Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
361.1.1
ἕτερον. τότε συνέβη καὶ τὰ πρὸς θάνατον μαλακισθῆναι αὐτόν, ὥστε ταπεινωθέντα ἐπιστρέψαι πρὸς κύριον, ὡς ἐν τῇ βίβλῳ τῶν Παραλειπομένων ἱστόρηται· καὶ ἐταπεινώθη» γάρ φησιν Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.» τοῦ γὰρ πατρὸς αὐτοῦ Ἀχὰτζ τὴν προφητείαν δεξαμένου ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει» αὐτός τε ἐνόμισεν εἶναι ὁ Ἐμμανουήλ, καὶ ὡς εἰς αὐτὸν τὰ τῆς ἐπαγγελίας ἐκβήσεται· ἐφ' ᾧ παρθενίαν ἀσκῶν γάμοις ὁμιλῆσαι οὐκ ἤθελεν. ἀλλὰ καὶ τὴν τῶν ἀλλοφύλων ἰδὼν ἀπώλειαν (ὑπ' ἀγγέλου καὶ γὰρ ἐν μέσῃ νυκτὶ τεʹ χιλιάδες ἀνῃρέθησαν) ἐπηύξανε μᾶλλον τὴν αὐτοῦ ἀπόνοιαν. ἐφ' ᾧ συνετίζεται παρὰ κυρίου, σήψει ποδὸς ὑποβληθείς· σημεῖόν τε δίδωσιν αὐτῷ ὡς οὐκ ἀποθανεῖται οὕτως ἔχων. ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου.» φασὶ γὰρ τὸν Ἄχατζ ἐκ μηχανῆς τινὸς ἐν τῷ οἴκῳ αὐτοῦ ἀναβαθμοὺς κατασκευάσαι τινὰς οἷον ὡρολογοῦντας καὶ τὸν τοῦ ἡλίου δρόμον ἐκμετροῦντας. τότε λοιπὸν ὁ θεὸς εἰς πίστιν τῶν λεγομένων (προσετίθη γὰρ αὐτῷ καὶ ἕτερα ζωῆς ἔτη πεντεκαίδεκα) ἀνόπιν ἰέναι ποιεῖ τὴν τοῦ ἡλίου σκιάν, ἐπειδὴ καὶ ὁ Ἐζεκίας ἀπὸ δυσμῶν τοῦ βίου ἐπὶ δευτέραν ἀρχὴν ἐπαλινδρόμει ζωῆς· ἐφ' ᾧ τὸ τοῦ ἡλίου σημεῖον, καὶ οὐχ ἕτερον, δίδωσιν ὁ θεός. γίνεται οὖν ἡ 362 ἡμέρα ἐκείνη κατὰ τὸν Ἱππόλυτον τριάκοντα καὶ δύο ὡρῶν· τοὺς γὰρ δέκα ἀναβαθμοὺς διαδραμὼν ὁ ἥλιος τοὺς αυτοὺς πάλιν ἀνέδραμεν, εἶτα τῇ ἰδίᾳ διατάξει χρησάμενος ἐπὶ δυσμὰς ἦλθε τοὺς δώδεκα πάλιν διαδραμών. καὶ οὕτω μὲν ὁ Ἱππόλυτος, ὁ δὲ πατριάρχης Ἀντιοχείας Εὐστάθιος εἴκοσι καὶ δύο λέγει γενέσθαι τὴν ἡμέραν ἐκείνην ὡρῶν· ἐν ῥιπῇ γὰρ ὀφθαλμοῦ λέγειν ἔοικεν, οὐ μὴν ἐν ὥραις δέκα τὸν τοῦ ἡλίου γενέσθαι ἀναποδισμόν. οὕτω μὲν οὖν κδʹ ὡρῶν ἡ ἡμέρα ἐκείνη γέγονε, καθ' ἣν ὁ τοῦ Ναυῆ Ἰησοῦς ἐν αὐτῷ τῷ μεσουρανήματι τὸν ἥλιον ἔστησεν ἡμέρας ὅλης διάστημα· διὰ γὰρ ἓξ ἀνῆλθεν ὡρῶν, καὶ δι' ὁμοίων αὖθις μέσον τοῦ οὐρανοῦ. γίνωσκε δέ, ἀγαπητέ, ὅτι οὔτε προηγουμένως ἔστη ὁ ἥλιος, οὔτε τὸ θαῦμα περὶ μόνον τὸν ἥλιον γέγονεν ἀλλὰ περὶ αὐτὸν τὸν πρῶτον οὐρανόν· αὐτοῦ γὰρ κωλυθέντος τῆς πρόσω φορᾶς τῷ θείῳ προστάγματι, ἀνάγκη πᾶσα στῆναι καὶ τὸν αὐτῷ συγκινούμενον ἥλιον. καὶ πείθου τῷ μεγάλῳ Μαξίμῳ ἐν τοῖς πρὸς Θαλάσσιον οὕτω κατὰ ῥῆμα διεξιόντι περὶ τούτου. ἡλίου δὲ καὶ σελήνης δρόμον ἀκώλυτον ἐπέσχε παραδόξως ὁ θεός, τὴν ἀεικίνητον τοῦ παντὸς φύσιν στήσας ἀκίνητον. ταῦτα δὲ ὁ τῶν ὅλων θαυματουργεῖ θεός, 363 ἵν' ἐντεῦθεν δείξῃ σαφῶς ὡς οὔτε ὅρος οὔτε ἀνάγκη τοῖς ἄστροις ἐπίκειται, καθάπερ ᾠήθησαν οἱ πολλοί, βλέποντες ὡσαύτως ἀεὶ κινουμένους αὐτούς. ἵστησι λοιπὸν αὐτούς, τὴν ἐπὶ πᾶσι προσοῦσαν αὐτῷ παριστῶν ἐξουσίαν, καὶ φέρεσθαι αὖθις ἐᾷ κατὰ τὸν ἀρχῆθεν αὐτοῖς ἐπιτεθέντα θεσμόν.» Οὐκοῦν ἀποστέλλει πρὸς Ἐζεκίαν Μαροδὰχ ὁ βασιλεὺς Βαβυλῶνος τῆς νόσου τε ἕνεκα καὶ τοῦ περὶ τὸν ἥλιον θαύματος. ἀλλ' ἐκεῖνος τἆλλα πάντα παρεάσας τὸν πλοῦτον αὐτοῦ τοῖς πρέσβεσιν ἔδειξεν. ἐφ' ᾧ καὶ τάδε παρὰ Ἠσαΐου τοῦ προφήτου πρὸς αὐτὸν ἐλαλήθη ἰδοὺ ἔρχονται ἡμέραι, καὶ ληφθήσονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ εἰς Βαβυλῶνα ἀπελεύσονται. καὶ οἱ υἱοί σου, οὓς γεννήσεις, ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ βασιλέως Βαβυλῶνος.» υἱοὺς δὲ λέγει τοὺς τρεῖς παῖδας σὺν τῷ προφήτῃ Δανιήλ· ἀπόγονοι γὰρ οὗτοι τοῦ Ἐζεκίου γεγόνασιν. εἴωθεν οὖν ἡ γραφὴ τοὺς ἀπογόνους ἐπονομάζειν υἱούς, καθὰ δὴ καὶ τὸν Δαβὶδ πατέρα τοῦ Ἐζεκίου καλεῖ· οὐδὲ γὰρ υἱὸς τοῦ Δαβὶδ ὁ Ἐζεκίας, ἀλλ' ἀπόγονος πάντως αὐτοῦ. ὁ μέντοι Μαροδάχ, ὡς ἄνωθεν εἴρηται, τοῦ περὶ τὸν ἥλιον χάριν θαύματος πρὸς Ἐζεκίαν ἀπέστειλε· τὸν γὰρ ἀναποδισμὸν αὐτοῦ τοσοῦτον εἶναι λέγει