐντεῦθεν μανθάνομεν ὅτι κατ' ἐκείνην τὴν ἡμέραν οἱ δίκαιοι, καθάπερ ἐνταῦθα Νῶέ τε καὶ Λώτ, τῶν βασάνων ἀνώτεροι εὑρεθήσονται, οἱ δὲ ἁμαρτωλοὶ κἂν ἅπας εἶεν ὁ κόσμος, σχεδὸν αἰωνίοις ὑποπεσοῦνται κολάσεσι, καθάπερ ἐνταῦθα κατακλυσμῷ καὶ πυρὶ παρεδόθησαν ἅπαντες οἱ τὰ χείριστα πράττοντες. Ὁ μέντοι Ἀβραὰμ Ἀβρὰμ ἐκαλεῖτο τὸ πρότερον, ὃ λέγεται περάτης· θείᾳ γάρ, ὡς ἔοικεν, ἡ μήτηρ αὐτοῦ προμη253 θείᾳ οὕτως αὐτὸν ἐπωνόμασεν, ἐπεὶ περᾶσαι τὸν Εὐφράτην ἔμελλε καὶ εἰς Παλαιστίνην οἰκῆσαι. ἐτῶν δὲ ἦν ἑβδομήκοντα πέντε ὁ Ἀβραάμ, ὅτε τὰς ἐπαγγελίας ἐδέχετο. γεννᾷ δὲ τὸν Ἰσμαὴλ ἐτῶν ὢν πϛʹ. ἡνίκα δὲ γέγονεν ἐτῶν ϟθʹ, ὤφθη αὐτῷ ὁ θεὸς λέγων ἐγώ εἰμι ὁ θεός.» τότε λοιπὸν περιτέμνεται καὶ ὁ δίκαιος, κανὼν ὥσπερ τοῖς πᾶσι προκείμενος. ὅτι δὲ ἡ τῶν κατὰ πόλιν δικαίων παρρησία τῆς τοῦ θεοῦ μακροθυμίας πρόξενος ἡμῖν ἐστίν, ἐξ αὐτῆς μάνθανε τῆς περὶ τὰ Σόδομα ἱστορίας· ἐὰν δέκα» γάρ φησι δικαίους εὕρω, οὐ μὴ ἀπολέσω τὰς πόλεις.» πολλάκις δὲ καὶ διὰ τὴν τῶν τετελευτηκότων ἀρετὴν ἢ καὶ αὐτὴν τὴν οἰκείαν μακροθυμίαν κήδεται τῶν ζώντων, καὶ βοᾷ λέγων ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.» Πῶς δὲ πιστὸς ὀνομάζεται ὁ Ἀβραὰμ εἰρηκὼς τῷ θεῷ κατὰ τί γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν;» τὴν Παλαιστίνην δηλαδή. τὸ κατὰ τί οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλὰ μαθεῖν ποθοῦντος τῆς κληρονομίας τὸν τρόπον. ἔθνη καὶ γὰρ μυρία τῷ τότε τὴν Παλαιστίνην κατῴκουν. καὶ τούτου χάριν ἔφη ὁ θεὸς μετὰ τὴν θυσίαν γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσιν αὐτοὺς ἔτη υʹ, τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται 254 ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν.» οὐδέπω, φησίν, ἄξια πανωλεθρίας δεδράκασιν. ἄλλως τε καί τινες ἦσαν ἐκεῖσε εὐσεβεῖς· καὶ δῆλον ἔκ τε τοῦ Μελχισεδὲκ καὶ τοῦ Ἀβιμέλεχ. καὶ περὶ μὲν τούτων οὕτως.