Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
348.1.1
Σενναχηρείμ, ὅτε μετ' αἰσχύνης ἐξ Ἱερουσαλὴμ ὑποστρέφει, εἰ καὶ τὸ τέλος οὐκ εἰς καλὸν ἀπέβη αὐτῷ· εἰς γὰρ τὸν θεὸν βλασφημήσας ὑπὸ τῶν ἰδίων τέκνων ἀνῄρητο τὴν ζωήν. Ὁ Ἱεροβοάμ, ἵνα μὴ ἀποσχίζηται ὁ λαὸς θέλων εἰς Ἱε- ροσόλυμα ἔρχεσθαι διὰ τὸν ναόν, τῆς ἀσεβείας κατάρχεται πρῶτος καὶ τὰς χρυσᾶς δαμάλεις ἵστησι. τηνικαῦτα καὶ ὁ προφήτης Ἰωήλ, ὁ καὶ ἄνθρωπος τοῦ θεοῦ, ἐξ Ἰούδα πα- ρεγένετο εἰς Βαιθὴλ ἐν λόγῳ κυρίου, καὶ εἶπε θυσιαστήριον, θυσιαστήριον, ἰδοὺ τίκτεται τῷ οἴκῳ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, καὶ ὀστᾶ ἀνθρώπων ἐπὶ σὲ κατακαύσει.» τότε δὴ τότε καὶ τὴν χεῖρα τοῦ Ἱεροβοὰμ ξηρανθεῖσαν διὰ τὸ κινηθῆναι κατὰ τοῦ προφήτου αὐτὸς ὁ προφήτης ἰάσατο. προφήτης δέ τις ὢν ἐκεῖσε ἐβιάσατο τὸν ἄνθρωπον τοῦ θεοῦ φαγεῖν ἄρτον μετ' αὐτοῦ, καὶ ταῦτα τοῦ θεοῦ πρὸς αὐτὸν εἰπόντος ἀπελθεῖν μὲν εἰς Βαιθήλ, καὶ μήτε ἄρτον φαγόντα μήτε ὕδωρ πιόντα ὑποστρέψαι. ἐφ' ᾧ καὶ καθημένων ἐπὶ τραπέζης λόγος κυρίου ἐγένετο πρὸς τὸν προφήτην ἐκεῖνον, ἵνα εἴπῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ ἀνθ' ὧν ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.» ἐφ' ᾧ καὶ ὑποστρέφων ὑπὸ λέοντος κατὰ τὴν ὁδὸν θανατοῦται. καὶ ὁ μὲν θὴρ 349 ἀπέπνιξε μόνον αὐτόν, ἐπὶ πλέον δὲ χωρῆσαι οὐκ ἐτόλμησε· τὸ γὰρ σῶμα τοῦ προφήτου δίκας εἰσπραχθὲν διὰ τὴν παρακοήν, αὐτὴν δηλαδὴ τὴν πνιγμονήν, ἐδικαιώθη ἔκτοτε, καὶ οὐκέτι βορὰ τῷ λέοντι προύκειτο. καὶ τὸν μὲν προφήτην ἐκεῖνον ψευδοπροφήτην εἶναι λέγει καὶ πονηρὸν καὶ ἀπατεῶνα τοῦ Ἱεροβοὰμ ὁ Ἰώσηπος. ὁ δὲ Θεοδώρητος ἀληθῆ προ- φήτην τὸν τοιοῦτον εἶναι λέγει, παράγων καὶ τὴν γραφὴν οὕτω λέγουσαν διεσώθη τὰ ὀστᾶ τοῦ προφήτου τοῦ πρεσβύτου τοῦ κατοικοῦντος ἐν Βαιθήλ, μετὰ τῶν ὀστῶν τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ ἥκοντος ἐξ Ἰούδα καὶ λελαληκότος πάντα τὰ ἔργα ἃ ἐποίησεν Ἰωσίας.» ὡσαύτως καὶ τὸν ἄνθρωπον τοῦ θεοῦ ὁ μὲν Ἰώσηπος Ἰαδὼν αὐτὸν ὀνομάζει, ἡ δὲ βίβλος τῶν Παραλειπομένων Ἰωὴλ αὐτὸν ἡμᾶς καλεῖσθαι ἐδίδαξεν. Ἐπαινεῖ ἡ γραφὴ καὶ τοῦ Ἀσᾶ τὴν προτέραν εὐσέβειαν· ἐποίησε» γάρ φησιν Ἀσᾶ τὸ εὐθὺ ἐνώπιον κυρίου τοῦ θεοῦ αὐτοῦ.» ὅθεν καὶ τοὺς ὁμόρους πάντας ὑπέταξεν. ἀλλὰ καὶ ἑορτὴν ἐπινίκιον ἐκτελέσας ὀμόσαι παρεσκεύασεν ἅπαντας ὡς τῆς ἐννόμου πολιτείας οὐκ ἀποστήσονται. ἀλλὰ καὶ τὴν μητέρα αὐτοῦ τῇ Ἀστάρτῃ λατρεῦσαι προελομένην τῆς βασιλείας ἐγύμνωσεν. οὐκ ἐν πᾶσι δὲ τέλειος ἦν· οὐδὲ γὰρ ἐξῆρε τὰ ὑψηλά. καὶ τοῦ Βασᾶ δὲ στρατεύσαντος κατ' αὐ350 τοῦ, οὐ τὸν θεὸν εἰς συμμαχίαν ἐκάλεσεν ἀλλὰ τὸν βασιλέα