Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
350.1.1
Συρίας. ἐφ' ᾧ καὶ δι' Ἀνανῆ τοῦ προφήτου τὴν ἀπιστίαν διήλεγξεν ὁ θεὸς εἰπὼν ἐν τῷ πεποιθέναι σε βασιλεῖ Συρίας, καὶ μὴ ἐπί κύριον τὸν θεόν σου, ἤτοι ὁ Βασᾶν κατὰ σοῦ, διὰ τοῦτο ἐσώθη ἡ δύναμις βασιλείας Ἰσραήλ.» ὁ δὲ Ἀσᾶ μὴ θρηνήσας ἐπὶ τούτοις, ὡς δέον ἦν, τὸν προφήτην ἐφυλάκισε, καὶ νοσήσας ὕστερον οὐ τὸν κύριον ἐζήτησεν ἀλλὰ τοὺς ἰατρούς, ἴσως δὲ τοὺς φαρμακούς. Ἐπαινεῖ δὲ καὶ τὸν Ἰωσαφὰτ ὡς τὴν ἀρετὴν ἐζηλωκότα κατ' ἀρχὰς τοῦ Δαβίδ. τὸ γὰρ. ὑψώθη αὐτοῦ ἡ καρδία» οὐ κατηγορία ἀλλ' ἔπαινος· ἐπήγαγε γὰρ ἐν ὁδοῖς κυρίου.» ἐπιμέμφεται δὲ αὐτῷ τὴν γαμικὴν ἐπιμιξίαν ἣν πρὸς τὸν Ἀχαὰβ ἐποιήσατο· Γοθολίαν γὰρ τοῦ Ἀχαὰβ τὴν θυγατέ- ρα κατεγγύησε τῷ παιδὶ αὑτοῦ. ὅπερ δὲ ἀφῆκεν ἡ τῶν βασιλειῶν ἱστορία, ἐνταῦθα ῥηθήσεται. ἐπανιόντι γὰρ αὐτῷ ἀπὸ τῆς τοῦ Ἀχαὰβ παρατάξεως τῷ Ἰωσαφὰτ ἀπήντησεν Ἱηοῦ προφήτης ὁ τοῦ Ἀνανῆ, καὶ εἶπεν αὐτῷ βασιλεῦ Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς; εἰ μισουμένῳ ὑπὸ κυρίου σὺ φιλιάζη; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου. ἀλλ' οἱ ὀλίγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα.» ἐντεῦθεν οὖν μανθάνομεν ὡς ἐλαττοῖ τὰς 351 ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας τὰ πρῶτα κατορθώματα. ὁ τοίνυν Ἰωσαφὰτ δεξάμενος τὸν ἔλεγχον διωρθώσατο ἐπὶ πᾶσι, καὶ κριτὰς τῇ πόλει ἐπέστησεν, ἵνα δικαίως πάντα πράττοιντο. ἀλλὰ καὶ πολεμίων ἐπιστάντων πρὸς θεὸν κατέφυγεν, ὃς καὶ παρεθάρρυνεν αὐτὸν διὰ τοῦ Ἰεζεκιὴλ λέγων μὴ φοβηθῆτε τὸ πολὺ πλῆθος, ἀλλ' αὔριον ἐξέλθετε.» πρώτους δὲ τοὺς Λευίτας ὁ βασιλεὺς ἐξήγαγεν· ὅθεν καὶ οἱ πολέμιοι ἀλλήλους κατέκοψαν. ὅρα δὲ καὶ ἑτέραν βίβλον προφητικήν· λέγει γὰρ ἡ ἱστορία καὶ οἱ πολλοὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι εἰσὶν ἐν λόγοις Ἱηοῦ υἱοῦ Ἀνανῆ.» Καλῶς δὲ ὁ θεῖος ψάλλει Δαβίδ λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων.» ηὐλόγησε» γάρ φησιν Ναβουθαὶ θεὸν καὶ βασιλέα», τουτέστιν ἐβλασφήμησε, κατὰ τὸ ἐν Ἰὼ γεγραμμένον ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει,» ἐφ' ᾧ καὶ τὸν βίον ἐξέλιπεν, τῆς Ἰεζάβελ τοῦτο οἰκονομησάσης. ἐφ' ᾧ καὶ παρρησιάζεται ὁ μέγας Ἠλίας πρὸς Ἀχαὰβ λέγων τάδε λέγει κύριος· ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει κύριος. ἐν παντὶ τόπῳ ᾧ ἔλειξαν αἱ ὕες καὶ 352 οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου.» σφόδρα δὲ κατανυγεὶς ἐπὶ τούτοις ὁ Ἀχαὰβ οὐκ εὐθὺς ἐτιμωρήθη διὰ τὴν κατάνυξιν. ἀλλὰ καὶ τὸν υἱὸν Ἀδὲρ τὴν Σαμάρειαν παρακαθίσαντα μετὰ τριάκοντα καὶ δύο βασιλέων εἰς χεῖρας αὐτοῦ τοῦ Ἀχαὰβ ἔδωκεν ὁ θεός. διότι δὲ ζωογονήσας αὐτὸν παρὰ τὴν κέλευσιν ἀπέστειλε μετὰ δορυφορίας, ὠργίσθη ὁ θεός, καὶ διὰ τοῦ προφήτου (Μιχαίας δὲ οὗτος, ὥς φησιν Ἰώσηπος) τοῦ παταχθέντος τὴν κεφαλὴν αὐτοῦ ὑπό τινος ὁδίτου εἶπε πρὸς αὐτόν διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.» καὶ μετὰ τρία ἔτη λαβὼν μεθ' ἑαυτοῦ τὸν Ἰωσαφὰτ βασιλέα Ἰού- δα, ἠρώτησε τετρακοσίους προφήτας αὐτοῦ λέγων εἰ πορευθῶ εἰς Ῥεμὰ Γαλαὰθ εἰς πόλεμον ἢ ἐπίσχω.» καὶ εἶπον ἀνάβαινε» οἱ ψευδοπροφῆται τοῦ Βάαλ. ἐπὶ τούτοις τοῦ Ἰωσαφὰτ εἰπόντος, εἰ ἔστιν ἐνταῦθα προφήτης κυρίου, ἐρωτήσωμεν τὸν κύριον δι' αὐτοῦ, ἔστι μὲν» ἔφη ὁ Ἀχαάβ, καὶ Μιχαίας καλεῖται, οὔ ποτε δὲ προφητεύει τὰ θυμήρη.» καλεῖται λοιπὸν, καὶ πρῶτα μὲν ἔλεγε πρὸς αὐτόν ἀνάβαινε, καὶ 353 ος εὐοδώσει ἐν χειρὶ βασιλέως,» εἶτα ὁρκωθεὶς τὰ θεῖα προεμήνυε. τοῦ γοῦν Ἀχαὰβ πρὸς τὸν Ἰωσαφὰτ εἰπόντος οὐκ εἶπόν σοι ὅτι οὐ προλέγει μοι καλὰ ἀλλ' ἢ κακά;» ὁ προφήτης ἔφη οὐκ ἐγώ. ἄκουσον τὸν λόγον κυρίου. εἶδον κύριον τὸν θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ παρειστήκει αὐτῷ, καὶ εἶπε" 3τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, καὶ ἀναβήσεται εἰς Ῥεμὰ Γαλαάθ, καὶ πεσεῖται ἐκεῖ;" 3 καὶ ἐξῆλθε πνεῦμα, καὶ ἔστη ἐνώπιον κυρίου, καὶ εἶπεν" 3ἐγὼ ἀπατήσω αὐτόν." 3 καὶ εἶπε κύριος πρὸς αὐτό" 3ἐν τίνι;" 3 καὶ εἶπεν" 3ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν τῷ στόματι πάντων τῶν προφητῶν αὐτοῦ, καὶ ἀπατήσω αὐτόν." 3 καὶ εἶπε;" 3δυνήσῃ ἐξελθεῖν, καὶ ποίησον." 3» ταῦτα δὲ πάντα, καθά φησι Θεοδώρητος, προσωποποιία ἐστὶ διδάσκουσα ἡμᾶς τὴν θείαν συγχώρησιν. ουτω μὲν οὖν καὶ τὰ κατὰ τὸν Ἰώβ, ἐν οἷς ἡ γραφή φησι τοὺς ἀγγέλους ἐνώπιον παραστῆναι τοῦ θεοῦ καὶ τὸν διάβολον ἐν μέσῳ αὐτῶν, καὶ οὕτω διαλεχθῆναι πρὸς τὸν κύριον, προσωποποιίαν εἶναί φησιν ὁ θεῖος Χρυσόστομος. τὸν μέντοι Βάαλ θεὸν εἶναι λέγει Τυρίων ὁ Ἰώσηπος, τὴν δὲ Ἀστάρτην Σιδωνίων, Βααλὴμ δὲ τὸν τοῦ Βάαλ σηκόν. καὶ περὶ μὲν τούτων οὕτως, ὁ δὲ Ἰωσαφὰτ καὶ προφήτην ζητήσας καὶ 354 τοιαῦτα μαθὼν ὅμως συναπῆρεν εἰς πόλεμον μετὰ τοῦ Ἀχαάβ· πλὴν διὰ τὴν ἄλλην αὐτοῦ ἀρετήν, ὡς ἄνωθεν εἴρηται, διεφυλάχθη. ὁ μέντοι Μιχαίας φυλακῇ ἐμβληθεὶς παρὰ τοῦ Ἀχαὰβ ἔλεγε μετὰ παρρησίας ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκεν ἐν ἡμῖν ὁ κύριος.» ἀλλὰ καὶ ἡ ἐπὶ τοῦ Ἀχαὰβ διὰ τοῦ Ἠλίου θεία πρόρρησις πέρας ἔσχε. τρωθεὶς ἐπὶ πολὺ τῷ ἅρματι ἵστατο, ἵνα μὴ τροπὴν ἐργάσηται τῇ φυγῇ. τὸ δὲ αἷμα φερόμενον ἐνεπάγη τῷ ἅρματι. τοῦτο παρὰ κρήνῃ ὁ ἡνίοχος ἔπλυνεν, οἱ δὲ κύνες ἐξέλειχον. αἱ δὲ πόρναι περὶ τὴν ἕω κατὰ τὸ ἔθος ἐλούσαντο· πηγιμαῖον γὰρ ἦν τὸ ὕδωρ, κεχρωσμένον δὲ τῷ αἵματι. Ἰωρὰμ δὲ τοῦ κηδεστοῦ Ἀχαὰβ ζηλώσας τὴν ἀσέβειαν ἀξίαν τὴν τιμωρίαν εὕρατο. ὁ γὰρ μέγας Ἠλίας διὰ γραμμάτων μεμήνυκε τὴν ἀπόφασιν τάδε λέγει κύριος· ἀνθ' ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου, ἀπέκτεινας δὲ τοὺς ἀδελφούς σου, ἰδοὺ κύριος πατάσσει πληγὴν μεγάλην ἐν τῷ οἴκῳ σου, καὶ σὺ ἔσῃ ἐν ἀρρωστίαις πονηραῖς, ἐν ἀρρωστίᾳ κοιλίας, ἕως ἂν ἐξέλθῃ τὰ ἔντερά σου.» ἐπεστράφησαν τοίνυν ἀλλόφυλοι κατ' αὐτοῦ, καὶ πάντας ἐξηνδραπόδισαν, καὶ τὰ τέκνα αὐτοῦ πάντα κατέκτειναν ἄνευ τοῦ Ὀχοζίου. ἐπέσκηψε καὶ ἡ νόσος, καὶ οὐδὲ μετὰ θάνα355 τον βασιλικῆς ἠξιώθη ταφῆς. ἀληθῶς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Μετὰ τοῦτον Ὀχοζίας ζηλωτὴς καὶ αὐτὸς τῆς πατρικῆς ἀσεβείας. ἀποστέλλονται τοίνυν πρὸς τὸν μέγαν Ἠλίαν δύο πεντηκόνταρχοι μετὰ σοβαρότητος καλοῦντες αὐτὸν ἐπὶ τῷ ἐρωτηθῆναι τῆς νόσου τοῦ βασιλέως ἕνεκεν· ἐφ' ᾧ καὶ πῦρ καταγαγὼν ἄνωθεν κατέκαυσεν αὐτούς. ἀλλ' ἐνταῦθα οἱ ὠμότητα τοῦ προφήτου κατηγοροῦντες αὐτοῦ κατηγοροῦσι τοῦ θεοῦ· δι' αὐτοῦ γὰρ τὰ πάντα. στέλλεται οὖν τρίτος πεντηκόνταρχος, καὶ ἠπίοις λόγοις χρησάμενος τὴν τιμωρίαν διέφυγεν. κατερχόμενος οὖν καὶ συναντήσας τοῖς ἀποσταλεῖσιν ἐπὶ τὰ εἴδωλα εἶπε παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραήλ, πορεύῃ ζητῆσαι μυῖαν θεὸν Ἀκαρῶν; ἡ κλίνη ἐφ' ἧς ἀνέβης, οὐ καταβήσῃ.» ἴστωσαν οὖν ἐντεῦθεν οἵῳ κρίματι περιπίπτουσι, καὶ ὅπως ἀγανακτεῖν παρασκευάζουσι τὸν θεόν, οἱ τὰς ἐλπίδας αὐτῶν ἀστρολόγοις καὶ μάντεσιν ἀναθέμενοι. ἄξιον δὲ θρηνῆσαι τῶν δυσσεβῶν τὴν ἀλογίαν. οὐ γὰρ μόνον τὰ μέγιστα τῶν ζώων ἐθεοποίησαν, ἀλλὰ καὶ τὰ σμικρότατα καὶ μύσους μεστά. τί γὰρ μυσαρώτερον μυίας; ἀλλ' ὅμως καὶ τὴν εἰκόνα ταύτης θεὸν ἀνηγόρευσαν, καὶ ἣν ζῶσαν ταῖς ῥιπίσιν ἐλαύνουσι, ταύτης τὸν τύπον θεὸν ὠνομάκασιν. 356 Ὁ δέ γε τῶν προφητῶν κορυφαῖος Ἠλίας, ὁ παρρησίαν ἔχων τοσαύτην ὥστε καὶ πρὸς Ἀχαὰβ οὕτως εἰπεῖν ζῇ κύριος ὁ θεός μου, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς εἰ μὴ διὰ λόγου στόματός μου,» ὁ τοὺς ἱερεῖς τοῦ Βάαλ ἐπὶ τοσοῦτον καταισχύνας ὥστε καὶ πάντας αὐτοὺς τῇ προτροπῇ αὐτοῦ παρὰ τῶν Ἰσραηλιτῶν ἀποκτανθῆναι, ἵνα μήτι πάθῃ ὑπέρογκον, τοσοῦτον παρὰ τῆς Ἰεζάβελ συγχωρεῖται διώκεσθαι ὡς καὶ πρὸς τὸν θεὸν εἰπεῖν ἱκανούσθω δή, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ. μὴ κρείσσων ἐγὼ ὑπὲρ τοὺς πατέρας μου;» ἀπορήσειε δ' ἄν τις πῶς ἅγιος ὢν ὁ προφήτης καὶ κατὰ νόμον πολιτευόμενος ἤσθιε τὴν διὰ κοράκων τροφήν. αὐτὸς ὁ νομοθέτης ταύτην αὐτῷ διὰ τῶν κοράκων προσέφερε, καὶ ἄρτον μὲν ἕωθεν, δείλης δὲ κρέα. οἱ γὰρ νόμοι οὗτοι διὰ τὴν τῶν Ἰουδαίων ἀσθένειαν ἐτέθησαν. καὶ γὰρ καὶ Σαμψὼν διὰ μὲν τὴν μέθην καὶ τὴν λαγνείαν ἐγυμνώθη τῆς χάριτος, φαγὼν δὲ τὸ κηρίον τοῦ μέλιτος, ὃ ἐν νεκρῷ λέοντι ἐξύφαναν μέλισσαι, κατηγορίαν οὐδεμίαν ἐδέξατο. Πρόσεχε δέ, ἀγαπητέ. ἡνίκα προσῆλθε τῇ Σαραφθίᾳ ὁ προφήτης καὶ ἄρτῳ ἐδεξιώθη αὐτοσχεδίῳ ἐν τῷ καιρῷ τοῦ λιμοῦ, τοῖς ἀγγείοις ἐκείνοις ἐπηύξατο οὕτως εἰπών ἡ ὑδρία τοῦ ἀλούρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ 357 ἐλαττονήσει.» ἀλλ' ἐνταῦθα ζητῆσαι ἄξιον εἴπερ ἀληθῶς ἐν τῷ καμψάκῃ ἐκείνῳ ἔλαιον ἦν. ἔγωγε γὰρ τοῦ προφήτου ἀκούων λέγοντος καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, ἕως οὗ δώσει τὸν ὑετὸν αὐτοῦ ἐπὶ τῆς γῆς» οὐκ οἶμαι τὸν προφήτην περὶ ἐλαίου εὔξασθαι. τοσούτου γὰρ ὄντος αὐχμοῦ, καὶ τῶν ἀνθρώπων ἐκλειπόντων τηνικαῦτα τῇ ἀνυδρίᾳ, τίς ἡ ὠφέλεια εἴπερ ὁ καμψάκης ἐπήγαζεν ἔλαιον; οὐκ ἦν λοιπὸν ὁ καμψάκης ἐκεῖνος ἐλαίου καμψάκης, ὅτι μηδὲ χρεία ἐλαίου τοῖς ἕνεκεν ὕδατος κάμνουσιν. ἐπεὶ δὲ τὸ ἔλαιον ἀγαλλίασιν ὑπεμφαίνει παρὰ τῇ γραφῇ, διὰ τοῦτο καμψάκην ἐλαίου τὸν καμψάκην ἐκεῖνον ὁ προφήτης ἐκάλεσεν. οὐδὲ γὰρ ἕτερον ἀγαλλίασιν ἐπὶ τοσοῦτον εἰσφέρει ὡς αὐτὸ τὸ ὕδωρ ἐν αὐχμώδει καιρῷ. καὶ πειθέτω σε ἡ ἁγία γραφὴ μέλι τὸ ὕδωρ καλέσασα. οἱ γὰρ Ἑβραῖοι δίψει συσχεθέντες ἀφορήτῳ κατὰ τὴν ἔρημον, καὶ ὕδωρ εὑρόντες, μέλιτος ἐδόκουν ἐμπίμπλασθαι. πρὸς γοῦν τὴν διάθεσιν τῶν πινόντων ἀφορῶσα ἡ γραφὴ μέλι ὕδωρ ἐκάλεσεν. Μετὰ δὲ ταῦτα κρατεῖ Ἰωᾶς, ὃς ἐποίησε τὸ εὐθὲς ἐνώπιον τοῦ θεοῦ πάσας τὰς ἡμέρας Ἰωδάε τοῦ ἀρχιερέως. οὗτος ζήσας ἔτη ρλʹ καὶ θανὼν θήκης ἠξιώθη βασιλικῆς. αὐτοῦ δὲ θανόντος ἐξέκλινεν Ἰωᾶς εἰς ἀσέβειαν. ἐφ' ᾧ καὶ στέλλονται προφῆται πρὸς αὐτὸν τὸν Ἰωᾶν, μεθ' ὧν καὶ ὁ 358 τοῦ Ἰωδάε Ζαχαρίας, ὃν καὶ κατέλευσαν ἔνδον τοῦ ὑπαίθρου ἐν τῷ ναῷ. καὶ ἀποθνήσκων εἶπεν ἴδε, κύριε, καὶ κρῖνε.» καὶ οὐ διήμαρτε τῆς αἰτήσεως· ἀρρωστίᾳ γὰρ περιπεσῶν ὑπὸ τῶν ὑπηκόων ἐσφάγη. ὁ δὲ τούτου υἱὸς Ἀμασίας βασιλεύσας καὶ τῇ θείᾳ συμμαχίᾳ τοὺς Ἰδουμαίους νικήσας καὶ τοὺς θεοὺς αὐτῶν ἀνδραποδίσας ὕστερον ἱερούργει αὐτοὺς ὁ ἀνόητος ἐτίμησε, τὴν νίκην αὐτοῖς λογισάμενος. πρὸς ὃν ὁ προφήτης ἔγνων ὅτι ἐβουλεύσατο κύριος τοῦ διαφθεῖραί σε·» ὁμοίως γὰρ πατρὶ ἐτελειώθη. Ἐπαινεῖ δὲ τὸν Ὀζίαν ἡ θεία γραφή· ἦν» γάρ φησιν ἐκζητῶν τὸν κύριον ἐν φόβῳ κυρίου ἐν ταῖς ἡμέραις Ζαχαρίου.» μετὰ δὲ ταῦτα ἐπιθυμήσας εἰσελθεῖν εἰς τὰ ἄδυτα καὶ θυμιᾶσαι, καὶ ἐλεγχθεὶς ὑπὸ τοῦ ἀρχιερέως καὶ τῶν ὀγδοήκοντα ἱερέων. εἶπον γὰρ πρὸς αὐτόν οὐκ ἔξεστί σοι, Ὀζία, θυμιᾶν, ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών·» ὁ δὲ οὐχὶ βασιλεύς εἰμι καὶ ἁλουργίδα βασιλικὴν περιβέβλημαι;» ἐλεπρώθη οὖν ἐπὶ τούτῳ. ἐντὸς δὲ τούτου καθημένου διὰ τὴν λέπραν, ὁ υἱὸς αὐτοῦ Ἰωαθὰμ τὴν βασιλείαν διιθύνων ἦν. ἕτερος δὲ Ζαχαρίας ἦν ὁ τοῦ Ἰωδάε, ὃν Ἰωᾶς κατέλευσε, καὶ ἕτεροςὁ ἐπὶ τοῦ Ὀζίου. οἶμαι δὲ τοῦτον εἶναι, φησὶ Θεοδώρητος, περὶ οὗ πρὸς Ἠσαΐαν ἔφη ὁ κύριος ποίησόν μοι μάρτυρας 359 πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.» Ἄχατζ δὲ ὁ τοῦ Ἰωάθαμ πάντας ὑπερενίκησε τῇ ἀσεβείᾳ, ἐφ' ᾧ καὶ πολλὰ κακὰ εὕρατο. καὶ οὐδὲ οὕτω συνῆκεν, ἀλλὰ ζητήσω» ἔλεγεν τοὺς θεοὺς τῶν ἐθνῶν τοὺς τύπτοντάς με, καὶ θύσω αὐτοῖς, καὶ ἀντιλήψονταί μου.» ἀλλὰ καὶ τοὺς υἱοὺς αὐτοῦ διῆγεν ἐν πυρί. τί δὲ τοῦτό ἐστιν; ὡς μὲν Ἰώσηπος ἱστορεῖ, ἕνα τῶν υἱῶν αὐτοῦ ὡλοκαύτωσε τῷ Βάαλ. ἐγὼ οἶμαι, φησὶ Θεοδώρητος, τὸ μέχρις ἡμῶν φθάσαν τῆς πλάνης εἶδος ἐντεῦθεν αἰνίττεσθαι. ἅπαξ γὰρ τοῦ ἔτους πυρὰς ὁρῶμεν ἀναπτομένας, καὶ ταύταις τινὰς ὑπεραλλομένους παῖδάς τε καὶ ἄνδρας, ἀλλὰ καὶ βρέφη παραφερόμενα διὰ τῆς φλογὸς ὑπὸ τῶν μητέρων αὐτῶν. ἐδόκει δὲ τοῦτο ἀποτροπιασμός τις εἶναι καὶ κάθαρσις. ταύτην οἶμαι κατὰ τοῦ Ἄχατζ γεγενῆσθαι τὴν κατηγορίαν, ὃν καὶ ἀποθανόντα τιμῆς βασιλικῆς οὐκ ἠξίωσαν. Ἐζεκίας δὲ ὁ τούτου υἱὸς τὴν ἀκροτάτην κατώρθωσεν ἀρετήν, καὶ πάντα ὅσα ἐποίησε Δαβὶδ ὁ πατὴρ αὐτοῦ. σὺν τοῖς ἄλλοις καὶ τὸν χαλκοῦν ὄφιν συνέτριψεν, ὃν ἐποίησε Μωσῆς· ἕως γὰρ τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ. καὶ ἄλλην πᾶσαν ἐπιμέλειαν ποιεῖται τοῦ 360 ναοῦ. τότε δὴ τῶν ἱερέων μὴ ἐξαρκούντων εἰς τὰς θυσίας, ὡς ἡ τῶν Παραλειπομένων βίβλος φησί, συνεβοήθησαν καὶ οἱ Λευῖται. ὅπερ καὶ νῦν ἔστιν ἰδεῖν· πρεσβυτέρου γὰρ μὴ παρόντος καὶ τῆς χρείας κατεπειγούσης ἀναγκάζεται καὶ διάκονος προσφέρειν τῷ δεομένῳ τὸ βάπτισμα. τοῦ Σεναχηρεὶμ στρατεύσαντος κατ' αὐτοῦ, ἀπέστειλε πρὸς Ἠσαΐαν λέγων ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλθον οἱ υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστι τῇ τικτούσῃ.» ἐμπιπράμεθα, φησί, καὶ ἐξαπτόμεθα τῷ θυμῷ τῶν τοῦ Ῥαψάκου βλασφημιῶν ἀκούσαντες· κολάσαι δὲ τοὺς δυσσεβεῖς οὐ δυνάμεθα. ἔλεγε γὰρ ὁ Σεναχηρεὶμ διὰ τοῦ Ῥαψάκου μὴ ἀπατάτω σε ὁ θεός σου ἐφ' ᾧ πέποιθας.» ἀλλ' ὁ θεὸς ἀνελθόντι τῷ βασιλεῖ εἰς τὸν ναὸν καὶ εὐξαμένῳ αὐτίκα στέλλει τὸν Ἠσαΐαν, μηνύων τὰ ἐσόμενα αὐτῷ χρηστά. τηνικαῦτα καὶ γὰρ ἔλεγεν ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.» ἵνα γὰρ μὴ νομίσῃ Ἐζεκίας ὅτι διὰ τὴν αὐτοῦ δικαιοσύνην ἡ δέησις αὐτοῦ εἰσηκούσθη, ταῦτα λέγει κύριος. ἐμάθομεν οὖν ἐντεῦθεν ὅτι καὶ τεθνηκότες οἱ δίκαιοι τῶν ζώντων προΐστανται. ὁ μέντοι Ἐζεκίας καὶ τῷ θεῷ ἐθάρρει καὶ τὰ παρ' ἑαυτοῦ συνεισέφερε. καὶ πρῶτον τὰς πρὸ τῆς πόλεως πηγὰς ἐνέφραξεν, ἔπειτα τοὺς πύργους ἀνέστησεν εἰς ὕψος, καὶ προτείχισμα προσῳκοδόμησεν