Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 255 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
255.1.1
Ὁ δὲ Μελχισεδὲκ εἰ καὶ ἀπάτωρ παρὰ τῇ γραφῇ καὶ ἀμήτωρ λέγεται, ἀλλὰ κατάγει τὸ γένος ἀπὸ Σίδου υἱοῦ Αἰγύπτου τοῦ καὶ τὴν Σίδωνα κτίσαντος. ἐν τῷ ὄρει δὲ Σιὼν πόλιν ἐκεῖνος κτίσας Σαλήμ, καὶ βασιλεύσας ἐν αὐτῇ ἔτη ιγʹ, τελευτᾷ δίκαιος καὶ παρθένος. αὕτη δέ ἐστι μετὰ τῆς ἱεροῦ προσθήκης ἡ περίφημος Ἱερουσαλήμ. ἐκ γένους δὲ τοιούτου μιαροῦ καταγόμενον ἀφῆκεν ἡ γραφὴ ἀγενεαλόγητον, εἰ καί τινες θεὸν αὐτὸν ἐνόμισαν ὡς ἄναρχον τάχα καὶ ἀτελεύτητον, τοῦ ῥητοῦ καὶ μᾶλλον τοῦ ἀποστολικοῦ δραξάμενοι τοῦ λέγοντος ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων μήτε τέλος ζωῆς.» κατὰ τοῦτο καὶ ἀφομοίωμα λέγεται τοῦ Χριστοῦ τοῦ ἀμήτορος μὲν τὸ πρότερον ἀπάτορος δὲ τὸ δεύτερον, καὶ ὅτι τὴν ἀναίμακτον θυσίαν ἣν αὐτὸς ὁ 256 Χριστὸς τοῖς μαθηταῖς παραδέδωκεν, αὐτὸς ἀνέκαθεν προεικόνιζε. καὶ ἄκουσον τί περὶ τούτου φησὶν ὁ τὴν γλῶτταν χρυσοῦς. προμηνύων ὁ θεὸς τὴν κατάλυσιν τῆς νομικῆς ἱερωσύνης εἴρηκε διὰ τοῦ Δαβίδ" 3σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ," 3 ὃς οὐ θυσίας νομικὰς ἱέρευεν ἀλλ' εὐχὰς καὶ ἄρτους καὶ οἶνον, ὡς ἱστορία διδάσκει.» κατὰ τοῦτο καὶ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου παρὰ τῇ γραφῇ λέγεται, ἱερεὺς αὐτοχειροτόνητος, ὡς ὁ χρυσορρήμων φησί· τοιοῦτοι καὶ γὰρ τῷ τότε οἱ ἱερεῖς. ἢ καθὸ θύων ἦν ὡς Ἄβελ, ὡς Νῶε καὶ οἱ λοιποί. Εἰ δὲ καὶ ἄνθρωπος ἦν ὁ Μελχισεδέκ, πῶς λέγεται μήτε ἀρχὴν μήτε τέλος ἔχειν; καὶ ἔστιν εἰπεῖν ὅτι τοὺς ἀπὸ Σὴθ καταγομένους γενεαλογοῦσα ἡ γραφὴ οὕτως ποιεῖ. ὁ Ἀδὰμ τόσων γενόμενος ἐνιαυτῶν γεννᾷ τὸν Σήθ, ὁ δὲ Σὴθ πάλιν τόσων χρόνων γενόμενος τῶν ὧδε ἀφίσταται. δήλη οὖν ἐντεῦθεν καὶ ἡ ἀρχὴ τῶν ἡμερῶν τοῦ Σὴθ καὶ τὸ τέλος τῆς ζωῆς αὐτοῦ. ἐπὶ δὲ τοῦ Μελχισεδὲκ μηδὲν τοιοῦτον ποιήσασα παρέπεισέ τινας ἄναρχον αὐτὸν λέγειν καὶ ἀτελεύτητον, κἀντεῦθεν δύναμιν μεγάλην αὐτὸν οἴεσθαι τοῦ θεοῦ. Βασιλεὺς μὲν οὖν καὶ ἱερεὺς ὁ Μελχισεδέκ, ὡς ἄνωθεν εἴρηται, ὅτι καὶ τύπος ἦν καὶ ἀφομοίωμα τοῦ Χριστοῦ. ὅθεν 257 εἰ θέλεις, ἀγαπητέ, μαθεῖν ὅση τῆς καθ' ἡμᾶς ἱερωσύνης ἡ ὑπεροχή, τῷ χρυσορρήμονι πρόσχες Ἰωάννῃ. ἐν γὰρ τῷ κατὰ Ἰουδαίων πέμπτῳ λόγῳ φησὶν ὅτι καὶ ἐν τοῖς τύποις ἡ καθ' ἡμᾶς ὑπεροχὴ τῆς ἱερωσύνης δείκνυται. ὁ γὰρ Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν καὶ τοῦ Ἰακὼβ πάππος καὶ τοῦ Λευὶ πρόγονος· τοῦ γὰρ Ἰακὼβ υἱὸς ὁ Λευί, ἀπὸ δὲ τοῦ Λευὶ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. ἀλλ' οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευιτῶν, τῶν Ἰουδαϊκῶν δηλα- δὴ ἱερέων, ἐπὶ τοῦ Μελχισεδέκ, ὃς ἦν τύπος τῆς καθ' ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε. καὶ τοῦτο δι' ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτας, καὶ ὅτι ηὐλογήθη παρ' αὐτοῦ· οἱ γὰρ λαϊκοὶ καὶ δεκάτας διδόασι τοῖς ἱερεῦσι καὶ παρ' αὐτῶν εὐλογοῦνται. ἀλλὰ καὶ τοῦ Μελχισεδὲκ ἐλάσσων ὁ Ἀβραὰμ ὁ τὰς ἐπαγγελίας δεξάμενος. καὶ πῶς; ὅτι τὸ ἔλασσον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἀλλὰ καὶ ὁ δεκάτας λαμβάνων Λευὶ δεδεκάτωται, ὡς ὁ Παῦλός φησι δεκάτας γὰρ ἔδωκε καὶ αὐτὸς τῷ Μελχισεδὲκ δι' Ἀβραὰμ τοῦ πατρὸς αὐτοῦ, καὶ μήπω γεννηθείς·» ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ Ἀβραὰμ ἦν, ὅτε συνήντησεν ὁ Μελχισεδέκ. προσέχε οὖν ὅτι σκιὰ καὶ τύπος ἦσαν τὰ Ἰουδαϊκά. εἰ γὰρ διὰ τῆς Ἰουδαϊκῆς ἱστορίας καὶ ἱερωσύνης τελείωσις ἦν, τίς ἔτι 258 χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἕτερον ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; ἐπεὶ οὖν ἑτέρα ἱερωσύνη ἐλθεῖν ἔμελλεν, ἀνάγκη πᾶσα καὶ πολιτείαν ἑτέραν συνεισελθεῖν. καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν ὅτι τῆς ἱερωσύνης μετατιθεμένης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται. καὶ ταῦτα μὲν ὁ τὴν γλῶτταν χρυσοῦς. Προσευχομένους δὲ ἡμᾶς καὶ μὴ εὐθέως εἰσακουομένους οὐ δέον ἐκκακεῖν, ἐπεὶ καὶ ὁ Ἰσαὰκ ἔτη εἴκοσι τοῦ θεοῦ ἐδέετο διὰ τὴν ἀπαιδίαν αὐτῶν. ἐδέετο γάρ, φησί, τοῦ θεοῦ περὶ Ῥεβέκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. δυσχεραινούσῃ δὲ τῇ Ῥεβέκᾳ ἡνίκα ἐγκυμονοῦσα ἦν τόν τε Ἠσαῦ καὶ τὸν Ἰακὼβ (οὐ μικρῶς γὰρ ἐσκίρτων ἐν τῇ κοιλίᾳ αὐτῆς, μηνύοντε, ὡς ἔοικε, τὴν ἐσομένην ὕστερον μέσον αὐτῶν διαμάχην) ἔφη ὁ κύριος δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» πρόσεχε οὖν· σαφῶς γὰρ ἐδήλωσεν ὁ θεὸς τὰ κατὰ τῶν Ἰουδαϊκῶν λαῶν καὶ τῶν ἐθνικῶν. Λιμὸς δεύτερος ἐπὶ τοῦ Ἰσαὰκ γίνεται, ἐφ' ᾧ ἐν Γεράροις κατέρχεται· εἰς Αἴγυπτον μέντοι ἀπελθεῖν οὐ συγχωρεῖται παρὰ θεοῦ. εἰ γὰρ καὶ συνεχωρήθη κατελθεῖν ὁ Ἀβραάμ, ἀλλὰ χάριν καὶ τοῦ γνωσθῆναι καὶ τοῖς ἐκεῖσε τὴν 259 αὐτοῦ ἀρετήν. σπείρει δὲ κριθὴν ὁ Ἰσαάκ, καὶ παραδόξως ἑκατοστεύει. εἰ δὲ τὸ καταβληθὲν εἰς ἑκατὸν παρέδωκεν ἡ γῆ, πῶς ὁ ποιῶν ἐλεημοσύνην καὶ ταῖς τοῦ θεοῦ χερσὶ παρατιθεὶς τὸ διδόμενον ἑκατονταπλασίονα τὸν μισθὸν οὐ λήψεται; εἰ γὰρ ἐνταῦθα τὸ ἓν ἑκατοστεύει, πολλῷ μᾶλλον ἐκεῖσε. Ὁ δὲ Ἰσαὰκ ὅτε τὸν Ἰακὼβ ηὐλόγησεν, ὡσεὶ ἑκατὸν χρό- νων ἦν· διὰ γὰρ τοῦτο καὶ τοὺς ὀφθαλμοὺς ἐπεπήρωτο. ἡ μέντοι Ῥεβέκα μετὰ τὴν ἐπαινετὴν τῆς εὐλογίας κλοπὴν συνεβούλευσε τῷ Ἰακὼβ πρὸς Λάβαν ἀπελθεῖν, ὅπως τὸ ἀκμαῖον τῆς τοῦ Ἠσαῦ ἐκφύγῃ μανίας. ἀποδιδράσκων οὖν τὸν Ἠσαῦ ὁ Ἰακὼβ ἐκοιμήθη καθ' ὁδὸν καὶ ἐνυπνιάσθη. καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν. καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτήν, ὁ δὲ κύριος ἐπεστήρικτο αὐτῆς, καὶ εἶπεν ἐγώ εἰμι μετὰ σοῦ, καὶ μὴ φοβοῦ.» οἱ δὲ ἀνιόντες καὶ κατιόντες τὴν κλίμακα, καθὰ καὶ ὁ μέγας φησὶ Κύριλλος, τὴν θείαν ἐδήλουν διακονίαν· περὶ τούτων γὰρ καὶ ὁ Παῦλος ἔφη οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;» ἔδειξεν οὖν διὰ τούτων σαφῶς ὅτι δυνάμεσιν ἀγγελικαῖς τὰ πάν260 τα οἰκονομεῖ καὶ ὡς οὐδὲν ἀπρονόητον τῶν τῇδε καὶ ὡς ἔτυχε φέρεται. καὶ μή μοι λέγε, τίνος ἕνεκεν ἡ ἁγία γραφὴ πρῶτον ἀνέρχεσθαι τοὺς ἀγγέλους εἶπεν, εἶθ' οὕτως κατέρχεσθαι; ἔχεις γὰρ αὐτὴν τὴν ἁγίαν γραφὴν καὶ τὸν περὶ τούτου λόγον διευκρινοῦσάν σοι. τῶν ἀνθρώπων ἕκαστος φύλακα τῆς ἑαυτοῦ ζωῆς θεῖον ἄγγελον κέκτηται, ὡς ἐντεῦθεν καὶ τὴν καθ' ἡμῶν ὁρμὴν τῶν δαιμόνων ἀναχαιτίζεσθαι (παρεμβαλεῖ» γάρ φησιν ἄγγελος κύριου κύκλῳ τῶν φοβουμένων αὐτόν») καὶ τὰς αἰτήσεις ἡμῶν ἀνάγεσθαι πρὸς τὸν θεὸν δι' αὐτῶν. καὶ πειθέτω ἡμᾶς αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις λέγων ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῶν διηνεκῶς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς,» οὐδὲν ἄλλο ποιοῦντες, ὡς ὁ ἐν πατριάρχαις ἀοίδιμός φησι Νικηφόρος, ἢ τὰς αἰτήσεις ἡμῶν εἰσάγοντες εἰς τὰ ὦτα τοῦ κυρίου σαβαώθ. ἐπιβεβαιοῖ ταῦτα καὶ ὁ θειότατος Ῥαφαὴλ πρὸς τὸν Τωβὴτ οὕτως εἰπών ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς σου ἐνώπιον τοῦ ἁγίου θεοῦ, καὶ νῦν ἀπέστειλέ με ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάρραν.» ἀλλὰ καὶ ὁ καταπεμφθεὶς ἐπὶ Κορνήλιον τὸν ἑκατοντάρχην θεῖος ἄγγελος οὕτως πρὸς αὐτὸν ἔλεγε Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημό261 συνον ἐνώπιον τοῦ θεοῦ. κάλεσαι ἐξ Ἰόππης τὸν Πέτρον.» εἰ δὲ ταῦτα οὕτως ἔχει, εἰ, καθὼς ἀποδέδεικται, τῶν ἀνθρώπων ἕκαστος ἄγγελον κέκτηται τὰς αἰτήσεις ἡμῶν εἰσάγοντα εἰς τὰ ὦτα κυρίου σαβαώθ, ἀνάγκη πᾶσα τοὺς ἀγγέλους πρῶτον ἀνέρχεσθαι, καὶ δι' αὐτῶν τὰς αἰτήσεις ἡμῶν, εἶθ' οὕτως τὰς θείας ἄνωθεν δωρεὰς κατέρχεσθαι πρὸς ἡμᾶς. ἐπὶ γὰρ τούτῳ καὶ ἀγγέλους εἶδεν ἀνερχομένους καὶ κατερχομένους ὁ μακάριος Ἰακώβ· διὰ γὰρ τούτων, ὡς εἴρηται, λειτουργικῶν ὄντων πνευμάτων, καὶ οἰκονομοῦνται τὰ τῆδε πάντα καὶ διεξάγονται. καὶ περὶ μὲν τούτων οὕτως. Ἀνερχόμενον δὲ τὸν Ἰακὼβ ἀπὸ τοῦ Λάβαν, καὶ τον Ἠσαῦ δεδιότα, παραθαρρύνει καὶ αὖθις ὁ θεὸς παλαίων μετ' αὐτοῦ ἕως πρωῒ καὶ πείθων ἐντεῦθεν μὴ φοβεῖσθαι· εἰ γὰρ μετὰ θεοῦ δυνατός, πολλῷ μᾶλλον μετὰ ἀνθρώπων. τοῦτο δὲ καὶ ὁ Ἰακὼβ ἐδήλωσεν εἰπών εἶδον τὸν θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή,» τουτέστιν ἡ τεθνηκυῖα ὥσπερ ὑπὸ δέους θάρσους ἐνεπλήσθη. τηνικαῦτα καὶ Ἰσραὴλ μετονομάζεται ὡς ἐν φαντασίᾳ θεοῦ γενόμενος. ὁ μέντοι Ἰακὼβ διυπνισθεὶς χωλεύων ἦν, ὡς ἡ ἱστορία δηλοῖ. ἵνα δὲ μὴ μετὰ τὴν τελευτὴν τοῦ δικαίου σβεσθῇ ἡ πρὸς αὐτὸν τοῦ θεοῦ κηδεμονία, σοφίζεται τὴν περὶ τούτου μνή262 μην διηνεκῆ ὁ θεός, καί φησιν οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ἰσραὴλ τὸ νεῦρον τοῦ πλάτους τοῦ μηροῦ, ὃ ἐνάρκησε.» καὶ ἔστιν ἐνταῦθα μαθεῖν ὅτι ἡ αἰτία τῶν πλειόνων παρατηρήσεων τοῦτό ἐστι τὸ μὴ ἐπιλανθάνεσθαι αὐτοὺς τοῦ θεοῦ καὶ τῶν αὐτοῦ εὐεργεσιῶν, καὶ ἅτε δὴ ὄντας ἀγνώμονας. ἀλλὰ καὶ χωριζόμενος τοῦ Λάβαν ὁ Ἰακώβ, καὶ μέλλων συναντᾶν τῷ Ἠσαῦ, παρεμβολὴν ἀγγέλων ὁρᾷ ὡς ἐντεῦθεν θαρρεῖν καὶ μὴ τοὺς συνόντας τῷ Ἠσαῦ δεδιέναι. Ὁ Λάβαν μετὰ τὴν συμπλήρωσιν τῶν εἴκοσι ἐνιαυτῶν, ὑποσχεθεὶς ἀποστεῖλαι τὸν Ἰακὼβ μετὰ μισθοῦ, ἀνεβάλλετο, ὑπό τινων μεταβληθείς. ἐφ' ᾧ καὶ πρὸς Λείαν καὶ Ῥαχὴλ ἔφη ὁ Ἰακὼβ ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστι πρός με ὡς χθὲς καὶ τρίτην ἡμέραν. ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ' ἐμοῦ.» καὶ δῆλον ὅτι τῷ Λάβαν καταδιώκοντι τὸν Ἰακὼβ ἐπέστη ὄναρ λέγων φύλαξον σεαυτὸν μήποτε λαλῆσαι μετὰ τοῦ Ἰακὼβ πονηρά.» μέγα ὄφελος ἡ διίου τινὸς παρουσία. καὶ δῆλον ἐξ ὧν ὁ Ἰακὼβ πρὸς Λάβαν ἔλεγεν εὐλόγησέ σε ὁ θεὸς ἐπὶ τῷ ποδί μου.» ἀλλὰ τῶν γυναικῶν αὐτοῦ ἕνεκα τοιαύτην ἐποίει πρὸς αὐτὸν ἀπολογίαν· οὐκ ἐγώ, τὸ δὲ προσὸν φίλτρον ταῖς γαμεταῖς γυναιξὶ παρέπεισεν αὐτὰς ἐκ τῆς αὐτῶν ἀπᾶραι γῆς. κατὰ μέντοι τὸν Γεώργιον ὁ Ἰακὼβ ἀνερχόμενος ἀπὸ τοῦ Λάβαν 263 εἶδε πάλιν ὅρασιν ἐν Βεθήλ, καὶ πάντα ἀποδεκατώσας ἅπερ ἐκέκτητο, τελευταίους ὑποβάλλει τοὺς παῖδας. καὶ ἀριθμήσας αὐτοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀνάπαλιν, καὶ ἐπὶ̀ τὸν Λευὶ ἐλθών, ἐπεὶ δέκατον εὗρεν αὐτόν, τῷ θεῷ τοῦτον προσήγαγεν, ἀποδεκατώσας καὶ πάντα ὅσα φθάσας ἐκτήσατο, καθὰ δὴ καὶ προϋποσχόμενος εἶπε τῷ θεῷ ἐν τῷ ἀποδιδράσκειν πάντα ὅσα ἄν μοι δῷς, δεκάτῃ ἀποδεκατώσω αὐτά σοι.» καὶ εὐθὺς ἐνδύσας τὸν Λευὶ στολὴν ἱερατικήν, δι' αὐτοῦ θυσίας τῷ θεῷ προσήνεγκεν ἐν Βεθήλ. κἀντεῦθεν οἱ μὲν τῆς παλαιᾶς Λευῖται λέγονται, οἱ δὲ τῆς νέας κληρικοὶ διὰ τὸ γεγράφθαι οὐκ ἔσται τοῖς Λευίταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ὁ γὰρ κύριος μερὶς αὐτῶν καὶ κλῆρος.» Καὶ κατὰ μὲν τὴν τοῦ Μωσέως ἱστορίαν ὅ τε Ἠσαῦ καὶ Ἰακὼβ πρὸς ἀλλήλους ἐσπείσαντο· ὁ δὲ Ἰώσηπος τῇ περὶ τούτων ἱστορίᾳ καὶ τάδε προστίθησιν. ὁ Ἰσαὰκ τελευτῶν περὶ ὁμονοίας τῷ Ἰακὼβ καὶ τῷ Ἠσαῦ ὡμίλησε. τούτου δὲ τελευτήσαντος ὁ Ἠσαῦ ἐδίωκε τὸν Ἰακώβ. εἰσελθὼν δὲ ἔν τινι πόλει οὗτος, καὶ παρακύψας ἄνωθεν, ἀνεμίμνησκεν αὐτὸν τῶν πατρικῶν παραγγελιῶν. ὁ δ' οὐκ ἐπείθετο. καὶ τείνας τόξον ἔβαλλε τὸν Ἠσαῦ κατὰ τοῦ μαζοῦ. τότε οὖν ἐπληρώθη ἡ τοῦ Ἰσαὰκ προφητεία ἡνίκα ἂν καθέλῃς τὸν 264 ζυγὸν τοῦ ἀδελφοῦ σου ἐκ τοῦ τραχήλου σου, πλημμέλειαν πλημμελήσεις θανάτου.» καὶ τὰ μὲν τοῦ Ἰωσήπου τοιαῦτα, προσέχειν δὲ τούτοις ὡς ἀληθέσιν οὐκ ἄξιον. τὸ γάρ πλημμέλειαν πλημμελήσεις θανάτου» προσθήκη ἐστὶ τοῦ Ἰωσήπου· ἐν γὰρ τῇ προφητείᾳ τοιοῦτον ῥητὸν γεγραμμένον οὐχ εὕρηται. καὶ περὶ μὲν τούτων οὕτως. Κρατεῖ δὲ μετὰ ταῦτα τῶν Ἀσσυρίων καὶ Σαρδανάπαλος, διάγων χαύνως πάντῃ καὶ τρυφηλῶς, εὐνούχοις ἔσω συγκεκλεισμένος καὶ γυναιξί, μή τινι τῶν ὑπ' αὐτὸν θεωρούμενος, χρώμασί τε καὶ βάμμασι καὶ τῇ τῶν γενείων ἐκκοπῇ θηλυδρίαν ποιῶν ἑαυτόν, ὡς ἐντεῦθεν μισητὸν τοῖς πᾶσι γενέσθαι. καί τις δὲ τῶν ὑπὸ χεῖρα θέλων ἰδεῖν αὐτὸν οὐκ ἐδύνατο. ποτὲ οὖν ἐπιτυχὼν τοῦ ποθουμένου ξίφος ὠθεῖ κατ' αὐτοῦ, καὶ τῆς ζωῆς αὐτὸν ἀθλίως ἀποστερεῖ. μετὰ δὲ Σαρδανάπαλον κρατεῖ τῶν Ἀσσυρίων ὁ υἱὸς Πίκου τοῦ καὶ Διὸς Περσεύς, ὃς νικήσας τοὺς Λυκάονας καὶ πόλιν κτίσας ἐκεῖ, καὶ τὴν ἑαυτοῦ στήλην στήσας, Ἰκόνιον αὐτὴν ἐκάλεσεν ἐκ τοῦ ἰδίου ἀπεικονίσματος. εἶτα πρὸς Ἰσαυρίαν καὶ Κιλικίαν ἐλθών, καὶ ἀπὸ τοῦ ἵππου κατελθὼν καὶ πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ καὶ πόλιν ἐκεῖ κτίσας, ἐπωνόμασεν αὐτὴν Ταρσόν. ἐπ' ὀνόματι μὲν οὖν αὐτοῦ καὶ τοὺς Ἀσσυρίους Πέρσας ἐκάλεσεν. ἐφ' οὗ πῦρ ἐξ οὐρανοῦ ἔπεσε, 265 καὶ κτίσας ἐπ' αὐτῷ ναὸν πυρσολατρεῖν ἐδίδαξεν. οὐκοῦν 265 πρώτη μὲν βασιλεία ἡ τῶν Ἀσσυρίων ἤτοι Βαβυλωνίων, δευτέρα δὲ ἡ τῶν Περσῶν ὁμωνύμως καὶ αὐτῶν Βαβυλωνίων κληθέντων. Γίνωσκε δὲ ὅτι ἐπὶ τῆς τοῦ Φοίνικος βασιλείας ἤκμαζεν Ἡρακλῆς ὁ Τύριος καὶ φιλόσοφος, ὁ τῆς κογχύλης εὑρετής. τὸ γὰρ ἔριον τὸ ἀπὸ τοῦ ποιμενικοῦ κυνὸς ἀπομαχθὲν ἰδών, καὶ νοήσας ὡς οὐκ ἔστιν αἷμα ἀλλὰ βάμματος ὑπόθεσις (ἔτυχε γὰρ ὁ κύων οὗτος παρ' αἰγιαλῷ κογχύλην εὑρὼν καὶ φαγών), προσῆξεν ὡς δῶρον τῷ βασιλεῖ. πρῶτος οὖν ὁ Φοῖνιξ τὴν ἁλουργίδα ἐφόρεσε, κελεύσας μηδένα ἕτερον τὴν τοιαύτην χροιὰν φορεῖν, καὶ οὕτως ἐκ τῆς ἁλουργίδος τὸν βασιλέα γνωρίζεσθαι· πρὸ δὲ τούτου κοινὸς ὁ βασιλεὺς ἐδόκει. ἐν δὲ Τύρῳ αὕτη εὑρέθη. Ὅτε ὁ Κροῖσος χρησμὸν λαβὼν τὸν Ἅλυν διεπέρασεν, εἰς φυγὴν ὁ Κῦρος ὥρμησεν, ἡ δὲ γυνὴ αὐτοῦ συνεκράτησεν αὐτὸν λέγουσα τὸν αἰχμάλωτον Δανιὴλ ἀγαγεῖν καὶ δι' αὐτοῦ μαθεῖν τὸ πᾶν. ὃ δὴ καὶ γέγονεν. καὶ οὕτω θάρσος ἐκεῖνος ἔλαβε. μετακαλεσάμενος δὲ τὸν Δανιὴλ μετὰ πάσης δορυφορίας, εἶπεν αὐτῷ τάδε λέγει κύριος περὶ τῷ χρηστῷ Κύρῳ· καὶ τὸν Κροῖσον νικήσεις.» ὃ καὶ γέγονε· καμήλους γὰρ ἔμπροσθεν τῆς παρατάξεως προτείναντος, καὶ τῶν 266 ἀντιθέτων ἵππων εἰς φυγὴν τραπέντων, κρατεῖται μὲν ὁ Κροῖσος, ἀπώλοντο δὲ χιλιάδες υʹ· οὐδὲ γὰρ ἴσχυον ἀντιπερᾶσαι τὸν ποταμὸν πλημμυροῦντα. Μετὰ δὲ Κῦρον Δαρεῖος ὁ υἱὸς αὐτοῦ, εἶτα Ἀρταξέρξης, ἐφ' οὗ ἦν τις ἐν Ἰταλίᾳ ὀνόματι Πάλας. οὗτος κτίσας οἶκον Παλάτιον ὠνόμασεν, ὅθεν τὸ βασιλικὸν κατοικητήριον παλάτιον λέγεται. καὶ ὁ μὲν Γεώργιος οὕτως, ὁ δὲ Ζωναρᾶς περὶ τούτου καὶ τάδε. ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, ὅτι ἐν ὄρει τῷ καλουμένῳ Παλατίῳ, ἐν ᾧ Φαυστοῦλος διῆγεν ὁ τὸν Ῥωμύλον θρεψάμενος, ὁ Καῖσαρ ᾤκει, καὶ διὰ τοῦτο, κἂν ἀλλαχοῦ που καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ ἔχει.» μετὰ δὲ ταῦτα Ῥῶμος ὁ κτίσας τὴν Ῥώμην καὶ Ῥῆμος ὁ ἀδελφὸς αὐτοῦ. οὗτοι κτίσαντες ναὸν τῷ Διὶ Καπετώλιον Ῥώμης ὠνόμασαν, τουτέστι κεφαλὴν τῆς πόλεως. ὁ μέντοι Ῥῶμος τὸν Ῥῆμον φονεύσας, καὶ τὸν δῆμον ὁρῶν στασιάζοντα, πρῶτος ἱππικὸν ἀπετέλεσεν εἰς τιμὴν τοῦ ἡλίου καὶ τῶν τεσσάρων στοιχείων. ἀλλὰ καὶ οὕτως ἡ πόλις ἐταράσσετο. ἐρωτήσας οὖν εἰς τὸ μαντεῖον διὰ τί ἐς τοσοῦτον ἡ πόλις σείεται, ἤκουσεν εἰ μὴ συγκαθίσει ὁ ἀδελφός σου μετὰ σοῦ, οὐκ ἂν ἡ πόλις ἠρεμήσει.» ἐντύπωμα ποιήσας τοῦ ἀδελφοῦ χρυσοῦν συνεκάθιζε μετ' αὐτοῦ καὶ συνέκρινεν. 267 Ὅτε ὁ τοῦ Ἀρταξέρξου υἱὸς Ὦχος τὴν Αἴγυπτον κατέσχεν, ὁ βασιλεὺς αὐτῆς Νεκτεναβὼ ἀλλάξας τὴν ἐσθῆτα ἔφυγεν εἰς Μακεδονίαν, διὰ λεκανομαντείας προγνοὺς ὴν Αἰγύπτου κατάσχεσιν, καὶ διὰ τὰς αὐτοῦ μαγγανείας γνώριμος γίνεται Φιλίππῳ καὶ τῇ γυναικὶ αὐτοῦ Ὀλυμπιάδι, ᾗ καὶ μιγνύμενος διὰ μηχανῶν ἔτεκε τὸν Ἀλέξανδρον. ὁ μέντοι Φίλιππος Μακεδονίας βασιλεύσας καὶ Θεσσαλίαν ὑποτάξας πόλιν ἐν αὐτῇ κτίζει καὶ Θεσσαλονίκην καλεῖ. μετὰ τοῦτον Ἀλέξανδρος. ὅτε τοίνυν οὗτος κατὰ Περσῶν καὶ Μήδων ὥρμησε, συμμαχίαν τοὺς Ἰουδαίους ἐζήτησε. καὶ μὴ λαβὼν (συνθήκας γὰρ εἶχον πρὸς Δαρεῖον μὴ πολεμεῖν αὐτὸν) ἐπῄει κατ' αὐτῶν. ὁ γοῦν ἀρχιερεὺς πρὸς ἔκπληξιν τὴν θαυμαστὴν ἐκείνην στολὴν ἐνδυσάμενος τῷ Ἀλεξάνδρῳ ὑπήντησε. καὶ ὃς ἐκπλαγείς, κἀντεῦθεν τοῦ ἵππου καταβάς, τῷ ἀρχιερεῖ προσέπεσε. τῶν γοῦν ἀλλοφύλων ἐκπλαγέντων ἔφη οὐ τὸν ἱερέα προσκυνῶ, ἀλλὰ τὸν ὑπ' αὐτοῦ τιμώμενον θεόν· τοιούτῳ γὰρ σχήματι καὶ τὸν θεὸν εἶδον κατὰ Περσῶν θαρρύναντά με.» ἐφ' ᾧ καὶ θυσίαν ἐκεῖσε τῷ θεῷ προσήνεγκεν. Οὗτος μὲν οὖν καὶ πάνυ σοφῶς καὶ εὐμηχάνως ἐχειροῦτο τὰ πάντα· μετενδυόμενος γὰρ εἰσήρχετο πανταχοῦ, καὶ 268 κατασκοπεύων οὕτως ἐνίκα. τοῦτο ποιεῖ καὶ ἐπὶ τῇ χήρᾳ Κανδάκῃ. ἀλλ' ἑάλω· ἐκείνη γὰρ τὰ συστήματα αὐτοῦ μαθοῦσα (ἦν γὰρ τὸν μὲν τῶν ὀφθαλμῶν γλαυκὸς τὸν δὲ μέλας) ἅμα τῷ ἰδεῖν αὐτὸν εἶπε βασιλεῦ Ἀλέξανδρε, τὸν κόσμον ἔλαβες, καὶ γυνή σε παρέλαβεν.» ἣν καὶ λαβὼν εἰς γυναῖκα, καὶ εἰς Αἴγυπτον ἀπελθών, καὶ τὴν μεγάλην Ἀλεξάνδρειαν κτίσας, καὶ ὑποστρέψας εἰς Βαβυλῶνα, τελευτᾷ ἐτῶν λβʹ, δώδεκα καὶ μόνα κρατήσας ἔτη, φρονιμώτατος πάντων καὶ ἀνδρειότατος. διὰ γὰρ τοῦτο καὶ πτηνὴν αὐτὸν πάρδαλιν ὁ προφήτης προεῖδε, τὸ ῥαγδαῖον αὐτοῦ καὶ ὀξὺ παριστῶσα καὶ τὸ ἄφνω διαπτῆναι μετὰ τροπαίων τὴν οἰκουμένην. λέγεται δὲ ὅτι καὶ φιλοσόφου τινὸς ἤκουσεν εἰπόντος ἀπείρους εἶναι κόσμους, καὶ μέγα στενάξας ἔφη ἀπείρων ὄντων μηδενὸς ἐγὼ κεκράτηκα.» ἀλλὰ καὶ ἐπὶ σωφροσύνῃ ἐθαυμάζετο· τὰς γὰρ Δαρείου θυγατέρας αἰχμαλώτους κρατήσας οὐδὲ ἰδεῖν ἠνέσχετο, ἀπρεπὲς εἶναι εἰπὼν τὸν ἄνδρας κρατήσαντα ὑπὸ γυναικῶν κρατηθῆναι. ὡσαύτως δὲ καὶ ἐπὶ φιλοσοφίᾳ καὶ ἀγχινοίᾳ· τῷ γὰρ Ἀριστοτέλει παρηκολούθησε. πολεμικώτατος δὲ καὶ τολμηρότατος ὤν, καὶ ἰδὼν ὁμώνυμον αὐτῷ νεανίσκον τινὰ δειλῶς μαχόμενον, εἶπεν ἢ τὸν τρόπον ἄλλαξον ἢ τὴν κλῆσιν.» 269 Οὗτος μὲν οὖν Ἀλέξανδρος καὶ μέχρι τῶν ἐνδοτάτων Ἰνδῶν καὶ αὐτοῦ τοῦ ὠκεανοῦ καὶ τῆς μεγίστης νήσου τῶν Βραχμάνων φθάσας, ὧν καὶ τὸν θαυμάσιον βίον θαυμάσας καὶ τὴν εἰς θεὸν εὐσέβειάν τε καὶ λατρείαν ἐξεπλάγη, ἐν ᾧ τόπῳ καὶ στήλην στήσας ὑπέγραψεν ἐγὼ μέγας Ἀλέξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου.» ἐν ἐκείνῃ τῇ νήσῳ κατοικοῦσιν οἱ λεγόμενοι Μακρόβιοι· ζῶσι γὰρ αὐτῶν οἱ πλείους περὶ τὰ ἑκατὸν πεντήκοντα ἔτη διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ἀνεξερεύνητα τοῦ θεοῦ κρίματα. ἐκεῖσε ὀπώρα τὸν ἅπαντα χρόνον οὐ λείπει. ἐκεῖ τὰ μέγιστα κάρυα καὶ τὰ δυσπόριστα ἀρώματα καὶ ἡ Μαγνῆτις λίθος· παρ' οἷς οὐκ ἔστι τετράποδον, οὐκ οἶνος, οὐκ ἄρτος, οὐχ ἱμάτιον. μικρᾶς δὲ ὀπώρας καὶ ὕδατος ἀπολαύουσι τὸν ποταμὸν παροικοῦντες καὶ τῷ θεῷ γνησίως λατρεύοντες. καὶ οἱ μὲν ἄνδρες εἰς ποταμὸν παροικοῦσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἐντεῦθέν εἰσι τοῦ ποταμοῦ Γάγγου τοῦ παραρρέοντος εἰς τὸν ὠκεανὸν ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. καὶ οἱ μὲν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰούλιον καὶ Αὔγουστον, παρ' οἷς ὑπάρχουσι ψυχρότεροι, τοῦ ἡλίου πρὸς ἡμᾶς ὑψωθέντος. τηνικαῦτα γὰρ εὔκρατοι γενόμενοι πρὸς οἶστρον κινεῖσθαι λέγονται. καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέρας τεσσαράκοντα πάλιν ἀντιπερῶσι. μεθ' ὃ δὲ τέκῃ ἡ γυνὴ δύο παῖδας, οὐκέτι μίγνυνται. ἐὰν δέ τις εὑρεθῇ στεῖρα μέχρι πενταετίας, ἔκτοτε ἀμιγής 270 ἔστι δι' εὐλάβειαν. ὁ μέντοι ποταμὸς ὢν δυσπέρατος διὰ τὸ ὀδοντοτύραννον ζῶον· καὶ γὰρ οὗτος ἀμφίβιον μέγιστον, ὥστε καὶ ἐλέφαντας καταπίνειν, εἰ καὶ τοὺς ἄνδρας τούτους οὐ βλάπτει διαπεραιουμένους. ἐν δὲ τοῖς ἐρημοτέροις τόποις δράκοντές εἰσιν ὡσεὶ πηχέων ἑβδομήκοντα, σκορπίοι δὲ πηχυαῖοι, μύρμηκες παλαιστιαῖοι· ἐφ' ᾧ καὶ ἀοίκητοι μένουσιν οἱ τόποι ἐκεῖνοι. ἀλλὰ καὶ ἐλέφαντες ἐκεῖσε ἀγεληδὸν βόσκονται. ἐνδότερον δέ εἰσιν ἄνθρωποι ἀνθρώπους ἐσθίοντες. Χαλδαίοις νόμος μητρογαμεῖν καὶ ἀδελφοτεκνοφθορεῖν. παρ' Ἀγιλαίοις αἱ γυναῖκες αὐθεντοῦσι τῶν ἀνδρῶν καὶ πορνεύουσιν ὡς βούλονται, μὴ ζηλοτυπούμεναι παρὰ τῶν ἀνδρῶν αὐτῶν, γεωργίαν δὲ καὶ οἰκοδομίαν καὶ πάντα τὰ ἀνδρῷα πράττουσιν. ἐν δὲ Βρεττανίᾳ πλεῖστοι ἄνδρες μιᾷ συγκαθεύδουσι γυναικὶ καὶ πολλαὶ γυναῖκες ἑνὶ ἀνδρί. Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ' ὡς τὰ ἄλογα κατὰ τὸ ἔαρ τοῖς γειτνιῶσι μίγνυνται, καὶ μέγα πανηγυρίζουσαι οἴκαδε ἀποστρέφουσι, καὶ κατὰ τὸν καιρὸν τῆς κυήσεως τὸ μὲν ἄρρεν ἀναιροῦσι, τὸ δὲ θῆλυ ζωογονοῦσι. Ταῦτα μὲν οὖν πάντα νόμος τοῖς κατὰ τόπους ἔθνεσιν ἐκ διαδοχῆς κατὰ τὸν μέγαν Καισαριον γέγονε. μετὰ μέντοι 271 τὴν Ἀλεξάνδρου τελευτὴν εἰς πολλὰς ἀρχὰς ἡ βασιλεία αὐτοῦ διῃρέθη, καὶ οὐ διέλειπον ἀεὶ κατ' ἀλλήλων ἐπανιστάμενοι, ἕως οὗ ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυσε. καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δὲ Ἰακὼβ γεννᾷ τοὺς δώδεκα πατριάρχας, τὸν Ῥου- βίμ, τὸν Συμεών, τὸν Λευί, τὸν Ἰουδὰν καὶ τοὺς λοιποὺς καθεξῆς. ἠγάπα δὲ τὸν Ἰωσὴφ πλέον τῶν ἄλλων καὶ διὰ τὸ νεώτατον αὐτὸν εἶναι καὶ διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετήν. ἐφ' ᾧ καὶ φθονοῦσιν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ. οὐ διὰ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ διὰ τὰς ὁράσεις ὧν ἐκεῖνος γέγονε θεωρός. ἑώρα γὰρ ἀστέρας ἕνδεκα, σὺν αὐτοῖς τε τὸν ἥλιον καὶ τὴν σελήνην, προσκυνοῦντας αὐτόν. καὶ οἱ μὲν ἀστέρες ἐδήλουν τοὺς ἀδελφοὺς αὐτοῦ, ὁ ἥλιος τὸν πατέρα, ἡ δὲ σελήνη τὴν μητέρα. εἰ δὲ λέγει τις, πῶς ἡ μήτηρ λέγεται προσκυνῆσαι, ἐπεὶ προαποθανεῖν ἔφθασεν, ἀκουέτω ὅτι τοῦ Ἰακὼβ κατελθόντος ἐν Αἰγύπτῳ καὶ προσκυνήσαντος συμπροσκυνῆσαι λέγεται καὶ ἡ γυνὴ αὐτοῦ, ὅτι καὶ σῶμα ἓν ἀμφότεροι οὗτοι. οὐκοῦν ἐφθόνουν αὐτῷ διὰ τοῦτο οἱ ἀδελφοὶ αὐτοῦ. καὶ φθονοῦντες εἰς ἐπιβουλὴν προδήλως χωροῦσι, καὶ θανατῶσαι θέλοντες αὐτὸν ἐμβάλλουσι λάκκῳ δεινῷ. ἑνὸς δέ τινος ὑποθήκαις, δηλαδὴ τοῦ Ῥουβὶμ ἅτε πρὸς αὐτὸν φι272 λίως διακειμένου, τοῦ λάκκου τε αὐτὸν ἐξάγουσι, καὶ κατὰ τὴν τοῦ Ἰωσήπου ἱστορίαν εἴκοσι μνῶν τοῖς ἐμπόροις ἀποδιδόασι. μετὰ δὲ ταῦτα πρὸς τὸν πατέρα ἐπιστρέψαντες τὸν μὲν Ἰωσὴφ ἔλεγον μὴ ἰδεῖν, χιτῶνα δὲ τούτου εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον, ὡς ἐντεῦθεν ὑπόνοιαν τάχα διδόναι παρὰ θηρίων αὐτὸν ἀπολέσθαι. κατάγεται οὖν παρὰ τῶν ἐμπόρων εἰς Αἴγυπτον, καὶ ὡς δοῦλος ἐκεῖσε πιπράσκεται. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ εἰς ἔρωτας ἀσέμνους παρὰ τῆς κυρίας αὐτοῦ ἐφέλκεται. ὁ δὲ οὐκ ἐπείθετο· εἰ γὰρ καὶ τὸ σῶμα δοῦλος, ἀλλὰ τὴν γνώμην ἐλεύθερος. ἐφ' ᾧ καὶ πρὸς ὀργὴν αὐτὴν κινεῖ. μελετᾷ κατ' αὐτοῦ, κατηγορεῖ, πείθει εἰς φυλακὴν αὐτὸν ἐμβαλεῖν. γίνεται ταῦτα, καὶ τρισκαίδεκα ἔτεσιν κατάκλειστος ἦν· τῇ δὲ τοιαύτῃ φυλακῇ καὶ ἕτεροι δύο συνῆσαν, οἰνοχόος τε καὶ ἀρτοποιός· οἷς δὴ παραδόξως καὶ τὰ ἐσόμενα προηγόρευσε. καὶ τῷ μὲν οἰνοχόῳ ἐλευθερίαν προέλεγε διὰ τριῶν ἐμμένειν ἡμερῶν· ἑώρα γὰρ ἐκ τριῶν κλημάτων ἀποθλιβομένους βότρυας δι' αὐτοῦ εἰς φιάλην, καὶ τὸν βασιλέα χαριέντως ἐξ αὐτοῦ ταύτην λαμβάνοντα. ὅθεν καὶ πρὸς αὐτὸν ἔλεγε μὴ ὑπερίδῃς ἡμᾶς δια ταῦτα ἀπερχόμενος· οὐδὲν γὰρ ἁμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, ἀλλὰ σωφροσύνης ἕνεκα τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθη273 μεν.» τῷ δὲ ἀρτοποιῷ λέγοντι τρία κανᾶ φέρειν ὑπὲρ κεφαλῆς ἑαυτοῦ, καὶ δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψων τε καὶ ποικίλων βρωμάτων, καταπταμένους δὲ οἰωνοὺς ἅπαντα δαπανᾶν, κἀντεῦθεν προσδοκῶντι ὁμοίαν τῷ οἰνοχόῳ τὴν πρόρρησιν ἔσεσθαι, δύο τὰς πάσας ἔτι τοῦ ζῇν ἔλεγεν ἔχειν ἡμέρας· τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν, τῇ τρίτῃ δὲ αὐτὸν σταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς. γενέθλιον ἐπιτελεῖ ὁ βασιλεύς, καὶ τηνικαῦτα τὰ τῆς προρρήσεως γίνεται. ἐπιλανθάνεται τούτου ὁ οἰνοχόος. ἐνιαυτοὶ δύο παρέρχονται. ὁρᾷ κατὰ νύκτα ὁράσεις δύο ὁ Φαραώ. ἀμηχανοῦσιν ἐπὶ τούτοις οἱ τῶν Αἰγυπτίων σοφοί. καλεῖται ὁ Ἰωσήφ, τοῦ οἰνοχόου τοῦτο προτρέψαντος. ἡ δὲ ὅρασις βόες εὐτραφεῖς ἑπτὰ ἀπὸ τοῦ νάματος ἐπὶ τὸ ἕλος ἐρχόμεναι· ἄλλαι ἰσάριθμοι ἐκ τοῦ ἕλους ὑπαντῶσαι, λίαν κατισχνωμέναι, καὶ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας, κἂν οὐδὲν ἐκ τοῦ φαγεῖν ὠφελοῦντο. ἡ δὲ δευτέρα ὅρασις στάχυες εὐτραφεῖς ἑπτὰ ἀπὸ μιᾶς ῥίζης, ὑφ' ἑτέρων ἑπτὰ διεφθαρμένων καὶ ἀσθενῶν δαπανώμενοι. ἔτος δὲ τριακοστὸν ὁ Ἰωσὴφ τηνικαῦτα ἤνυεν. ἐφερμηνεύει τὰς ὁράσεις, τιμᾶται παρὰ τοῦ Φαραώ, ἄρχων Αἰγύπτου καθίσταται. πρὸς τούτοις δὲ καὶ 274 Ψομθομφάνιχον αὐτὸν ὁ Φαραὼ προσαγορεύει, τουτέστιν ἐφευρετὴν τῶν κρυπτῶν. τὸν δὲ λιμὸν ἐκεῖνον ἱστορεῖ γενέσθαι διὰ τὸ μήτε τὸν Νεῖλον τότε ἀνελθεῖν μήτε δρόσον ἄνωθεν κατελθεῖν. γεννᾷ δὲ Ἰωσὴφ καὶ δύο υἱούς, Μανασοῆν καὶ Ἐφραΐμ. καὶ τὸ μὲν Μανασσῆς σημαίνει ἐπίληθον· εὐδαιμονήσας γὰρ λήθην τῶν ἀτυχημάτων ἔλαβε. τὸ δὲ Ἐφραῒμ ἀποδιδούς· αὐτὸς γὰρ τοῖς προγόνοις τὴν ἐλευθερίαν ἀπέδωκε. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Οἱ δέ γε τοῦ Ἰακὼβ υἱοὶ ἀκούσαντες τὰ παρὰ Συχὲμ τοῦ υἱοῦ Ἐμὼρ γεγενημένα ἐπὶ τῇ ἀδελφῇ αὐτῶν Δινᾷ κατενύγησαν ἤγου νἐλυπήθησαν, ἀσχημοσύνην τὸ πρᾶγμα ἐλογίσαντο. ἐφ' ᾧ καὶ τοὺς ἐκεῖσε παροικοῦντας ἔργον φόνου πεποιήκασιν. ὅθεν καὶ συγχωρεῖ αὐτοὺς ὁ θεὸς καιρὸν ἱκανὸν κακωθῆναι κατ' Αἴγυπτον. αὕτη οὖν ἡ αἰτία τῆς πολυετοῦς καὶ πρώτης αἰχμαλωσίας αὐτῶν. ὁ μέντοι Ἰακὼβ ζητηθεὶς παρὰ τοῦ Ἰωσήφ, ἡνίκα πρὸς αὐτὸν ἀπῆλθον οἱ ἀδελφοὶ αὐτοῦ διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κατῆλθον εἰς Αἴγυπτον ἐν οʹ καὶ εʹ ψυχαῖς. τίθησι δὲ τὸν ἀριθμὸν ἡ γραφή, ἵνα μάθωμεν ἐκ πόσων πόσοι γεγόνασιν. ὁ δέ γε Ἰακὼβ μικροῦ δεῖν ἐξέλιπεν ἐκ τῆς ἀπροσδοκήτου χαρᾶς, ὥς φησιν Ἰώσηπος, εἰ μὴ ὁ Ἰω- σὴφ αὐτὸν ἀνεζωπύρησεν· εἰ γὰρ καὶ αὐτὸς ὑφ' ἡδονῆς ἥτ275 των τοῦ πάθους γέγονεν, ἀλλ' οὐ τὸν αὐτὸν τρόπον τῷ Ἰακώβ. ὁ μέντοι Φαραὼ πολιὸν ἰδὼν τὸν Ἰακὼβ ἐρωτᾷ περὶ τῶν ἐτῶν αὐτοῦ. καὶ ὃς ἀπεκρίνατο λέγων αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ, ρλʹ ἔτη, μικραὶ καὶ πονηραὶ γεγόνασι.» ταῦτα δὲ ἔλεγε δι' οὓς ὑπέστη πειρασμούς. ἐπέζησε δὲ μετὰ ταῦτα ἔτη ιεʹ εἰς παράκλησιν ὧν ἔπαθε δεινῶν τὰ πρὸ τοῦ. καὶ οἱ μὲν παλαιοὶ πολὺν χρόνον ἔζων, ὥστε αὐξηθῆναι τὸ γένος ἐν τῷ πλείονι χρόνῳ. διὰ τοῦτο καὶ πολλαῖς συνήπτοντο γυναιξίν. αὐτίκα γοῦν καὶ μετὰ τὸν κατακλυσμὸν μακρόβιοι ἦσαν. ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλήρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός. κατὰ δὲ τὸν θειότατον Κύριλλον, ἠλαττώθη τὰ ἔτη διὰ τὸ τὴν φύσιν αὐτὴν ἀδρανεστέραν τῷ χρόνῳ γενέσθαι καὶ μὴ ἐπὶ πλείοσιν ἰσχύειν ἔτεσι παρεκτείνεσθαι. καὶ πολυετεῖς μὲν ἦσαν οἱ παλαιοὶ δι' ἣν αἰτίαν ἔφθασεν ὁ λόγος εἰπεῖν· ὁ δὲ Ἰώσηπος τῇ παρευρισκομένῃ τότε τροφῇ μακροβίους γενέσθαι τοὺς ἀνθρώπους ἔλεγε. Καὶ γεννᾷ μέν, ὡς εἴρηται, τοὺς δώδεκα πατριάρχας ὁ Ἰακώβ, ἀφ' ὧν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραήλ· διὰ γὰρ τοῦτο καὶ πατριάρχας ἐκεῖνος ὁ λόγος ἐκάλεσεν ὡς τῶν πα276 τριῶν ἤτοι τῶν φυλῶν ἄρχοντας. κατὰ δὲ τὸν μέγαν Ἐπιφάνιον δέκα καὶ τρεῖς αἱ φυλαί. εἰ γὰρ καὶ φυλή τις οὐκ ἔστιν ἐκ τοῦ Ἰωσήφ, ἀλλ' αἱ ἀπὸ τῶν παίδων αὐτοῦ, τοῦ τε Μανασσῆ καὶ τοῦ Ἐφραΐμ, δύο φυλαὶ τοῦ Ἰωσὴφ γνωρί- ζονται. ὅμως μέντοι τῆς Λευὶ φυλῆς ὑπεξαιρουμένης ὡ μηδὲν ἐργαζομένης, δώδεκα πάλιν αἱ φυλαί. καὶ Ἰακὼβ μὲν γεννᾷ τὸν Λευί, Λευὶ δὲ τὸν Καάθ, Καὰθ δὲ τὸν Ἀμράμ, Ἀμρὰμ δὲ τὸν Μωσέα καὶ τὸν Ἀαρών. καὶ Μωσῆς μὲν ἕκτος ἀπὸ Ἀβραάμ. Ἐκεῖθεν γενεαλογούμενος ὁ Ἰὼβ πέμπτος εὑρίσκεται. οὗτος ὁ Ἰὼβ κατὰ τὴν τοῦ μεγάλου Κυρίλλου ἐξήγησιν ἐτῶν οʹ καὶ ηʹ ἦν κατὰ τὴν ἀρχὴν τοῦ πειρασμοῦ, ἐν δὲ τῇ πληγῇ διατελέσας ἔτη ἑπτὰ γέγονεν ἐτῶν πεʹ. καὶ πόθεν τοῦτο δῆλον; ἐκ τῶν μετὰ τὴν πληγὴν δοθέντων αὐτῷ ροʹ ἐτῶν. ἐπειδὴ γὰρ εἰς τὸ διπλάσιον δέδωκε πάντα τῷ Ἰὼβ ὕστερον ὁ θεός, ἐξ ἀνάγκης διπλᾶ καὶ τὰ ἔτη αὐτῷ ἐχαρίσατο. οὐκοῦν τῶν ροʹ τὰ ἡμίση πʹ καὶ εʹ τυγχάνουσιν. ἐντεῦθεν οὖν εὑρίσκονται τὰ πάντα ἔτη τοῦ Ἰὼβ σνεʹ. εἰ δέ γε τὸν πάντα χρόνον τῆς ζωῆς αὐτοῦ σμηʹ ἔτη λέγει ἡ γραφή, μὴ ξενισθῇς· τὰ γὰρ ἑπτὰ ἔτη τῇ ζωῇ τῆς πληγῆς αὐτοῦ οὐ συνῆψεν ὁ συγγραφεύς, ἐπεὶ μὴ ζωῆς χρόνον τὸν τῆς πληγῆς 277 καιρὸν ἐλογίσατο διὰ τὴν ἐκ τοῦ πάθους νέκρωσιν. οὐκοῦν ἔοικεν ὁ μακάριος Ἰὼβ εἰς ἔνδειξιν τῶν θεόθεν αὐτῷ δοθέντων ἀγαθῶν ὕστερον ταῖς θυγατράσι τεθεικέναι τὰς προσηγορίας· τοῖς πράγμασι γὰρ ἀκολούθως ἐπήνεγκεν αὐταῖς καὶ τὰ ὀνόματα, καὶ τὴν μὲν πρώτην Ἡμέραν ἐκάλεσεν ὡς ἀπό τινος βαθείας νυκτὸς τῶν περιστοιχισάντων αὐτὸν χαλεπῶν ἡμέρας αὐτῷ φωτεινῆς ἐπιλαμψάσης, τὴν δὲ δευτέραν Κασίαν ὠνόμασεν ὡς ἤδη λοιπὸν ἐν εὐωδίᾳ τινὶ καὶ ἀπολαύσει τῶν ἀγαθῶν γενόμενος, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας προσηγόρευσεν ὡς ἅπασι λοιπὸν τοῖς ἀγαθοῖς περιρρεόμενος. Ἀμαλθείας γὰρ κέρας οἱ παλαιοὶ τὴν ἀφθονίαν ἐκάλουν· λέγεται γὰρ ὅτι ἦν αἰπόλῳ τινὶ αἰξ Ἀμάλθεια καλουμένη, ἥτις ὀρύξασα τῷ κέρατι θησαυρὸν ἀνέδειξε τῷ δεσπότῃ. καὶ οὐχ εὑρέθησαν γάρ, φησι, κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν ἐν τῇ ὑπ' οὐρανόν. διὰ τί δὲ τοῦτο; ἵνα τῇ θέᾳ τούτων ἡ τοῦ πάθους ἀπαλειφθῇ μνήμη παντάπασι. καὶ δέκα μὲν ἔλαβε παῖδας μετὰ τὴν πληγὴν ὁ Ἰώβ, ὅτι καὶ δέκα τούτους ὄντας ἀπώλεσεν. εἰ δὲ διπλᾶ λέγει τὰ πάντα λαβεῖν τὸν Ἰὼβ ἡ γραφή, μὴ θαύμαζε. τὰ γὰρ λοιπὰ πάντα, καμήλους, ἡμιόνους, προβάτων ἀγέλας, καὶ ὅσα τοιαῦτα, διπλᾶ 278 κατὰ τὴν γραφὴν ἔλαβε· θνητὰ γὰρ ταῦτα πάντα, καὶ οὐκ ἀναστήσονται τότε. οἱ δὲ παῖδες ὁμολογουμένως ἀναστήσονται τότε. ἐφ' ᾧ δέκα καὶ μόνους ἐνταῦθα λαμβάνει μετὰ τὴν πληγήν. ὀψὲ δὲ κἀκείνους οὓς ἀπώλεσε λήψεται, ὡς ἐντεῦθεν δὶς δέκα παῖδας ἔχειν αὐτόν, τουτέστιν εἴκοσι. καλῶς οὖν ἡ γραφὴ διπλᾶ λαβεῖν ἔλεγε τὰ πάντα μετὰ τὴν πληγὴν τὸν Ἰώβ. Καὶ γεννᾷ Ἀμράμ, ὡς εἴρηται, τὸν Μωσέα, καὶ παρευθὺς εἰς ποταμὸν ῥίπτουσιν αὐτόν, ἐν θίβῃ τινὶ πρότερον βαλόντες, διά γε τὸν φόβον τοῦ Φαραώ· τὰ γὰρ ἄρρενα τῶν Ἑβραίων παιδία θανατοῦσθαι ἐκέλευσε χάριν τοῦ μὴ καταδυναστεῦσαι διὰ τὸ πλῆθος αὐτούς. ἡ δὲ τοῦ Φαραὼ θυγάτηρ περιπατοῦσα κατ' αἰγιαλόν, καὶ ἰδοῦσα τὴν θίβην, ἐκβληθῆναι τοῦ ποταμοῦ κελεύει αὐτήν. ἔνθεν τοι καὶ μαθοῦσα ὅθεν τὸ παιδίον καὶ ὅπως εἰς τὸν ποταμὸν ἐρρίφη, παρʹ αὐτοῦ λαμβάνει αὐτὸ καὶ ἀνατρέφεσθαι δίδωσιν. εἶθ' οὕτως εἰς ἄνδρας ἔρχεται. ὁρᾷ Ἰουδαῖον ὑπὸ Αἰγυπτίου θλιβόμενον, οὐκ ἀνέχεται, κτείνει τὸν Αἰγύπτιον, παρὰ τῇ ἄμμῳ κρύπτει αὐτόν. μετὰ τοῦτο δύο Ἑβραίους ὁρᾷ πρὸς ἀλλήλους διαπληκτιζομένους, καὶ καταλλάσσειν ἐπεχείρει αὐτούς. οἱ δὲ πρὸς αὐτόν τίς σε κατέστησεν ἐφ' ἡμῖν ἄρχοντα; μὴ βούλει καὶ ἡμᾶς ἀνελεῖν, ὡς χθὲς τὸν Αἰγύπτιον;» ταῦτ' 279 οὖν ὁ Μωσῆς ἀκούσας, καὶ πτοηθεὶς μήποτε κατάδηλος γένηται, ἀπαίρει τῶν ὁρίων Αἰγύπτου καὶ δραπετεύει πρὸς ἔρημον. εἶτα θεὸν ὁρᾷ, κἀκεῖθεν πρὸς Φαραὼ στέλλεται τοῦ ἐξαγαγεῖν τὸν λαόν. καὶ ταῦτα μὲν ἡ Μωσαϊκὴ διέξεισιν ἱστορία. Ὁ δὲ Ἰώσηπος περὶ τούτου καὶ τάδε. τῶν ἱερογραμματέων τις (καὶ γάρ εἰσι δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν) ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατ' ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν τῶν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφείς, ἀρετὴν πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται. δείσας δὲ ὁ βασιλεὺς κατὰ γνώμην τὴν ἐκείνου κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν παρ' Ἑβραίοις εἰς τὸν ποταμὸν ῥιπτοῦντας διαφθείρειν, παραφυλάσσειν τὰς ὠδῖνας τῶν Ἑβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας· ὑπὸ γὰρ τούτων αὐτὰς ἐκέλευσε μαιοῦσθαι. ἡ ἐπίνοια δὲ αὕτη πρὸς τὸ διαφθείρεσθαι ὑπ' αὐτῶν τὰ τικτόμενα. γεννᾶται οὖν κατὰ τὴν πρόρρησιν ὁ παῖς ἐκεῖνος, λαθὼν τοὺς φύλακας διὰ τὴν τῶν ὀδυνῶν ἐπιείκειαν καὶ διὰ τὸ μὴ βιαίας ἐν τοκετῷ περιπεσεῖν τῇ τικτούσῃ τὰς ἀλγηδόνας. καὶ τρεῖς μὲν μῆνας παρ' ἑαυτοῖς τρέφουσι λανθάνοντες· εἶτα δείσας Ἀμρὰμ μὴ κατάφωρος γέννηται, πλέγμα τι βύβλινον ποιήσας καὶ ἀσφαλτώσας αὐτῷ τὸ παιδίον ἐντί280 θησι καὶ κατὰ ποταμοῦ βάλλει αὐτό. εἶτα Θερμουθὶς ἡ τοῦ βασιλέως θυγάτηρ παρὰ τῷ ποταμῷ παίζουσα καὶ τὸ πλέγμα θεασαμένη κολυμβητὰς ἐπιπέμπει, καὶ ἄγουσιν αὐτό. καὶ ἰδοῦσα ὑπερηγάπησεν αὐτὸ τὸ παιδίον μεγέθους τε ἕνεκεν καὶ κάλλους, καὶ φροντίζει ὅπως αὐτὸ τρέφηται. τὸ δὲ οὐ προσίεται γυναῖκα Αἰγυπτίαν. ὅθεν καὶ παρατυχοῦσα ἡ Μαριάμ, καὶ εἰποῦσα ὅτι τὸ συγγενὲς ἐπιζητεῖ, προτρέπεται γυναῖκα Ἑβραίαν ἀγαγεῖν. ὅθεν καὶ ἡ μήτηρ αὐτοῦ εὐμεθόδως μετακαλεῖται. τὴν δὲ ἐπίκλησιν αὐτῷ κατὰ τὸ συμβεβηκὸς ἔθετο· τὸ γὰρ ὕδωρ μῶ καλοῦσιν Αἰγύπτιοι, ὑσεῖς δὲ τοὺς ἐξ ὕδατος σωθέντας. ἦν δὲ οὗτος ἕβδομος ἀπὸ Ἀβραάμ. καὶ τριετῆ μὲν αὐτὸν γεγενημένον, θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα. πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως ὡς Μωϋσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορφίας. ὅθεν ἡ Θερμουθὶς ἄγονος οὖσα ἰδιοποιεῖται αὐτόν. ἐφʹ ᾧ καὶ προσάγει τῷ βασιλεῖ, πάντα τε ἀναγγέλλει, καὶ ὅτι διάδοχός σου γενήσεται, παιδὸς οἰκείου μὴ εὐποροῦντος. καὶ ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐντίθησι τὸ βρέφος. ὁ δ' ἐπιτίθησιν αὐτῷ τὸ διάδημα. ὁ δὲ Μωσῆς καταφέρει τε αὐτὸ καὶ τοῖς ποσὶν ἐπιβαίνει, κατὰ νηπιότητα δῆθεν. ταῦτ' οὖν ἰδὼν ὁ ἱερογραμματεὺς ἐκεῖνος ὥρμησεν ἀποκτεῖ281 ναι αὐτόν, παροτρύνων εἰς αὐτὸ τοῦτο καὶ τὸν Φαραώ. φθάνει δ' αὐτὸν ἡ Θερμουθὶς ἐξαρπάσασα. ἔκτοτε οὖν καλῶς ἀνετρέφετο. εἶτα δήλη καὶ τοῖς Αἰγυπτίοις ἡ ἀρετὴ αὐτοῦ γίνεται. Αἰθίοπες ἐκστρατεύουσι κατ' αὐτῶν. ἀντιστρατεύονται καὶ οὗτοι, ἑκατέρωθεν δὲ οὐκ ὀλίγοι πίπτουσιν. ὅθεν ὁ βασιλεὺς θεόθεν ὁδηγηθεὶς πείθει τὴν θυγατέρα τὸν Μωσέα παρασχεῖν στρατηγόν. δέχεται τὸ ἔργον, κατ' Αἰθιόπων ὁρμᾷ. καὶ διὰ γῆς μέλλων διελθεῖν ἐρήμου, ἔνθα ἑρπετὰ δεινὰ ἐτρέφοντο, τί μηχανᾶται; πλέγματά τινα ἐμφερῆ κιβωτοῖς ἐκ βίβλου κατασκευάζει, καὶ πληρώσας ἴβεων ἐκόμιζε. πολεμιώτατον δέ ἐστι τοῖς ὄφεσι τοῦτο τὸ ζῶον· φεύγουσί τε γὰρ ἐπερχομένας, καὶ ἀνθιστάμενοι καθάπερ ὑπ' ἐλάφων ἁρπαζόμενοι καταπίνονται. χειροήθεις δέ εἰσιν αὶ ἴβεις, καὶ πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἄγριοι. παρέρχεται οὖν διὰ τούτων τὴν θηροτρόφον γῆν. συμβάλλει τοῖς Αἰθίοψι, κατά τινα νῆσον διάγουσι δυσπόρθητον οὖσαν διὰ τὸ ποταμοῖς περιρρέεσθαι. Θάρβις δὲ ἡ τοῦ βασιλέως θυγάτηρ δεξιῶς ἀπομαχόμενον ὁρῶσα τὸν Μωσέα εἰς ἔρωτα δεινὸν ὤλισθεν αὐτοῦ. καὶ περιόντος τοῦ πάθους πέμπει πρὸς αὐτὸν τῶν οἰκετῶν τοὺς πιστοτάτους, διαλεγομένη περὶ γάμων καὶ τὴν 282 πόλιν προδιδοῦσα. γίνεται ταῦτα, τελεῖται τὰ τοῦ γάμου. τοὺς Αἰθίοπας ἀναιρεῖ, καὶ τοὺς Αἰγυπτίους εἰς τὴν ἑαυτῶν ἀπάγει γῆν. ἔκτοτε οὖν φθόνος κατὰ Μωσέως· ἐπτοοῦντο γὰρ μήποτε κατ' Αἰγυπτίων νεωτερίσῃ. μανθάνει ταῦτα, καὶ λαθὼν ἔξεισιν ἐκεῖθεν, καὶ τῶν ὁδῶν φυλασσομένων διὰ τῆς ἐρήμου ποιεῖται τὸν δρασμόν. ἐφίσταται τῷ φρέατι ἔνθα τοῦ Ῥαγουὴλ αἱ θυγατέρες τὰ θρέμματα ἐπότιζον. ἀνήνεκται τῷ Ῥαγουὴλ τὰ περὶ τοῦ Μωσέως, τίς τε ἦν καὶ ὅπως ταῖς αὐτοῦ θυγατράσιν ἐπαμῦναι οὐκ ὤκνησεν· ἐφ' ᾧ καὶ γαμβρὸν τὸν Μωσέα ποιεῖ. ὁ μέντοι Μωσῆς τοιούτων τυχὼν τῶν παρὰ τοῦ Ἰοθόρου (τοῦτο γὰρ ἦν ἐπίκλημα τῷ Ῥαγουή- λῳ) διῆγεν αὐτόθι ποιμαίνων τὰ βοσκήματα. τηνικαῦτα καὶ κατ' αὐτὸ τὸ Σίναιον περιάγει αὐτά, ἔνθα καὶ τὸν θεὸν ὁρᾷ ἐκ τῆς βάτου καλοῦντα αὐτόν. ὁ θεὸς ἀποστέλλων πρὸς Φαραὼ τὸν Μωσέα, καὶ ὑπισχνούμενος συμπαρεῖναι αὐτῷ, πρὸς πίστιν τοῦ λόγου εἰς δράκοντα μεταβάλλει τὴν ῥάβδον αὐτοῦ. ὁ μέντοι Μωσῆς παρρησιασάμενος πρὸς Φαραώ, τὴν ῥάβδον αὐτοῦ κατὰ γῆς τε ῥίπτει καὶ εἰς ὄφιν μεταβάλλει. οὐκοῦν περιιοῦσα τὰς τῶν Αἰγυπτίων ῥάβδους, αἳ δράκοντες ἐδόκουν, κατήσθιε. καὶ οὕτω μὲν ὁ Ἰώσηπος, ὁ δὲ Νυσσαεὺς θεῖος Γρηγόριός φησιν ὅτι διὰ τοῦτο ἐπὶ μὲν τῆς βάτου καὶ τοῦ 283 Ἰσραὴλ ὁ θεὸς τὴν ῥάβδον εἰς ὄφιν μεταβάλλει, ἐπὶ δὲ τοῦ Φαραὼ εἰς δράκοντα, ἵνα τῷ μεγέθει καταπλήξῃ αὐτούς. δῆλον δὲ ὅτι ἀληθὲς τοῦτο τὸ σημεῖον ἦν, τὸ δὲ τῶν μάγων φαντασία· διὸ καὶ κατεπόθη ὑπὸ τῆς ἀληθείας ἡ φαντασία. ἀλλ' οὐκ ἐντεῦθεν ὁ Φαραὼ πείθεται, μαίνεται δὲ μᾶλλον, καὶ τοῖς Ἰουδαίοις ἐπὶ πλέον ἐπιτίθεται. ὅθεν καὶ μαστίζει αὐτὸν ὁ θεός. ταῖς ἐπενεχθείσαις δὲ κατ' αὐτοῦ μάστιξι καὶ τοιαύτην λέγει προσεῖναι μάστιγα· φθειρῶν γὰρ τοῖς Αἰγυπτίοις ἐξήνθησεν ἄπειρόν τι πλῆθος ἔνδοθεν ἀναδιδομένων, ὑφ' ὧν ἐκεῖνοι κακῶς ἀπώλοντο, μήτε λουτροῖς μήτε χρίσεσι φαρμάκων διαφθεῖραι τὸ γένος αὐτῶν δυνάμενοι. καὶ οὕτω μὲν ὁ Ἰώσηπος. Αἱ πληγαὶ δέ, ἀγαπητέ, ἃς ὁ θεὸς ἐπήνεγκε τῷ Φαραὼ μὴ πειθομένῳ τὸν λαὸν ἀπολῦσαι, δέκα τὸν ἀριθμὸν κατὰ τὸ ἐν ἐξόδῳ γεγραμμένον εἰσί· δέκα καὶ γὰρ κολάζει πληγαῖς διά γε τὸν τέλειον ἀριθμὸν τοὺς ἡμαρτηκότας τὰ τέλεια. καὶ πρώτη μὲν ἡ τῶν ἐν Αἰγύπτῳ πάντων ὑδάτων εἰς αἷμα μεταβολή. διὰ τί δὲ καὶ τίνος ἕνεκεν ἐξ ὑδάτων αὐτοὺς τὰ πρῶτα κολάζει ὁ θεός; διότι τὸ ὕδωρ διαφερόντως ἐτίμων, ἀρχὴν τοῦτο τῆς τῶν ὅλων γενέσεως εἶναι οἰόμενοι. ἔνθεν τοι καὶ πολλοὶ τηνικαῦτα τῶν ἀνθρώπων ἐφθάρησαν· ἐπὶ 284 γὰρ ἑπτὰ ἡμέρας ἡ πάντων τῶν ὑδάτων ἐξαιμάτωσις ἐπεκράτησε, τοῦ Ἀαρὼν διὰ τῆς βακτηρίας, καθὼς ἐλάλησε Κύριος, τὸ τέρας τοῦτο τελέσαντος. ὅτι δὲ οὐ κατὰ φαντασίαν ἐρυθρὰ τὰ ὕδατα γέγονεν, ἀλλὰ καὶ ἡ γεῦσις αὐτῶν μετεβλήθη καὶ ἄλλη ἐξ ἄλλης ἐγένετο, ἡ τῶν ἰχθύων τελευτὴ τοῦτο δεδήλωκε· καὶ οἱ ἰχθύες» γάρ φησιν οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν, καὶ ἐπώζεσεν ὁ ποταμός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου.» Δευτέρα πληγὴ ἡ ἐξ ὑδὰτων τῶν βατράχων ἀνάδοσις. καὶ ἐξέτεινε» γάρ φησιν ὁ Ἀαρὼν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὰ ὕδατα Αἰγύπτου, καὶ ἀνήγαγε τοὺς βατράχους, καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου, καὶ εἰσήρχοντο εἰς τοὺς οἴκους αὐτῶν καὶ εἰς τὰ ταμεῖα αὐτῶν.» ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ἐποίησαν ταῖς φαρμακείαις αὐτῶν, καθὰ δὴ καὶ ἐπὶ τῇ ἐξαιματώσει τοῦ ὕδατος. ἀλλ' ἱκέτευε Φαραὼ τὸν Μωσέα δεηθῆναι τοῦ θεοῦ περὶ τοῦ δοῦναι αὐτῷ τῶν βατράχων ἀπαλλαγήν· οἷον γὰρ κακὸν οἱ βάτραχοι τῶν ὑδάτων ἀποξενωθέντες καὶ ἐπὶ πλεῖστον ἀποχερσωθέντες, ἑρπετῶν ἰοβόλων κατ' οὐδὲν διαφέρουσι. γίνεται ταῦτα, δέεται τοῦ θεοῦ ὁ Μωϋσῆς, καὶ τελευτῶσιν αὐτίκα οἱ βάτραχοι, κἂν ὁ Φαραὼ 285 θεασάμενος ὅτι γέγονεν ἀνάψυξις, ἀπειθείᾳ τῇ προτέρᾳ ἐνέμεινε. Τρίτη πληγὴ ἡ ἀπὸ τοῦ χοὸς τῶν σκνιπῶν ἀνάδοσις. ἐξέτεινε» γάρ φησιν Ἀαρὼν τῇ χειρὶ τὴν ῥάβδον, καθὼς ἐλάλησε κύριος, καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖπες ἔν τε τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι.» γίνωσκε δὲ ὅτι τὸ ζῶον οἱ σκνῖπες, εἰ καὶ βραχύτατόν ἐστιν, ἀλλ' ὅμως ἀργαλεώτατον· οὐ μόνον γὰρ λυμαίνεται τὴν ἐπιφάνειαν τοῦ δέρματος τοῖς ἀφανέσι δήγμασι κνησμοὺς ἐμποιοῦν ἀηδεῖς, ἀλλὰ καὶ εἰς τὸ ἐντὸς βιάζεται διά γε μυκτήρων καὶ ὤτων. πρὸς τούτοις δὲ καὶ κόρας βλάπτει ὀφθαλμῶν εἰσπετόμενον. ὡσαύτως δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ἐποίησαν τοῦ ἐξαγαγεῖν τὸν σκνῖπα, καὶ οὐκ ἠδύναντο. εἶπον οὖν τῷ Φαραὼ ὅτι δάκτυλος θεοῦ ἐστὶ τοῦτο. Τετάρτη πληγὴ ἡ διὰ τῆς κυνομυίας. καθώς» γάρ φησιν ἐποίησε κύριος, παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου. καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίας ὀδυνηρῶς.» καὶ γὰρ ἐμφύεται διὰ τοῦ δήγματος τουτὶ τὸ ζῶον τοῖς σώμασι. κυνόμυιαν δὲ ἀκούων τὸ αὔθαδες νόει τοῦ ζώου· καθάπερ γὰρ βέλος εἰσπετομένη, τῶν Αἰγυπτίων καὶ μόνων κατεπεμβαίνου286 σα ἦν. καὶ τοῦτο δηλοῦσα ἡ γραφὴ κατὰ λέξιν οὕτω φησί καὶ παραδοξάσομαι τὴν γῆν Γεσέμ, ἐφ' ἧς ὁ λαός μου ἐπ' αὐτῆς, ἐφ' ᾗ οὐκ ἔστιν ἐκεῖ ἡ κυνόμυια, ἵνα ἴδῃς ὅτι ἐγὼ κὺριος ὁ θεός σου πάσης τῆς γῆς. καὶ διαστελῶ ἀναμέσον τοῦ ἐμοῦ λαοῦ καὶ ἀναμέσον τοῦ σοῦ λαοῦ.» δέεται οὖν ἐπὶ τούτοις ὁ Μωσῆς τοῦ θεοῦ, καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ τοῦ Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι αὐτούς. Πέμπτη πληγὴ ἡ τῶν τετραπόδων φθορά. ἰδού» γάρ φησι πρὸς Φαραὼ ὁ Μωσῆς, ὅτι χεὶρ κυρίου ἔσται ἐν πᾶσι τοῖς κτήνεσί σου, καὶ θάνατος μέγας σφόδρα. καὶ ἐποίησε κύριος τὸ ῥῆμα τοῦτο, καὶ ἐτελεύτησαν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ ἐτελεύτησεν οὐδὲ εν. ἐβαρύνθη οὖν ἡ καρδία Φαραώ, καὶ οὐκ ἀπέστειλε τον λαόν. Ἕκτη πληγὴ ἡ τῶν φλυκτίδων ἐπίθεσις, καθά φησιν ἐλάλησε κύριος καὶ ἔλαβε Μωσῆς τὴν αἰθάλην τῆς καμίνου ἐναντίον Φαραώ, καὶ ἔπασεν αὐτὴν εἰς τὸν οὐρανόν. καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις καὶ έν τοῖς τετράποσι, καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι ἐναντίον Μωσεῖ διὰ τὰ ἕλκη. εἶπε δὲ κύριος πρὸς Μωσῆν 287 ὄρθρισον τὸ πρωΐ, καὶ εἰπὲ πρὸς Φαραώ. εἰ μὴ ἐξαποστείλῃς τὸν λαόν μου, ἀποστείλας τὴν χεῖρά μου πατάξω σε καὶ τὸν λαόν σου θανατώσω. καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελθῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Ἑβδόμη πληγὴ ἡ διὰ χαλάζης καὶ πυρός. ἔβρεξε γὰρ ὁ κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ διέτρεχε τὸ πῦρ ἐπὶ τῆς γῆς. ἐπάταξε δὲ ἡ χάλαζα πάντα ὅσα ἦν ἐν τῷ πεδίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους. πλὴν ἐν γῇ Γεσέμ, οὗ ἦσαν οἱ υἱοὶ Ἰσραήλ, οὐκ ἐγένετο ἡ χάλαζα.» δέεται οὖν καὶ αὖθις ὁ Μωσῆς τοῦ θεοῦ κατὰ τὸν λόγον Φαραώ, καὶ ἐπαύσαντο αἱ φωναὶ καὶ ἡ χάλαζα. γίνωσκε δὲ ὅτι τοὺς Αἰγυπτίους οὐ μόνον ἡ ἐξαίσιος φορὰ χαλάζης τε ἅμα καὶ πυρός, ἀλλὰ καὶ τὸ τοῦ πράγματος κατέπληττεν ἄηθες· οὐδὲ γὰρ τὴν χειμερινὴν ὥραν ἡ Αἴγυπτος παραδέχεται διά γε τὸ μὴ πόρρω τῆς κεκαυμένης εἶναι ζώνης· τοῦ γὰρ πυρώδους ἐκεῖθεν ῥέοντος ἀφανῶς τὰ κύκλῳ πάντα λεαίνεσθαι πέφυκεν. Ὀγδόη πληγὴ ἡ διὰ τῶν ἀκρίδων. ἐπῆρε γὰρ ὁ Μωσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν· καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, καὶ ἀνέλαβε τὴν 288 ἀκρίδα, καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου. 288 ἐφ' ᾧ καὶ ἡμάρτηκα ἔλεγε τῷ θεῷ ὁ Φαραώ. δέεται οὖν αὖθις ὁ Μωσῆς τοῦ θεοῦ, καὶ ἐξάγει ἄνεμον ἀπὸ τῆς θαλάσσης, καὶ πᾶσαν τὴν ἀκρίδα εἰς τὴν ἐρυθρὰν ἐνέβαλε θάλασσαν. περὶ δὲ αὐτῆς καὶ Δαβὶδ οὕτω φησίν εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμός.» βροῦχος δέ ἐστιν ἡ νεογενὴς καὶ ἄπτερος ἀκρίς. Ἐννάτη πληγὴ ἡ διὰ τοῦ ψηλαφητοῦ σκότους. ἐξέτεινε γὰρ Μωσῆς τὴν χεῖρα αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ θύελλα ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου τρεῖς ἡμέρας. οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἦν φῶς έν πᾶσιν οἷς κατεγίνοντο.» ἐπειδὴ γὰρ ἀφέντες τὸν κτίστην τοῖς κτίσμασιν ἐλάτρευον, διὰ τῶν κτισμάτων αὐτοὺς καὶ μάλα δικαίως ἐπαίδευε. διὰ γὰρ τοῦτο καὶ τῶν ἄλλων μερῶν καταλαμπομένων ἡ Αἴγυπτος μόνη τῷ ψηλαφητῷ περιεστοιχίζετο σκότει. καὶ γὰρ πρὸς ἀναγκαίαν ἔξοδον Αἰγύπτιος ἐβιάζετο, τὴν θύραν, καὶ πολλὰ ψηλαφῶν εὑρεῖν οὐκ ἐδύνατο. Δεκάτη πληγὴ ὁ τῶν πρωτοτόκων θάνατος. τελευταία μὲν ἡ τοιαύτη πληγή, τῇ δυνάμει δὲ καὶ τῷ πόνῳ, καθά φησι καὶ Δαβίδ, ἀπαρχὴ καὶ πρώτη πασῶν. περὶ γὰρ μέ289 σας νύκτας καὶ ανευ νόσου ἀνῃροῦντο τᾲ τέκνα αὐτῶν. ἐγειρόμενοι δὲ τὸ πρωΐ, καὶ τὰ φίλτατα νεκρὰ ὁρῶντες, καὶ μηκέτι κατέχεσθαι δυνάμενοι, τῷ Φαραὼ κατεβόων, ἐφ' ᾧ καὶ τὸν λαὸν ἄκων ἀπέλυσε. Πλὴν ἐπὶ τούτοις, ἀγαπητέ, μὴ ἀνθίστασο, μηδὲ λέγε ὅτι εἰ ὁ θεὸς σκληρύνει τὴν καρδίαν Φαραώ, τίνος ἕνεκεν ἐπιμέμφεται αὐτῷ σκληρυνομένῳ; γίνωσκε γὰρ ὅτι ἡ ἀνοχὴ τῶν μαστίγων αἰτία τῆς πωρώσεως αὐτῷ γέγονεν, ὡς ὁ μέγας φησὶ Βασίλειος. οὐδὲ γὰρ εἴκουσαν τὴν ἐκείνου καρδίαν λαβὼν καὶ πειθομένην αὐτοῦ τοῖς προστάγμασι, πρὸς τὸ σκληρὸν καὶ ἀπειθὲς μετεπλάσατο. τῇ μακροθυμίᾳ λοιπὸν ἐπὶ πλέον ἐποίει ταύτην σκληρύνεσθαι. ὅρα γὰρ ὡς ἐπειδὰν ἐπῆγεν ἐπ' αὐτὸν τὰς πληγάς, ἀπολύειν τὸν λαὸν ἐπηγγέλλετο, ἡνίκα δὲ ἠφίει τῶν βασάνων αὐτόν, ἐσκληρύνετο. ὃ δὴ καὶ ἡ γραφὴ σημαίνουσα ἔλεγεν ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.» ἀλλὰ καὶ αὐτοῦ λέγοντος ἄκουσον τοῦ θεοῦ ὅτι εἰ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελθῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. μὴ 290 λέγε διαπορούμενος, ἵνα γνωρίζῃς τὴν δύναμίν σου, κολάζεις ἄνθρωπον; ἄφες αὐτά, καὶ πρόσχες τῷδε τῷ ὑποδείγματι. ἡ ἰατρικὴ τέχνη ὠφέλιμόν τι ποιῆσαι τῇ ἀνθρωπίνῃ φύσει σπουδάζουσα ζῶντας ἀνθρώπους ἀνέτεμεν. ἀλλ' ἦν μὲν καὶ τοῦτο ἄδικον, τὸ διὰ τὴν ἑτέρων σωτηρίαν ζῶντας ἄλλους θύεσθαι. τί οὖν ἐποίουν οἱ ἀρχαῖοι; τὸν κατακριθέντα θανάτῳ ὑποπεσεῖν διὰ ληστείαν ἢ φαρμακείαν, τοῦτον λαμβάνοντες ἀνέτεμνον ζῶντα, οὔτε ἀδικοῦντες τὸν κολαζόμενον καὶ τῇ ἀνθρωπίνῃ φύσει βοήθειαν ἐφευρίσκοντες. ἀνέτεμνον οὖν ἐκεῖνον ζῶντα, ἵνα ἔτι σπαιρόντων τῶν σπλάγχνων καταμάθωσι τὴν ἐνέργειαν. οὕτω μέν οὖν καὶ ὁ ἀριστοτέχνης θεὸς διὰ τοῦ ἀνιάτως ἡμαρτηκότος Φαραὼ σημεῖα μεγάλα δείκνυσι, τὸν μὲν ἄξιον τιμωρίας κολάζων, τοὺς δὲ μετὰ ταῦτα γενομένους ἄριστα θεραπεύων, σωτηρίας ὑπόθεσιν τὴν ἐκείνου τιμωρίαν αὐτοῖς παρεχόμενος. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ τὴν δεκάτην πληγὴν θύουσι τὸ πρόβατον οἱ Ἑβραῖοι καὶ οὕτω τῆς Αἰγύπτου ἐξίασι κατὰ τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης. ἐφ' ᾧ καὶ νῦν ἔτι κατὰ τὸ ἔθος οὕτω θύουσι, τὴν ἑορτὴν τοῦ πάσχα καλοῦντες· σημαίνει δὲ ὑπερβασίαν. ἀλλ' ὡς Ἰώσηπός φησι, διότι κατ' ἐκείνην τὴν ἑσπέραν ὁ θεὸς αὐτῶν ὑπερβὰς Αἰγυπτίοις ἐναπέσκηψε τὴν νό291 σον. φεύγοντες δʹ οὖν οἱ Ἑβραῖοι, καὶ μηδενὸς τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν, πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπ' αὐτῶν ἄρτοις διετρέφοντο. καὶ τούτοις ἐπὶ τριάκοντα ἡμέραις ἐχρήσαντο· πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσαν χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο. καὶ τὰ μὲν τοῦ Ἰωσήπου τοιαῦτα. Ὁ δὲ μέγας Βασίλειος καὶ τάδε περὶ τοῦ Μωσέως φησίν, ὅτι οὗτός ἐστιν ὁ μαρτυρηθεὶς ἀστεῖος εἶναι παρὰ θεῷ ἔτι ὑπομάζιος ὤν· ὃν εἰσεποιήσατο μὲν ἡ θυγάτηρ Φαραώ, ἐξέθρεψε δὲ βασιλικῶς, τοὺς σοφοὺς τῶν Αἰγυπτίων διδασκάλους αὐτῷ τῆς παιδεύσεως ἐπιστήσασα· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας, καὶ πρὸς τὸ ταπεινὸν τῶν ὁμοφύλων ἀναδραμών, εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ· ὁ φυγαδευθεὶς παρὰ τῶν εὐεργετηθέντων, κἀντεῦθεν εἰς τὴν Αἰθιοπίαν καταλαβών, κἀκεῖ πᾶσαν σχολὴν ἀπὸ τῶν ἄλλων ἄγων καὶ ἐν τεσσαράκοντα ὅλοις ἔτεσι τῇ θεωρίᾳ τῶν ὄντων ἀποσχολάσας· ὃς ὀγδοηκοστὸν ἤδη γεγονὼς ἔτος εἶδε τὸν θεὸν ὡς ἀνθρώπῳ ἰδεῖν δυνατόν, μᾶλλον δὲ ὡς οὐδεὶς τῶν ἄλλων ὑπῆρξε κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ θεοῦ, ὅτι ἐὰν γένηται προφήτης ὑμῶν τῷ κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως ὡς ὁ θε292 ράπων μου Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι, στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ δι' αἰνιγμάτων.» καὶ μετὰ ταῦτα πρὸς Φαραω ἀποστέλλεται χάριν τοῦ ἐκεῖθεν ἐξαγαγεῖν τὸν λαόν. παραγενόμενος οὖν εἰς Αἴγυπτον ἔλαβε τὴν γυναῖκα καὶ τὰ παιδία αὐτοῦ, καὶ εἰσῆλθε. διὸ καὶ ἄγγελος φαίνεται φοβῶν αὐτόν· οὐ γὰρ οἰκῆσαι ἐκεῖ ἐπέμπετο, ἀλλ' ἐξαγαγεῖν τὸν Ἰσραήλ. ὅπερ καὶ αὐτὸς συνιδὼν ἀφίησι τὴν γυναῖκα. καὶ δῆλον ἐκ τοῦ Ἰοθὸρ μετὰ τῆς γυναικὸς αὐτοῦ ὑπαντῆσαι αὐτῷ ἐξερχομένῳ. τὸν μέντοι Φαραὼ μὴ πειθόμενον ἀποδοῦναι τὸν λαὸν ἀφορήτοις ὑποβάλλει μάστιξιν. Καὶ τί δή ποτε συνεχώρησεν ὁ θεὸς τοῖς φαρμακοῖς τὰ αὐτὰ δρᾶσαι τῷ Μωσεῖ; ἵνα δειχθῇ τὸ διάφορον τοῦ τε ψεύδους καὶ τῆς ἀληθείας. μετέβαλλον γὰρ καὶ αὐτοὶ τὰς ῥάβδους εἰς ὄφεις, ἀλλ' ἡ Μωσέως ῥάβδος τὰς ἐκείνων κατέπιε. μετέβαλλον κἀκεῖνοι τὸ ὕδωρ εἰς αἷμα, ἀλλ' εἰς τὴν προτέραν φύσιν ἐπαναγαγεῖν τὸ ὕδωρ οὐκ ἴσχυσαν. καὶ τοὺς βατράχους ἐξήγαγον, οὐ μὴν καὶ ἀπαλλάξαι αὐτῶν τὰς τῶν Αἰγυπτίων ἠδυνήθησαν οἰκίας. καὶ εἰς μὲν τὸ παιδεύειν τοὺς Αἰγυπτίους καὶ τοῖς φαρμακοῖς ἐνεδίδοτο, εἰς τὸ παύειν τὴν τιμωρίαν οὐκέτι. μᾶλλον δὲ τὰς φλυκτίδας καὶ τοῖς ἐκείνων ἐπήνεγκε σώμασιν, ὡς ἐντεῦθεν δῆλον ὡς οὐ μόνον 293 ἐπέχειν οὐ δύνανται τὰς θεηλάτους ὀργάς, ἀλλὰ καὶ αὐτοὶ συντιμωροῦνται τοῖς ἄλλοις. ὅθεν καὶ δακτύλῳ θεοῦ τὰ σημεῖα οἱ μάγοι ἔλεγον γίνεσθαι. μηδεὶς οὖν θαυμαζέτω, εἴπερ ἐλθὼν ὁ Ἀντίχριστος σημεῖα ποιήσει καὶ τέρατα· καὶ γὰρ οἱ μάγοι οὗτοι, ὅ τε Ζαμβρῆς καὶ Ἰαννῆς, τὰς ῥάβδους εἰς ὄφεις μετέβαλλον. ἀλλὰ καὶ Σίμων ὁ μάγος ἀνδριάντας ἐποίει περιπατεῖν, καὶ εἰς πῦρ κυλιόμενος οὐκ ἐκαίετο, καὶ εἰς ἀέρα ἵπτατο, καὶ ἐκ λίθων ἄρτους ἐποίει, μετεμορφοῦτο, διπρόσωπος ἐγίνετο, εἰς χρυσὸν μετεβάλλετο, θύρας κεκλεισμένας αὐτομάτως ἐποίει ἀνοίγεσθαι, τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτομάτως φερόμενα πρὸς ὑπηρεσίαν ἐποίει ὁρᾶσθαι, σκιὰς πολλὰς προηγεῖσθαι αὐτοῦ ἐποίει, ἅσπερ ψυχὰς τῶν τεθνεώτων εἶναι ἔφασκε. ζητούμενός ποτε ὑπὸ τοῦ Καίσαρος καὶ φοβηθεὶς ἀπέδρα, τὴν ἑαυτοῦ μορφὴν ἑτέρῳ περιθείς. εἰ δὲ τοιαῦτα καὶ τοσαῦτα οὗτος ἐποίει τῇ συνεργίᾳ τοῦ Σατανᾶ, καινὸν πάντως οὐδὲν εἴγε κατὰ τὸν τῆς συντελείας καιρὸν ὄργανον καὶ αὐτοῦ τοῦ Σίμωνος ἐπιτηδειότερον εὑρών, αὐτὸν δηλαδὴ τὸν Ἀντίχριστον, καὶ μείζονα δι' αὐτοῦ ποιήσει σημεῖα καὶ τέρατα. αὐτὸ γὰρ τοῦτο καὶ ὁ ἀπόστολος περὶ τοῦ Ἀντιχρίστου διέξεισι, λέγων οὗ ἡ παρουσία γενήσεται κατ' ἐνέργειαν τοῦ Σατανᾶ, δυνάμει πολλῇ καὶ σημείοις καὶ τέρασι ψεύδους.» 294 Ὁ μὲν οὖν Φαραὼ δέκα πληγαῖς ὑποβάλλεται. τίνος οὖν ἕνεκα; ὅτι τέλειος ὁ δέκατος ἀριθμός. ὁ γοῦν τελείως ἁμαρτήσας καὶ τελείως δικαίως μαστίζεται. μετὰ γὰρ τὸν θάνατον Ἰωσὴφ καὶ τοῦ κρατοῦντος τῶν Αἰγυπτίων Φαραὼ ἕτερος ἄρχων ἀνίσταται τοῖς Αἰγυπτίοις, καὶ λίαν πικρός, Φαραὼ καὶ οὗτος καλούμενος. καὶ γὰρ καθάπερ οἱ τῶν Ῥωμαίων βασιλεῖς Καίσαρας ἑαυτοὺς ἐπονομάζειν ἤθελον ἅτε τὴν τοῦ μεμοναρχηκότος Ἰουλίου Καίσαρος εὔκλειαν ἑαυτοῖς περιποιούμενοι, οὕτω καὶ οἱ τῶν Αἰγυπτίων ἄρχοντες ἀπὸ τοῦ πρώτου ἐκείνου Φαραὼ Φαραὼ καὶ οὗτοι κατονομάζεσθαι ἤθελον. Ὁ μέντοι Μωσῆς μετὰ τὸ περᾶσαι τὴν ἐρυθρὰν φροντίζει τοῦ δοθῆναι νόμον τῷ λαῷ. ὅθεν καὶ περὶ τὸ Σίναιον ἄνεισιν. ὁ δὲ Γεώργιος λέγει ὅτι ὁ Μωϋσῆς ὀγδοήκοντα ἡμέρας νῆστις ἦν εν τῷ ὄρει. δὶς καὶ γὰρ εἰς τὸ ὄρος ἀνέβη, τὰς πλάκας συντρίψας ἃς ἔλαβε πρότερον ἐκ θεοῦ, ἐνδίκως κατ' ἐκείνων ὡς μοσχοποιησάντων θυμωθείς. κατελθὼν γὰρ ἀπὸ τοῦ ὄρους, καὶ τὰς πλάκας συντρίψας διὰ τὸ τὸν λαὸν ἰδεῖν ἀνομήσαντα, πῶς ἔμελλε βρώσεως μετασχεῖν, εἰ μὴ καὶ πάλιν ἀνῆλθεν εὐθὺς καὶ τὸν θεὸν ἐξιλεώσατο; ἐφ' ᾧ καὶ πʹ ἡμέρας ἐξ ἀνάγκης νηστεύει· δὶς γὰρ ἀνῆλθεν εἰς τὸ ὄρος, ἐπειδὴ τὰς πρώτας συνέτριψε πλάκας, ἀνάξιον κρί295 νας ἐκεῖνον τὸν ἀσεβῆ λαὸν καὶ παράνομον. καὶ τὰ μὲν τοῦ Γεωργίου τοιαῦτα, καὶ τοῦτον ἔχει τὸν τρόπον· οὐκ οἶδα δὲ εἰ καὶ τὰ τοῦ πράγματος οὕτως ἔχει καθὼς ἐκεῖνος ὑπέλαβεν. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐν τῷ Δευτερονομίῳ ἔλεγεν ὁ Μωσῆς ὅτι τεσσαράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. δὶς μὲν οὖν ἀνῆλθεν εἰς τὸ ὄρος, δὶς δὲ καὶ ἐνήστευσεν. ἀλλ' ἐν τῷ μέσῳ τούτων τῶν ἡμερῶν καὶ φαγεῖν ἔοικεν ἄρτον καὶ ὕδωρ πιεῖν· εἰ μὴ γὰρ τοῦτο ἦν, ὀγδοήκοντα ἂν ἡμέρας ἐν τῷ Δευτερονομίῳ νηστεῦσαι ἔλεγεν, οὐ μήν, ὡς εἴρηται, τεσσαράκοντα. τοῦτο μὲν οὖν ἐπιβεβαιοῖ ὁ τὴν γλῶτταν χρυσοῦς· ἐν γὰρ τῷ εἰς τὴν εἴσοδον τῆς ἁγίας τεσσαρακοστῆς λόγῳ αὐτοῦ καὶ τάδε φησίν ἵνα γὰρ μὴ νομισθῇ ὁ κύριος ἀνειληφέναι δοκήσει τὴ σάρκα, τεσσαράκοντα ἡμέρας ἐπ' ἴσης τῷ Μωσῇ καὶ τῷ Ἠλίᾳ, καὶ οὐ πλέον, ἐνήστευσεν.» εἰ γὰρ ἡμέρας πʹ ἔφθασε νηστεῦσαι ὁ Μωσῆς, καθά φησιν ὁ Γεώργιος, μηδ' ὁπωσοῦν τῶν τοιούτων ἡμερῶν ἁψάμενος βρώσεως, οὐκ ἂν ὁ χρυσορρήμων Ἰωάννης ἐπ' ἴσης τῷ Μωσῇ νηστεῦσαι τὸν κύριον ἔλεγεν. 296 Ἐπὶ τούτοις εἰδέναι σε χρὴ ὡς εἰ καὶ χάριν τινὸς δῆθεν συμφέροντος χρήσεταί τις τῇ ἁμαρτίᾳ, οὐδὲ οὕτως ἀνεύθυνος. καὶ γὰρ Ἀαρὼν γλύψας τὸν μόσχον τῷ λαῷ ἐπὶ τῷ κατασχεῖν αὐτόν, οὐ παντάπασι συγγνώμης ἄξιος ἦν· ἐφ' ᾧ καὶ θείας ἐδεήθη φιλανθρωπίας ὥστε τὴν τιμωρίαν ἐκφυγεῖν. καὶ τοῦτο δηλῶν ὁ Μωσῆς ἔλεγεν ἐδεήθην τοῦ κυρίου περὶ Ἀαρὼν τοῦ ἀδελφοῦ μου, καὶ οὐκ ἀπέθανεν.» Οὗτος μὲν οὖν ὁ τῆς αὐτοπροσώπου θέας τοῦ θεοῦ ἐξ ἴσου τοῖς ἀγγέλοις ἀξιωθείς, καθά φησιν ὁ μέγας Βασίλειος, κελεύεται διὰ τὴν ἐν τῷ ὕδατι ἀντιλογίαν ἐλθεῖν εἰς τὸ ὄρος τὸ Ἀβαρίμ, ὃ καὶ Ναβαῦ ἐλέγετο, καὶ ἰδεῖν τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὕτως ἐκεῖ τελευτῆσαι. οὐδὲ γὰρ συγχωρεῖ τὴν ἐκείνου τελευτὴν ὁ θεὸς γενέσθαι κατάδηλον, ἵνα μὴ τὰ ὀστᾶ ἐκείνου λαβόντες οἱ τὸν μόσχον προσκυνήσαντες θεοποιήσωσιν αὐτά. τοῦτον μέντοι τὸν θειότατον δηλαδὴ Μωσέα καὶ παρὰ θείων ἀγγέλων ἐνταφιασθῆναι ὁ μέγας φησὶν Ἐπιφάνιος. εἰ γὰρ καὶ ἐπέστη τηνικαῦτα ὁ διάβολος, καθά φησιν Ἰούδας ἐν τῇ καθολικῇ αὐτοῦ ἐπιστολῇ, ζητῶν τε αὐτὸν ὡς φονέα καὶ ὡς ἀντιλογίᾳ θανόντα, ἀλλ' ἀνθίσταται ὁ ἀρχιστράτηγος Μιχαήλ, καὶ ἐπιτιμήσαι σοι ὁ κύριος» λέγει 297 πρὸς αὐτόν. ει δὲ ταῦτα οὕτως ἔχει, ποῦ θήσομεν τὰ τοῦ Ἰωσήπου, ἢ πῶς αὐτὰ παραδεξόμεθα; ὅμως μέντοι προσθετέον τοῖς ἄνω καὶ ταῦτα δι' εἴδησιν. παράγει γὰρ τὸν Μωσέα κατὰ τὸν τοῦ θανάτου αὐτοῦ καιρὸν καὶ τάδε κατὰ ῥῆμα πρὸς τὸν λαὸν λέγοντα ἄνδρες συστρατιῶται, ἐπεὶ τῷ θεῷ δοκοῦν ἤδη καὶ τῷ γήρᾳ, χρόνων ρκʹ καὶ εʹ ἠνυσμένων, δεῖ με τοῦ ζῆν ἀπελθεῖν, ὑποτίθημι καὶ νῦν τὰ δέοντα πρὸς ὑμᾶς, ἄπειμι δ' αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς.» πορευομένῳ δὲ αὐτῷ οὗ ἔμελλεν ἀφανισθῆναι, πάντες εἵποντο δεδακρυμένοι. ἀσπαζομένου δὲ αὐτοῦ καὶ τὸν Ἐλεάζαρον καὶ Ἰησοῦν καὶ προσομιλοῦντος αὐτοῖς, ἔτι δὲ ἐπὶ τοῦ ὄρους τοῦ Ἀβαρίμ, νέφους αἰφνίδιον ὑπὲρ αὐτοῦ στάντος ἀφανίζεται κατά τινος φάραγγος. καὶ ὁ μὲν Ἰώσηπος ἔστιν ὅτε μυθολογῶν οὕτω φαίνεται. Ὁ δέ γε Μωσῆς τελευτῶν ἐπιτίθησι τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ υἱόν, καίτοι γε προμαρτυρηθέντα πνεῦμα ἅγιον ἔχειν. ἀφ' οὗ δὴ καὶ νόμος κεκράτηκεν ὥστε τοὺς ἀρχιερεῖς χεῖρας ἐπιτιθέναι τοῖς χειροτονουμένοις, καὶ οὕτω θείας χάριτος μεταλαμβάνειν αὐτούς· καὶ θήσεις» γάρ φησι τὰς χεῖράς σου ἐπ' αὐτόν.» τούτου δὲ τοῦ Ἰησοῦ συμμαχοῦντος τοῖς Γαβαωνίταις (ἐστράτευσαν γάρ τινες κατ' αὐ298 τῶν ὡς δῆθεν αὐτομολησάντων τῷ Ἰησοῦ) θαῦμα περὶ τὸν ἥλιον γέγονεν ἐν τῷ μεσουρανήματι· καὶ γὰρ ἔστη τῆς πρόσω φορᾶς ἡμέρας ὁλοκλήρου διάστημα. Εἰ δὲ καὶ σὲ μετὰ τῶν ἄλλων ἀπορία κατέχει διὰ τί τεσσαράκοντα ἔτη τὸ τῶν Ἑβραίων γένος ἐξιὸν ἐξ Αἰγύπτου ἀνὰ τὴν ἔρημον ἐπλανᾶτο, ἄκουε· ἐν γὰρ τῇ βίβλῳ τῶν ἀριθμῶν σαφὴς ἡ αἰτία σοι πρόκειται. τῶν παρὰ Μωσέως ἀποσταλέντων εἰς κατασκοπὴν τῆς τῶν Χαναναίων γῆς ὑποστρεψάντων, καὶ τὸν λαὸν ἐκφοβησάντων ἐπὶ τοσοῦτον ὥστε καὶ πολλὰ κατὰ θεοῦ γογγύσαι, ἄνευ τοῦ Χάλεβ καὶ τοῦ Ἰησοῦ, εἶπεν ὁ θεός οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἐφ' ἣν ἐξέτεινα τὴν χεῖρά μου ἀλλ' ἢ Χάλεβ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ τὰ παιδία ἃ εἴπατε εἰς διαρπαγὴν ἔσεσθαι. ὑμῶν δὲ τὰ κῶλα πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ. οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, καὶ ἀνύσουσι τὴν πορείαν ὑμῶν, ἕως ἂν ἀναλωθῶσι τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσαράκοντα ἡμέρας, καὶ γνώσεσθε τὸν θυμόν μου.» μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο εἶπον εἰς διαστροφὴν τοῦ λαοῦ ἐκεῖ εἴδομεν τὴν γενεὰν τοῦ Ἐναάκ, ἄνδρας ὑπερμήκεις, γίγαντας, ὧν ἐνώπιον ἦμεν ὡσεὶ ἀκρίδες.» ἔφερον 299 δὲ καὶ βότρυν ἐκεῖθεν ὑπερμήκη τοσοῦτον ὡς ἐπ' ἀναφορεῦσιν αὐτὸν βαστάζεσθαι. ὅτι δὲ παιδευόμενος ὁ Ἰσραὴλ κατὰ θείαν ὀργὴν τοσοῦτον ἐν ἐρήμῳ διεβίβασε καιρόν, καὶ τοῦ μεγάλου Κυρίλλου λέγοντος ἄκουε. ἐν γὰρ τῇ περὶ τῆς ἐν πνεύματι λατρείας βίβλῳ αὐτοῦ καὶ τάδε φησίν, ὅτι προσκρούσας ὁ Ἰσραὴλ τεσσαρακοστὸν ἔτος ἐπλανᾶτο κατὰ τὴν ἔρημον· ὅρκῳ γὰρ ὤμοσεν ὁ θεὸς μὴ εἰσάξειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ τοῦτο διὰ τοῦ Δαβὶδ ἔδειξεν εἰπὼν ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. καὶ ἦν ὅρος αὐτοῖς τῆς ὀργῆς, καθὼς ἄνωθεν εἴρηται. παρῳχηκότος δὲ τοῦ καιροῦ λέλυται μὲν ἡ ὀργή, διέβησαν δὲ τὸν Ἰορδάνην οἱ ἐξ αὐτῶν καὶ εἰσέβησαν εἰς τὴν γῆν, οὐχ ὑπερδραμούσης τῆς ἀγανακτήσεως τὸ τεσσαρακοστὸν ἔτος. τύπος ἄρα καὶ τοῦδε σαφῆς τὸ μέχρι πληγῶν τεσσαράκοντα καταπαίεσθαί τινας· ἀφέσεως γὰρ ὁ μετὰ τοῦτο καιρός, διάβασιν ἡμῖν εἰσφέρων Ἰορδάνου τὴν μυστικήν. μετὰ γὰρ τεσσαράκοντα ἔτη κἀκεῖνοι τὸν Ἰορδάνην διέβησαν. Οὗτος μὲν οὖν ὁ τοῦ Ναυῆ Ἰησοῦς Αὐσῆς πρότερον ἐκαλεῖτο, ὑποστρέψας δὲ ἀπὸ τῆς κατασκοπῆς παρὰ τοῦ Μωσέως μετονομάζεται. τούτῳ δὴ τῷ Ἰησοῦ μετά γε τεσσαράκοντα ἔτη ἃ διεβίβασεν ἐν τῇ ἐρήμῳ, λέγει ὁ θεός καθίσας 300 περίτεμε τὸν λαὸν μαχαίραις πετρίναις, καὶ οὕτω τὸν Ιορδάνην διάβηθι.» ὁ γὰρ Μωσῆς περᾶσαι οὐ συνεχωρήθη, καίτοι πολλὰ περὶ τούτου τοῦ θεοῦ δεηθείς. μετὰ γὰρ τὸ λαλῆσαι τὰ τῆς ᾠδῆς τῷ λαῷ, εἶπε πρὸς αὐτὸν ὁ θεός ἀνάβηθι εἰς τὸ ὄρος Ἀβαρίμ. τοῦτο ὄρος Ναβαῦ κατὰ πρόσωπον Ἱεριχώ. καὶ ἴδε τὴν γῆν Χαναάν, καὶ τελεύτα, ὃν τρόπον ἀπέθανεν Ἀρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.» ὅτι δὲ ἐδέετο τοῦ θεοῦ περᾶσαι τὸν Ἰορδάνην, καὶ ὑπερεῖδε κύριος ἐμὲ ενεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέ μου. καὶ εἶπε κύριος πρός με ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον. ἀνάβαινε γὰρ εἰς τὸ ὄρος, καὶ ἴδε τοῖς ὀφθαλμοῖς, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.» καὶ τί δήποτε διὰ μικρὰν πλημμέλειαν πόρρωθεν ἰδεῖν ὁ Μωσῆς προσετάχθη τὴν γῆν, τὸν δὲ λαὸν εἰσαγαγεῖν ἐκωλύθη; διδάσκει ἡμᾶς ὁ δεσπότης διὰ τούτων ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἄκραν ἀκρίβειαν ἀπαιτεῖ· ὁ μὲν γὰρ ἐλάχιστος» φησὶ σοφία Σολομῶντος σύγγνωστόν ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται.» ὅτι δὲ μέγα ἔδοξε τὸ τοῦ Μωσέως ἁμάρτημα, δεδήλωκεν αὐτὸς ὁ θεὸς οὕτως εἰπών ἀνά301 βαινε, καὶ τελεύτα, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.» πάντα ταῦτα πεποίηκεν ἡ θλῖψις. ἐπιτιθέντες γὰρ Ἰουδαῖοι τῷ θείῳ Μωσεῖ, ὅτε ἀθυμῶν ἦν διὰ τὴν τῆς Μαριὰμ τελευτήν, καὶ βιαζόμενοι χάριν ὕδατος, ὡς ἐν τῇ βίβλῳ τῶν ἀριθμῶν γέγραπται, ἠνάγκασαν τὴν ἀμφίβολον ἐκείνην προϊέναι φωνήν. ἄφες λοιπὸν τὰ τοῦ Ἰωσήπου, ὅτι καὶ κατὰ πάντα ταῖς ἱεραῖς γραφαῖς ἐναντιούμενα φαίνονται· καὶ γὰρ διὰ θείαν ὀργὴν ἐτελεύτησεν, οὐ μὴν διὰ γῆρας, ὡς ἐκεῖνος φησίν. ὅτι δὲ τοῦ θεοῦ ὀργισθέντος ἐπὶ τοῖς κατασκόποις ἔτη τεσσαράκοντα διέτριψεν ὁ λαὸς ἐν τῇ ἐρήμῳ, καὶ ἐν τῷ Δευτερονομίῳ τοῦτο σαφῶς δεδήλωται. ἡνίκα γὰρ ὁ Μωσῆς τὰ τελευταῖα τῷ λαῷ διελέγετο, καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν ἤλθομεν καὶ πρὶν εἰς τὸ περᾶσαι καὶ κατακληρονομῆσαι τὴν Χανανίτιδα γῆν.» ἀλλ' οἱ διάστροφοι ἐκεῖνοι κατάσκοποι καὶ ὁ τοῦ λαοῦ γογγυσμὸς ἔτη μʹ περιπλανᾶσθαι αὐτοὺς ἐν τῇ ἐρήμῳ πεποίηκε. ταῦτα δὲ πρὸς αὐτοὺς ἔλεγεν ἐν τῇ δευτέρᾳ ὑποστροφῇ, τῶν μʹ ἐτῶν δηλαδὴ συμπληρώσει. πρόσεχε λοιπόν· φαίνεται γὰρ ἐντεῦθεν ὅτι εἰ μὴ θεία ἦν ὀργὴ τῆς τῶν κατασκόπων διαστροφῆς ἕνεκεν, ἐν βραχεῖ διῆλθον τὴν ἔρημον καὶ τὸν Ἰορδάνην ἐπέρασαν ἄν. Οὐκοῦν ἔτη μʹ περιπατοῦντες κατὰ τὴν ἔρημον τὸ μάννα 302 ἤσθιον, τροφὴν ἄσπαρτον καὶ ἀνήροτον. καθ' ἑκάστην γὰρ ἔβρεχεν ἡμέραν αὐτὸ ὁ θεός, ἄνευ μέντοι τοῦ σαββάτου, διδάσκων κἀντεῦθεν αὐτοὺς μηδὲν ἐν σαββάτῳ ποιεῖν. ἐφ' ᾧ καὶ τὸ ἐν παρασκευῇ κατερχόμενον μάννα διπλάσιον ἦν, ὡς ἔχειν αὐτοὺς καὶ τὴν ἐν σαββάτῳ τροφήν. εἰ δὲ ἐν δευτέρᾳ τυχὸν ἡμέρᾳ ἢ τρίτῃ λαβὼν ἐκ τοῦ μάννα ἐφύλαξέ τις, εἰς τὴν ὑστεραίαν διεφθαρμένον ἦν ἐξ ἀνάγκης τὸ τοιοῦτον ἰδεῖν. τίνος ἕνεκεν; ἐπειδὴ νόμου παράβασις ἦν. διδάσκων γὰρ αὐτοὺς τῶν φροντίδων ἐλεύθερον βιοῦν, ὑπέσχετο καθ' ἑκάστην ἡμέραν παρέχειν τὴν ἀναγκαίαν αὐτοῖς τροφήν. ἐκεῖνοι δὲ ἀπιστήσαντες μέρος τι τοῦ συλλεγέντος εἰς τὴν ὑστεραίαν ἐφύλαξαν. διὰ τοῦτο καὶ ἐπώζεσεν. ὅτι γὰρ οὐ τῆς τοῦ μάννα φύσεως ἦν τὸ πάθος, μαρτυρεῖ τὸ σάββατον, ἐν ᾧ ἀλώβητον διετηρεῖτο τὸ χάριν αὐτοῦ κατὰ τὴν παρασκευὴν συλλεγόμενόν τε καὶ φυλασσόμενον. μαρτυρεῖ δὲ καὶ τὸ ἐν τῇ κιβωτῷ ἐπὶ πολλαῖς διαφυλαχθὲν γενεαῖς. τοῦτο δὲ τὸ μάννα κατά γε τὸ πρωῒ καὶ μόνον συνήγετο· ἡλίου γὰρ ἀνατείλαντος ἐτήκετο. τοῦτο μέντοι τὸ μάννα, καθά φησιν ὁ θειότατος Νύσσης ἐκ τῆς σοφίας Σολομῶντος τὰς ἀφορμὰς λαβών, μονοειδὲς ἦν, ἡ δὲ ποιότης αὐτοῦ τὸ ποικίλον εἶχεν, ἑκάστῳ προσφόρως κατὰ τὸ εἶδος τῆς ἐπιθυμίας ἐγγινομένη. 303 οὕτω μὲν οὖν καὶ ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, τὸ νοητὸν δηλονότι μάννα, πρὸς τὴν διάθεσιν τῆς ἑκάστου ψυχῆς διατίθεσθαι εἴωθε. τοῦτο δὴ τὸ μάννα εἶδος εἶχε κορίου, οὗ τὴν φύσιν ὅλην διόλου λόγον ἔχειν σπέρματος λέγουσιν, ὥστε μηδὲ ἐν τῷ κατακόπτεσθαι ἐξαφανίζεσθαι τὴν πρὸς τὸ σπείρεσθαι δύναμιν αὐτοῦ. οὕτω μὲν οὖν καὶ τὸ θεῖον μάννα καὶ πνευματικὸν πανταχοῦ σκεδαννύμενόν τε καὶ κατακερματιζόμενον ὅλον διόλου ἐν ὅλοις εὑρίσκεται. καὶ τί χρὴ πολλὰ λέγειν; ὥσπερ ἐπὶ τοῦ μάννα ἐκείνου κατερχομένου ἄνωθεν τὸ τῶν Ἑβραίων γένος ὑπερεκπληττόμενον ἔλεγε τί τοῦτό ἐστιν; οὕτω δὴ καὶ ἐπὶ τοῦ νοητοῦ μάννα τοῦ ἄρτου τῆς ζωῆς, αὐτοῦ δηλαδὴ τοῦ μονογενοῦς υἱοῦ καταβάντος ἐξ οὐρανοῦ καὶ ἐπὶ γῆς ὀφθέντος, ὑπερεκπληττόμενοι ἔλεγον ἅπαντες τί τοῦτό ἐστι; πῶς ὁ υἱὸς τοῦ θεοῦ κατῆλθεν εἰς τὴν γῆν; πῶς σάρκα ἐφόρεσε; πῶς ἄνθρωπος γέγονε; καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ τὴν τοῦ Μωσέως τελευτὴν εἶπε πρὸς τὸν Ἰησοῦν ὁ θεός Μωσῆς ὁ θεράπων μου τετελεύτηκεν· νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗτος.» καὶ ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, ὅτι ἀπεξήρανε κύριος ὁ θεὸς τὸν Ἰορ- δάνην ποταμόν, κατετάκησαν αὐτῶν αἱ διάνοιαι, καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου ῶν υἱῶν Ἰσραήλ. 304 καὶ τοιοῦτόν τι πεπόνθασιν ὁποῖον ἀπὸ χαρᾶς ὁ Ἰακώβ, ἡνίκα κατελθὼν εἰς Αἴγυπτον τὸν Ἰωσὴφ ἐθεάσατο· ἀπὸ μὲν γὰρ τῆς χαρᾶς διάχυσις, ἀπὸ δὲ τοῦ φόβου σύνευσὶς τῆς ζωογονούσης ἡμᾶς δυνάμεως γίνεται, καὶ οὕτως ἢ ἐκείνως ἔστιν ὅτε ὁ θάνατος ἐξ ἀνάγκης ἕπεται. μετὰ δὲ τὸ περᾶσαι τηνικαῦτα χωρὶς ὅπλων τὴν Ἱεριχὼ κεκρατήκασιν· ἐφ' ᾧ καὶ ἀνεθεμάτισαν αὐτήν, τουτέστι τῷ θεῷ ἀφιέρωσαν. Ἄχαρ λοιπὸν ὁ τοῦ Χαρμῆ ἀπὸ τῶν ἀναθεματισθέντων τῷ κυρίῳ στολήν τινα καὶ μᾶζαν χρυσῆν ἀποσυλήσας τὸν θεὸν εἰς ὀργὴν ἤγειρε· δεηθεὶς οὖν ὁ Ἰησοῦς τοῦ θεοῦ, καὶ μαθὼν τὸν τῆς ὀργῆς αἴτιον, λίθοις αὐτὸν πανοικὶ κατέχωσαν. ἐν τούτῳ δὲ τῷ κατὰ τῆς Ἱεριχὼ πολέμῳ ἀρχὴν ἔλαβε καταλύεσθαι τὸ σάββατον· ἑπτὰ γὰρ ἡμέρας αὐτὴν μετὰ σαλπίγγων περιεκύκλωσαν, ἐν αἷς καὶ τὸ σάββατον ἐξ ἀνάγκης συμπεριείληπται. ἀλλὰ καὶ μετὰ πέντε βασιλέων, ὡς ἄνωθεν εἴρηται, τοῦ Ἰησοῦ μαχομένου ἔστη ὁ ἥλιος κατὰ τὸ μέσον τοῦ οὐρανοῦ· οὐ προεπορεύετο εἰς δυσμὰς ἕως εἰς τέλος ἡμέρας μιᾶς. καὶ πάντα δὲ τὰ τῶν Χαναναίων ἔλαβεν ὁ Ἰσραὴλ ἐν πολέμῳ, ὅτι διὰ κυρίου ἐγένετο. ἀλλὰ καὶ Χάλεβ υἱὸς Ἐφωνῆ ἐξωλόθρευσε τοὺς τρεῖς υἱοὺς Ἐναάκ, τὸν Σουσῆ, τὸν Θολμὲ καὶ τὸν Σχιμᾶν. γίγαντες δὲ καὶ οὗτοι 305 εὐμήκεις ἦσαν· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν υἱοὺς τοῦ 305 Ἐναὰκ ἐκείνους ὠνόμασαν. Ἰστέυν ὅτι πρῶτος νόμος παρ' Ἑβραίοις ἐν ἐξόδῳ γέγραπται οὗτος. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω. οὐκ ἔστιν ἐνταῦθα ταυτολογία τό τε εἴδωλον καὶ τὸ ὁμοίωμα· τὸ γὰρ ὁμοίωμα τινός ἐστιν ὁμοίωμα εἴτε χερσαίου ζώου εἴτε θαλαττίου εἴτε πτηνοῦ, τὸ δὲ εἴδωλον κατὰ τὴν Ὠριγένους ἐξήγησιν ἀνάπλασμα διανοίας ἀνυπόστατόν ἐστιν, ὡς ὁ παρ' Αἰγυπτίοις τιμώμενος κυνοκέφαλος καὶ ὁ παρ' Ἕλλησιν ἱπποκένταυρος. Μετὰ μέντοι τὸν τοῦ Ναυῆ Ἰησοῦν ὑπὸ κριτῶν ὁ λαὸς ἐκρίνετο. ὧν πρῶτος Ἰούδας ὁ τὸν Ἀδωνιβεζὲκ χειρωσάμε- νος καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖράς τε καὶ πόδας, βασιλέα τῶν ἀλλοφύλων ὄντα. οἱ γὰρ Χαναναῖοι μετὰ θάνατον τοῦ Ἰησοῦ κρατῆσαι τῶν Ἰουδαίων θαρρήσαντες τῷ Ἀδωνιβεζὲκτὴν ἡγεμονίαν ἐπιτρέπουσι, καὶ κατ' ἐκείνων χωροῦσιν. αλλ' ἐσφάλησαν τοῦ σκοποῦ· κτείνονται γὰρ ἐξ αὐτῶν οὐκ ὀλίγοι, κρατεῖται δὲ καὶ ὁ Ἀδωνιβεζέκ, καὶ χεῖρας καὶ πόδας ἀκρωτηριασθεὶς ἔλεγεν οἱ βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω 306 τῆς τραπέζης μου. καθὼς οὖν ἐποίησα, οὕτω καὶ ἀνταπέδωκέ μοι ὁ θεός.» Ἀλλὰ καὶ Βαρὰχ σὺν Δεβώρᾳ τῇ προφήτιδι διέκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. προφῆτις δὲ ἦν ἡ Δεβώρα. αὕτη τοὺς Ἰουδαίους ἀναχωρεῖν βουλομένους διὰ τὸ πλῆθος τῶν κατ' αὐτῶν ἐπιστρατευομένων Χαναναίων καὶ κατέχει καὶ πείθει τοῖς πολεμίοις συμβαλεῖν· ὅθεν καὶ πολλοὺς αὐτῶν ἀπέκτειναν. χειμὼν γὰρ βαρὺς γεγονὼς τοὺς μὲν Χαναναίους τὰ μέγιστα ἔβλαπτε, τοὺς δὲ Ἰουδαίους οὐδαμοῦ. τότε καὶ ὁ Σισάρας ἰδὼν τὴν γενομένην τροπὴν ἐκπηδᾷ τοῦ ἅρματος, καὶ πρὸς γυναῖκά τινα καταφεύγει λεγομένην Ἰαὴλ τοῦ σωθῆναι παρ' αὐτῆς. τούτῳ δὲ τῷ Σισάρᾳ καὶ ποτὸν αἰτήσαντι γάλα δίδωσιν ἤδη διεφθορός. καὶ ὃς πλέον τοῦ μέτρου πιὼν εἰς ὕπνον ἐτράπη βαθύν. τότε γοῦν Ἰαὴλ φονεύει αὐτόν, τὸν πάσσαλον τοῖς κροτάφοις ἐμπερονήσασα. καὶ οὕτως αὐτοῖς ἡ νίκη περίεστι κατὰ τὴν τῆς Δεβώρας προφητείαν. καλῶς οὖν ἡ γραφὴ τὸν Σουσῆ, τὸν Θολμὲ καὶ τὸν Σχιμᾶν υἱοὺς ἐκάλεσε τοῦ Ἐναάκ, γιγαντιαῖα φέροντας σώματα. ὅρα γὰρ ὅτι καὶ ὁ Ἰώσηπος ὑπολελεῖφθαι λέγει τοῖς Χαναναίοις τὸ τῶν γιγάντων γένος, οἳ διὰ σωμάτων μεγέθη καὶ μορφὰς οὐδὲν τοῖς ἄλλοις παραπλησίας ἀνθρώποις παράδοξον ἦσαν 307 θέαμα καὶ δεινὸν ἄκουσμα. δείκνυται δὲ καὶ νῦν ἔτι τούτων ὀστᾶ μηδὲν τοῖς ὑπὸ πίστιν ἐρχομένοις ἐοικότα. Ἐπὶ μὲν Βαρὰχ καὶ Δεβώρας Προμηθεὺς καὶ Ὀρφεὺς Θρᾲξ ἐγνωρίζοντο οἱ παρ' Ἕλλησι σοφώτατοι, καὶ Ἀσκληπιὸςὁ ἰατρὸς καὶ Λυκοῦργος ὁ νομοθέτης. τοσοῦτον δὲ λέγουσι τὸν Ἀσκληπιὸν ἠκριβωκέναι τὴν ἰατρικὴν τέχνην ὡς καὶ νεκροὺς ἀνιστᾶν, ἐφ' ᾧ χαλεπήναντα τὸν Δία κεραυνῷ βαλεῖν αὐτόν, καὶ οὕτω τῶν τῆδε ἐκστῆσαι. Δεῖξαι δὲ θέλων ὁ θεὸς ὅτι τῇ δυνάμει αὐτοῦ τὰ πάντα γίνονται καὶ οὐ πλήθει λαοῦ, συμβουλεύει τῷ Γεδεών, ἡνίκα κατὰ Μαδιηναίων ὁρμᾶν ἤθελε, περὶ μεσοῦσαν ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος, ἄγειν τὴν στρατιὰν ἐπὶ τὸν ποταμόν, καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτω πίνοντας εὐψύχους ὑπολαμβάνειν, ὅσοι δ' ἂν ἐσπουδασμένως καὶ μετὰ θορύβου πίνοντες τύχοιεν, τούτους δὴ νομίζειν ὑπὸ δειλίας τοῦτο πάσχειν. τοῦ μέντοι Γεδεὼν κατὰ τὰς ὑποθήκας τοῦ θεοῦ ποιήσαντος τριακόσιοι ἄνδρες εὑρέθησαν ταῖς χερσὶ μετὰ τρομου προσενεγκάμενοι τὸ ὕδωρ, ὡς Ἰώσηπος ἱστορεῖ. ὅθεν καὶ διὰ τῶν τοιούτων ἔφη ὁ θεὸς τοῖς πολεμίοις ἐμβαλεῖν. νυκτὸς οὖν αὐτοῖς ἐπεμβαίνουσι, σάλπιγγας ταῖν χεροῖν φέροντες καὶ λαμπάδας ἁπτομένας ἐντὸς ἀγγείων τινῶν. 308 Καὶ ὁ μὲν Γεδεὼν γηραιὸς τελευτᾷ, παῖδες δὲ ἦσαν αὐτῷ γνήσιοι μὲν οʹ (πολλὰς γὰρ ἔγημε γυναῖκας), νόθος δὲ εἷς ἐκ παλλακῆς. ἐξ ἐπαγγελίας τίκτει ὁ Μανωέ, τὸ δὲ γεννηθὲν παιδίον Σαμψῶνα καλοῦσιν· ἰσχυρὸν δὲ κατὰ τὸν Ἰώσηπον σημαίνει τὸ ὄνομα. τηνικαῦτα καὶ Ἡρακλῆς ἤκμαζε. τοσοῦτον δὲ ἦν ἀνδρεῖος ὁ Σαμψὼν ὅτι καὶ ἐπὶ Γάζαν εἰσελθὼν καὶ παρὰ πόρνῃ τινὶ καταχθείς, ἐπειδὴ παρετηρεῖτο παρὰ τῶν ἐκεῖσε, ἀνεμόχλευσε διὰ χειρῶν τὰς πύλας καὶ ἐξῆλθεν. ἀλλὰ καὶ πρὸ τούτου κατὰ Παλαιστινῶν ἔχων ὁ Σαμψὼν τί ποιεῖ; θέρους ὄντος καὶ πρὸς ἀμητὸν ἤδη τῶν καρπῶν ἀκμαζόντων συλλαβὼν τὰς ἀλώπεκας, καὶ τῶν οὐρῶν αὐτῶν ἐξάψας λαμπάδας ἡμμένας, ἀφίησιν εἰς τὰς ἀρούρας τῶν Παλαιστινῶν, καὶ οὕτω τοὺς καρποὺς αὐτῶν διέφθειρεν. οἱ οὖν ἀλλόφυλοι μετὰ τὸ ἐμπρησθῆναι τὰς ἀρούρας αὐτῶν πόλεμον πρὸς τοὺς Ἰσραηλίτας συνάπτουσι, τὸν Σαμψὼν αἰτούμενοι ἔκδοτον. τί οὖν οἱ Ἰσραηλῖται; τὴν τῶν πολεμίων δεδιότες ἔφοδον δέσμιον αὐτοῖς τὸν Σαμψὼν ἐκδιδόασι. καὶ ὃς ἰδὼν ἐκείνους ὁρμήσαντας κατ' αὐτοῦ τὰ μὲν δεσμὰ διέρρηξε, σιαγόνα δὲ ὄνου λαβὼν χιλίους ἄνδρας τῶν ἀλλοφύλων ἀπέκτεινεν. ὅθεν ἐπὶ τοσοῦτον ἀγωνιζόμενος ὑπὸ δίψους ἐφλέγετο. δέεται οὖν τοῦ θεοῦ, καὶ τηνικαῦτα παραμυθεῖται αὐτόν· ἡ γὰρ σιαγὼν παρ' αὐτοῦ ἐκθλιβεῖσα 309 ὕδωρ ἔβλυσεν ἄφθονον. ὅθεν ἡ τοιαύτη πηγὴ μέχρι καὶ τήμερον ἐν τοῖς προαστείοις Ἐλευθεροπόλεως φαίνεται, σιαγόνος ἐπονομαζομένη πηγή. ὁ μὲν οὖν Ἰώσηπός φησιν οτι τῇ οἰκείᾳ δυνάμει καὶ οὐ τῷ θεῷ τὴν νίκην ἐπιγραψάμενος διψῆσαι κατὰ πολὺ συγκεχώρηται. πλὴν ὁ τοσοῦτος τὴν ἰσχὺν ὑπὸ γυναικὸς κατέστη παίγνιον ὕστερον. μετὰ ταῦτα γὰρ ἠγάπησε τὴν ἐκ Παλαιστινῶν Δαλιλάν, ἥτις παρὰ τῶν ἀλλοφύλων δωροφορηθεῖσα ἠξίου αὐτὸν ἐξειπεῖν αὐτῇ ἐν τίνι τυγχάνει ἡ ἰσχὺς αὐτοῦ. καὶ ὃς παρελογίζετο μὲν αὐτὴν τὰ πρῶτα, λέγων ἐὰν δήσωσί με ἐν ἑπτὰ κληματίσιν ὑγραῖς ἤγουν νευραῖς, ἀτονήσω, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.» καὶ δὴ λαβοῦσα νευρὰς ἔδησεν αὐτόν, εἶθ' οὕτως ἐβόησεν ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών.» καὶ ὃς ἀναστὰς διέρρηξεν αὐτάς. παραλογισθεῖσα οὖν ἐνέκειτο, καὶ αὖθις ἠξίου μαθεῖν ὅθεν ἡ ἰσχὺς αὐτῷ. καὶ ὃς ἀπατῶν αὐτὴν ἔλεγεν ἐὰν δήσωσί με ἐν ἑπτὰ καλωδίοις ἀθίκτοις, ἐκλείψει ἡ ἰσχύς μου.» ποιησάσης οὖν καὶ τοῦτο, καὶ βοησάσης ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών,» διέρρηξεν αὐτὰ παραχρῆμα ἐκ τῶν βραχιόνων αὐτοῦ. πάλιν οὖν ἀξιούσης αὐτῆς ἔλεγεν ἐὰν τοὺς ἑπτὰ βοστρύχους τῆς κεφαλῆς μου διεστῶτας ἀπ' ἀλλήλων ἐπὶ πασσάλων ἐκδήσῃς καὶ ἐπὶ τοῦ τοίχου προσπήξῃς, ἀσθε310 νήσω καὶ ἔσομαι ὡς οἱ λοιποὶ κἀγώ.» ἀποτυχοῦσα οὖν κἀν τούτῳ ἐξελιπάρει αὐτὸν αὖθις· ὅθεν ἀνακαλύπτει τὸ ἀπόρρητον, καὶ οὕτω φησὶ πρὸς αὐτήν ξυρὸν ἐπὶ τὴν κεφαλήν μου οὐκ ἀνέβη, ὅτι Ναζαραῖος θεοῦ εἰμὶ ἐγὼ ἐκ κοιλίας μητρός μου. καὶ εἰ ξυρήσωμαι, ἀσθενήσω, καὶ ἀποστήσεται ἀπ' ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.» κατακοιμίσασα οὖν αὐτὸν ἡ Δαλιλὰ ἐξύρησε, καὶ τοῦτο ποιήσασα ἐβόησεν ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών.» καὶ ὃς ἀναστὰς οὐκέτι ἐνεργεῖν ἴσχυεν, ὡς καὶ πρότερον. οὐκοῦν ἐμπίπτουσιν αὐτῷ οἱ ἀλλόφυλοι, καὶ κρατήσαντες ἐκπηροῦσιν αὐτόν. ἀλλὰ τί τὸ μετὰ ταῦτα; ἔκλαυσε Σαμψὼν πρὸς κύριον, καὶ εἶπεν Ἀδωναῒ κύριε τῶν δυνάμεων, μνήσθητί μου νῦν, καὶ ἴσχυσόν με ἔτι ἅπαξ τοῦτο, θεέ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις.» ἐφ' ᾧ καὶ οὐ παρεῖδεν αὐτὸν ἐπικερτομούμενον ὁ θεός· καὶ παιδαρίοις γὰρ εἰς γέλωτα μετὰ τὸ τυφλωθῆναι προύκειτο. παραδόξως οὖν ἐνισχύει αὐτόν. ἐφ' ᾧ καὶ καθημένων ἐκείνων καὶ μεθυόντων (ἐπινικίων γὰρ ἕνεκεν τοῖς εἰδώλοις ἐπανηγύριζον) ἐπιδράσσεται τῶν τοῦ οἴκου δύο κιόνων ἐν ᾧ ἦσαν καθήμενοι, καὶ μετὰ τὸ κρατῆσαι αὐτοὺς εἶπεν ἀποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων.» ὃ δὴ καὶ γέγονεν. ἀφ' 311 οὗ καὶ δείκνυσιν ὁ θεὸς ὡς οὐ παραβλέπει τοὺς ἀδικουμένους δεομένους αὐτοῦ· τοσαύτην γὰρ ἰσχὺν ἐχαρίσατο τῷ Σαμψὼν ὡς κλονῆσαι μὲν τοὺς φέροντας κίονας τὸν τῶν εἰδώλων σηκόν, συγκατενεγκεῖν δὲ τούτοις τὸν ὄροφον, καὶ γ ἄνδρας συγχῶσαι, καὶ γυναικῶν ὡσαύτως παραπλήσιον ἀριθμόν. Οὐ μικρῶς δὲ τὴν ἄρρητον τοῦ θεοῦ οἰκονομίαν καὶ φιλανθρωπίαν ἐπὶ τούτοις ἐκπλήττεται ὁ θειότατος Ἀναστάσιος ὁ Σιναΐτης, ἐννοῶν ὅπως τῆς τῶν σεσωσμένων μοίρας ἠξίωσε τὸν Σαμψών, καὶ ταῦτα πρὸς φόνον ἑαυτὸν ἐκδεδωκότα τῶν ἀδικησάντων αὐτὸν ἕνεκεν. ἀλλὰ καὶ τίνος χάριν τοσαύτην ἰσχὺν ἐκ κοιλίας μητρὸς ἐκτήσατο ὁ Σαμψών, οὐ παρελθεῖν ἄξιον. ἐπειδὴ γὰρ οἱ Ἰσραηλῖται τεσσαρακονταετῆ χρόνον τοῖς ἀλλοφύλοις δουλεύσαντες τοῦ θεοῦ τέλεον ἐπελάθοντο, δικαίου μηδενὸς ὄντος παρ' αὐτοῖς, τούτου χάριν ἐκ σπαργάνων αὐτὸν ὁ θεὸς δίκαιον ἄνδρα καὶ ἰσχυρὸν παρέσχεν αὐτοῖς, ὅπως διὰ τῆς ἐναρέτου πολιτείας καὶ παραδόξου ἀνδρείας παρεχομένην αὐτοῖς ὁρῶντες τὴν σωτηρίαν ἑαυτούς τε διορθώσωνται καὶ τὸν τῶν ὅλων θεὸν ἐκζητήσωσιν. ἀλλ' ἐκεῖνοι μᾶλλον καὶ τοῦ θεοῦ λήθην ἐλάμβανον, καὶ τὸν εὐεργέτην αὐτῶν εἰς χεῖρας τῶν πολεμίων φέροντες ἔρριπτον. ὅθεν εὐλόγως ἡ τοῦ θεοῦ ἐξέλιπεν αὐτοὺς 312 ἐπισκοπή· μετὰ γὰρ τὸν Σαμψὼν οὐκέτι παρʹ Ἑβραίοις κριτής. Εἰ δὲ καὶ τοῦτο ζητεῖς, ἀγαπητέ, τίνος ἕνεκεν ὁ θεὸς τὴν τοῦ Ἰεφθάε θυγατέρα σφαγῆναι συνεχώρησε (κριτὴς δὲ καὶ οὗτος παρ' Ἑβραίοις ἦν), ἄκουε. ἀνόητος ἄγαν ἡ τοῦ Ἰεφθάε ὑπόσχεσις· ἔδει γὰρ αὐτὸν συνιδεῖν, ὡς εἰκός, κύνα πρῶτον ἢ ὄνον συναντῆσαι, τὰ κατὰ νόμον ἀκάθαρτα. παιδεύων οὖν ὁ θεὸς δι' ἐκείνου τοὺς ἄλλους ὥστε μετὰ σκοποῦ ποιεῖσθαι τὰς ὑποσχέσεις (ὑπεσχέθη γὰρ ἐκεῖνος τὸ συναντῆσαν αὐτῷ ἐκ τῆς οἰκίας θύσαι τῷ θεῷ) οὐκ ἐκώλυσε τὴν σφαγήν. ἡ δὲ θυγάτηρ πολλῷ κρείττων τοῦ Ἰεφθάε· ἰδοῦσα γὰρ αὐτὸν τὴν ἐσθῆτα ῥηγνύντα καὶ ὀλοφυρόμενον εἶπεν εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ὑπὲρ ὧν ἐποίησέ σοι ὁ κύριος ἐκδίκησιν ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Ἀμμών.» Γίνωσκε δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις, ὅτι μετὰ τὴν τελευτὴν τοῦ Σαμψὼν ἡ φυλὴ τοῦ Βενιαμὶν τὴν παρα φύσιν τῶν Σοδομιτῶν ἐνενόησεν ἡδονὴν καὶ τοῖς ἐπιξενουμένοις ἐπεμαίνοντο. Λευίτης δέ τις ἐν Ἱερουδὶμ κατοικῶν γυναῖκα ἐκ Βηθλεὲμ ἄγεται παλλακίδα, ἥτις δι' ὀλιγοψυχίαν τινὰ πρὸς τοὺς πατέρας ὑπέστρεψε. παραγίνεται οὖν ἐκεῖσε 313 καὶ ὁ Λευίτης, καὶ φιλοτίμως δεξιωθεὶς παρὰ τοῦ πενθεροῦ αὐτοῦ λαμβάνει τὴν γυναῖκα, καὶ παραγίνεται εἰς Γαβαὰ πόλιν τῆς φυλῆς Βενιαμίν, καὶ κατάγεται παρὰ πρεσβύτῃ κατοικοῦντι τὴν πόλιν. γνόντες οὖν οἱ τὴν πόλιν οἰκοῦντες Βενιαμὶν τοῦ πρεσβύτου τὸν οἶκον περιστοιχίζουσι καὶ τὰς θύρας συντρίβουσιν, ἐμπαροινῆσαι τῷ ξένῳ ζητοῦντες. ὁ δὲ τὴν θυγατέρα ἔτι ἄγαμον οὖσαν καὶ τοῦ ξένου τὴν παλλακὴν εἰς παράχρησιν ἐδίδου αὐτοῖς, φείσασθαι τοῦ ξένου ἀξιῶν. οἱ δ' οὐκ ἠνέσχοντο. ἀλλὰ καὶ ὁ Λευίτης παρελθὼν τὴν παλλακὴν αὐτοῦ ἐκδίδωσι, κἀκεῖνοι δι' ὅλης νυκτὸς αὐτῇ παραχρησάμενοι ἐξαπέστειλαν. ἐγγίσασα οὖν αὕτη τῇ θύρᾳ ἔνθα κατήγετο, εὐθέως ἐξέπνευσεν. ὁ γοῦν ἀνὴρ αὐτῆς νεκρὰν ἰδὼν αὐτὴν ἐπέθετο τῷ ὑποζυγίῳ αὐτοῦ καὶ οἴκαδε ἀπεκόμισε, καὶ διελὼν αὐτὴν εἰς ιβʹ τμήματα ἑκάστῃ φυλῇ πρὸς ἓν τεμάχιον ἐξαπέστειλε, τὴν παρανομίαν τῆς τοῦ Βενιαμὶν κηρύττων φυλῆς. σχετλιάζει οὖν ἐπὶ τούτοις ὁ Ἰσραήλ, δέονται τοῦ θεοῦ. ἐφ' ᾧ καὶ κατ' αὐτῶν ὁρμήσαντες, ἐπεὶ τοὺς ὑπαιτίους δοῦναι πρὸς τιμωρίαν οὐκ ἤθελον, αὐτοὺς μὲν κατασφάττουσι, τὴν δὲ πόλιν ἔργον ποιοῦσι πυρός. Τὸ μέντοι πρόβλημα ὅπερ ὁ Σαμψὼν προυβάλλετο, τοῦτον ἔχει τὸν τρόπον. τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκὺ βρωτόν; ἡδὺ τὸ μέλι καλεῖ, βιβρώσκον314 τα δὲ ἰσχυρὸν τὸν λέοντα, ἐν ᾧ νεκρῷ ὄντι μέλι ἐξύφαναν μέλισσαι, ἀφ' οὗ λαβὼν ἔφαγεν ὁ Σαμψών. ἀλλ' ἐντεῦθεν, ἀγαπητέ, συνορᾶν ἄξιον ὅτι μάτην οἱ Ἰουδαῖοι ἀκαθάρτους καλοῦσιν ἡμᾶς. εἰ γὰρ ἀκάθαρτοι ἦμεν ἡμεῖς ἅτε δὴ τὸν λαγωόν, τὸν χοῖρον, καὶ ὅσα τοιαῦτα, μὴ κατὰ νόμον ταῦτα ἐσθίοντες, ἀνάγκη πᾶσα καὶ τὸν ἐν προφήταις μέγιστον Ἠλίαν τοῖς αὐτοῖς ἐγκλήμασι καθυποβάλλεσθαι. τίνος ἕνεκεν; ότι τὸν ἄρτον ἐξ ἀκαθάρτου ζώου τοῦ κόρακος δεχόμενος ἤσθιε. διὰ τί δὲ ταῦτα συνέβαινε, καὶ τίνος ἕνεκεν; ἵνα μάθωμεν ὅτι καὶ πρὸ τῆς χάριτος ἡ παλαιὰ τὰ τοῦ νόμου ἀνέτρεπεν. εἰ γὰρ ἀκάθαρτος ἦν ὁ κόραξ, πῶς ἐξ αὐτοῦ τὴν βρῶσιν ὁ τοσοῦτος Ἠλίας ἐδέξατο; πῶς δὲ καὶ ὁ Σαμψὼν Ναζαραῖος ὢν καὶ ὑπὸ νόμου τελῶν τὸ κηρίον τοῦ μέλιτος ἔφαγεν, ὅπερ ἐν νεκρῷ λέοντι ἐξύφαναν μέλισσαι; πῶς δὲ καὶ διψήσαντα διὰ τῆς ἀκαθάρτου καὶ μιαιφόνου σιαγόνος παρεμυθήσατο ὁ θεός, ἐὰν ὁ κόραξ, ὁ νεκρὸς λέων καὶ ἡ σιαγὼν τοῦ ὄνου ἀκάθαρτα; πῶς διὰ τῶν τοιούτων ὁ θεὸς τοὺς ἑαυτοῦ θεράποντας ἐθεράπευε; πῶς δὲ καὶ ἀκάθαρτα ὄντα κοινὴν ἀρχῆθεν τὴν εὐφημίαν ἐδέξαντο; εἶδε» γάρ φησιν ὁ θεὸς αὐτά, καὶ εἶπεν ὅτι καλά.» εἰ οὖν ὁ χοῖρος καλὸς ὡς κτίσμα θεοῦ, πῶς ὁ αὐ315 τος ἀκάθαρτος ὕστερον; εὔδηλον οὖν ὅτι τὸ τοῦ Ἰσραὴλ πρὸς κακίαν ὀξύρροπον διορθούμενος ὁ θεὸς τοιούτους ἔθετο νόμους καὶ τοιαῖσδε θεραπείαις ἐχρήσατο. οὕτω μὲν οὖν καὶ ἐπὶ τοῦ Νῶε διαίρεσιν τεχνᾶται τῶν ζώων. ἐπειδὴ γὰρ ἑώρα τούς ἀνθρώπους εἰς εἰδωλομανίαν ἐκκλίνοντας, εὐμεθόδως, ὡς ἔφημεν, εἰς καθαρὰ ταῦτα διιστᾷ καὶ ἀκάθαρτα. τίνος ἕνεκεν; ἵνα τὰ μὲν αὐτῶν ἐσθίοντες ὡς καθαρά, τὰ δὲ πάλιν ὡς ἀκάθαρτα φεύγοντες μηδὲν ἐξ αὐτῶν ὡς θεὸν προσκυνήσωσιν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκάλει ἀκάθαρτα τὰ κοινῶς ἀρχῆθεν παρ' αὐτοῦ τὴν εὐφημίαν δεξάμενα. ὅτι δὲ συγκαταβάσεως ἦν ἡ γεγονυῖα τότε τῶν ζώων διαίρεσις, καὶ ὁ μακάριος ἔδειξε Παῦλος οὕτως εἰπών οὐδὲν κτίσμα θεοῦ ἀπόβλητον μετ' εὐχαριστίας λαμβανόμενον.» ἐπιβεβαιοῖ ταῦτα καὶ μᾶλλον ἡ γεγονυῖα θεία φωνὴ πρὸς τὸν κορυφαῖον Πέτρον, ἡνίκα τὴν ἐξ οὐρανοῦ κατενεχθεῖσαν ὀθόνην ἑώρακεν· ἀναστάς» γάρ φησι, Πέτρε, θῦσον καὶ φάγε, καὶ ἃ ὁ θεὸς ἐκάθηρε, σὺ μὴ κοίνου.» εἰ δὲ καὶ νῦν ἀκαθαρτά τινα παρ' ἡμῖν, ὡς ὁ λύκος ὁ λέων καὶ ἡ πάρδαλις, μὴ θαύμαζε τούτου ἕνεκεν. ἔχεις γὰρ τὸν μέγαν Βασίλειον ἐν τοῖς ἀσκητικοῖς αὐτοῦ τὰ περὶ τούτων οὕτω διευκρινοῦντά σοι. ὡς ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, 316 οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν, ἐπεὶ λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ' ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης, ὡς ὅ γε φαγὼν οὐκ ἠνόμησε.» μάνθανε οὖν ὅτι τὸ βλαβερὸν ἐκφεύγοντες τὰ μὲν τῶν ζώων ἐσθίομεν, ὅσα καὶ μᾶλλον εὔχυμά τε καὶ τρόφιμα, τὰ δὲ μυσαττόμεθα, καχεξίας καὶ ἴσως καὶ ἀηδίας ὄντα παρεκτικά. ταύτῃ τοι καὶ ὅρους οἱ πατέρες ἐπὶ τούτοις τεθείκασι, τὸ λίχνον κἀντεῦθεν ἡμῶν ἀναστέλλοντες. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἄξιον δὲ καὶ τινῶν ἱστοριῶν ἐπιμνησθῆναι φιλομαθείας χὰριν τῆς σῆς ἐκ τῆς Ἰουδήθ. ὁ Ναβουχοδονόσορ διὰ τὸ μὴ ἐπικουρῆσαι αὐτῷ πάντας ὅτε ἐπολέμει μετὰ τοῦ Ἀρφαξᾶ, ἐπέστειλε τὸν στρατηγὸν αὐτοῦ Ὁλοφέρνην κατὰ πάσης τῆς γῆς, εἰπὼν πρὸς αὐτόν τάδε λέγει βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς.» ἐφ' ᾧ καὶ κατὰ ταύτην τὴν κέλευσιν ἀπαίροντι τῷ Ὁλοφέρνη κατὰ Ἰουδαίων, ἔφη καὶ τάδε ὁ Ἀμμανίτης Ἀχιώρ εἰ μὲν ἔστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτῶν, ἀναβησώμεθα καὶ ἐκπολεμήσωμεν αὐτούς· εἰ δὲ μή γε, παρελθέτω ὁ κύ317 ριός μου.» καὶ ὁ Ὁλοφέρνης πρὸς Ἀχιώρ καὶ τίς ὁ θεός, εἰ μὴ Ναβουχοδονόσορ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ, καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς.» ἐφ' ᾧ καὶ ἀπετμήθη τὴν κεφαλὴν αὐτοῦ σοφῶς τῷ ὄντι καὶ εὐμεθόδως παρὰ γυναικὸς τῆς Ἰουδήθ, πάντα τε τὰ ἐκείνου παρὰ Ἰουδαίων ἐσκυλεύθησαν. τότε δὴ τότε καὶ Ἀχιὼρ πιστεύσας τῷ θεῷ καὶ περιτέμνεται. Ἐν ταῖς ἡμέραις τῶν κριτῶν λιμοῦ γεγονότος ἀπῆρεν ἐκ Βηθλεὲμ ἡ Νοεμὶν σὺν τοῖς παισὶν αὐτῆς ἐν ἀγρῷ Μωάβ κἀκεῖσε νύμφας ἔλαβον Ὀρφανὴν καὶ Ῥούθ. μετὰ δέκα δὲ ἔτη τῶν ἀνδρῶν θανόντων ὑπέστρεψεν ἡ Νοεμίν. ἠκολούθουν αὐτῇ καὶ αἱ δύο νύμφαι. καὶ ἡ μὲν Ὀρφανὴ πεισθεῖσα τοῖς λόγοις Νοεμὶν ὑπέστρεψεν, ἡ δὲ θαυμασία Ῥοὺθ οὐκ ἐπείσθη, λέγουσα ὁ λαός σου λαός μου, καὶ ὁ θεός σου θεός μου.» καὶ συνελθοῦσα ἐμίγη τῷ Βοώς, καὶ τέτοκε τὸν Ὀβὴδ τὸν πατέρα Ἰεσσαί, ἀφ' οὗ Δαβίδ. Ἀπὸ Ναβουχοδονόσορ αἰχμάλωτοι Μαρδοχαῖος, γυνὴ Ἐσθήρ, καὶ λοιποί, οἳ ἦσαν ἐπὶ Ἀρταξέρξου. οὗτος ὁ Μαρδοχαῖος ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἀκούσας δύο εὐνούχων μελετώντων κατὰ τοῦ βασιλέως ἀνέφερε περὶ τούτων αὐτῷ· οι καὶ ἀπώλοντο. τούτων οὖν ἕνεκεν ὁ παρὰ τῷ βασιλεῖ μέγι318 στος Ἀμμὰν λυπηθεὶς ἔπεισε τὸν βασιλέα κατὰ Ἰουδαίων ἐπεξελθεῖν, καὶ γράμματα στεῖλαι τοῖς τῶν εἴκοσι καὶ ἑπτὰ χωρῶν ἄρχουσιν, ἀπὸ Ἰνδικῆς ἕως Αἰθιοπίας, τοὺς ὁπουδήποτε παρευρισκομένους Ἰουδαίους τελείως κατασφάττειν κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ δωδεκάτου μηνός. μανθάνει ταῦτα ἡ βασιλὶς Ἐσθήρ, καὶ νηστεύσασα τρεῖς ἡμέρας δέεται πρῶτον τοῦ θεοῦ, εἶτα καὶ αὐτοῦ τοῦ Ἀρταξέρξου, λέγουσα εἶδόν σε κύριε ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου,» καὶ ἔπεσεν ἐκλυθεῖσα. ὁ δὲ προύτρεπεν αἰτῆσαι ὃ θέλει. ὁ δὲ Ἀμμὰν ἰδὼν τὸν Μαρδοχαῖον ἐπὶ τῆς αὐλῆς παρασκευάζει κρεμασθῆναι αὐτὸν ἐπὶ ξύλου. ὁ δὲ θεὸς τοῦτον ἐκώλυσεν, τὸν τοῦ βασιλέως ἀφελόμενος ὕπνον· ἀκηδιῶν γὰρ νυκτὸς εἰς ἀνάγνωσιν ἦλθεν, ἐφ' ᾧ καὶ ἐμνήσθη ὧν ἐποίησεν εἰς αὐτὸν ὁ Μαρδοχαῖος. ὅθεν καὶ μὴ βουλομένου τοῦ Ἀμμὰν ἐτιμήθη τὰ μέγιστα. ὁ δὲ Ἀμμὰν καθ' ἑαυτοῦ τὴν κακίαν ἔφερεν· ἐκρεμάσθη γὰρ ἐπὶ ξύλου τῇ δεήσει καὶ κατασκευῇ τῆς Ἐσθήρ. καὶ γράμματα δὲ ἕτερα ἐστάλησαν οὐ μόνον εἰς σωτηρίαν αὐτῶν, ἀλλ' ἵνα καὶ τοὺς ἀντικειμένους ἀμύνωνται· καὶ γὰρ ἄνδρας φʹ ἀπέκτειναν, καὶ ἑτέρους πλείονας. ἐκρεμάσθησαν δὲ καὶ οἱ δέκα υἱοὶ τοῦ Ἀμμάν. κατὰ τοῦτο καὶ ἡ γραφή 319 φησιν ἔσονται δὲ ἡ ιγʹ καὶ ἡ ιδʹ τοῦ Ἀδὰρ ἡμέρα ἑόρτιος εἰς γενεὰς αὐτῶν.» Ὁ Τωβὴτ ᾐχμαλωτίσθη ἐν ἡμέραις Ἐνεμεσάρου βασιλέως Ἀσσυρίων. ἐγὼ Τωβὴτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ ὅτε μετὰ Σάρρας καὶ Τωβίου ᾐχμαλωτίσθην εἰς Νινευί, πάντες οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἄρτους τῶν ἐθνῶν, ἐγὼ δὲ οὔ. καὶ εἴ τινας ἀπέκτεινε Σεναχηρεὶμ ὁ βασιλεύς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ. καὶ νυκτὸς διὰ φόβου πολλοὺς ἔθαπτον. ὅθεν καὶ ἐκοιμήθην παρὰ τὸ τεῖχος τῆς αὐλῆς ἀκαλύπτῳ προσώπῳ· καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστί. καὶ ἀφοδεύσαντα θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, ἐγενήθη λευκώματα ἐν αὐτοῖς. ἡ δὲ γυνή μου προσήγαγέ μοι ἔριφον, ὃν εἰς μισθὸν τοῦ κόπου ἔλαβεν. ἐγὼ δὲ δοκῶν κλεψιμαῖον εἶναι οὐκ ἔφαγον, καὶ ὠνειδίσθην παρʹ αὐτῆς ὡς δῆθεν μηδὲν ὠφελούμενος ἐξ ἀρετῆς. καὶ ἔκλαυσα πρὸς κύριον" 3λυσιτελεῖ μοι ἀποθανεῖν ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα." 3 τότε δὲ καὶ Σάρρα ἡ τοῦ Ῥαγουὴλ ὠνειδίσθη ὡς δῆθεν ἀποπνίξασα οὓς ἔλαβεν ἄνδρας ἑπτά· τούτους δὲ Ἀσμοδαῖος τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινε πρὶν ἢ γενέσθαι μετ' αὐτῆς, ὡς καὶ βουληθῆναι αὐτὴν ἐντεῦθεν 3 ἀπάγξασθαι. ἀλλ' ὁ θεὸς οὔτε Τωβὴτ οὔτε Σάρρας παρεῖδε τὸν ὀνειδισμόν. ἀποστελλομένου γὰρ τοῦ Τωβίου ἐπὶ τῷ τὰ εἰς παρακαταθήκην κείμενα πατρῷα ἀργύρια λαβεῖν, ὁ τοῦ κυρίου ἄγγελος Ῥαφαὴλ συνηκολούθησε. καὶ καθ' ὁδὸν ἰχθύος φανέντος παρὰ ποταμὸν ἐπτοήθη ὁ παῖς. ὁ δὲ ἄγγελος ἐπέτρεψε λαβεῖν αὐτὸν καὶ φαγεῖν, τὴν δὲ καρδίαν καὶ τὸ ἧπαρ φυλάσσειν, τὸ μὲν ἧπαρ εἰς θυμίασιν τοῦ Ἀσμοδαίου, τὴν δὲ καρδίαν εἰς χρῖσιν τῶν πατρικῶν ὀφθαλμῶν. ἀπήγαγε δὲ αὐτὸν εἰς τὸν Ῥαγουὴλ οἶκον, ὅθεν καὶ λαμβάνει μὲν εἰς γυναῖκα τὴν Σάρραν, τὸν δὲ φιλοῦντα αὐτὴν Ἀσμοδαῖον ἐκεῖθεν διώκει. ἀναλαβόμενος δὲ τὸ ἀργύριον καὶ τὴν Σάρραν ὑπέστρεψε. ταύτῃ τοι καὶ τῶν τοῦ Τωβὴτ ὀφθαλμῶν χρισθέντων θαῦμα ἐγένετο. μετὰ δὲ ταῦτα καὶ τάδε πρὸς αὐτοὺς ὁ ἅγιος ἄγγελος ἔλεγεν ἐλεημοσύνη ἐκ θανάτου ῥύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν. καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου θεοῦ. καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, συμπαρήμην σοι. καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σύν σοι ἤμην. καὶ νῦν ἀπέστειλέ με ὁ θεὸς ἰάσασθαί 321 σε καὶ τὴν νύμφην σου Σάρραν. ἐγώ εἰμι Ῥαφαὴλ εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ προσαναφέρουσι τὰς εὐχὰς τῶν ἁγίων.» καὶ ταῦτα παραινέσας ἀνέβη πρὸς τὸν ἀποστείλαντα. καὶ τοῦτο μὲν τὸ Ῥαφαὴλ ὄνομα ἔμαθες ἤδη ἐκ τοῦ Τωβήτ· τὸ δὲ Οὐριήλ, καθά φησι τῷ ὄντι Ψελλός, οὔτε τὰ τῆς παλαιᾶς οὔτε τὰ τῆς νέας ἡμῖν ἐγνώρισεν. ἔστι δέ τι βιβλίον Ἑβραϊκὸν ἄγνωστον τοῖς πολλοῖς, προσευχὴ δὲ Ἰωσὴφ ἐπι- γεγραμμένον, ἔνθα δὴ ὁ ἐκείνου πατὴρ Ἰακὼβ εἰσῆκται τούτῳ δὴ τῷ ἀγγέλῳ Ῥαφαὴλ διαλεγόμενος, εἰ καὶ ἄρτι τοῖς Ἑβραίοις, ὡς καὶ τὰ ἄλλα τῶν ἀποκρύφων, ἀπῶσταί τε καὶ ἠθέτηται. ὁ μέντοι Τωβὴτ ρνʹ ἔτη ἔζησεν, ὁ δὲ Τωβίας ρκζʹ. μετὰ δὲ τὸ θάψαι τοὺς γονεῖς αὐτοῦ ἀπῆλθεν πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ, καὶ ἤκουσε πρὸ τοῦ ἀποθανεῖν τὴν ἀπώλειαν Νινευί, ἣν ᾐχμαλώτευσε Ναβουχοδονόσορ κατὰ τὴν Τωβὴτ πρόρρησιν. Μετὰ μέντοι τὸν Σαμψὼν ἕως Ἠλεὶ τοῦ ἱερέως ἀναρχία ἦν παρ' αὐτοῖς ἔτη μʹ, καὶ ἀλλήλοις ἐπανιστάμενοι συνωλοθρεύοντο. ὅσον μὲν οὖν κακόν ἐστι τὸ περιορᾶν τοὺς ὑπὸ χεῖρα ἁμαρτάνοντας καὶ μὴ σφοδρῶς ἐπιστύπτειν αὐτούς, ἔδειξε τὰ κατὰ τὸν Ἠλεί, τὴν κιβωτὸν καὶ τὸν λαὸν συμβάντα. τηνικαῦτα γὰρ ὁ μὲν Ἠλεὶ θανάτῳ οἰκτρῷ περιπίπτει, ἡ κιβω322 τὸς αἰχμαλωτίζεται, καὶ ὁ λαὸς ἀναιρεῖται μαχαίρᾳ. Παλαιστινοὶ καὶ γὰρ κατὰ Ἰουδαίων ὁρμῶσι, συμπλέκονται ἀλλήλοις, καὶ πίπτουσιν Ἑβραῖοι ὡσεὶ τετρακισχίλιοι. εἶτα τὴν κιβωτὸν ἀράμενοι σὺν αὐτῇ κατὰ τῶν πολεμίων ὁρμῶσι, κρατῆσαι συνήθως θαρρήσαντες. συμβάλλουσιν ἀλλήλοις, καὶ πίπτουσι μὲν ἐκ τῶν Ἑβραίων οὐκ ὀλίγοι, αἰχμαλωτίζεται δὲ καὶ αὐτὴ ἡ κιβωτός. οὐκ ἀγαθὴ λοιπὸν ἀγγελία καταλαμβάνει τὸν Ἠλεί· καὶ τὴν μὲν τῶν αὐτοῦ παίδων ἀπώλειαν φέρει γενναίως, καὶ ὅτι καὶ σφάλματα προσῆσαν αὐτοῖς, πορνεία καὶ γαστριμαργία (γάμους γὰρ ἀλλοτρίους ἐξώρυττον καὶ τὰ κρέα πρὸ τοῦ ἁγιασθῆναι ἤσθιον), τὴν δὲ τῆς κιβωτοῦ αἰχμαλωσίαν οὐκ ἐνεγκὼν καταπίπτει τοῦ θρόνου καὶ τελευτᾷ· ἔτυχε γὰρ τότε κατά γε τὰς πύλας τοῦ ἱεροῦ καθήμενος ἐπὶ δίφρου, ὀκτὼ καὶ ϛʹ βιώσας ἔτη. Τὴν μέντοι κιβωτὸν οἱ Παλαιστινοὶ λαβόντες εἰς πόλιν Ἄζωτον αἰχμάλωτον ἤγαγον. τότε καὶ Δαγὼν συνετρίβη τῆς οἰκείας ἐκστὰς ἕδρας καὶ ὡς ἐν σχήματι προσκυνοῦντος πεσών. ἔδειξε γὰρ ὁ θεὸς ἐνταῦθα ὅτι οὐχ ὡς ἀσθενὴς ᾐχμαλωτίσθη ἡ κιβωτός (εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν τῇ παρουσίᾳ αὐτῆς ὁ θεὸς αὐτῶν Δαγὼν συνετρίβη, [ὥστε] εἰ μὴ θεία χάρις προσῆν αὐτῇ), αἰχμαλωτισθῆναι δὲ συνεχωρήθη διὰ 323 τὴν τῶν Ἰουδαίων κακίαν. τότε δὴ τότε καὶ ὑπὸ δυσεντερίας ἀπέθνησκον οἱ αἰχμαλωτίσαντες αὐτήν, τὰ ἐντὸς ἐξεμοῦντες διεφθαρμένα. ἀλλὰ καὶ μυῶν πλῆθος ἀνελθὸν τὰ τῆς χώρας κατέβλαπτε. μόλις οὖν οἱ Ἀζώτιοι συνῆκαν ὡς ἐκ τῆς κιβωτοῦ τὰ τοιαῦτα προσγίνονται αὐτοῖς· ἀξιοῦσι λοιπὸν τοὺς Ἀσκαλωνίτας. καὶ ταύτην προσδεξάμενοι ἐν τοῖς ὁμοίοις γίνονται κακοῖς. οἱ δὲ Ἀσκαλωνῖται πρὸς ἑτέρους πέμπουσι, κἀκεῖνοι πρὸς ἄλλους. καὶ πάντες τὰ αὐτὰ πάσχουσι. συνέρχονται οὖν οἱ τῶν παθουσῶν πέντε πόλεων ἄρχοντες, Ἀκαρὼν Γάζης Ἀζώτου καὶ τῶν λοιπῶν, καὶ περὶ τούτου σκοποῦσιν. ὅθεν καὶ βόας ὑποζεύξαντες ἀρτιτόκους, καὶ τὴν κιβωτὸν αὐτοῖς ἐπιτιθέασι, καὶ ἐπὶ τριόδου καταλιπόντες ἐπιτρέπουσιν αὐτοῖς ἣν βούλονται ὁδὸν ἀπελθεῖν· κἂν μὲν τὴν Ἑβραίων ἀπίωσιν, ὑπολαμβάνειν τὴν κιβωτὸν αἰτίαν εἶναι τῶν τοιούτων κακῶν, ἂν δὲ ἄλλην τράπωνται, καταδιώξωμεν αὐτὴν ἔφασαν ἅτε μὴ τοιαύτην ἔχουσαν δύναμιν. γίνεται ταῦτα, καὶ θείαν τῇ κιβωτῷ προσεῖναι διέγνωσαν δύναμιν. Οἱ μὲν οὖν Ἑβραῖοι τοιαῦτα πάσχοντες ζητοῦσι βασιλέα, καὶ λαμβάνουσι τὸν Σαούλ, εἰ καὶ μὴ πράως ἔφερεν ὁ θεὸς τοῦ τοιούτου χάριν ζητήματος, ἐφ' ᾧ καὶ πρὸς τὸν Σαμουὴλ 324 ἔλεγεν οὐ σὲ ἐξουθενήκασιν ἀλλ' ἐμέ, τοῦ μὴ βασιλεύειν ἐν αὐτοῖς.» οὗτος μὲν οὖν ὁ Σαοὺλ ἐκ τῆς Βενιαμίτιδος ὑπῆρχε φυλῆς, υἱὸς τοῦ Κίς, ὁ καὶ τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας. τὰς ὄνους τοῦ πατρὸς ἀπώλεσε, καὶ πρὸς τὸν προφήτην Σαμουὴλ ἔρχεται περὶ ἐκείνων ἐρωτήσων. ὁ δὲ προφήτης λαβὼν τὸ ἅγιον ἔλαιον τῆς τοῦ νεανίσκου καταχεῖ κεφαλῆς, καὶ κατασπασάμενος αὐτόν ἴσθι» φησὶ βασιλεύς· ὑπὸ θεοῦ κεχειροτόνησαι σήμερον.» ἀλλὰ καὶ τὰ συμβησόμενα καθ' ὁδὸν αὐτῷ ἔλεγεν, ἐντυχεῖν τε προφήταις, καὶ σὺν αὐτοῖς προφητεῦσαι γενόμενον ἔνθεον. χρίει δὲ αὐτὸν καὶ τοῦ πλήθους ὁρῶντος. καὶ οὕτως ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν μετέπεσεν. ἔλεγε δὲ πρὸς αὐτοὺς ὅτι πολλὰ παρωργίσατε τὸν θεόν, βασιλέα αἰτησάμενοι. καὶ δῆλον ἐντεῦθεν· ὃ γὰρ οὐδέποτέ τις εἶδεν ἐν θέρους ἀκμῇ χειμῶνα, τοῦτο γεγενημένον θεάσασθε. καὶ ταῦτα εἰπόντος τοῦ προφήτου ἀστραπαὶ καὶ βρονταὶ καὶ χάλαζαι καταφέρονται, ὡς ἐντεῦθεν τὸν λαὸν ἁμαρτεῖν εἰς θεὸν ἔλεγεν. Ὁ μέντοι Σαοὺλ μέλλων κατὰ Παλαιστινῶν ὁρμῆσαι, κελεύει τὸν ἀρχιερέα λαβόντα τὴν ἀρχιερατικὴν στολὴν προφητεύειν αὐτῷ περὶ τῶν μελλόντων. τοῦ δὲ προτρέψαντος ἐξέρχεται κατὰ Παλαιστινῶν. ὁ μέντοι Σαοὺλ τῇ νίκῃ ἐπαρθεὶς ἐπαρᾶται τοῖς Ἑβραίοις· ἤν τις ἀποσχόμενος τοῦ φο325 νεύειν τοὺς ἐχθροὺς φάγῃ, καὶ μὴ μέχρις οὗ νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως αὐτοὺς ἀποπαύσῃ τῶν πολεμίων, ἐπικατάρατος εἴη. οὕτω τοίνυν τοῦ Σαοὺλ φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο μελισσῶν γέμοντα, ὁ τοῦ Σαοὺλ παῖς οὐκ ἀκηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιεν. εἶτα γνοὺς τὸ γεγονὸς οὐκ ὀρθῶς ἔφη τὸν πατέρα τοιαύτην ἀρὰν θεῖναι· εὐψυχότατα γὰρ κατατρέχει τῆς τῶν ἐναντίων, εἴ γε τροφῆς ἐν τῷ μέσῳ φθάσει μεταλαβεῖν. ὁ δὲ Σαοὺλ μετὰ τὸ νικῆσαι καὶ θῦσαι τῷ θεῷ κελεύει τὸν ἀρχιερέα καὶ αὖθις γνῶναι εἰ δίδωσιν αὐτοῖς ὁ θεὸς ἐπὶ τὸ στρατόπεδον τῶν ἐχθρῶν ἐλθεῖν καὶ διαφθεῖραι αὐτούς. εἰπόντος δὲ τοῦ ἀρχιερέως μὴ ἀποκρίνεσθαι τὸν θεόν, ὁ Σαοὺλ ἔφη μὴ ἄνευ αἰτίας τοῦτο γίνεσθαι· ἀλλ' ἔστι τι λανθάνον ἐξ ἡμῶν ἁμάρτημα τῆς τοῦ θεοῦ σιωπῆς αἴτιον, καὶ ὄμνυμι, κἂν ὁ παῖς ὁ ἐμὸς Ἰωνάθαν εἴη ὁ τὸ ἁμάρτημα τοῦτο ποιήσας, ἀποκτείνειν αὐτὸν καὶ τὸν θεὸν οὕτως ἱλεώσασθαι. πίπτει οὖν ὁ κλῆρος ἐπὶ τὸν Ἰωνάθαν, καὶ τοῦ πατρὸς ἐρωτῶντος αὐτὸν τί τε πεποίηκε καὶ ὅπως εἰς θεὸν ἐξήμαρτε, μηδὲν ἕτερον ἔλεγεν συνιδεῖν ἢ μέλιτος χθὲς ἀπογεύσασθαι, τὴν ἀρὰν ἀγνοῶν. διομνύεται οὖν ὁ Σαοὺλ ἀπο326 κτεῖναι αὐτόν. οὐκ ἀνθίσταται ὁ παῖς, τὰ τοῦ ὅρκου βιάζει προβῆναι. ἀλλὰ τὸ πλῆθος ἀλγεῖ, καὶ τὸν Ἰωνάθαν ἐξαιρεῖ τῆς χειρὸς Σαούλ, καὶ ἱκετεύει τὸν θεόν, ἵλεον ἐπὶ τούτῳ ποιεῖ. καὶ περὶ μὲν τούτων οὕτως. Εἰπεῖν δὲ τὸν θεὸν ἔλεγεν ὁ Σαμουὴλ ὡς ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους οἱ Ἀμαληκῖται κατά γε τὴν ἔρημον διέ- θηκαν, ἡνίκα τῆς Αἰγύπτου ἐξεπορεύοντο, κελεύειν πολέμῳ τιμωρήσασθαι αὐτοὺς τὸν Σαοὺλ καὶ μηδενὸς αὐτῶν φείσασθαι. νικᾷ τοίνυν αὐτοὺς κατὰ κράτος, λαμβάνει δὲ τὸν αὐτῶν βασιλέα Ἀγὰγ αἰχμάλωτον, οὗ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος, ὡς Ἰώσηπός φησι, σωτηρίας ἄξιον ἔκρινε. καὶ θυσίας ἀπὸ τῶν λαφύρων ἐκείνων ἀνήνεγκε τῷ θεῷ. ἐφ' ᾧ καὶ πρὸς τὸν Σαμουὴλ ἔφη ὁ θεός μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, κἀγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύέιν ἐν Ἰσραήλ.» ὅθεν καὶ πρὸς τὸν Σαοὺλ οὕτως ἔλεγεν ὁ Σαμουήλ, ἡνίκα τὸν Ἀγὰγ ἐζωογόνησε τῶν Ἀμαληκιτῶν βασιλέα, μεματαίωσαι σύ, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι ὁ κύριος. ὅθεν καὶ οὐ στήσεταί σοι ἡ βασιλεία, καὶ ζητήσει κύριος ἄνθρωπον κατὰ καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ.» πρὸς τούτοις δὲ καὶ τάδε πρὸς αὐτὸν ἔλεγεν, ἡνίκα τὴν θυσίαν ἔφερεν, οὐ θέλει κύριος ὁλοκαυτώσεις καὶ θυσίας ὡς τὸ ἀκοῦ327 σαι τῆς φωνῆς αὐτοῦ,» καὶ αὖθις διέρρηξε κύριος τὴν βασιλείαν Ἰσραὴλ ἐκ χειρός σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ.» ὅθεν τοῦ προφήτου πολλὰ φροντίζοντος περὶ τοῦ Σαούλ, παῦσαι» πρὸς αὐτὸν ἔφη ὁ θεός, καὶ λαβὼν τὸ ἅγιον ἔλαιον εἰς Βηθλεὲμ ἄπελθε πρὸς Ἰεσσαί, καὶ χρῖσαι εἰς βασιλέα ἕνα τῶν υἱῶν αὐτοῦ.» ἔρχεται οὖν, καὶ πάντων ἄλλων ἀποδοκιμασθέντων τῶν υἱῶν Ἱεσσαί (οὐδὲ γὰρ εἰς αὐτοὺς τὸ ἅγιον ἔβλυσεν ἔλαιον) χρίεται ὁ πάντων ὕστατος Δαβίδ. ἐφ' ᾧ καὶ πνεῦμα ἅγιον ἔκτοτε ἦν ἐν αὐτῷ, τὸν δὲ Σαοὺλ πνεῦμα πονηρὸν ἐπέρχεται. πνιγομένου τοίνυν αὐτοῦ ἔλεγον οἱ ἰατροί, καθά φησιν Ἰώσηπος, ὅτι μὴ ἄλλως τὸ τοιοῦτον καταπαύσεται πάθος, εἰ μή τις οἶδε διὰ κιννύρας ᾄδειν. ὅθεν καὶ ζητηθεὶς εἴ που τοιοῦτός τίς ἐστιν, ἄγεται ὁ Δαβίδ. ποιεῖ οὖν αὐτὸν ὁπλοφόρον, καὶ διὰ τιμῆς ἄγει. καὶ ὁ μὲν Ἰώσηπος οὕτως. τὸ δὲ δαιμόνιον τὸ συμπνίγον τὸν Σαοὺλ ἡ μὲν τοῦ Δαβὶδ κιννύρα κατέπαυε, πλὴν ὡς τῷ παναγίῳ πνεύματι κινουμένη· τούτου γὰρ ἐπᾴδοντος ἐκεῖνο καὶ ἆκον ἡσύχαζε. Μετὰ δὲ ταῦτα κατὰ Ἰουδαίων ἐκστρατεύουσι Παλαιστινοί. ἀφ' ὧν καταβὰς ἀνήρ τις Γωλιὰτ τοὔνομα παμμεγέθης (ἦν γὰρ πήχεων τεσσάρων καὶ σπιθαμῆς), ἐνδεδυμένος 328 θώρακα σταθμὸν ἄγοντα πέντε χιλιάδας σίκλων καὶ τὰ λοιπὰ ὅπλα ἀναλόγως, φωνὴν μεγάλην ἀφίησι καὶ μονομαχεῖν ἐζήτει. καὶ πάντων ἐξαπορουμένων εἰσάγεται ὁ Δαβίδ, καὶ τὸν Σαοὺλ παραμυθησάμενος, μόλις δὲ καὶ πείσας αὐτόν (οὐδὲ γὰρ ὁ Σαοὺλ ἐθάρρει, πρὸς τὴν τοῦ. Δαβὶδ ἡλικίαν ἀφορῶν) ὁρμᾷ κατὰ Γωλιὰτ καὶ διὰ σφενδόνης αὐτὸν ἀναιρεῖ. ἔκτοτε οὖν τῶν γυναικῶν λεγουσῶν ὅτι Σαοὺλ μὲν χιλιάδας Παλαιστινῶν κατηκόντισε Δαβὶδ δὲ μυριάδας, πτοεῖται καὶ εἰς τὴν αὐτοῦ βασιλείαν ὁ Σαούλ· ἐφ' ᾧ καὶ ὕποπτον εἶχεν ἔκτοτε τὸν Δαβίδ, καὶ φθόνον ἔτρεφεν οὐ μικρόν. ὅθεν καὶ εἰς ἐκστρατείας αὐτὸν ἀπέστελλεν ὡς ἐντεῦθεν τῷ πολέμῳ ἀναιρεθῆναι. ὁ δὲ Δαβὶδ τὸν θεὸν ἔχων μεθ' ἑαυτοῦ ἠρίστευε πανταχοῦ, ὡς ἐντεῦθεν καὶ τὴν θυγατέρα Σαοὺλ παρθένον οὖσαν ἔρωτα σχεῖν αὐτοῦ. δῆλα γίνεται ταῦτα καὶ τῷ Σαούλ. καὶ ὃς δραξάμενος ἀφορμῆς πρὸς τὴν κατ' ἐκείνου ἐπιβουλήν, ὡς Ἰώσηπος ἱστορεῖ, ἀποδοῦναι τὴν θυγατέρα ἔλεγεν, ἂν χιλίας μοι κεφαλὰς κομίσῃ τῶν πολεμίων. γίνεται ταῦτα, καὶ εἰς γυναῖκα λαμβάνει τὴν Μελχώ. οὐ φέρει ταῦτα Σαούλ, ἀλλ' ἐπὶ πλέον φθονεῖ ἅτε καὶ περὶ τῆς βασιλείας αὐτοῦ δεδιώς. ἀποκτεῖναι λοιπὸν αὐτὸν μελετᾷ. ἀνατίθησι ταῦτα τῷ υἱῷ τε Ἰωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν. ὁ δὲ μηνύει τῷ Δαβὶδ τὰ τῆς βουλῆς, καὶ 329 ὑπὲρ αὐτοῦ τῷ πατρὶ διαλέγεται. μετὰ δὲ ταῦτα διώκει τὸν Δαβὶδ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις. τηνικαῦτα τῷ ἀρχιερεῖ Ἀβιάθαρ προσέρχεται· τότε καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν. ἐκεῖθεν αὖθις φεύγει πρὸς Ἀβιμέλεχ· τότε δὲ καὶ τὰ τῶν ἐπιληπτικῶν ὑποκρίνεται. ἐπὶ τούτοις δὲ ὁ Δαβὶδ εὑρὼν τὸν Σαοὺλ καὶ ἅπαξ καὶ δίς, καὶ ἀποκτεῖναι αὐτὸν εὐχερῶς ἔχων, ποιῆσαι τοῦτο οὐκ ἤθελε, τῷ θεῷ πάντα τὰ κατ' αὐτὸν ἀνατιθείς. καὶ περὶ μὲν τούτων οὕτως. Παλαιστινοὶ δ' αὖθις κατὰ Ἰουδαίων στρατεύονται, ἐφ' ᾧ καὶ τοὺς αὐτοὺς συμμάχους ὁ Ἀγχοὺς καλεῖ. ὄρει δὲ τῷ Γελβουὲ προσβάλλει καὶ ὁ Σαούλ, καὶ πολυπληθῆ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἰδὼν ἐταράχθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ. καὶ ἐπηρώτησε τὸν κύριον διὰ τοῦ Ἐφούθ, καὶ οὐκ ἀπεκρίθη αὐτῷ· καὶ γὰρ εἰ μὴ εὐδοκίμουν παρ' αὐτῷ, οὐκ εἰσήκουσεν αὐτῶν. ἐφ' ᾧ καὶ ζητεῖ ἐγγαστρίμυθον, εἰ καὶ τὸ γένος αὐτῶν ἔφθασεν ἐκ τῆς πόλεως αὐτοῦ ἐκβαλεῖν ἅτε πρὸς θεὸν πρότερον εὐσεβῶν. ἐγγαστρίμυθοι δὲ ἐλέγοντο διὰ τὸ δαίμονα ἔχειν ἐν τῇ γαστρὶ αὐτῶν ἐγκαθήμενον καὶ τὰ μέλλοντα μυθευόμενον εἴτ' οὖν μαντευόμενον. τὸ μέντοι γύναιον ἐκεῖνο πείθεται μόλις, καὶ τὴν τοῦ Σαμουὴλ ψυχὴν ἐξ ᾅδου ἀνάγει, ὡς Ἰώσηπος ἱστορεῖ. ὁ γὰρ τὰ θεῖα σοφὸς 330 Θεοδώρητος δυσσεβῆ λέγει τὸν λόγον τουτονὶ καὶ ἀνόσιον· οὐδὲ γὰρ πείθεται νέκυος ψυχὴν ἐξ ᾅδου καὶ τὴν τυχοῦσαν ἀνάγειν, μήτοι γε τοσούτου προφήτου. ἄλλοι δὲ τὸν λόγον τοῦτον μὴ θέλοντες ἀνόσιον δέξασθαι, λαοπλάνον τινὰ λέγουσι δαίμονα τὰ κατὰ τὸν Σαοὺλ ἀναγγεῖλαι τῇ ἐγγαστριμύθῳ. ὁ μὲν Θεοδώρητος οὔτε τὸ πρῶτον ὡς δυσσεβὲς καταδέχεται οὔτε πάλιν τὸ δεύτερον· εἰ γὰρ δαίμων ἦν ὁ φανείς, οὐκ ἂν ἀληθῆ ἐφθέγγετο ῥήματα. οὐκοῦν αὐτὸς ὁ θεὸς τὸ εἶδος, φησί, τοῦ Σαμουὴλ σχηματίσας ἠβουλήθη, ἐξενήνοχε τὴν ἀπόφασιν· ἔφη καὶ γὰρ διά του τῶν προφητῶν ἐὰν ἀπέλθητε πρὸς τὸν ψευδοπροφήτην, ἐγὼ κύριος ὁ θεὸς ἀποκριθήσομαι δι' αὐτοῦ.» οὕτω διὰ τοῦ Βαλαὰμ ηὐλόγησε τὸν λαόν, καὶ διὰ δυσσεβοῦς μάντεως προηγγέλθησαν τὰ ἐσόμενα. γίνεται ταῦτα, καὶ οἱ Παλαιστινοὶ τοῖς Ἑβραίοις προσβάλλουσι. πίπτει λοιπὸν ὁ Σαοὺλ καὶ οἱ παῖδες αὐτοῦ. ὁ μέντοι Σαοὺλ πολλὰς δεξάμενος πληγάς, καὶ μὴ φέρειν δυνάμενος, κελεύει τινὶ τῶν αὐτοῦ τὸ ξίφος αὐτοῦ ἐπενεγκεῖν, ἵνα μὴ ταῖς ἐχθρῶν χερσὶ παραδοθῇ. ὁ δ' οὐκ ἐπείθετο. ἐπιπίπτει λοιπὸν αὐτὸς τῇ μαχαίρᾳ, καὶ μηδὲ οὕτως ἰσχύων ἑαυτῷ τὸ τέλος ἐπενεγκεῖν πείθει τινὰ τῶν Ἀμαληκιτῶν, καὶ τελειοῖ αὐτόν. οἱ δὲ Παλαιστινοὶ σκυλεύοντες τοὺς πολεμί331 ους ἐντυγχάνουσι τῷ Σαούλ τε καὶ τοῖς παισὶν αὐτοῦ, καὶ κόψαντες τὰς κεφαλὰς αὐτῶν περιῆγον διὰ πάσης τῆς χώρας, τὰ δὲ σώματα αὐτῶν ἀνασταυροῦσιν ἔξω τοῦ τείχους, ὡς Ἰώσηπος ἱστορεῖ. Οὕτω κατέστρεψε τὸν βίον ὁ Σαοὺλ διὰ τὸ ἐπὶ τοῖς Ἀμαληκίταις παρακοῦσαι τοῦ θεοῦ καὶ διὰ τὸ τῶν ἱερέων γένος ἀπωλείᾳ παραδοῦναι· διὰ γὰρ τοῦ Σύρου Δωὴκ ὡσεὶ τνʹ ἱερεῖς ἀπέκτεινεν αἴροντας τὸ ἐφούθ. ἐκράτησε δὲ τὸν Ἰσραὴλ ὁ Σαοὺλ ἔτη μʹ, ὑπερωμίας ὢν παντὸς τοῦ Ἰσραήλ. τοῖς Ἑβραίοις ὁ θεὸς χαριζόμενος τοιοῦτον ἄνδρα βασιλεύειν ἐν αὐτοῖς ἐξελέξατο· ἀνδραγαθίας γὰρ τῆς ἐν πολέμοις ἕνεκεν, οὐ μὴν εὐσεβείας ᾐτήσαντο βασιλέα. ταύτῃ τοι καὶ τὸν μέγιστον πάντων ἐκλέγεται, ἐπειδή περ οὐ ψυχῆς ἀρετὴν ἀλλὰ σώματος θαυμάζομεν μέγεθος. Μετὰ δὲ θάνατον τοῦ Σαοὺλ ἐβασίλευσεν ἐν Ἰσραὴλ ὁ υἱὸς αὐτοῦ Μεμφοστέ, ἐν Ἰούδᾳ δὲ ὁ Δαβίδ· παρὰ Σαμουὴλ καὶ γὰρ χρισθῆναι προέφθασεν. εἶτα Ῥιχαῦ καὶ Βανέας λάθρα τὸν Μεμφοστὲ ἀνελόντες ἦλθον πρὸς τὸν Δαβὶδ ὡς δῆθεν εὐδοκιμήσαντες διὰ τὸν φόνον. ὁ δὲ ἀνεῖλεν αὐτοὺς κατὰ δὴ καὶ τὸν Ἀμαληκίτην ἐκεῖνον, δι' οὗ ὁ Σαοὺλ τὸ τέλος ἐδέξατο. τηνικαῦτα παντὸς τοῦ λαοῦ καθίσταται βασιλεὺς ὁ Δαβίδ. τὴν δὲ θυγατέρα τοῦ Σαούλ, εἰ μὴ ὡς 332 Ἰώσηπος ἱστορεῖ, ἀλλ' οὖν ἔπαθλον ἔλαβεν, ἡνίκα τὸν Γολιὰθ ἐσφενδόνησεν· οὕτω γὰρ ἀναμέσον αὐτῶν συμπεφώνητο. ὁ γοῦν Δαβὶδ μετὰ τὸ ἀναγορευθῆναι βασιλεὺς ἐφίσταται τῇ Ἱεροσόλυμα, καὶ τοὺς ἐκεῖσε κατοικοῦντας Ἰεβουσαίους τρο- πωσάμενος βασιλείαν ἑαυτοῦ ποιεῖται τὰ Ἱεροσόλυμα. πρῶτος μὲν οὖν Δαβίδ, ὡς Ἰώσηπος ἱστορεῖ, τοὺς Ἰεβουσαίους ἐκεῖθεν ἐκβαλὼν ἀφ' ἑαυτοῦ τὴν πόλιν προσαγορεύει· Σόλυμα καὶ γὰρ ἐπὶ Ἀβραὰμ ἐκαλεῖτο. Μετὰ δὲ ταῦτα ὁρᾷ τὴν Βηρσαβεὲ λουομένην ἐν τῷ οἴκῳ αὐτῆς, ὅθεν καὶ ταύτης ἐρᾷ. μίγνυται λοιπὸν αὐτῇ, καὶ τὸν Οὐρίαν οἰκονομεῖ θανάτῳ περιπεσεῖν, ὃς ἀνὴρ αὐτῆς ἦν. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ διὰ Νάθαν ἐλέγχεται. εἶτα φεύγει διὰ τὴν τοῦ Ἀβεσσαλὼμ ἐπανάστασιν, καταλείψας τὰς αὐτοῦ δέκα παλλακὰς φυλάσσειν τὸν οἶκον αὐτοῦ. ἡ δὲ αἰτία τοῦ Ἀβεσσαλὼμ πατραλοίαν γενέσθαι αὕτη. τῷ Δαβὶδ θυγάτηρ ἦν σφόδρα περικαλλής, τῷ Ἀβεσσαλὼμ ὁμομήτριος. ταύτης ὁ Ἀμνὼν ἐρᾷ τῶν ἀδελφῶν ὁ πρεσβύτατος. καὶ μὴ ἔχων τὰ τῆς ἐπιθυμίας πληρῶσαι σφόδρα κατετήκετο. ἐφ' ᾧ καὶ νοσεῖν ὑποκρίνεται. ἱκετεύει τὸν πατέρα συμπαραμένειν αὐτῷ τὴν ἀδελφὴν δουλείας ἕνεκεν. γίνεται ταῦτα. ἀποκαλύπτει τὸ πάθος αὐτῇ, ἡ δ' οὐκ ἐπείθετο. βιάζεται αὐ333 τήν, ἐφ' ᾧ καταπειθὴς ὁρᾶται. παραχρῆμα μῖσος τίκτεται κατ' αὐτῆς τῷ Ἀμνών, ἐφ' ᾧ καὶ ἐκβάλλει αὐτήν. θλίβεται οὐ μικρῶς αὕτη, ἀποκαλύπτει ταῦτα τῷ Ἀβεσσαλώμ. παρατηρεῖται καιρόν, ἐξέρχεται εἰς κουρὰν τῶν θρεμμάτων αὐτοῦ, συλλαμβάνει μεθ' ἑαυτοῦ καὶ τοὺς ἀδελφούς. τελεῖται συμπόσιον, καὶ καρωθέντα τὸν Ἀμνὼν κτείνουσιν οἱ οἰκέται αὐτοῦ. ἐντεῦθεν οὖν ὁ Ἀβεσσαλὼμ πτοηθεὶς φρονεῖν ἤρξατο κατὰ πατρός. καὶ πρῶτον μὲν πείθει αὐτὸν ὁ Ἀχιτόφελ εἰς τὰς παλλακὰς εἰσελθεῖν τοῦ πατρός, ἔπειτα συμβουλεύει αὐτῷ μετὰ στρατιᾶς ὁρμῆσαι κατὰ τοῦ Δαβίδ. μὴ εἰσακουσθεὶς δὲ διὰ τὸ ἀγαθὴν δόξαι τὴν τοῦ Χουσὶ συμβουλήν (ἔτυχε γὰρ φίλος εἶναι τῷ Δαβὶδ ὁ Χουσί) ἀγχόνῃ ἐχρήσατο. ἐπὶ δὲ τούτῳ διώκεται μᾶλλον ὁ Ἀβεσσαλώμ, καὶ δὴ καταλαμβάνεται. ἀλλ' ὦ Δαβιδικῆς ψυχῆς. καὶ τοσαῦτα γὰρ παθὼν παρὰ τοῦ πατραλοία ἔλεγε φείσασθε τοῦ παιδαρίου Ἀβεσσαλώμ.» ἀλλὰ καὶ τοῦ Ἰωὰβ κατὰ καρδίας βαλόντος τὸν Ἀβεσσαλώμ, ἡνίκα τῷ δένδρῳ ἀπῃωρήθη τῶν τριχῶν, ἐθρήνησεν ἄμετρα. Τῷ μέντοι Δαβὶδ μελετῶντι ναὸν οἰκοδομῆσαι τῷ κυρίῳ εἶπεν ὁ Νάθαν πάντα ὅσα ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι θεὸς μετὰ σοῦ.» ἠγνόησε γὰρ καὶ οὗτος τὸ μέλλον, ὡς ὁ Σαμουὴλ τὸν χρισθησόμενον υἱὸν τοῦ Ἰεσσαί, καὶ 334 ὡς ὁ Ἐλισσαῖος τὸ τῆς Σομανίτιδος πάθος. νύκτωρ δὲ ἐπιφανεὶς αὐτῷ ὁ κύριος ἔφη πορεύου, καὶ εἰπὲ τῷ δούλῳ μου τῷ Δαβίδ ὅτι οὐ σὺ οἰκοδομήσεις μου οἶκον, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου.» τοῦτο δὲ εἰρῆσθαι δοκεῖ εἰς ὠφέλειαν τῶν τὰς μιαιφονίας ἐργαζομένων· οὐδὲ γὰρ ἂν δίκαιον φόνον ἐμέμψατο τῷ βασιλεῖ ὁ τοῦ Φινεὲς τὸν δίκαιον φόνον θυσίας προσαγορεύσας. ἐφ' ᾧ καὶ δίδωσι Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ. πάντα ἐν γραφῇ ἐκ χειρὸς κυρίου δέδωκεν αὐτῷ. ἀλλὰ καὶ αὐτὸς ὁ Νάθαν ἡνίκα πρὸς αὐτὸν ἀπεστάλη παρὰ θεοῦ, εἶπε καλὸν τοῦτο ἐποίησας, ὅτι ἐγενήθη ἐν τῇ καρδίᾳ σου περὶ τοῦ οἰκοδομῆσαι οἶκον· ἀλλ' οὐ σύ, οἰκοδομήσει ὁ ἐκ σοῦ δέ.» Εἰ καὶ μακροθυμεῖ ὁ θεὸς τῆς ἁμαρτίας τολμωμένης, ἀλλ' ὀψέ ποτε κολάζει. ἴδε γὰρ ὅτι μετὰ τῶν Γαβαωνιτῶν οἱ Ἰσραηλῖται συνέθεντο μὴ φονεῦσαι αὐτούς, ὁ δὲ Σαοὺλ σὺν τοῖς ἄλλοις ἀλλοφύλοις καὶ αὐτοὺς ἀπέκτεινε. τὰς μέντοι τοῦ τοιούτου τολμήματος δίκας ἐπὶ τοῦ Δαβὶδ εἰσέπραξε, λοιμὸν ἐπενεγκών. καὶ εἰ μὴ τοὺς τοῦ Σαοὺλ ἑπτὰ παῖδας ἐφόνευσαν, οὐκ ἂν ἡ θεία ὀργὴ ἔπαυε. μανθάνομεν οὖν ἐκ τούτου ὡς γένους ὁ δεσπότης οὐκ οἶδε διαφοράν, ἀλλὰ τοῖς 335 ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως θεός. καὶ αὐτὸς ὁ Δαβὶδ τὸν Οὐρίαν ἀδικήσας ἀλλόφυλον ὄντα (Χετταῖος γάρ) οὐκ ἀτιμώρητος ἔμεινε. τὸ δὲ μοιχίδιον βρέφος, ὃ πρῶτον τῇ Βηρσαβεὲ γέγονε μοιχευθείσῃ τῷ Δαβίδ, ἐπάταξεν ὁ θεός. ζῶν γὰρ ἔμελλεν εἶναι τοῦ εὐσεβοῦς βασιλέως ὄνειδος καὶ τῆς αὐτοῦ παρανομίας ἔλεγχος. κηδόμενος οὖν αὐτοῦ ζῆν τὸ τοιοῦτον ὁ δεσπότης οὐκ εἴασεν. Ἡ δὲ πρώτη βίβλος τῶν Παραλειπομένων αἰνίττεται ὡς τοῦ Δαβίδ εἰσιν ἅπαντες οἱ ψαλμοί, καθά φησι Θεοδώρητος. λέγει γὰρ ὅτι ἔταξε Δαβὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύριον ἐν χειρὶ Ἀσαφὰτ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ὁ μέντοι Δαβὶδ ἐτῶν τριάκοντα βασιλεύσας, ὥς φησι Θεοδώρητος, περὶ τὰ ἑβδομήκοντα τὸ τοῦ βίου τέλος ἐδέξατο. προσθετέον δὲ τοῖς ἄνω καὶ τάδε καθ' ἱστορίαν ὄντα τοῦ Ἰωσήπου. κατὰ Παλαιστινῶν ἐκστρατεύει ὁ Δαβίδ, καὶ διώξας ἐπὶ πολὺ διέστη τῶν αὐτοῦ πάντων. καὶ ἰδὼν αὐτὸν μεμονωμένον καὶ ὑπὸ κόπου ἔκλυτόν τις τῶν ἐναντίων, ὃς καὶ ἀπόγονος τῶν Γιγάντων ἦν, ἠπείγετο θανατῶσαι αὐτόν. καὶ τοῦτο ἂν ἐγεγόνει, εἰ μὴ Ἀβεσαῖος ὁ ἀδελφὸς Ἰωὰβ παρευθὺς εὑρε- θεὶς ἐκεῖσε ἀπέκτεινε τὸν πολέμιον, ἐκεῖνον δὲ σῶον ἐπανεσώσατο. ὅθεν καὶ ὥρκωσεν αὐτὸν ὁ λαὸς ἅπας ὡς μὴ τοῦ 336 λοιποῦ σὺν αὐτοῖς ἀπαντᾶν εἰς πόλεμον. στρατοπεδεύουσι καὶ αὖθις κατὰ τῶν Ἑβραίων οἱ Παλαιστινοί, ἐν οἷς ἦν ἀνὴρ τὸ μὲν ὕψος ἓξ πήχεων, δακτύλους δὲ ἐν ἑκατέρᾳ τῶν βάσεων καὶ τῶν χειρῶν περισσοτέρους εἶχε τῶν κατὰ φύσιν· ἀπόγονος γὰρ τῶν Γιγάντων ἦν. τοῦτον ἀποκτείνει μονομαχήσας Ἰωνάθαν τις Σουβαῖος, ὅθεν καὶ νίκης αἴτιος γίνεται. ἔκτοτε οὖν παύονται οἱ Παλαιστινοὶ τοῦ πρὸς Ἑβραίους μάχεσθαι. ἐφ' ᾧ λαβὼν ἄδειαν ὁ Δαβὶδ ὑμνεῖν ἤρξατο τὸν θεὸν καὶ τὰς ᾠδὰς ἔπλεκεν. Ἰστέον δὲ ὅτι στρατιώτας ἀμάχους μὲν τὴν ἰσχὺν πολλοὺς ὁ Δαβὶδ ἐκτήσατο, ἐξαιρέτως δὲ πέντε. ὁ μὲν γὰρ αὐτῶν χʹ ἀνεῖλεν ἐν μιᾷ ἡμέρᾳ, ὁ δὲ κατ' ἐχθρῶν ἐκπηδήσας οὐκ ἂν ἐπαύετο εἰ μὴ ἐννακοσίους ἀνεῖλε. τοσοῦτον γὰρ τολμηροὶ ἦσαν ὡς καὶ τρεῖς ἐξ αὐτῶν πρὸς Βηθλεὲμ ἀπελθεῖν καὶ ἀγαγεῖν ὕδωρ τῷ Δαβὶδ ἐντὸς ὄντι Ἱεροσολύμων, εἰσελθόντας αὐτοὺς καὶ ἐξελθόντας διὰ μέσων τῶν Παλαιστινῶν ἔξω παρακαθημένων καὶ μὴ τολμησάντων αὐτοῖς ἀντιπεσεῖν διὰ τοσοῦτον θράσος αὐτῶν. ὃ ὕδωρ οὐκ ἠθέλησε πιεῖν ὁ Δαβίδ, ἀλλ' ἔσπεισε τῷ θεῷ, καὶ τοὺς στρατιώτας ἐθαύμασε. Μετὰ δὲ ταῦτα χειροτονηθεὶς παρὰ τοῦ Δαβὶδ ὁ Σολομὼν ἐκάθισεν ἐπὶ θρόνου κυρίου εἰς βασιλείαν, τουτέστιν εἰς 337 τὸν δοθέντα θρόνον αὐτῷ παρὰ κυρίου. τῆς δὲ πρώτης βίβλου τῶν Παραλειπομένων τὸ τέλος δηλοῖ ὅτι καὶ Σαμουὴλ ὁ ὁρῶν καὶ Νάθαν ὁ προφήτης καὶ Γὰδ ὁ ὁρῶν βίβλους εἶχον συγγεγραμμένας. ἰστέον ὅτι Ὀρνίας καὶ Ἀδωνίας ὁ αὐ- τὸς ἦν, υἱὸς δὲ Δαβίδ· διώνυμος γάρ. οὗτος δειπνοκλήτορας ἔχων τὸν Ἰωὰβ καὶ τὸν Ἀβιάθαρ περὶ τῆς βασιλείας ἐμελέτα. ὁ δὲ Νάθαν μηνύει τὰ περὶ τούτων τῇ Βερσαβεέ (οἶδε γὰρ τὸν σκοπὸν τοῦ θεοῦ), αὕτη δὲ μηνύει τῷ Δαβίδ. ὁ μέντοι Δαβὶδ δι' ἑαυτοῦ μὲν τὸν Ἰωὰβ τιμωρῆσαι μὴ θελήσας ἅτε ὑπὲρ αὐτοῦ πολλὰ κοπιάσαντα, τῷ Σολομῶντι παραινεῖ ἀποκτεῖναι αὐτόν, ἵνα μὴ τῆς νεότητος αὐτοῦ καταφρονήσῃ. τὰ αὐτὰ δὲ συμβουλεύει αὐτῷ καὶ περὶ τοῦ Σεμεεὶ ὡς ἀρχηγοῦ ὄντος, εἰ καὶ αὐτὸς ἐκαρτέρει πολλὰ καὶ πολλάκις ὑβριζόμενος παρ' αὐτοῦ. κρατεῖ ὁ Σολομών, καὶ τηνικαῦτα τὸν ἀδελφὸν αὐτοῦ Ὀρνίαν φονεύει. ἀλλὰ καὶ ἐπὶ τῷ Ἰωὰβ ὡσαύτως ποιεῖ, κἂν τῷ θεῷ προσέφυγεν· ὁ γὰρ θεῖος νόμος τὸν προσπεφευγότα τῷ ναῷ ἀνδροφόνον ἀναιρεῖσθαι προσέταξεν. Ὁ Σολομὼν ἐν χιλιόμβοιν ἱερατεύσας ἱκέτευε τὸν θεόν, καὶ σοφίας τυχεῖν ᾔτησε καὶ συνέσεως. ὤφθη δὲ αὐτῷ κύριος ἐν ὕπνῳ καὶ εἶπεν αἴτησαι τὸ αἴτημα σεαυτῷ.» ὁ δὲ εἶπε σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαβὶδ τοῦ πατρός μου, 338 καὶ ἐγὼ εἰμι παιδάριον μικρόν, καὶ ἐγὼ οὐκ οἶδα τὴν εἴσοδόν μου καὶ τὴν ἔξοδόν μου, καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ.» καὶ εἴπε κύριος πρὸς αὐτόν ἀνθ' ὧν ᾐτήσω παρ' ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐχ ἡμέρας πολλὰς οὐδὲ πλοῦτον οὐδὲ ψυχὰς ἐχθρῶν σου, ἀλλ' ᾐτήσω σεαυτῷ σύνεσιν τοῦ εἰσακούειν ῥῆμα, ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου. ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὅση οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐ γενήσεται ὅμοιός σοι ἐν βασιλεῦσι. καὶ ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου ὡς Δαβὶδ ὁ πατήρ σου, πληθυνῶ τὰς ἡμέρας σου.» μετὰ ταῦτα οἰκοδομεῖ ναὸν τῷ θεῷ, καὶ αἰτεῖ εἶναι τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀνεῳγμένους ἐπὶ τὸν θεῖον οἶκον καὶ εἰσακούειν αὐτῶν. καὶ ὤφθη κύριος τῷ Σολομῶντι δεύτερον, καθὼς ὤφθη ἐν Γαβαώ, καὶ εἶπεν ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ ἡγίασα τὸν ναὸν τοῦτον· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεὶ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. ἐὰν δὲ ἀποστραφῆτε ἀπ' ἐμοῦ, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ταύτης, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματι, ἀπορρίψω αὐτὸν ἐκ προσώπου μου.» τοῦ μέντοι Σολομῶντος προσευξαμένου πῦρ οὐρανόθεν κατηνέχθη καὶ τὰς προσενεχθείσας. θυσίας ἠνάλωσεν. ὅρα λοιπὸν ὅση πρότερον ἡ τοῦ Σολομῶντος εὐσέβεια, εἴγε καὶ πῦρ ἐπὶ ταῖς 339 θυσίαις αὐτοῦ κατεφέρετο. καὶ τὸν μὲν ναὸν λίθοις ἀπελεκήτοις οἰκοδομεῖ (αὐτοφυεῖς γὰρ εὑρέθησαν θείᾳ προνοίᾳ, ὥστε μηδενὸς ἁρμονίαν δεηθῆναι σιδήρου, ὥς φησι Θεοδώρητος), τὸν δὲ τοῦ ἱεροῦ περίβολον τμητοῖς λίθοις ἐδομήσατο, κἀκεῖ καὶ λατόμων δέεται. τὸ μέντοι μῆκος τοῦ ναοῦ ἑξήκοντα πηχέων ἦν, καὶ εἴκοσι τὸ εὖρος. κύκλῳ τοῦ ναοῦ οἰκίσκοι ᾠκοδομήθησαν χάριν τῶν Λευιτῶν καὶ τῆς τῶν σκευῶν ἀποθέσεως· τὰ γὰρ ἅγια μόνοις τοῖς ἱερεῦσιν ἦσαν βατά. τὸ δὲ τοῦ ναοῦ ὕψος ρκʹ πήχεων ἦν. πάντα δὲ τὸν ναὸν χρυσὸς συνεκάλυπτε. ταῦτα δὲ πάντα τὰ τοῦ ναοῦ ἡ μὲν χάρις τοῦ ἁγίου πνεύματος ὑπέδειξε τῷ Δαβίδ, αὐτὸς δὲ τῷ Σολομῶντι. οἰκοδομεῖ δὲ τὸν θεῖον οἶκον ἐκεῖνον μετὰ τλʹ ἔτη τῆς ἐξόδου. παρῆλθον δὲ τοσαῦτα ἔτη, ὅπως ἀποκαμόντες τῇ εἰς τὰ ὄρη περιπλανήσει τὸν ἕνα τόπον τὴν Ἱερουσαλὴμ ἀγαπήσωσι. Ταῦτα δὲ τ κατά γε τὸν παλαιὸν ναόν, ὃς εἰς τρία διῄρηται, εἴς τε τὴν τῶν λαϊκῶν δηλαδὴ στάσιν, τὴν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὃς δὴ καὶ τόπος ἅγιος ἐλέγετο, καὶ εἰς αὐτὰ τὰ ἄδυτα, ἃ δὴ καὶ ἅγια τῶν ἁγίων ἐκαλεῖτο, ἐν οἷς οὐδεὶς εἰσήρχετο εἰ μὴ μόνος ὁ ἀρχιερεύς, κἀκεῖνος ἅπαξ 340 τοῦ ἐνιαυτοῦ, καὶ ταῦτα οὐ χωρὶς αἵματος, καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς εὑρήσεις. ἐν γὰρ τῷ πρὸς ἡμᾶς οὐρανῷ, τῷ ἀέρι δηλονότι, πάντα δὴ τὰ ἀγελαῖα ζῶα, ἐσώτερον δὲ τοῦ φαινομένου στερεώματος, ὥς φησιν ὁ Σιναΐτης θεῖος Ἀναστάσιος, τὰς οὐρανίας διαγούσας δυνάμεις, ἴσως δε καὶ αὐτὰς τὰς τῶν ἁγίων ψυχάς. ἀνώτερον δὲ τοῦ δευτέρου καὶ ἀοράτου οὐρανοῦ οὐδεὶς εἰσελήλυθεν εἰ μὴ μόνος ὁ ἀληθὴς ἀρχιερεὺς Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν. ὅτι δὲ τὰ τοῦ ἐπιγείου οῦδε ναοῦ κατ' εἰκόνα τῶν ἐπουρανίων ἔκτισται, καὶ αὐτὸς ὁ πάμμεγας Παῦλος ἐδήλωσεν οὕτως εἰπών οὐδὲ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν.» ὅρα γὰρ νουνεχῶς ὅτι καὶ τὰ φαινόμενα τοῦ ναοῦ τοῦδε κάλλη τῆς ἀφανοῦς ἐκείνης εὐπρεπείας εἰσὶν ἀπεικονίσματα, αἱ δ' οὖν αἰσθηταὶ εὐωδίαι τῆς νοητῆς διαδόσεως ἐκτυπώματα. τὰ δὲ ὑλικὰ φῶτα τῆς ἀΰλου φωτοδοσίας εἰκόνες τυγχάνουσι· καὶ γὰρ διὰ τῶνδε τῶν ὑλαίων πρὸς την ἄρρητον ἐκείνην θεωρίαν, καθὰ δήπου καὶ τῷ μεγάλῳ δοκεῖ Διονυσίῳ, χειραγωγούμεθα. Ὅτι δὲ πάντας ὑπερβαίνων ἦν ἐπὶ πᾶσιν ὁ Σολομών, ἡ γραφὴ διδασκέτω σε λέγουσα καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ 341 πάντας τοὺς βασιλεῖς Αἰγύπτου πλούτῳ καὶ φρονήσει, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σολομῶντος τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ. ἐπληθύνθη γὰρ ἡ σοφία αὐτοῦ ὑπὲρ πάντα φρόνιμον Αἰγύπτου.» τὰς τοῦ Σολομῶντος βίβλους, ἀφ' ὧν καὶ οἱ τῶν ἰατρῶν παῖδες τὰς ἀφορμὰς ἔλαβον. μετὰ γὰρ τὸ λαβεῖν ἐκ θεοῦ τὴν σοφίαν τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων καὶ πάντων τῶν ζώων. ἐπὶ γὰρ τούτῳ καὶ ὁ συγγραφεύς φησιν ὅτι ἐλάλησεν περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης ἐκ τοῦ τοίχου. παρὰ δὲ Ἐζεκίου κεκαῦθαί φησιν ὁ πολυμαθὴς καὶ πολυΐστωρ Εὐσέβιος. ὅσα καὶ γὰρ ἐν γῇ καὶ θαλάσσῃ, ἐν ἀέρι, ἀφορμαὶ της ἐκείνου φιλοσοφίας ἐγένοντο. οὕτω μὲν οὖν ὁ Ἐζεκίας καὶ ἐπὶ τοῦ Δαβὶδ ἐποίησε ψαλμοῖς. τούτων καὶ γὰρ ἐν ταῖς αἰχμαλωσίαις ὰπολωλότων, Ἔσδρας τις ἀνὴρ εἰς ἄκρον τῆς Ἑβραΐδος δια- λέκτου ἐληλακὼς τʹ ὅλους ἀπηριθμήσατο ἢ καὶ πλείους συλλέξας. ἀλλ' ὁ Ἐζεκίας τοὺς πλείους τῶν ψαλμῶν ἀθετήσας ὡς μὴ τοῦ Δαβὶδ εἶναι ὡμολογημένους, τοὺς ρνʹ καὶ μόνους ἀπέκρινεν, ὡς ὁ σοφώτατος Ψελλὸς ἱστορεῖ. ἐφυσιολόγησε δὲ Σολομὼν καὶ περὶ λίθων, οὐχ ὅπως ἐχρώσθησαν μόνον ἢ 342 συνεπάγησαν, αλλὰ καὶ οπου ἑκάστη συντελεῖ. τὴν μὲν σωφροσύνης ἔφησε φυλακτήριον, τὴν δὲ πρὸς τὰ θειώδη ἀντέχειν πυρσά, ἑτέραν δὲ φυγαδεύειν πνεύματα πονηρά. ἀλλὰ καὶ περὶ δαιμόνων ἐτέθη βιβλίον αὐτοῦ, ὅπως τε κατάγοντα καὶ ἐν οἵοις εἴδεσι φαίνονται. φύσεις δὲ τούτων καὶ ἰδιότητας ἔγραψε, πῶς τε δεσμοῦνται καὶ πῶς ἐμφιλοχωροῦντες ἀπολύονται. ὅθεν ἔργα τούτοις ἀχθοφόρα ἐπέταττεν, ὑλοτομεῖν τε, ὡς λόγος, ἠνάγκαζε, καὶ κατωμαδὸν τὰ ἄχθη φέρειν παρεβιάζετο. ᾠδηκότα τε σπλάγχνα ἢ ἐπῳδαῖς ἢ βοτάναις περιτιθεὶς ἐθεράπευεν. ἀλλ' ὅ γε θεῖος Ἐζεκίας θεῷ ἑαυτὸν ἀνατιθείς, καὶ πάντα τῆς ἐκεῖθεν προνοίας ἐξαρτήσας, τῶν ὑπὲρ φύσιν τῷ Σολομῶντι φιλοσοφηθέντων ὠλιγώρησεν. ὧν δὲ ἱστόρησεν ὁ Ψελλός, καὶ ὁ Ἰώσηπος μάρτυς ἐστὶ λέγων καὶ ἐπῳδὰς κατὰ δαιμόνων καὶ ἐξορκισμοὺς ἐπενόησεν, αἷς» φησίν οἶδα χρώμενον Ἐλεάζαρ τὸν Ἰουδαῖον, δακτύλιον ἐντιθέντα τῇ ῥινὶ τοῦ πάσχοντος, καθὰ Σολομὼν ὑπέδειξε· καὶ ὀσφραινόμενον τὸ δαιμόνιον εὐθέως ἐκεῖθεν ἠλαύνετο. δῆλον δὲ τοῦτο γίνεσθαι διά τινος ὑποτεθέντος ἀγγείου μεστοῦ ὕδατος· συνεταράσσετο γὰρ τὸ τοιοῦτον ὕδωρ ἐκείνου ἐξερχομένου.» ταῦτα δὲ πάντα τὰ περὶ Σολομῶντος ἱστορούμενα καὶ αὐτὸς ἐκεῖνος ἐπιβεβαιοῖ ἐν τῇ βίβλῳ αὐτοῦ 343 τῇ λεγομένῃ Σοφίᾳ Σολομῶντος, καὶ τάδε κατὰ ῥῆμα διεξιών ὁ θεὸς ἔδωκέ μοι τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι τε σύστασιν κόσμου, θέσεις ἀστέρων καὶ φύσεις ζώων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, καὶ γνῶσιν τὴν ἐν κρυπτῷ.» οὐκοῦν ἀξιόπιστα πάντα τὰ περὶ Σολομῶντος λεγόμενα. Σοβὰ ἔθνος Αἰθιοπικόν. τούτων ἐβασίλευσεν ἡ θαυμαστὴ ἐκείνη Σίβυλλα. μήτε γὰρ νόμον εἰδυῖα μήτε προφητῶν ἀκούσασα διὰ τοῦ Σολομῶντος τὸν τῆς σοφίας ὕμνησε χορηγόν· γένοιτο» γὰρ ἔφη κύριος ὁ θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ἰσραήλ.» ἐν οἷς δὲ τὸν Σολομῶντα ἐπείραζεν αὕτη, καὶ τοῦτο ἐπενόησεν. εὐόπτους παῖδας ἄρρενάς τε καὶ θηλείας ὁμοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ καλλωπίσασα παρέστησεν αὐτῷ, ζητοῦσα ἑκατέρου γένους αὐτὴν διάκρισιν ποιήσασθαι. ὁ δὲ νίψασθαι τούτους προστάξας τὸ πρόσωπον, ἑκατέρων τὴν φύσιν διέγνωκε, τῶν μὲν ἀρρένων ἀνδρικῶς τὰς ὄψεις καταψώντων, τῶν δὲ θηλειῶν ἁπαλῶς. ἡ δὲ ἐκπλαγεῖσα εἶπεν ὅτι πλείονα ἑώρακα ὑπὲρ ὃ ἤκουσα. καὶ δοῦσα αὐτῷ χρυσίου τάλαντα ρκ καὶ ἡδύσματα καὶ λίθους τιμίους καὶ δὴ καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἀφ' οὗ ἡ Παλαιστίνη τοῦτο γεώργιον ἔσχεν, ὥς φησιν Ἰώσηπος, ὑπέστρεψε. τὸ δὲ τάλαντον ἔχε λίτρας 344 ρκʹ καὶ εʹ, ὡς ἐντεῦθεν λαβεῖν αὐτὸν ἐξ ἐκείνης χρυσίου ρʹ. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἕως ηὐσέβει, πάντας τοὺς ἀπ' Εὐφράτου μέχρι Νείλου δασμοφοροῦντας εἶχεν. ἔκτοτε δὲ τοῖς δυσμενέσιν εὐεπεχείρητος γέγονε. καὶ κατ' ἀρχὰς μὲν ὁ Σολομὼν ἐθαυμάζετο, τὰς παροιμίας γράφων καὶ τὸν ναὸν ἀνιστῶν, ὥς φησιν ὁ μέγας Κύριλλος, ἡνίκα καὶ Ὅμηρος τὰς τῶν Τρώων ἐτραγῴδει συμφοράς, μετὰ ρξʹ ἔτη τῆς Ἰλίου ἁλώσεως. ὕστερον δὲ ἀσεβείᾳ περιέπεσε. δῆλον δὲ τοῦτο καὶ ἐξ ὧν ἡ θεία γραφὴ διέξεισι περὶ αὐτοῦ λέγουσα καὶ ἐξέκλιναν αἱ ἀλλότριαι τὴν καρδίαν Σολομῶντος ὀπίσω θεῶν ἑτέρων.» οὐχ ἧττον δὲ καὶ ἐξ ὧν ὁ προφήτης Ἀχίας ἔφη πρὸς τὸν ἐκείνου δοῦλον Ἱεροβοάμ, μανθάνομεν ὅτι τοῖς εἰδώλοις λελάτρευκεν ὁ Σολομών. ἔφη δὲ οὕτως τάδε λέγει κύριος. ἰδοῦ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σολομῶντος, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ Δαβὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν μου, ἀφ ὧν ἐγκατέλιπέ με καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς εἰδώλῳ Μωάβ, καὶ τῷ Μελχὼ προσοχθίσματι υἱῶν Ἀμμών.» καὶ Ἀστάρτην μὲν αὐτὸν εἶναι τὸν Ἑωσφόρον μυθολογοῦσι, τὴν καὶ Ἀφρο345 δίτην. βδέλυγμα καὶ προσόχθισμα τὰ εἴδωλα καλεῖ ἡ γραφή. καὶ πρὸς αὐτὸν δὲ τὸν Σολομῶντα οὕτω φαίνεται λέγων ὁ θεός ἀνθ' ὧν ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω ταύτην τῷ δούλῳ σου.» ἐπειδὴ γάρ, φησί, τὴν πρέπουσαν ἐμοὶ τῷ κτίστῃ τιμὴν καὶ δόξαν τῇ δούλῃ κτίσει ἀπένειμας, δώσω κἀγὼ τὴν δόξαν σου τῷ δούλῳ σου. ὅθεν καὶ ἐπαρθεὶς ὁ Ἱεροβοὰμ ἤρξατο ἀπὸ Σολομῶντος τὸν λαὸν ἀφιστᾶν. τοῦτο μαθὼν ὁ Σολομὼν ἐζήτει τὸν Ἱεροβοὰμ συλλαβεῖν· ἐφ' ᾧ καὶ φεύγει πρὸς Αἴγυπτον, τὴν τελευτὴν Σολομῶντος καρτερῶν. καὶ κατὰ μὲν τὴν θείαν γραφὴν ἐβασίλευσε Σολομὼν ἔτη μʹ, κατὰ δὲ τὸν Ἰώσηπον ἔτη ὀγδοήκοντα. ἐτελεύτησε δέ, ὡς ἐκεῖνος ἔφησεν, ἐτῶν ἐνενήκοντα καὶ τεσσάρων. Πλὴν ἡ γραφὴ καὶ τάδε περὶ αὐτοῦ διέξεισι. καὶ ὁ βασιλεὺς Σολομὼν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλάς, καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας· καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ψʹ καὶ παλλακαὶ τʹ. τότε ᾠκοδόμησεν ὑψηλὰ τοῖς εἰδώλοις πασῶν τῶν γυναικῶν αὐτοῦ. ὡς ἐντεῦθεν καὶ τὸν παραβάτην Ἰουλιανὸν ὁρμηθῆναι 346 καὶ εἰπεῖν ὅτι τὸν Σολομῶντα σοφὸν μὴ λέγετε, καθάπερ ὁ μέγας διέξεισι Κύριλλος· εἰ δὲ πεπιστεύκατε εἶναι σοφόν, μήτοι παρὰ γυναικὸς ἐξηπατῆσθαι νομίζετε, κρίσει δὲ οἰκείᾳ καὶ παρὰ τοῦ φανέντος αὐτῷ θεοῦ πειθόμενον λελατρευκέναι τοῖς ἄλλοις θεοῖς. πρὸς οὖν ταῦτα ὁ θεῖος οὗτος ἀνὴρ ἀνταποκρινόμενος καὶ τάδε προστίθησιν ἀπὸ μὲν ὧν ἔγραφε, σοφὸς ἂν λέγοιτο παρ' ἡμῶν δὴ καὶ νοοῖτο κατὰ ἀλήθειαν ὁ Σολομών· ὅτι δὲ πεπλημμέληκεν ὁμολογουμένως τοῖς ψευδωνύμοις λατρεύσας θεοῖς, ἀρνήσαιτ' ἂν οὐδείς. ὅθεν οὔτε προφήταις ἁγίοις οὔτε μὴν ἀποστόλοις ποιοῦμεν αὐτὸν ἐναρίθμιον, εἴγε καὶ μᾶλλον κατὰ μὲν τὴν νεότητα τὰ πρὸς δόξαν θεοῦ πληροῦν ἠπείγετο, κατὰ δὲ τὸν τοῦ γήρους καιρὸν πάγην αὐτῷ τὴν ἀπὸ γυναικὸς ὁ Σατανᾶς κατεσκεύασε.» τούτοις μὲν οὖν καὶ Ἰώσηπος συμφωνεῖ διεξιὼν οὑτωσί ἀλλ' οὐ τοιοῦτος ὁ Σολομὼν ἐν τῷ καιρῷ τοῦ γήρους, ὁποῖος ἄρα καὶ ἐν τῇ νεότητι αὐτοῦ ἦν. προβαινούσης γὰρ τῆς ἥβης, καὶ τοῦ λογισμοῦ διὰ τὸν χρόνον ἀσθενοῦντος ἀντέχειν πρὸς τὴν μνήμην τῶν θείων ἐντολῶν, τοῦ ἰδίου τε θεοῦ κατωλιγώρησε καὶ εἰς γυναῖκας ἀλλοφύλους ἐξώκειλε, τοῖς θεοῖς αὐτῶν πρότερον καταθύσας. καὶ πρὸ τούτων δὲ εἰς τὴν φυλακὴν τῶν νομίμων ἐξήμαρτεν, ὅτε τὰ τῶν χαλκῶν βοῶν ὁμοιώματα κατεσκεύασεν καὶ τῶν λεόντων τῶν περὶ τὸν θρό347 νον τον ἴδιον, καὶ ταῦτα δὶς αὐτοῦ τοῦ θεοῦ καθ' ὕπνους φανέντος. ὅθεν καὶ Ἄδερ τὸν Ἰδουμαῖον ἐγείρει κατ' αὐτοῦ ὁ θεός.» ὁ μέντοι θρόνος τοῦ Σολομῶντος ἐλεφάντινος ἦν, ἀναβαθμίδας ἔχων ἕξ. καὶ ἐν μιᾷ ἑκάστῃ αὐτῶν λέοντες εἱστήκεισαν ἑκατέρωθεν, πρὸς τούτοις δὲ καὶ ὁμοίωμα μόσχου ἦν παρ' αὐτῷ. εἰ δὲ ταῦτα οὕτως ἔχει, καθὼς ἄνωθεν εἴρηται, προσέχειν ἄξιον, ἀγαπητέ, καὶ μὴ συναρπάζεσθαι τοῖς λέγουσιν ὅτι μετανοίᾳ περὶ τὸ γῆρας ὁ Σολομὼν ἐχρήσατο. εἰ γὰρ τοῦτο ἦν, προφήταις ἂν ἁγίοις ἐναρίθμιος ἦν, καὶ οὐκ ἂν αὐτὸν ὁ θειότατος Κύριλλος τῆς τῶν προφητῶν ἐποίει μερίδος ἀλλότριον. Μετὰ δὲ ταῦτα κρατεῖ ὁ τοῦ Σολομῶντος υἱὸς Ῥοβοάμ, ἐφ' οὗ καὶ διασχίζεται ὁ λαὸς ἅτε μὴ θελήσαντος ἀναπαῦσαι αὐτοὺς βεβαρημένους ἤδη ὄντας τῷ τοῦ Σολομῶντος ζυγῷ. καὶ δύο μὲν φυλαί, ἥ τε τοῦ Ἰούδα καὶ ἡ τοῦ Βενιαμίν, αὐτῷ ἐναπέμειναν, αἱ δὲ λοιπαὶ δέκα ὑπετάγησαν τῷ Ἱεροβοὰμ ἐν Σαμαρείᾳ διάγοντι. διὰ γὰρ τὸν φόβον τοῦ Σολομῶντος ἐν Αἰγύπτῳ διέτριβεν, ἐκείνου δὲ παρελθόντος εἰς Σαμάρειαν ἔρχεται. καὶ ὁ μὲν ὑπ' αὐτὸν λαὸς καὶ Ἰσραὴλ ἐλέγετο· ἀπὸ γὰρ τοῦ Ἐφραῒμ υἱοῦ Ἰωσὴφ ὁ Ἱεροβοὰμ κατήγετο. τοῦτον δὲ τὸν λαὸν ᾐχμαλώτευσεν ὁ πρὸ τοῦ Σενναχηρεὶμ κρατῶν τῶν Ἀσσυρίων Σαλμανασάρ, ἐν οἷς ἦν καὶ ὁ δίκαιος Τωβήτ. ἀφ' ὧν πολλοὺς ἔργον φόνου πεποίηκεν ὁ

Intertext edge

Open linked passage

Note