Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 364 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
364.1.1
παραδοξότατον ὁ Ἀρεοπαγίτης θεῖος Διονύσιος, ὥστε καθ' ὑπερβολὴν ἐκπλῆξαι τοὺς Βαβυλωνίους καὶ ὡς ἰσοθέῳ τινὶ τῷ Ἐζεκίᾳ καθυποτάξαι αὐτούς. Μετὰ δὲ Ἐζεκίαν κρατεῖ Μανασσῆς ὁ υἱὸς αὐτοῦ. οὗτος σὺν ταῖς λοιπαῖς αὐτοῦ κακίαις προσεκύνησε καὶ πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τουτέστι τοῖς ἀστράσι, καὶ ἐκληδονίζετο, ἤγουν διὰ λόγων παρετηρεῖτο τὰ ἐκβησόμενα, εἰ καί τινες ἕτεροι κληδόνα λέγουσι τὴν διά τινων ἐπῳδῶν ὁλκὴν τῶν δαιμόνων καὶ καταφοράν· ἐφ' ᾧ καὶ κληδὼν ἐτυμολογεῖται παρ' αὐτοῖς παρὰ τὸ κλῶ τὸ καλῶ. καὶ οἰωνίζετο δὲ πρὸς τοῖς ἄλλοις ὁ Μανασσῆς, ἤγουν τὰς τῶν ὀρνέων πτήσεις παρετηρεῖτο κἀντεῦθεν τοῦ μέλλοντος καταστοχαζόμενος ἦν. καὶ τοῦτό ἐστιν ὅπερ ὁ ποιητὴς Ὅμηρος ἔλεγεν ἀλλ' ἄγε δη τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν.» πρόσεχε οὖν ὅτι καὶ διὰ τῆς τοιᾶσδε πτήσεως τῶν ὀρνέων καὶ δι' ἥπατος προβάτων καὶ δι' ὀνείρων αὐτῶν ἐδόκουν οἱ παλαιοὶ τὸ μέλλον προορᾶν. καὶ οἱ μὲν ἀρχαιότεροι ἐκεῖνοι, καθάπερ εἴρηται, καὶ πτήσεσιν ὀρνέων καὶ ἄλλοις τοιούτοις, κατά γε δοκοῦν αὐτοῖς, τοῦ μέλλοντος ἐστοχάζοντο. Ὅτι δὲ τὸ παρατηρεῖσθαι τοιῶσδε ἢ τοιῶσδε κεκώλυται, δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχ ἧττον δὲ καὶ ἐξ ὧν ὁ 365 μέγας διείληφε Βασιλειος. ἐπεξηγούμενος γὰρ τὸ ἐν τῇ κατὰ τῆς Ἰουδαίας δευτέρᾳ ὁράσει τοῦ προφήτου Ἠσαΐου ῥητὸν τὸ κατὰ λέξιν οὑτωσὶ διαλαμβάνον ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τάδε διέξεισιν. ὁρᾷς ἡλίκον κακὸν τὸ κληδονίζεσθαι. ἔξω τῆς παρὰ θεοῦ ἐπιμελείας ποιεῖ τὸν προσέχοντα αὐτῷ. πολλοὶ τῶν Χριστιανῶν ἀδιαφόρως ὠτακουστοῦσι καὶ φήμας θηρῶνται καὶ συμβόλοις προσέχουσιν. ἀλλ' ἄκουε ὅτι ἀπερρίφη ὁ λαὸς ὁ ταῦτα περιεργαζόμενος. πολλαὶ γὰρ ἐκ τοῦ Μωσαϊκοῦ νόμου μαντεῖαι καὶ κληδόνες καὶ οἰωνισμοὶ καὶ ὀρνιθοσκοπίαι διαβέβληνται ὡς δαιμόνων εὑρέματα." 3οὐκ οἰωνιεῖσθε" 3 γάρ φησιν," 3οὐδὲ ὀρνιθοσκοπεῖσθε. τὰ γὰρ ἔθνη, οὓς κύριος ὁ θεὸς ἐξολοθρεύει ἀπὸ προσώπου αὐτοῦ, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται. σοὶ δὲ οὐχ οὕτως δέδωκε κύριος ὁ θεός σου." 3 ἄτοπον γὰρ τὸν ἔχοντα την ἐκ τῶν δικαιωμάτων τοῦ θεοῦ συμβουλὴν πρὸς τὴν ὑπὲρ τῶν πρακτέων σκέψιν συμβούλους ἑαυτοῦ παραλαμβάνειν τὰ ἄλογα, μᾶλλον δὲ οὐδὲ συμβούλους, ἀλλὰ διδασκάλοις χρῆσθαι καὶ νομοθέταις. καὶ τὸν μὲν ἑαυτοῦ κίνδυνον παρακείμενον καὶ ἐν ὀφθαλμοῖς ὄντα οὐκ οἶδεν ἡ ὄρνις, σοι δὲ τὸ μέλλον προαγορεύσει; εἰ δὲ ἀπὸ δαιμόνων ἐνεργείας ἀπατηλῶς περιπέτον366 ται, μή μοι καθέζου δεσποτῶν ἀπάταις προσκεχηνώς, μηδὲ γίνου διαβολικαῖς ἔκδοτος ἐνεργείαις, ὃς ἐπειδὰν ἅπαξ λάβῃ ψυχὴν εὐάγωγον εἰς ἀπώλειαν, πάντα τρόπον αὐτῇ καταχρώμενος οὐκ ἀνίησιν. ἀλλὰ καὶ κράζοντες κόρακες καὶ ἀετοὶ ἀλύοντες δι' ἀπορίαν θήρας τὴν δεισιδαίμονα καρδίαν πτήσσουσι. καὶ τοσαύτη τοῦ ἐχθροῦ εἰς τὸν ἄνθρωπον ὕβρις, ὥστε καὶ γαλῆ παραφανεῖσα καὶ κύων διακόψας καὶ ἄνθρωπος ἐπιφανεὶς ἕωθεν τοὺς ἐντυγχάνοντας πάντη ποιοῦσιν ἐκπλήττεσθαι. τί ἐλεεινότερον τοῦ τοιούτου βίου, πάντα ὑποπτεύειν, ὑπὸ πάντων ἐμποδίζεσθαι, δέον πανταχόθεν τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν θεὸν ἐπανάγειν; ὅταν ἴδῃς ὄρνιθας διαπετομένους τὸν ἀέρα, μὴ τὰ σχήματα τῶν πτήσεων περιεργάζου, ἀλλὰ ταῦτα καταλιπὼν τοῦ δημιουργοῦ τὴν ἐπ' αὐτοῖς σοφίαν καὶ διακόσμησιν θαύμαζε, πῶς βάρος τοσοῦτον δι' ἀέρος φέρεται, πῶς ἡ ἁπαλὴ τοῦ ἀέρος φύσις ὄχημα γίνεται τῷ πτερῷ, πῶς τῇ μὲν ἐκτάσει τῶν πτερῶν ἐπινήχονται τῷ ἀέρι, τῇ δὲ οὐρᾷ οἷον πηδαλίῳ τὴν πτῆσιν ἑαυτῶν ἀπευθύνουσι. καὶ τοιαύτη μὲν ἡ σοφία τοῦ θεοῦ· ὁ δὲ μικρόψυχος καὶ ταπεινὰ φρονῶν τὰς τῶν ἀλόγων κινήσεις τῷ ἰδίῳ σκοπῷ συναρμόζειν ἐπιχειρεῖ, καὶ καταλιπὼν τὸν θεὸν δαίμοσιν ἐπιβούλοις ἐκδέδωκεν ἑαυτόν. καὶ περὶ μὲν τούτων οὕτως. 367 Ὁ δέ γε διαληφθεὶς βασιλεὺς καὶ ἐγγαστριμύθους ἐποίησε, καὶ γνώστας ἤτοι μάντεις ἐπλήθυνε, καὶ τὸ πάντων ἀνοσιώτερον, ἐν τῷ θείῳ νεῷ τὸ τῆς ἀκολάστου δαίμονος ἔστησεν ἄγαλμα. οὐ μόνον δὲ εἰδώλοις ἐλάτρευεν ἐν ἔτεσι πεντήκοντα καὶ δύο, ἀλλὰ καὶ αἷμα ἀθῷον ἐξέχεεν, εἴτε προφητῶν εἴτε καὶ ἄλλων τινῶν εὐσεβῶν. καὶ αὐτὸν δὲ τὸν Ἠσαΐαν ξυλίνῳ λέγουσι πρῖσαι πρίονι. πλὴν ὥς φησι Γεώργιος, Μαροδὰχ βασιλεὺς Ἀσσυρίων δεσμώτην ἤγαγε τὸν Μανασσῆν, καὶ βαλὼν ἐν φυλακῇ ἄρτῳ πιτυρίνῳ καὶ ὕδατι σὺν ὄξει ἔτρεφεν. ὡς δὲ καὶ ὁ θειότατός φησιν Ἀναστάσιος ἐξ ἱστορικῶν τινῶν τοῦτο μαθών, καὶ ζωδίῳ χαλκῷ παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐμβάλλεται· ἀλλ' ἔνδον τοῦ ζωδίου ὢν ἐπέγνω τε τὸν θεὸν καὶ τὴν ᾠδὴν ἔψαλλεν. ἐφ' ᾧ καὶ δυνάμει θείᾳ διερράγη τὸ εἴδωλον, καὶ ἄγγελος κυρίου κατήγαγεν αὐτὸν εἰς Ἱεροσόλυμα. καὶ ἔζησε τὸ λοιπὸν ἐν μετανοίᾳ, καὶ τὰ προλαβόντα διωρθώσατο. τοσαῦτα δὲ εἰς θεὸν ἐπλημμέλησεν ὡς καὶ τὸν θειότατον Ἀναστάσιον οὕτως εἰπεῖν εἰ Μανασσῆν ἔσωσεν ὁ θεός, τολμῶ εἰπεῖν ὡς καὶ τὸν διάβολον ἔσωσεν ἄν, εἴπερ ἐπιστρέψαι ἠθέλησεν.» Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμμὼς ὁ υἱὸς αὐτοῦ. οὗτος τὴν μὲν πατρικὴν ἀσέβειαν ἐμιμήσατο, οὐ μὴν δὲ τὴν 368 μετάνοιαν. ἄξιον δὲ ζητῆσαι διὰ τί τοῦ μὲν Μανασσῆ τὴν ἐπιστροφὴν ἀνέμεινεν ὁ θεός, τοῦ δὲ υἱοῦ αὐτοῦ Ἀμμὼς οὐχί, ἀλλ' ἐθέρισεν αὐτὸν ἔτη δύο βασιλεύσαντα. φησὶ γὰρ ἡ γραφή καὶ παρελογίσατο Ἀμμὼς λογισμὸν πονηρόν, καὶ εἶπεν· ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρηνόμησε, καὶ ἐν γήρει μετενόησε. καὶ νῦν ἐγὼ πορεύσομαι καθὼς ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς κύριον.» διὰ τοῦτο οὐκ ἀνέμεινεν ὁ θεός, διότι οὐκ ἐσωφρονίσθη ἀφ' ὧν ὁ πατὴρ αὐτοῦ πέπονθεν. Μετὰ τοῦτον Ἰωσίας ὁ ἔγγονος αὐτοῦ. οὗτος τοῦ προγόνου Δαβὶδ ἐκτήσατο τὴν εὐσέβειαν. καὶ πρῶτον μὲν ἐπεμελήθη τοῦ ναοῦ, κατασκάψας πρὸς τοῖς ἄλλοις καὶ τὸν οἶκον ὃν ᾠκοδόμησε Σολομὼν τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδονίων· ἔπειτα δὲ τῶν ἐν τῷ Δευτερονομίῳ θείων λόγων ἀκούσας καὶ τὴν ἐσθῆτα διέρρηξε καὶ ἐπὶ πλεῖστον ἐθρήνησε. διά τοι τοῦτο καὶ ὁ θεὸς κατὰ μὲν τοῦ λαοῦ καὶ τοῦ ναοῦ τὴν ψῆφον ἐξήνεγκε, τῷ δὲ βασιλεῖ χρηστὰ προηγόρευσεν· ἀνθ' ὧν» γάρ φησιν ἤκουσας τῶν λόγων μου καὶ ἡπαλύνθη ἡ καρδία σου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ ἃ ἐγὼ ἐπάγω ἐπὶ τὸν οἶκον τοῦτον.» καὶ τὰ μὲν σκεύη τῶν 369 εἰδώλων ἐν τῷ χειμάρρῳ τῶν Κέδρων συνέτριψεν, ἐν δὲ τῇ Βαιθὴλ τοὺς τῶν εἰδώλων ἱερέας κατέκαυσε, κατὰ τὴν προφητείαν Ἰωὴλ ἐκείνου τοῦ ἀνθρώπου τοῦ θεοῦ. ἐπὶ μέντοι τῶν χρόνων τοῦ βασιλέως Ἰωσίου, ὥς φησι Γεώργιος, ἐκτίσθη τὸ Βυζάντιον ὑπὸ Βύζου βασιλέως Θρᾴκης. Ἰστέον ὅτι τρίτον ἐπόρθησε τὴν Ἱερουσαλὴμ ὁ Ναβουχοδονόσορ, ἐπὶ Ἰωακεὶμ Ἰεχονίου, καὶ ὕστερον ἐπὶ Σεδεκίου, ὥς φησι Γεώργιος. ὁ δὲ Θεοδώρητος Ἰωακεὶμ καὶ Ἰεχονίαν τὸν αὐτὸν εἶναι λέγει, τῷ θειοτάτῳ Ἱερεμίᾳ ἑπόμενος. ὁ δὲ Σεδεκίας κατὰ τὸν μέγαν Ἐπιφάνιον τυφλωθεὶς καὶ εἰς Βα- βυλῶνα ἀπαχθεὶς ἐνεβλήθη μύλωνι ἐπὶ ἔτεσιν εἴκοσι καὶ ἕξ, εἰ καὶ ὕστερον ἐτιμήθη. γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ Δαβὶδ ἄχρι Σεδεκίου τὰ ἔτη υϟʹ καὶ ηʹ, οἱ δὲ βασιλεῖς εἴκοσι καὶ δύο πάντες ἐξ ἑνὸς γένους τοῦ Δαβίδ. οἱ δὲ ἐν Σαμαρείᾳ βασιλεύσαντες ιηʹ, ἀπὸ Ἱεροβοὰμ ἕως Ὠσηέ, ἐφ' οὗ πέπαυται καὶ ἀπώλετο Σαμάρεια ὑπὸ Σαλμανασάρ. ἀντὶ δὲ τῶν Σαμαρειτῶν Ἀσσύριοι ἐκεῖσε κατῴκησαν, ἐξ ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται καὶ Σαδδουκαῖοι. οὗτοι μὲν οὖν ὑπὸ λεόντων βιβρωσκόμενοι ἐξαπίνης αὐτοῖς ἐμπιπτόντων, καὶ μαθόντες ἀπὸ γερόντων ἀρχαίων τὸν τιμώμενον ἐκεῖσε θεόν, καὶ ὅτι παρ' ἐκείνου τὰ τοιαῦτα πάσχουσι, τὴν τοῦ Μωσέως ἐπικτῶνται πεντάτευχον· καὶ 370 οὕτω τὸν ἀληθινὸν θεὸν ἐπιγνόντες ἀβλαβεῖς τοῦ λοιποῦ διετηρήθησαν, εἰ καὶ εἰς αἱρέσεις ἐντεῦθεν ἐξώκειλαν ἅτε μὴ κατ' ὀρθὸν λόγον ταῖς ἱεραῖς βίβλοις ἐγκύπτοντες. τὰ δὲ ἔτη τῶν βασιλευσάντων ἐν Σαμαρείᾳ σνʹ καὶ γʹ, ἐκ διαφόρων μὲν γεγονότων, πάντων δὲ πεποιηκότων τὸ πονηρὸν κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ. Τὴν μὲν οὖν ἀπὸ Περσίδος τῶν Ἰουδαίων ἐπάνοδον ἐξηγήσατό τε ὁ Ἔσδρας καὶ συνεγράψατο. ἡ δὲ πρόφασις τῆς ἐπανόδου κατὰ τὸν Ἰώσηπον αὕτη. τρεῖς στρατιῶται φυλάσσοντες τὸν βασιλέα, ἐν οἷς ἦν καὶ Ζοροβάβελ, ἤρισαν ἐν προβλήματι τεθείσης συμφωνίας αἰτῆσαι τὸν νικῶντα ἅπερ ἂν ἐθελήσει παρὰ τοῦ βασιλέως. τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾶν τὸν οἶνον, καὶ τοῦ ἑτέρου τὸν βασιλέα, ὁ Ζοροβάβελ εἶπε νικᾶν τὰς γυναῖκας, καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. καὶ ἐπεὶ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσεν αἰτήσασθαι ἃ βούλεται, ἠξίωσεν αὐτὸν ἀφεθῆναι τὴν αἰχμαλωσίαν. ὃ δὴ καὶ γέγονε· τηνικαῦτα καὶ γὰρ ἐπληροῦντο τὰ οʹ ἔτη τῆς θείας ὀργῆς. καὶ οἱ μὲν οἰκοδομοῦντες τὸν ναὸν ἦσαν Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, οἰκοδομηθῆναι δὲ ὁ τοιοῦτος ἔφθασε ναὸς τὴν δευτέραν ταύτην οἰκοδομὴν ἐν χρόνοις μϛʹ διὰ τὸ παρὰ τῶν γειτονούντων ταύτην κωλύεσθαι· ἡ γὰρ πρώτη ἐν χρόνοις εἴκοσι ἐγένετο παρὰ Σολομῶντος, ὡς Ἔσδρας 371 ἱστορεῖ. καὶ τὴν μέντοι ἀπὸ Βαβυλῶνος τῶν Ἰουδαίων ἐπάνοδον, ναὶ μὴν καὶ τὴν τῶν νεκρῶν παγκόσμιον ἀνάστασιν αἰνιττόμενος ὁ θεὸς ὑπέδειξε τῷ Ἰεζεκιὴλ πεδίον πλῆρες ὀστῶν νεκρῶν, ἃ παραδόξως ἐζωογονήθησαν. ὁ μὲν οὖν Ἔσδρας εὐφυὴς ὢν προεκόμισε τότε τὸν νόμον, καὶ ἀνέγνω, καὶ ὑπετύπωσε πάντα τὰ κατὰ τὸ ἱερόν, καὶ τοὺς λαβόντας ἀλλογενεῖς γυναῖκας ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐκβαλεῖν πεποίηκε. καὶ οὕτω πάντες καθαρισθέντες ἐποίησαν τὸ πάσχα. ἀλλὰ καὶ αὖθις γυναῖκας ἑωρακὼς Ἀζωτίους Ἑβραίοις ἐπιμιγείσας, καὶ θρηνήσας, ἔπεισε τὸν λαὸν ταύτας ἐκβαλεῖν ὡς γάμον παράνομον. λέγεται δὲ καὶ τοῦτο, ὡς εἰ μὴ ἦν ὁ Ἔσδρας, οὐκ ἂν οὐδὲ ἕν βιβλίον διά γε τὴν τῶν Ἰουδαίων ῥαθυμίαν καὶ τὴν πολυχρόνιον αἰχμαλωσίαν μέχρι τοῦ νῦν διεσώζετο. προσσχεῖν δὲ ἄξιον καὶ τῷ μεγάλῳ Κυρίλλῳ ἐν τοῖς κατὰ Ἰουλιανοῦ καὶ τάδε περὶ τούτου διεληφότι. ἐπεὶ δὲ πρὸς τὴν ἐνεγκοῦσαν ἀπεκομίζοντο οἱ Ἰουδαῖοι καὶ νόμῳ τῷ διὰ Μωσέως παιδαγωγεῖσθαι πάλιν ἐσπούδαζον, τότε δὴ τότε παρ' αὐτοῖς ἐδέχετο σκῆπτρον Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὥστε εἰ καὶ καταλῆξαί φησιν ὁ παράφρων εἰς Σεδεκίαν τὴν τοῦ Δαβὶδ βασιλείαν, ματαιάζειν ἔοικε προφανῶς, εἴγε μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν τοῖς τῆς βασιλείας θώκοις ὁ Ζοροβάβελ ἐνιδρυμένος ἐφαίνετο. οὗτος μὲν 372 οὖν παρέπεμψε τὸ σκῆπτρον διὰ τῶν ἐφεξῆς μέχρι τῆς Ἡρώδου βασιλείας, ὃς μητρὸς μὲν γέγονεν Ἰουδαίας, ἀλλογενοῦς δὲ πατρός. ἐκλελοιπότων γὰρ οὕτω τῶν ἐκ τῆς Ἰούδα φυλῆς τὸ ἄρχειν λαχόντων ἐγεννήθη ὁ Χριστός· ὃς καὶ γέγονεν ἐθνῶν προσδοκία. οὗτος μὲν οὖν, ὁ διαληφθεὶς δηλονότι Ἡρώδης, τῷ Αὐγούστῳ συμμαχήσας Καίσαρι μετὰ τῶν οἰκείων ἀναλωμάτων, ἡνίκα κατὰ Κλεοπάτρας ὥρμησε, τὸ βασιλεύειν ἐν Ἰουδαίᾳ ὥσπερ τι παρ' ἐκείνου φιλοτίμημα ἔλαβε. καὶ περὶ μὲν τούτων οὕτως. Τοῦ Ναβουχοδονόσορ δὲ μεγαλαυχοῦντος καὶ μεγαλορρημονοῦντος ἐφ' ᾗ πόλει παγκάλῳ ἔκτισε, φωνὴ γέγονεν ἐξ οὐρανοῦ λέγουσα Ναβουχοδονόσορ, ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἡ κατοίκησίς σου, καὶ χόρτον ἀγροῦ ψωμιοῦσί σε. καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἓως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀν· θρώπων. καὶ αὐτῇ τῇ ὥρᾳ ταῦτα συνετελέσθησαν, καὶ σὺν τοῖς ἄλλοις ἐμεγαλύνθησαν αἱ τρίχες αὐτοῦ ὡς λέοντος καὶ οἱ ὄνυχες ὡς ὀρνέου.» ταῦτα δὲ πέπονθεν ἅτε μεγαλαυχήσας ἐπὶ τῷ τῆς εἰκόνος ὁράματι· θεὸν γὰρ ἐντεῦθεν ἑαυτὸν ὑπέλαβεν. ὅθεν καὶ τὴν ἑαυτοῦ εἰκόνα ἵστησι τοῦ προσκυνεῖσθαι ἕνεκεν, καὶ τὴν κάμινον ἐκείνην ἀνῆψεν. μετὰ δὲ 373 ταῦτα ὁρᾷ δεύτερον ὄνειρον, δένδρον εἰς οὐρανὸν φθάνον παντοίως πετεινοῖς περιηχούμενον. φωνὴ ἄνωθεν τομὴν ἀπειλοῦσα τοῦ δένδρου, ἄνευ μέντοι τῆς ῥίζης. σαφηνίζει καὶ τοῦτο τὸ ὅραμα ὁ Δανιήλ, καὶ ἑπταετίαν λέγει αὐτὸν συναγελάζεσθαι τοῖς ἐν ὄρεσι θηρίοις, εἶτα πρὸς τὴν βασιλείαν ἐπανελθεῖν. ὅ τι δὴ καὶ γέγονε. Μετὰ τοῦτον κρατεῖ ὁ υἱὸς αὐτοῦ, εἶτα ὁ ἕτερος υἱὸς αὐτοῦ Βαλθάσαρ. οὗτος συμπόσιον ποιήσας καὶ τοὺς μεγιστᾶνας αὐτοῦ συγκαλεσάμενος ἐκάθητο μεθύων καὶ γαστριζόμενος, ὑπηρετούμενα ἔχων τῷ τοιούτῳ συμποσίῳ τὰ ἱερὰ σκεύη ἐκεῖνα ἅπερ ὁ Ναβουχοδονόσορ ἀφείλετο τοῦ ἐν Ἱεροσολύμοις θείου ναοῦ. ἐπὶ τούτοις ὀργίζεται ὁ θεός. ἐφ' ᾧ καὶ παντελῆ καταψηφίζεται τῶν αὐτοῦ καταφρονούντων ἀπώλειαν. ὁρᾷ λοιπὸν ὁ Βαλθάσαρ ἐπὶ τῷ κονιάματι τοῦ οἴκου, ἐν ᾧ ἐκάθητο, ἀστράγαλον χειρὸς καὶ γράμματα οὕτω διαγορεύοντα μανὴ θεκὲλ φαρές.» ὅθεν καὶ οὐ μικρῶς ὁ βασιλεὺς ἐπὶ τούτοις ἀπορεῖ. ἐρωτᾷ περὶ τούτων τοὺς ἑαυτοῦ σοφούς· οἱ δὲ μηδὲν εἰδέναι ὄμνυνται. μετακαλεῖται καὶ ὁ προφήτης Δανιήλ· ἔφθασε γὰρ ἡ ἐν αὐτῷ προφητικὴ δύναμις γενέσθαι κατάδηλος, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην τοῦ Ναβουχοδονόσορ ὅρασιν καὶ εἶπεν καὶ διεσάφησεν. εἰκόνα 374 γὰρ εἶδε κατ' ὄναρ πολύχρουν καὶ λίθον ἄνευ χειρὸς ἐξ ὄρους τμηθέντα καὶ τὴν εἰκόνα συντρίψαντα. ἀλλ' ἐπελάθετο τοῦ ὁράματος. ἔξυπνος γεγονὼς μαθεῖν ἐζήτει τὴν ὅρασιν. καὶ πάντων ἀπορούντων τῶν αὐτοῦ σοφῶν τε καὶ ἐπαοιδῶν (θεοῦ γὰρ ἔλεγον τὰ τοιαῦτα πράγματα) ὁ προφήτης μετεκλήθη Δανιήλ, καὶ ὡς εἶχε τὰ τῆς ὁράσεως τῷ βασιλεῖ διεσάφησε. μανθάνει ταῦτα καὶ Βαλθάσαρ, καὶ τὸν προφήτην οὐ μικρῶς αἰτεῖ περὶ τῆς ἐπιλύσεως τῶν ὁραθέντων ἐκείνῳ γραμμάτων. πείθεται οὖν καί φησι πρὸς αὐτόν μανή, ἠρίθμησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσε· τοῦτο γὰρ ἑρμηνεύει ἡ Σύρα γλῶττα καὶ Ἑβραΐς. θεκέλ, ἐστάθμησεν ὁ θεὸς τὴν βασιλείαν σου, καὶ εὑρέθη ὑστεροῦσα. φαρές, διῄρηται καὶ ἡ βασιλεία σου καὶ ἐδόθη Πέρσαις καὶ Μήδοις.» τότε καὶ γὰρ μόνον ἦν ἡ βασιλεία τῶν Βαβυλωνίων. ὁ τοίνυν Βαλθάσαρ τὰ συμβησόμενα αὐτῷ δεινὰ μεμαθηκὼς οὐ μόνον οὐκ ἐδυσχέρανε κατὰ τοῦ Δανιήλ, ἀλλὰ καὶ ὡς ὑπέσχετο, δωρεαῖς αὐτὸν μεγίσταις ἠμείψατο, πορφύραν ἐνδύσας καὶ χρυσοῦν μανιάκιον. ἀλλὰ καὶ ἐρωτήσας αὐτὸν ὅπως ἐξευμενίσαι δυνηθείη τὸ θεῖον, ἤκουσεν ἐν ἐλεημοσύναις τὰς ἁμαρτίας σου λύτρωσαι, καὶ ἀσέβειάν σου ἐν οἰκτιρμοῖς πενήτων.» 375 Μετὰ δὲ ταῦτα στρατεύει κατὰ Βαβυλωνίων ὁ Δαρεῖος κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν, καὶ ἄγει σὺν τοῖς λοιποῖς αἰχμαλώτοις καὶ αὐτὸν τὸν Δανιήλ, ὃν καὶ διὰ τιμῆς εἶχε πολλῆς. φθονοῦσιν αὐτῷ οἱ σατράπαι. πείθουσι τὸν βασιλέα τοιάνδε θέσθαι κέλευσιν, ὃς ἂν εὑρεθείη εὐξάμενος εἰς θεόν, τῷ τῶν λεόντων ἐμβληθῆναι λάκκῳ. ὁ γοῦν Δανιὴλ μηδὲν τούτων φροντίσας ηὔχετο εἰς θεόν. ἐφ' ᾧ καὶ τοῖς λέουσι παραδίδοται. ἀλλὰ σῶος τῇ ἐπαύριον τοῦ λάκκου ἐξέρχεται. τῶν δὲ εἰπόντων μὴ ἄλλως τὸν Δανιὴλ σωθῆναι, εἰ μὴ κατακορεῖς ἦσαν οἱ λέοντες, τί γίνεται; τοῖς λέουσι καὶ αὐτοὶ παρατίθενται, καὶ εὐθέως βορὰ τούτοις γίνονται. μετὰ ταῦτα, ἤγουν μετὰ τοὺς λέοντας, τὰ ἐκ τῆς θαλάσσης ἀνερχόμενα τέσσαρα θηρία ὁρᾷ· καὶ ὁ Γαβριὴλ δὲ ἐν πεδίῳ τινὶ διαλέγεται αὐτῷ καὶ τὰ μέλλοντα διδάσκει. Μετὰ ταῦτα κρατεῖ Κῦρος ὁ Πέρσης τὸν τοῦ Ἀστυάγου Δαρεῖον ἀνελὼν καὶ τὸν Κροῖσον ἀφανίσας. τότε δὴ τότε ὁ Δανιὴλ καὶ τὸ τῶν Βαβυλωνίων εἴδωλον, αὐτὸν δηλαδὴ τὸν Βήλ, ἐκ μέσου πεποίηκε, καὶ τὴν τῶν ἱερέων κακουργίαν διὰ τῆς αἰθάλης ἀπήλεγξεν. ἀναιρεῖ δὲ καὶ τὸν παρ' ἐκείνοις τιμώμενον δράκοντα. εἶτα τί; ἐπανίστανται κατὰ τοῦ Κύρου ὡς δῆθεν ἰουδαΐζοντος οἱ ἱερεῖς, ἔκδοτον λαμβάνουσι τὸν Δανιήλ, καὶ ἐν ἓξ ἡμέραις λάκκῳ κατακλείουσιν, ἑπτὰ λέουσι παραδόντες αὐτόν. ἀλλὰ βληθεὶς καὶ τότε ἀβλαβὴς δια376 μένει. τηνικαῦτα καὶ ὁ Ἀβακοὺμ εν ἀκαρεῖ τῷ Δανιὴλ ἐφίσταται, καὶ ταῦτα τοῦ λάκκου ἐσφραγισμένου ὄντος, τὸ τῶν θεριστῶν ἐξ Ἰουδαίας βρῶμα κομίζων αὐτῷ· τοιαῦτα καὶ γὰρ τὰ τοῦ θεοῦ θαυμάσια. καὶ τῷ Δανιὴλ ἐπέστη, καὶ τῶν θεριστῶν οὐκ ἀπελιμπάνετο. Μετὰ δὲ Κῦρον Καμβύσης ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ναβουχοδονοσορ ἐπικληθείς, οὗ στρατηγὸς Ὁλοφέρνης, ὃν ἡ Ἰουδὴθ πανσόφως ἀποκτείνασα καὶ πάντα τὰ αὐτοῦ λαβοῦσα οὐχ ὑψώθη τὴν καρδίαν, ἀλλὰ ταῦτα πάντα τῷ κυρίῳ ἀναθεμένη τῇ χηρείᾳ ἐδούλευσε μετὰ τῆς συνήθους ἐγκρατείας ζήσασα ἔτη
364.2.1
μετὰ τοῦτον Σμέρδιος ὁ Μάγος, εἶτα Δαρεῖος ὁ τοῦ Ὑστάσπου, ἐφ' οὗ πάλιν ὁ Ζοροβάβελ καὶ ὁ Ἰησοῦς ἐτελείωσαν τὸν ναὸν ἀμεληθέντα ἔτη μʹ. Mετὰ Δαρεῖον Ἀρταβάνης. μετὰ τοῦτον Ἀρταξέρξης ὁ μακρόχειρ, ἐφ' οὗ Σοφοκλῆς καὶ Ἡράκλειτος, Ἀναξαγόρας καὶ Πυθα- γόρας καὶ Θουκυδίδης καὶ Εὐριπίδης τέλης ἐγνωρίζοντο. μετὰ δὲ Ἀρταξέρξην ἕτερος Ἀρταξέρξης, καὶ ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθελὼν Ἀλέξανδρος τὴν βασιλείαν τῶν Περσῶν κατέλυσε καὶ πᾶσαν τὴν γῆν ἐκράτησε. 377 Μὰνθανε οὖν ἐντεῦθεν ὅτι πρώτη βασιλεία ἡ τῶν Ἀσσυρίων ἤτοι Βαβυλωνίων, δευτέρα ἡ τῶν Μήδων ὡς ἐκείνην καθελοῦσα, μετὰ ταῦτα ἡ τῶν Περσῶν ὡς ἐκείνην διαδεξαμένη, ἔπειτα ἡ τῶν Μακεδόνων ὡς καταγωνισαμένη τοὺς Πέρσας, καὶ τέλος ἡ τῶν Ῥωμαίων. Μετὰ μέντοι τὸν Ἀλέξανδρον οἱ παῖδες αὐτοῦ καὶ μεγιστᾶνες τὴν βασιλείαν διεῖλον, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ὁ Λαγὼς καὶ οἱ καθεξῆς Πτολεμαῖοι δέκα τὸν ἀριθμὸν ὄντες καὶ τρεῖς ἕως Κλεοπάτρας, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Συρίας καὶ Παλαιστίνης Σέλευκος ὁ Νικάνωρ, ὃς καὶ πόλεις δύο κτίσας εἰς τὰ μέρη Κιλικίας καὶ ἑτέραν ἐν Συρίᾳ τὴν μὲν Σελεύκειαν ἐκάλεσε, τὴν δὲ Ἀντιόχειαν, τὴν δὲ Λαοδίκειαν, εἰς ὄνομα ἑαυτοῦ τε καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς αὐτοῦ. ἐφ' οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα εἰς τιμὴν τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσόν, ἀφʹ οὗ καὶ αὐτοὶ Κολοσσεῖς ὠνομάσθησαν. μετὰ δὲ Σέλευκον Ἀντίοχος ὁ υἱὸς αὐτοῦ καὶ ἕτεροι πέντε. εἶτα Ἀντίοχος ὁ ἐπιφανὴς υἱὸς Σελεύκου τοῦ φιλοπάτορος· ἐφ' οὗ ἡ δευτέρα ἅλωσις τῆς Ἱερουσαλήμ. οὗτος γὰρ τὴν Αἴγυπτον πᾶσαν χειρωσάμενος ὡς ἅρπαξ καὶ ἄδικος ἐπὶ τὴν Ἱερουσαλὴμ μετὰ θυμοῦ ὑπέστρε378 ψεν, ἔνθεν τοι καὶ ἀνῃρέθησαν μυριάδες ιηʹ. μετὰ δὲ δύο ἔτη ἀπέστειλε στρατηγόν, ὃς πολλὰ κακὰ τῇ πόλει τῇ ἁγίᾳ ἐνεδείξατο καὶ τὸν λαὸν ἑλληνίζειν ἠνάγκαζε. Ματθαῖος δέ τις ἔχων υἱοὺς πέντε, ἀφ' ὧν Ἰούδας ὁ Μακκαβαῖος, ὃς ζήλῳ θείῳ κινηθεὶς τὸν στρατηγὸν ἀπέκτεινε τοῦ Ἀντιόχου καὶ μυρία ἄλλα εἰργάσατο. ὁ δὲ Ἀντίοχος κατὰ Περσίδος μὲν ὁρμήσας, ἀτίμως δὲ ὑποστρέφων μετὰ καὶ νόσου βαρυτάτης, συνῆκε καθ' ἑαυτὸν λέγων ἄξια πάσχω ὧν εἰς τὴν Ἱερουσαλὴμ πέπραχα.» καὶ σκώληκας ἐκβράσας τὴν ψυχὴν ἀπερρήξατο. μετὰ δὲ τοῦτον Ἀντίοχος εὐπάτωρ ὁ υἱὸς αὐτοῦ, ἐφ' οὗ Ἰούδας ὁ Μακκαβαῖος τοὺς φρουράρχους Ἀν- τιόχου τροπωσάμενος ἤγειρε καθ' ἑαυτοῦ τὸν Ἀντίοχον μετὰ πλήθους ἀπείρου καὶ ἐλεφάντων νʹ καὶ εʹ, ἐφ' ὧν πύργοι ξύλινοι, ἔχοντες ὁ καθ' ἕνα ἀνὰ στρατιώτας ἐνόπλους λβʹ. τότε δὴ τότε μεγάλα εἰργάσατο ὁ Ἰούδας, ὡς καὶ τὴν ἀρχιερωσύνην λαβεῖν παρὰ τοῦ λαοῦ. ἐφ' οὗ ὁ Ἰησοῦς ὁ τοῦ Σιρὰχ τὴν πανάρετον συντάξας Ἰουδαίοις ἐγνωρίζετο. ΤΜΗΜΑ ΤΡΙΤΟΝ Τὰ δὲ τῶν Ῥωμαίων πράγματα διῳκεῖτο πρώην ὑπὸ ὑπά- των ἐπὶ ἔτη τξʹ καὶ δʹ ἕως Ἰουλίου Καίσαρος τοῦ μὴ γεννηθέντος· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ ἐννάτῳ μηνὶ τῆς ἐγκυμονίας αὐτῆς, τὴν κοιλίαν αὐτῆς ἀνατέμνουσι καὶ σῶον αὐτὸν ἐκεῖθεν ἐκβάλλουσιν, ὅθεν Καῖσαρ ἐλέγετο, ἀφ' οὗ καὶ πάντες οἱ Ῥωμαίων βασιλεῖς Καίσαρες προσηγορεύθησαν· κατὰ γὰρ τὴν Ῥωμαίων γλῶτταν ἀνατομὴ τὸ Καῖσαρ λέγεται. οὗτος ὁ Ἰούλιος Καῖσαρ δικτάτωρ ἐκαλεῖτο, τουτέστι μονάρχης· αὐτὸς γὰρ μόνος καὶ πρῶτος τὸ Ῥωμαϊκὸν ἐκράτησε σκῆπτρον ἔτη ιηʹ. ὃς καὶ νόμους Ῥωμαίοις ἔδωκε, καὶ τὰς ἰνδίκτους καὶ τὸν βίσεκτον ἔφερε, καὶ τὸν μῆνα Ἰούλιον ὠνόμασε πρότερον Κιντίλιον λεγόμενον. Μετὰ δὲ Ἰούλιον ἐβασίλευσεν ὁ ἐκ βρέφους μὲν Ὀκτάβι- ος, Αὔγουστος δὲ διὰ τὴν λαμπρότητα ὕστερον, εἰ καί τινες αὐτὸν ἕτεροι λέγουσιν Ὀκταβίου υἱόν, ἔτη νʹ καὶ ϛʹ. ἀφ' οὗ καὶ σεβαστοὶ καὶ Αὔγουστοι οἱ Ῥωμαίων βασιλεῖς, καὶ ὁ 380 μὴν Αὔγουστος ἐκλήθη ὁ καὶ πρότερον Σεκστίλιος. Αὔγουστος δὲ ὁ Καῖσαρ καλεῖται παρὰ Ῥωμαίοις ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὑπάρχων· πάντα γὰρ τὰ ἱερώτατα καὶ σεβάσμια Αὔγουστα προσαγορεύονται. διὰ γὰρ τοῦτο καὶ σεβαστὸν εἶπον αὐτὸν ἀπὸ τοῦ σεβάζεσθαι, ὥσπερ τινὰ σεπτόν. ὁ Καῖσαρ μετὰ τὸ τοὺς ἀντικειμένους αὐτῷ νικῆσαι, καὶ αὐτὸν δὲ τὸν Ἀντώνιον ναυμαχοῦντα, τὸ κράτος ἅπαν ἔσχε καὶ μονάρχης γέγονεν. ἐν δὲ τῷ τοῦ στρατοπεδίου τόπῳ κτίσας πόλιν Νικόπολιν ταύτην ὠνόμασεν. ἔστησε δὲ καὶ στήλας χαλκᾶς ἀνθρώπου καὶ ὄνου. λέγεται γὰρ νυκτὸς ἔτι οὔσης, καθ' ἣν ἡμέραν ἡ ναυμαχία συνέστη, ἀνθρώπῳ συναντῆσαι ὄνον ἐλαύνοντι· καὶ ὃς ἐρωτηθείς ἐμοὶ μὲν» ἔφη Εὐτυχὴς ὄνομα, τῷ δὲ ὄνῳ Νίκων.» αἱ δὲ στῆλαι αὗται ὕστερον ἀνεκομίσθησαν εἰς τὸ Βυζάντιον, καὶ ἔστησαν ἐν τῷ Ἱπποδρομίῳ. ἀλλὰ καὶ Κλεοπάτραν χειρωσάμενος καὶ πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας, καθεῖλε τὴν βασιλείαν Πτολεμαίων διαρκέσασαν ἔτεσι διακοσίοις καὶ ἐννενήκοντα. καὶ πάσης δὲ τῆς γῆς κυριεύσας καὶ τοὺς τοπάρχας καταλύσας, ἀνεῖλε τοὺς φονεύσαντας τὸν θεῖον αὐτοῦ Ἰούλιον. τότε δὴ τότε καὶ τὰ τοῦ Ἠσαΐου πέρας εἴληφεν μὴ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν.» κατελύθησαν γὰρ αὶ κατὰ τόπους τοπαρχίαι καὶ 381 βασιλεῖαι καὶ οἱ ἀνὰ μέσον αὐτῶν πόλεμοι. ἢ οὐκ οἶδας; ὁπηνίκα ταῦτα ἐπροφητεύετο, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐκράτει, ἄλλος δὲ τῆς Σαμαρείας, καὶ ἕτερος Μωαβιτῶν. τοῦ δὲ Χριστοῦ κατὰ σάρκα γεννηθέντος ὑπὸ τὴν Ῥωμαϊκὴν ἀρχὴν αἱ ἐθναρχίαι πᾶσαι γεγόνασιν. οὐκοῦν ἀπὸ τῆς οἰκοδομῆς Ἱερουσαλήμ, ἥτις ἐγένετο ἐπὶ Νεεμίου καὶ Ἔσδρα, μέχρις Ὑρκανοῦ τελευταίου ἀρχιερέως, ὃν Ἡρώδης ἀνεῖλεν, ὁ τῶν ξβʹ ἐτῶν ἀριθμὸς συμπληροῦται. ἔκτοτε δὲ καὶ μέχρι τῆς ἐν τῷ Ἰορδάνῃ ἐπιφανείας τοῦ κυρίου αὶ λοιπαὶ ἑπτὰ ἑβδομάδες κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν τὴν οὕτω λέγουσαν οʹ ἑβδομάδες συνετμήθησαν τοῦ καταλῦσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρισθῆναι ἅγιον ἁγίων,» τουτέστιν αὐτὸν τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεόν. μετὰ μέντοι τὴν ἀναίρεσιν τοῦ Ὑρκανοῦ παρανόμως οἱ ἀρχιερεῖς ἐγίνοντο· οὐδὲ γὰρ ἐξ ἐκείνου κατήγοντο. Λέγεται δὲ καὶ τοῦτο περὶ τοῦ Αὐγούστου Καίσαρος, ὅτι ὀξύχολος μὲν ἦν, μετεβάλλετο δὲ τάχιστα. οὗτος κατὰ πολλῶν τε ἀνθρώπων ἀπεφήνατο θάνατον· σοφὸς δέ τις κατ' ἐκεῖνο καιροῦ χάρτῃ γράψας ἐνώπιον ἀκοντίζει τοῦ Καίσαρος. τὰ δὲ γράμματα ἔλεγε δήμιε, παῦσαι κρίνων.» ταῦτα οὖν ὁ Καῖσαρ ἀναγνοὺς ἐξίσταται τοῦ θρόνου, καὶ ἀκύ382 ρωτα πάντα τὰ ψηφισθέντα τίθησιν. οὗτος πολὺς ἦν εἰς γυναῖκας, καὶ μάλιστα τὰς ὑπάνδρους· καὶ δὴ τὸ χεῖρον, προσέταττε τοῖς ἀνδράσι καὶ μὴ βουλομένοις τοιούτου μύσους ὑπηρέτας γίνεσθαι. σοφὸς δέ τις Ἀλεξανδρεὺς Ἀθηνόδωρος τοὔνομα πολλὰ μὲν παρῄνει τῷ Καίσαρι τῶν τοιούτων ἕνεκα, πείθειν δὲ ὅλως μὴ ἔχων ἄλλην ὁδὸν μετέρχεται. ἄνθρωπον γάρ τινα τὰ πρῶτα ἐν τῇ συγκλήτῳ φέροντα ὀλοφυρόμενον ἰδών (ἠναγκάζετο γὰρ τὴν αὑτοῦ γαμετὴν ἐγκλεῖσαι φορείῳ καταστέγῳ καὶ πρὸς τὸν Καίσαρα πέμψαι) παρεγγυᾶται αὐτῷ μηκέτι πενθεῖν, αὐτὸν δὲ τῷ φορείῳ ἐγκλεῖσαι ἀντὶ τῆς γυναικὸς αὐτοῦ καὶ στεῖλαι πρὸς τὸν Καίσαρα. πείθεται οὖν, εἰ καὶ μόλις, ὁ ἀνήρ. καὶ τίνα τὰ μετὰ ταῦτα; εἴσεισιν ὁ Ἀθηνόδωρος ξίφος ἐπιφερόμενος, καὶ οὕτω διὰ τοῦ φορείου πρὸς τὸν Καίσαρα πέμπεται. δέχεται ὁ Καῖσαρ, ῥήγνυσι τὰς σφραγῖδας. ἔξεισιν ὁ Ἀθηνόδωρος, ἐπισείει τὸ ξίφος. πτοεῖται ὁ Καῖσαρ, ὑπισχνεῖται δι' ὅρκων μηκέτι κοίταις ἀλλοτρίαις χρανθῆναι. μετὰ ταῦτα ὁ Ἀθηνόδωρος πρὸς τὴν ἐνεγκαμένην ἀπαίρων, καὶ εἰδὼς τὸν Καίσαρα ὀξὺ μὲν θυμούμενον ταχὺ δὲ μεταβαλλόμενον, κύπτει πρὸς οὖς ὡς δῆθεν καταφιλήσων αὐτόν, καὶ οὕτως ἔφη σεβαστὲ Καῖσαρ, τοῦτό σοι λείπει μόνον, μὴ τὰς ψήφους ἐξενεγκεῖν πρὶν ἂν ἐν ἑαυτῷ λαλήσῃς τὰ κδʹ γράμματα.» το383 σοῦτον δὲ παρὰ τοῖς ὑπηκόοις ἀγαπώμενος ἦν ὥστε Ῥωμαῖος ἀνὴρ τὸν βίον ἐκλιπεῖν μέλλων ἐπέτρεπε τοῖς ἑαυτοῦ παισὶ χαριστηρίους θυσίας ἐνεγκεῖν τοῖς θεοῖς, ὅτι ζῶντα καταλιμπάνει τὸν σεβαστόν. ἐπεὶ δὲ ὁ Καῖσαρ ἐξίστατο τοῦ βίου, πηλίνην» ἔφησε τὴν πόλιν εὑρὼν καλλίπυργον ταύτην καὶ στερεμνίαν πεποίηκα. πρὸς τούτοις δὲ καὶ πολλοὺς ἐν τῇ τελευτῇ μου βούλομαι κροτῆσαι χεῖρας, ὡς ἐπὶ μίμου τελευτῇ καὶ παίκτου τινός.» ταῦτα δὲ καταπαίζων τοῦ βίου πάντως ἔλεγε. καὶ περὶ μὲν τούτων οὕτως. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἐν τῷ μβʹ ἔτει τῆς βασιλείας τοῦ μνημονευθέντος ἄνωθεν Καίσαρος γεννᾶται τὸ κατὰ σάρκα ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ τῆς ἀειπαρθένου Μαρίας. ἡ γὰρ ἄμωμος αὕτη γεννᾶται μὲν ἐξ ἐπαγγελίας, τριετίζουσα δὲ προσάγεται τῷ ναῷ, καιρὸν ἱκανὸν ἐν τοῖς αὐτοῦ διάγει ἀδύτοις, ὑπ' ἀγγέλου κομίζεται τὴν τροφήν, ὡσεὶ δέκα γίνεται καὶ τεσσάρων ἐτῶν. σκέπτονται περὶ τούτου οἱ ἀρχιερεῖς, ὡς εἰκός· δεήσεις προσάγουσι τῷ θεῷ. μνηστεύεται τηνικαῦτα τῷ Ἰωσήφ, τοῦ θεοῦ καὶ τοῦτο διὰ τῆς βλαστησάσης ῥάβδου προτρέψαντος. τότε δὴ τότε καὶ πέρας λαμβάνει προφητικὴ ῥῆσις ἡ λέγουσα ἰδοὺ δίδοται βιβλίον ἐσφραγισμένον ἀνδρὶ εἰδότι γράμματα,» τουτέστι γάμοις προσ384 ωμιληκότι καὶ ἐρεῖ, οὐ δύναμαι ἀναγνῶναι αὐτ, ὅτι ἐσφραγισμένον ἐστίν.» οὐ πολὺς παρῆλθε καιρός, καὶ θεῖος ἄγγελος πρὸς αὐτὴν καταπέμπεται, χαῖρε κεχαριτωμένη» λέγων· ὁ κύριος μετὰ σοῦ.» ἔκθαμβος οὖν ἐπι τῷ ῥήματι γεγονυῖα, καὶ πῶς ἔσται μοι τοῦτο» εἰποῦσα, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» παρὰ τοῦ Γαβριὴλ ἀκούει καὶ τάδε πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» πρόσεχε δὲ ὅτι νεῦμα ἅγιον εἰπὼν καὶ δύναμιν ὑψίστου, ὃ σημαίνει τὸν Χριστόν (Χριστὸς γὰρ θεοῦ δύναμις) ὅλην ἐν τούτῳ τὴν ἁγίαν τριάδα ἐνέφηνεν. εἰ γὰρ καὶ μόνος ὁ υἱὸς ἐσαρκώθη, ἀλλὰ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον συμπαρῆσαν αὐτῷ σαρκουμένῳ κατὰ τὸ ἀδιαίρετον τῆς ὁμοουσιότητος, ὡς ὁ μέγας φησὶν Ἀθανάσιος. κατὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν ὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τουτέστιν οὐσιωδῶς. Ἐγκυμονεῖ τηνικαῦτα λοιπόν, ὀγκοῦται ἡ παρθενικὴ γαστὴρ αὐτῆς. οὐ μικρῶς ἐπὶ τούτοις ὁ Ἰωσὴφ ταράσσεται, λαθραίως ἀπολῦσαι τὴν ἐγκύμονα μελετᾷ. θεῖος αὐτῷ ἐφίσταται ἄγγελος κατ' ὄναρ, μὴ φοβηθῇς» λέγων παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά ου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.» ἔξυπνος οὖν γεγονὼς παρέλαβε ὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν 385 υἱὸν αὐτῆς τὸν πρωτότοκον. ὁ μὲν οὖν μέγας Βασίλειός φησιν ὅτι οὔτε πρὸ τοῦ τόκου οὔτε μετὰ τὸν τόκον ἔγνω τὴν πάναγνον ὁ Ἰωσήφ. τὸ γὰρ ἕως οὗ πολλαχοῦ τῆς γραφῆς ἀόριστον εὕρηται, ὡς ὅταν λέγει καὶ οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξηράνθη ἡ γῆ·» καὶ γὰρ ὁ κόραξ οὐδὲ μετὰ τὸ ξηρανθῆναι τὴν γῆν ὑπέστρεψε. καὶ ἀλλαχοῦ εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» εἴπερ οὐκ ἦν ἀόριστον τὸ ἕως, ἐγερθῆναι λοιπὸν εἴπαμεν τὸν κύριον μετὰ τὸ τεθῆναι τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἀλλὰ καὶ ὁ σωτὴρ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ ἔλεγε καὶ ἔσομαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας.» εἰ οὖν οὐκ ἦν ἀόριστον τὸ ἕως, μετὰ τὴν συντέλειαν λοιπὸν οὐ συνέσεται τοῖς μαθηταῖς ὁ Χριστός. καὶ μὴν ὁ Παῦλος οὕτω φησίν ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα.» καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον, ὁ δὲ μέγας Ἀθανάσιός φησιν ὅτι οὐκ ἐγίνωσκεν αὐτὴν ἀληθῶς ἕως οὗ ἔτεκε τὸν κύριον. οὐκ ᾔδει τί τὸ ἐν αὐτῇ. μόνον ὅτε ἔτεκε, τότε δὴ καὶ ἐγνώρισε. τότε ἔγνω ὁ Ἰωσὴφ τίς ἡ δύναμις τῆς παρθένου. τότε ἔγνω, ὅτε ἐξελόχευσε καὶ τὰ τῶν λεχῶν οὐ κατενόησεν, ὅτε γάλα 386 παρεῖχε ξενορρυὲς καὶ θηλὴν τῆς φυσικῆς νομῆς ἀλλοτρίαν, ὅτε μαζὸν ἔδωκε καὶ φλεβοσυλίαν οὐχ ὑπέμεινεν. ἀλλὰ μὴ ξένον τὸ πρᾶγμα ἡγοῦ. ἐπειδὴ γὰρ θεὸς ἦν καὶ ἄνθρωπος τὸ τικτόμενον, ἐξ ἀνάγκης ἑαυτῷ συνέζευξε τά τε θεῖα τά τε ἀνθρώπινα. καὶ ἀνθρώπινα μὲν ὁ ὄγκος τῆς γαστρός, ὁ τῆς κυοφορίας ἐνναμηνιαῖος καιρός, ἡ τοῦ τικτομένου συνήθης ἔξοδος, ἡ γαλακτοτροφία καὶ ἡ ἀπὸ τοῦ μικροῦ ἐπὶ τὸ καθῆκον αὐτοῦ σώματος αὔξησις· κατὰ γὰρ τὸν μακάριον Παῦλον πάντων πεπείραται τῶν ἡμετέρων ἄνευ μόνης τῆς ἁμαρτίας. θεῖα δὲ πάλιν ἡ ἄσπορος σύλληψις, ἡ παράδοξος κύησις καὶ ἀρρύπαντος γέννησις. καὶ τοῦτό ἐστιν ὅπερ ἡ θεολόγος ἔλεγε γλῶττα νόμοι φύσεως καταλύονται.» πρὸς τοῖς ἄλλοις γὰρ καὶ μητρικῶν ὠδένων ἄνευθεν Χριστὸν ἡ πάναγνος ἔτεκε· κατὰ γὰρ τὸν Δαμασκηνόν, ἔνθα ἡδονὴ οὐ προηγήσατο, εἰκότως οὐδὲ ὀδύνη ἐπηκολούθησεν. ὅτι δὲ τὰ τῆς κυοφορίας παράδοξα ἦσαν, καὶ ὁ Ἀρεοπαγίτης Διονύσιος ἔδειξεν, οὕτως εἰπὼν περὶ αὐτοῦ, ὅτι τὸ μὲν ἀνδρικῶς οὐσιωθῆναι αὐτὸν ἐκ τῶν ἱερῶν λογίων ἐμάθομεν, ἀγνοοῦμεν δὲ ὅπως ἐκ παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ διεπλάττετο. καλῶς οὖν ὁ μέγας Ἀθανάσιος ἔφησεν ὅτε ἐξελόχευσε, καὶ τὰ τῶν λεχῶν οὐ κατενόησεν·» εἰ μὴ 387 γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ αὐτὴ καὶ τίκτουσα καὶ σπαργανοῦσα καὶ τῇ φάτνῃ τὸ παιδίον ἐπανακλίνουσα. καὶ οὕτω μὲν οἱ διαληφθέντες θεῖοι πατέρες περὶ τοῦ εὐαγγελικοῦ ῥητοῦ τοῦ λέγοντος καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» οἱ δὲ τοῦ Μάνεντος κληρονόμοι Παυλικιανοὶ τὸ τοιοῦτον ῥητὸν πρὸς ἴδιον ἐκλαμβάνοντες θέλημα, τὴν ἄσπιλον τοῦ κυρίου μητέρα τερατολογοῦσι μετὰ τὸν σωτήριον τόκον ἑτέρους υἱοὺς ἐκ τοῦ Ἰωσὴφ παιδοποιῆσαι. Γεννᾶται οὖν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ Μάγοι ἐκ Περσίδος ἐγείρονται τὸν καινότατον ἐκεῖνον ἀστέρα θεασάμενοι, καὶ εἰς προσκύνησιν αὐτοῦ παραγίνονται, προηγούμενον ἔχοντες τὸν τοιοῦτον ἀστέρα καὶ τὴν ὁδὸν οἷον ὑποδεικνύοντα. πρόσεχε δέ, ἀγαπητέ· διαφωνία γὰρ οὐ μικρὰ παρὰ τοῖς ἁγίοις γίνεται τῆς παρὰ τῶν Μάγων ενεκα προσκυνήσεως. πρῶτον γὰρ ὁ μέγας Ἐπιφάνιος ἐν τῇ βίβλῳ 388 Παναρίῳ διετῆ λέγει καὶ ἐν οἰκίᾳ παρὰ τῶν Μάγων προσκυνηθῆναι τὸν Χριστόν· ἐπειδὴ γὰρ ὁ κατὰ τὴν χώραν αὐτῶν φανεὶς ἀστὴρ τὴν κατὰ σάρκα ἐμήνυσε τοῦ Χριστοῦ γέννησιν, προέφθασε δὲ δι' ὀλίγου τοὺς Μάγους ἀγαγεῖν εἰς Ἱεροσόλυμα (κατὰ γὰρ τοῦτο καὶ ὁ Ἡρώδης ἀπὸ διετοῦς ἀναιρεῖσθαι τὰ βρέφη προσέταξε, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων), τούτου χάριν ἀναμνησθεὶς ὁ θεῖος ἀνὴρ διετῆ παρὰ τῶν Μάγων ἔφη προσκυνηθῆναι τὸν Χριστόν. ἀλλ' ὁ χρυσορρήμων Ἰωάννης οὐχ οὕτως· οὐδὲ γὰρ ἅμα τῷ γεννηθῆναι τὸν Χριστὸν τηνικαῦτα καὶ τὸν ἀστέρα φησὶ τοῖς Μάγοις ὀφθῆναι. καὶ ἄκουε τιʹ κατὰ ῥῆμα διέξεισιν ἐν τῇ τοῦ κατὰ Ματθαῖον ἑρμηνείᾳ. ὁ ἀστὴρ δὲ πρὸ πολλοῦ τῆς γεννήσεως ἐφάνη τοῖς Μάγοις, ἵν' ἐν σπαργάνοις τὸν Χριστὸν προσκυνήσωσι. πολὺν γὰρ ἔμελλον ἐν τῇ ὁδῷ ἀναλίσκειν τὸν χρόνον. συνεμέτρησε γάρ» φησὶ τὸν χρόνον ὁ θεός, ὃν ἔμελλον ἐν τῇ ὁδῷ ἀναλῶσαι οἱ Μάγοι· καὶ οὕτω κατ' ἐκεῖνον προέφθασεν αὐτοῖς τὸν ἀστέρα, ὡς ἐντεῦθεν ἐν σπαργάνοις προσκυνῆσαι τὸν κύριον. ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος, αὐτός τε ὁ Δαμασκηνὸς Ἰωάννης, ἐν σπηλαίῳ λέγοντες παρὰ τῶν Μάγων προσκυνηθῆναι τὸν Χριστόν, τὴν τοῦ χρυσορρήμονος ἐπιβεβαιοῦσι πάντως ἐξήγησιν. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ ἐπὶ τοῖς λοιποῖς τοῦ τοιού389 του ἀστέρος οὐ μικρῶς ἀμφιβάλλεις, τῇ παραδόξῳ τε κινήσει, τῇ στάσει, τῇ ἀποκρυβῇ, τῇ ἀφ' ὕψους συγκαταβάσει, καὶ πᾶσιν ἁπλῶς τοῖς τοιούτοις. ἀλλὰ μὴ ἐπὶ πλέον ἀμφίβαλλε· οὐδὲ γὰρ ὁ τοιοῦτος ἀστὴρ εἷς ἐτύγχανε τῶν πολλῶν, οὓς ὁ θεὸς ἐν τῷ στερεώματι κατ' ἀρχὰς ἔθετο, ἀλλὰ δύναμίς τις ἀόρατος ἦν, εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. ἔδει γὰρ καὶ ἐπὶ παραδόξῳ τοιαύτῃ γεννήσει καὶ παράδοξον ἀστέρα γενέσθαι μηνυτὴν καὶ προάγγελον, ὡς ὁ θειότατός φησι Κύριλλος· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ τοσοῦτον ἔφαινεν, οὐκ ἂν ἐν ἡμέρᾳ μέσῃ τὰς ἡλιακὰς ἀκτῖνας ὑπερηκόντιζεν. εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ἔπεισε τοὺς Μάγους ἐκεῖθεν ἐγερθῆναι καὶ τοσαύτην ὁδὸν στείλασθαι, οὐκ ἂν οὕτω θαυμασίως εἰς Ἱεροσόλυμα ἤγαγεν, οὐκ ἂν ἐξ ὕψους συγκαταβὰς ἐπάνω τοῦ τεχθέντος ἔστη παιδίου, οὐκ ἂν ἄφαντος μετὰ ταῦτα ἐγένετο. ἐπειδὴ γὰρ ὁδηγούμενοι παρ' αὐτοῦ προσεληλύθασι τῷ Χριστῷ καὶ τῇ κατ' αὐτὸν ἀπλανεῖ πίστει γεγόνασι κάτοχοι, χειραγωγίας οὐκέτι τοιαύτης ἐδέοντο. ἔνθεν τοι καὶ κατ' ὄναρ χρηματισθέντες δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Πρὸς τούτοις δέ, ἀγαπητέ, τὴν τοῦ ἐν Βουλγαρίᾳ ἀρχιεπισκόπου ἐξήγησιν ἐπὶ μέσου παράγεις, κἀντεῦθεν διισχυρίζῃ μὴ ἐν αὐτῷ τῷ σπηλαίῳ ἀλλ' ἐν οἰκίᾳ γενέσθαι τινὶ τὴν 390 παρὰ τῶν Μάγων προσκύνησιν. ὁ γὰρ θεῖος οὗτος ἀνὴρ ἐκ τῶν τοῦ κατὰ Ματθαῖον εὐαγγελίου, ὡς ἔοικεν, ὁρμώμενος, τῶν οὕτω περὶ τῶν Μάγων λεγόντων καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ,» καὶ τάδε φησίν, ὅτι μετὰ τὸ γεννηθῆναι τὸν κύριον καὶ ἐν τῇ φάτνῃ ἀνακλιθῆναι εἰκὸς ἦν εὑρεθῆναι καὶ οἰκίαν τινά, ἐν ᾗ παρὰ τῶν Μάγων τὴν προσκύνησιν δέξασθαι. καὶ ὁ μὲν διαληφθεὶς ἀνὴρ ἔοικε προφανῶς λέγειν μὴ ἐν τῷ σπηλαίῳ, ἐν ᾧ καὶ ἡ φάτνη, τοὺς Μάγους ἰδεῖν τὸν Χριστόν· ὁ δὲ τὴν γλῶτταν χρυσοῦς τά τε τῆς οἰκίας συμβιβάζων καὶ τὰ τῆς φάτνης αὐτῆς οὕτω φησίν, ὅτι τεκοῦσα μὲν εὐθέως κατέκλινεν· ἐκεῖ πολλῶν καὶ γὰρ συνιόντων διὰ τὴν ἀπογραφὴν οὐκ ἦν οἰκίαν εὑρεῖν. παράγει δὲ καὶ τὸν θειότατον Λουκᾶν ἐπισημαίνοντα τοῦτο καὶ λέγοντα ὅτι διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι, ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, μετὰ δὲ τοῦτο ἀνείλετο καὶ ἐπὶ τῶν γονάτων εἶχεν. αλλὰ καὶ ἐν τῇ τοῦ κατὰ Ματθαῖον ἕκτῃ ὁμιλίᾳ περὶ τῶν Μάγων οὕτω φησί τί δὲ ὅλως καὶ βασιλείας σύμβολον εἶδον, καλύβην καὶ φάτνην καὶ παιδίον ἐν σπαργάνοις καὶ μητέρα πτωχὴν ἰδόντες;» καὶ μετ' ὀλίγα πῶς δὲ καὶ ὁ ἀστήρ, εἰπέ μοι, τόπον οὕτω στενὸν φάτνης καὶ καλύβην ἐδείκνυεν, εἰ μὴ τὸ ὑψηλὸν ἐκεῖνο ἀφεὶς κάτω κατέβη καὶ ὑπὲρ αὐτῆς 391 ἔστη τῆς κεφαλῆς τοῦ παιδίου;» καὶ μετὰ ταῦτα ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκέτι δι' ἀστέρος ἀλλὰ δι' ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται.» καὶ ἐν τῇ ὀγδόῃ δὲ ὁμιλίᾳ κατὰ λέξιν οὕτω φησὶ περὶ τῶν Μάγων ἀλλὰ τιʹ τὸ πεῖσαν αὐτοὺς προσκυνῆσαι; οὔτε γὰρ ἡ παρθένος ἐπίσημος ἦν οὔτε ἡ οἰκία περιφανής.» καὶ μετ' ὀλίγα οὐδέν τι τῶν αἰσθητῶν μέγα ἐκεῖ, ἀλλὰ φάτνη καὶ καλύβη καὶ μήτηρ πτωχή, ἵνα γυμνὴν τῶν Μάγων ἴδῃς τὴν φιλοσοφίαν.» μάνθανε οὖν ἐντεῦθεν ὅτι καὶ οἰκίαν καὶ καλύβην τὸ σπήλαιον ὁ χρυσορρήμων ἐκάλεσεν, ἔνθα καὶ ἡ φάτνη. μὴ οὖν ἔνθεν κἀκεῖθεν περιπλανάσθω σου ἡ διάνοια, τῷ χρυσορρήμονι δὲ πρόσεχε μᾶλλον, ὅτι καὶ σάλπιξ οὗτος χρυσήλατος τοῦ παναγίου κεχρημάτικε πνεύματος. Γεννᾶται οὖν, ὡς εἴρηται, ὁ Χριστός, κἀντεῦθεν ὀκταήμερος περιτέμνεται, ἐν τῷ ναῷ προσάγεται μεθ' ἡμέρας μʹ. καὶ ἐπλήσθησαν» γάρ φησιν αἱ ἡμέραι τοῦ καθαρισμοῦ κατὰ τὸν νόμον Μωσέως, καὶ ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα,» κατὰ τὸν οὕτω λέγοντα νόμον ἐὰν σπερματισθῇ γυνὴ ἀπὸ ἀνδρὸς καὶ τέκῃ παιδίον ἄρρεν, ἀκάθαρτος αὕτη μενέτω ἡμέρας μʹ, ἐὰν δὲ θῆλυ τέκῃ παιδίον, ἡμέρας πʹ.» διὰ τιʹ δὲ καὶ τίνος ἕνεκεν ταῦτα; ὁ ἐμπρόθεσμος οὗτος τῆς ἀκαθαρσίας καιρὸς διπλασίων ἐδόθη τῇ μητρὶ τοῦ θήλεως; 392 ὁ μὲν οὖν Θεοδώρητος οὕτως εὕρηται περὶ τούτων διεξιών, ὅτι τὰ τῆς τοιαύτης ἀκαθαρσίας ἀναπαύσεως χάριν ἐνομοθετήθη ταῖς γυναιξί, βαρυνομέναις δῆθεν τῷ τῆς ἐγκυμονίας καιρῷ· διὰ γὰρ τοῦ φόβου τῆς ἀκαθαρσίας ἀναχαιτίζει τοὺς ὁμοζύγους ὁ νόμος, καὶ πείθει τηνικαῦτα ταῖς γαμεταῖς αὐτῶν μὴ προσέρχεσθαι. καὶ ἐπειδὴ τὸ θῆλυ μείζονι καθυποβάλλει ἀχθηδόνι τὴν αὐτὸ φέρουσαν (λέγεται γὰρ ὅτι τάχιον ἐν τῇ γαστρὶ σκαίρει τὸ τοιοῦτον ἢ τὸ ἄρρεν), τούτου χάριν ὁ τῆς ἀκαθαρσίας καιρὸς διπλασίων ἐδόθη ταῖς τικτούσαις τὰ θήλεα, ὡς ἐντεῦθεν αὐτὰς διπλασίω κεκτῆσθαι καὶ τὴν ἀνάπαυσιν. καὶ τὰ μὲν τοῦ Θεοδωρήτου τοιαῦτα· ὁ δὲ θειότατος Κύριλλος ἐν ἡμέραις μὲν εἰδοποιεῖσθαι τὸ ἄρρεν φησὶ μʹ, τὸ θῆλυ δ' αὖ ἡμερῶν πʹ δέεσθαι πρός γε τὴν εἰς εἶδος τὸ ἀνθρώπινον πάροδον. καὶ ἐπειδὴ τὸ μὲν ἄρρεν καθαρισμοῦ χάριν ἐν ἡμέρᾳ τῇ τεσσαρακοστῇ τὸ δὲ θῆλυ τῇ ὀγδοηκοστῇ προσεφέρετο τῷ ναῷ, φαίνεται πάντως ὅτι καθάρσεως ἡ τοιαύτη πλάσις δέεται παρὰ θεοῦ. καὶ οὕτω μὲν οἱ θεῖοι περὶ τούτου πατέρες· ἡ δὲ λεγομένη Λεπτὴ Γένεσις, οὐκ οἶδ' ὅθεν συγγραφεῖσα καὶ ὅπως, φησὶν ὅτι μεθ' ἡμέρας μʹ εἰσῆλθεν ὁ Ἀδὰμ εἰς τὸν παράδεισον, ἡ δὲ Εὔα μεθ' ἡμέρας πʹ, καὶ τούτου χάριν ἐν ἡμέραις τοσαύταις προσάγονται τῷ ναῷ τό τε ἄρρεν καὶ τὸ θῆλυ, ἀναλόγως τάχα τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ. ἀλλ' ἄφες αὐτήν· ἡ γὰρ 393 τοῦ Μωσέως ἀληθὴς ἱστορία δείκνυσιν ὅτι τῇ ἕκτῃ ἡμέρᾳ τὸν Ἀδὰμ ἔπλασεν ὁ θεός, καὶ ἔθετο αὐτὸν εὐθέως ἐν τῷ παραδείσῳ· καὶ τὴν Εὔαν ὡσαύτως ἐν αὐτῷ πλάττει τῷ παραδείσῳ ἐν τῇ ἕκτῃ ἡμέρᾳ, μίαν τῶν πλευρῶν λαβὼν τοῦ Ἀδάμ· μετὰ γὰρ τὴν ἕκτην ἐποίησεν οὐδέν. Ἀνήγαγον οὖν εἰς Ἱεροσόλυμα τὸν Ἰησοῦν, ὡς προείρηται, τῷ Μωσαϊκῷ νομῷ καὶ αὐτὸν ὑποκείμενον. μετὰ μέντοι τὸ ἀναχθῆναι τὸν Ἰησοῦν εἰς Ἱεροσόλυμα, καθά φησιν ὁ τὴν γλῶτ- ταν χρυσοῦς, φεύγει πρὸς Αἴγυπτον. ἐκεῖθεν εἰς Ναζαρὲθ ἔρχεται, κἀκεῖ τὴν σωματικὴν αὔξησιν δέχεται. ὡσεὶ ἐτῶν λʹ γίνεται, καθά φησιν ὁ θεηγόρος Λουκᾶς, πρὸς Ἰορδάνην πορεύεται, παρὰ Ἰωάννου τὸ βάπτισμα δέχεται. τότε δὴ τότε καὶ τοῖς ἀγνοοῦσι γνώριμος γίνεται· εἰ μὴ γὰρ ἄγνωστος παντάπασιν ἦν, οὐκ ἂν ὁ πρόδρομος τοῖς ἀπεσταλμένοις πρὸς αὐτὸν ἱερεῦσι καὶ Λευίταις ἔλεγεν ἰδοὺ μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε.» ὁ πατὴρ ἄνωθεν διὰ τοῦ παναγίου πνεύματος αὐτὸν ὑποδείκνυσι. καὶ πρόσχες τῷ βαπτιστῇ λέγοντι ἐγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐκεῖνός μοι εἶπεν" 3ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα κατερχόμενον, ἐκεῖνός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός." 3» εὔδηλον οὖν ἐντεῦθεν ὅτι πρὸ τῆς ἐν Ἰορδάνῃ ἐπιφανείας αὐτοῦ κατάδηλος οὐκ ἦν οὐδενί· εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτὸς ὁ πρόδρομος ἔλεγεν ἐγὼ διὰ τοῦτο ἦλθον βαπτίζων ἐν ὕδασιν, ἵνα φανερωθῇ 394 τῳ Ἰσραήλ,» καὶ αὖθις κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα τῇ ἀληθείᾳ, ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.» ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἀγαπητέ, διὰ τοῦτο κατῆλθεν ἐπὶ τὸν Ἰησοῦν, ἵνα μή τις νομίσῃ ὅτι χάριν τοῦ βαπτιστοῦ κατηνέχθη ἄνωθεν ἡ πατρικὴ καὶ θεία φωνή, εἴγε καὶ μᾶλλον ἐκεῖνος μείζων ἐδόκει τοῦ βαπτιζομένου· καὶ ἀρχιερέως γὰρ ἦν υἱὸς καὶ ἐκ στείρας γεγέννηται, καὶ μᾶλλον ὅτι τὸν Ἰησοῦν αὐτὸς ἐβάπτιζεν ὡς ἕνα τῶν πολλῶν ἐκεῖσε παραγενόμενον. οὐδέπω καὶ γὰρ δῆλα γενέσθαι τὰ κατ' αὐτὸν ἔφθασεν, ὡς ὁ χρυσορρήμων Ἰωάννης ἐν τῇ εἰς τὸ κατὰ Ματθαῖον δωδεκάτῃ αὐτοῦ ὁμιλίᾳ φησίν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, εἰ πρὸ τοῦ βαπτισθῆναι παντάπασιν ἄγνωστος ἦν, τὰς εὑρισκομένας ὁπουδήποτε λοιπὸν ἱστορίας, περί τε τοῦ ὕδατος δηλαδὴ τοῦ ἐλεγμοῦ καὶ περὶ τῆς ἀρχιερωσύνης αὐτῆς, ἣν λέγουσι παρὰ τῶν Ἰουδαίων δέξασθαι τὸν Χριστόν, ὡς οὐδὲν ἡγοῦ καὶ ἀπόρριπτε. εἰ γὰρ τοιοῦτόν τι γενέσθαι προέφθασεν, οὐκ ἂν ὁ εὐαγγελιστὴς Ἰωάννης ἔλεγε ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν οἱ μαθηταὶ αὐτοῦ εἰς αὐτόν.» εἰ γὰρ καὶ περὶ τὸ δωδέκατον ἔτος τῆς κατὰ σάρκα ἡλικίας αὐτοῦ ἀνῆλθεν εἰς τὸ ἱερόν, καὶ ἐνεφάνισε δῆθεν ἑαυτόν, ἀλλ' οὐ τὴν 395 οἰκείαν θεότητα κατάδηλον ἐντεῦθεν ἐποίησεν, ὅτι μηδὲ σημεῖον ἐκεῖσε τηνικαῦτα εἰργάσατο, μόνην δὲ τὴν ἐπικαθημένην τοῖς αὐτοῦ χείλεσι χάριν ὑπέδειξε καὶ ἔκτοτε πάλιν ἑαυτῷ συνεσκίασεν, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν ἐν τῇ κατὰ Ἰωάννην ἑρμηνείᾳ φησίν. Μετὰ δὲ ταῦτα, ἤγουν μετὰ τὸ βάπτισμα καὶ τὸ ἐν Κανᾷ σημεῖον, ἐκλέγεται μαθητὰς δυοκαίδεκα τὸν ἀριθμόν, ἀπόρους δὲ πάντας καὶ ἰδιώτας, ἁλιεῖς, ἀγραμμάτους καὶ τῆς μερίδος ὄντας τῶν ἀφανῶν. διὰ τιʹ δὲ ταῦτα καὶ τίνος ἕνεκεν; ἵνα τὸ δι' αὐτῶν κατορθούμενον τῇ τοῦ θεοῦ δυνάμει καὶ σοφίᾳ λογίζηται. καὶ τοῦτό ἐστιν ὅπερ ἔλεγε πρὸς Παῦλον ὁ κύριος ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» καὶ ὁ μὲν ἀληθὴς λόγος πτωχείαν καὶ ἰδιωτείαν λέγει προσεῖναι τοῖς μαθηταῖς τοῦ Χριστοῦ· Ἐπι396 φάνιος δέ τις πρεσβύτερος ἐν λόγῳ αὐτοῦ, ὃν ἐπὶ τῷ γενεθλίῳ δῆθεν τῆς παναμώμου μητρὸς τοῦ κυρίου ἐξέδωκε, καὶ τάδε φησίν, ὅτι ὁ υἱὸς Ζεβεδαίου Ἰωάννης μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ ἐπώλησε πᾶσαν τὴν αὐτοῦ κτῆσιν τὴν ἐν Ζεβεδῇ καὶ ἐλθὼν εἰς Ἱερουσαλὴμ ἠγόρασε τὴν ἁγίαν Σιών· ὅθεν ὡς τοῦ Καϊάφα καταμένοντος ἐν τῇ ἀγορασίᾳ Ἰωάννου, κατὰ τοῦτο λέγεται οὗτος εἶναι γνώριμος τῷ ἀρχιερεῖ· καὶ τὰ μὲν ἡμίση ἔδωκε τῷ ἀρχιερεῖ, εἰς δὲ τὰ λοιπὰ ἡμίση ἡτοίμασε τὸ πάσχα ἤγουν τὸ μυστικὸν δεῖπνον τοῦ Χριστοῦ. ἡνίκα καὶ γὰρ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστὸς ὑπάγετε πρὸς τὸν δεῖνα,» Ἰωάννην ἐδήλου τὸν θεολόγον. ἐκεῖ λοιπὸν ἐτέλεσαν τὸ μυστικὸν δεῖπνον, καὶ ἐκεῖ ἔμειναν· καὶ ὡς οὐκ ἤμην ἐκεῖ, μηδὲ πιστεύσῃς μοι. ὁ γὰρ χρυσορρήμων Ἰωάννης τοσαύτην ἔλεγε πτωχείαν ἔχειν τόν τε Ζεβεδαῖον καὶ τοὺς υἱοὺς αὐτοῦ ὥστε καθῆσθαι παρὰ τῷ πλοίῳ καὶ δίκτυα ῥάπτειν διερρωγότα καὶ παλαιά. πῶς δὲ καὶ παρὰ τῇ οἰκίᾳ τοῦ Ἰωάννου τὸ μυστικὸν δεῖπνον ὁ διαληφθεὶς ἀνὴρ ἑτοιμασθῆναι λέγει, τὸν δεῖνά τε αὐτὸν εἶναι πρὸς ὃν οἱ μαθηταὶ παρὰ τοῦ κυρίου ἐστάλησαν; εἰ γὰρ αὐτὸς ὁ Ἰωάννης συνάμα τῷ Πέτρῳ ἀπεστάλη πρὸς τὸν δεῖνα τῆς τοῦ πάσχα χάριν ἑτοιμασίας κατὰ τὴν εὐαγγελικὴν ἱστο397 ρίαν, φαίνεται προφανῶς ὅτι ὁ πρεσβύτερος οὗτος εὐαγγέλιον οὐκ ἀνέγνω ποτέ. εἰ γὰρ ἀναγνῶναι ἔφθασεν, ἔγνω ἂν ὅτι ὁ Ἰωάννης ἀπεστάλη πρὸς τὸν δεῖνα, οὐ μὴν αὐτὸς ὁ Ἰωάννης ἦν ὁ δεῖνα ἐκεῖνος πρὸς ὃν ἀπεστάλησαν οἱ μαθηταὶ παρὰ τοῦ κυρίου. Περὶ δὲ τοῦ Παύλου τί χρὴ καὶ λέγειν, εἴγε καὶ τοῦτον εἶναι νομίζεις ἕνα τῶν δώδεκα κατὰ τὴν πλειόνων ὑπόληψιν; ἄφες τοὺς τῶν πολλῶν λόγους, καὶ τοῖς ἱεροῖς πρόσεχε γράμμασι. δώδεκα μὲν οὖν ἐξελέξατο μαθητὰς ὁ Χριστός, οἷς οὐκ ἔστι συνηριθμημένος ὁ Παῦλος. πῶς καὶ γάρ, εἴγε μετὰ τὴν τοῦ παναγίου πνεύματος κάθοδον προσελήλυθε τῷ Χριστῷ; δώδεκα μὲν οὖν οἱ μαθηταί, ἐφ' ὧν ὁ Ἰούδας τῇ τῆς φιλαργυρίας νόσῳ κάτοχος γεγονὼς τοῦ τῶν μαθητῶν ἐκπίπτει χοροῦ. εἰσάγεται δὲ ἀντ' αὐτοῦ μετὰ τὴν τοῦ κυρίου ἀνάληψιν ὁ Ματθίας, ὡς ἡ βίβλος διαγορεύει τῶν πράξεων. οὐκοῦν οἳ τὸν Παῦλον ἕνα λέγουσιν εἶναι τῶν δώδεκα, ἢ τὸν ἐκπεσόντα τοῦ χοροῦ δειξάτωσαν ἡμῖν (εἰ μὴ γὰρ ἐξέπεσέ τις, οὐκ ἂν ὁ Παῦλος εἰσῆλθεν) ἢ τὸν Παῦλον ἕνα εἶναι τῶν δώδεκα μὴ λεγέτωσαν. πλὴν εἰ καὶ μὴ τῷ χορῷ τῶν ιβʹ συνηριθμημένος ἐστίν, ἀλλ' οὐδεὶς ἐπάνω στήσεται Παύλου, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς. εἰ γὰρ ἕκαστος κατὰ τὸν ἴδιον κόπον καὶ τὸν μισθὸν λήψεται, Παύλου δέ πλεῖον οὐδεὶς ἐκοπίασε, τί χρὴ καὶ λέγειν; εὔδηλον 398 γὰρ ἐντεῦθεν ὡς οὐκ ἔστιν αὐτοῦ μείζων οὐδείς. καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆναι καὶ τοῦ θαυματουργεῖν, ὡς προείρηται, καὶ τοῦ διδάσκειν ἀπάρχεται, ἐφ' ᾧ καὶ λαὸν οὐκ ὀλίγον ἐφέλκεται. ταύτῃ τοι καὶ φθονοῦσιν αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς· ὅθεν ὕβρεσι πλύνουσι καὶ μώμους αὐτῷ προσεπιτρίβουσι, Σαμαρείτην ἀποκαλοῦντες καὶ δαιμονῶντα φάγον τε καὶ οἰνοπότην αὐτόν. ἀλλὰ καὶ λίθοις βάλλουσι, καὶ μᾶλλον ἡνίκα τετραήμερον ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν. οὐκέτι λοιπὸν παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ' ἀπῆλθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραῒμ λεγομένην πόλιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ, ὡς Ἰωάννης φησί. μεθ' ἡμέρας δέ τινας ἐκεῖθεν ἔρχεται, καὶ μετὰ βαΐων προσυπαντῶσιν αὐτῷ τοῦ κατὰ τὸν Λάζαρον ἕνεκα θαύματος. ἐν δέ γε τῇ μεγάλῃ τετράδι παρὰ Σίμωνι ἑστιᾶται τῷ πατρὶ τοῦ Λαζάρου, ὃν αὐτὸς τῆς λέπρας ἰάσατο. τότε δὴ τότε ἡ γυνὴ πόρνη τῇ κεφαλῇ αὐτοῦ μύρον ἐπιχέει πολύτιμον. ὅρα δὲ νουνεχῶς ὅτι αἱ γυναῖκες αἱ τὸ μύρον ἀλείψασαι τὸν κύριον τρεῖς αἱ πᾶσαι εἰσίν. ἄλλη μὲν γάρ ἐστιν ἡ παρὰ τῷ Ἰωάννῃ· τιμία δὲ αὕτη, καὶ ἡ ἀδελφὴ 399 τοῦ Λαζάρου. ἄλλη δὲ ἡ παρὰ τῆς οἰκίας Σίμωνος τοῦ λεπροῦ· πόρνη δὲ αὕτη προσελθοῦσα τῷ Χριστῷ, καθὼς ὁ Ματθαῖος ἱστορεῖ. καὶ ἑτέρα πόρνη πάλιν, ὥς φησιν ὁ Λουκᾶς, ἡ προσελθοῦσα παρὰ τῇ οἰκίᾳ Σίμωνος τοῦ Φαρισαίου, τοῦ καὶ σκανδαλισθέντος ἐπ' αὐτῷ τῷ Χριστῷ καὶ οὕτως εἰπόντος εἰ προφήτης ἦν, ἔγνω ἂν ὁποία τίς ἐστιν ἡ ἁψαμένη αὐτοῦ.» Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τὴν μεταμόρφωσιν τοῦ κυρὶου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ μεγάλῃ τετρὰδι γενέσθαι τινὲς ἀπομάχονται. πλὴν ὁ λόγος αὐτῶν, ὡς ἔμοιγε δοκεῖ, καὶ λίαν ἐστὶν ἀναπόδεικτος. εἰ γὰρ τὸ θαῦμα τοῦτο κατὰ τὸ Θαβώριον ὄρος ἐγένετο, ἐν Ἱεροσολύμοις δὲ ὁ κύριος κατά γε τὴν μεγάλην τετράδα παρὰ τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ ἑστιώμενος ἦν, φαίνεται προφανῶς ὡς ἐν ἄλλῃ γέγονεν ἡμέρᾳ τὸ τῆς μεταμορφώσεως θαῦμα καὶ οὐ κατὰ τὴν τετράδα πάντως αὐτήν. εἰ γὰρ ἀναμέσον τοῦ τε Θαβὼρ καὶ τῶν Ἱεροσολύμων ὡσεὶ δύο ἡμερῶν ὑπάρχει τὸ διάστημα, πῶς λοιπὸν ἐν μιᾷ ἡμέρᾳ τῇ αὐτῇ λέγουσιν ἔν τε Θαβὼρ εὑρεθῆναι καὶ ἐν Ἱεροσολύμοις τὸν Χριστόν; ἠδύ- νατο μὲν οὖν ὡς θεὸς ὧδε κἀκεῖσε κατ' αὐτὸν εὑρεθῆναι, ἀλλ' ἵνα μὴ φαντασία νομισθείη τὸ πρᾶγμα, πρὸ τοῦ πάθους τοῦτο ποιῆσαι οὐκ ἤθελεν. ἔνθεν τοι καὶ κατὰ τὴν κοι400 νὴν τῶν σωμάτων φύσιν τὰς τοπικὰς αὐτοῦ μεταβάσεις ποιούμενος ἦν. Μετὰ δὲ ταῦτα δύο τῶν μαθητῶν ἀποστέλλει πρὸς τὸν δεῖνα τῆς τοῦ νομικοῦ πάσχα χάριν ἑτοιμασίας· ὃ δὴ καὶ προλαβὼν ἔφαγε κατὰ τὴν τῆς μεγάλης πέμπτης ἑσπέραν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. εἶθ' οὕτως ἀναπεσὼν δι' ἄρτου καὶ οἴνου τὸ οἰκεῖον πάσχα τοῖς μαθηταῖς παρέδωκε· λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου, καὶ πίετε πάντες, τοῦτό ἐστι τὸ αἷμά μου.» πρὸ μέντοι τῶν μαθητῶν αὐτὸς τοῦ οἰκείου μετέλαβε σώματός τε καὶ αἵματος. τίνος ἕνεκεν; ἵνα μὴ καὶ πάλιν οἱ μαθηταὶ θορυβηθῶσι, καθάπερ καὶ πρότερον. ἡνίκα καὶ γὰρ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος ἤκουσαν ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς,» ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι περιεπάτουν μετ' αὐτοῦ, λέγοντες ὁ λόγος οὗτος σκληρός ἐστι· τίς δύναται ἀκούειν αὐτοῦ;» ἵνα γοῦν μὴ καὶ πάλιν τοιοῦτόν τι πάθωσιν ἅτε σάρκα ἐσθίειν καὶ αἷμα πίνειν μέλλοντες, πρῶτος αὐτὸς τῆς ἑαυτοῦ σαρκὸς ἀπεγεύσατο, θέλων ἀνενδοιάστως τῶν τοιούτων ἐμφορηθῆναι καὶ αὐτούς. τὸ δὲ τοιοῦτον ἑτοιμάζει δεῖπνον ὁ σωτὴρ εἰς παράκλησιν τῶν μαθητῶν· ἑώρα γὰρ αὐτοὺς ου μικρῶς 401 ἀδημονοῦντας ἐπὶ τῷ χωρισμῷ αὐτοῦ. μεταδίδωσι λοιπὸν αὐτοῖς, ὡς προείρηται, τοῦ οἰκείου σώματος καὶ αἵματος, τοῦτο ποιεῖτε» εἰπὼν εἰς τὴν ἐμὴν ἀνάμνησιν.» μεταλαμβάνει πρὸς τοῖς ἄλλοις καὶ ὁ Ἰούδας, καὶ τηνικαῦτα πρὸς Ἰουδαίους ἀπέρχεται, τὰ πεπραγμένα παρ τοῦ κυρίου καταμηνύων αὐτοῖς. καὶ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγεν ὅτι καὶ λαβὼν τὸ ψωμίον ἐξῆλθεν, ἦν δὲ νύξ. ἀπέρχεται οὖν πρὸς οὓς συνεφώνησε παραδοῦναι τὸν κύριον. Καὶ ὁ μὲν κύριος τὰ τελευταῖα τοῖς μαθηταῖς διατίθεται· εἶθ' οὕτως εἰς τόπον ἔρχεται ὃν ᾔδει καὶ ὁ προδότης, ὃς αὐτίκα καὶ λαβὼν τὴν σπεῖραν ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων. ἐπερωτᾷ λοιπὸν αὐτούς· πίπτουσι χαμαί. ἀποκόπτει τὸ ὠτίον τοῦ Μάλχου ὁ Πέτρος, εἰ καὶ τὴν αὐτοῦ κεφαλὴν ἀποτεμεῖν οὐκ ἴσχυσε· τοῦτο καὶ γὰρ ἦν αὐτῷ τὸ σπουδαζόμενον. τότε δὴ τότε καὶ πρὸς αὐτὸν ἔφη ὁ κύριος ἢ δοκεῖ σοι ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτως δεῖ γενέσθαι;» ταῦτα δὲ τοῖς μαθηταῖς ἔλεγεν ὁ σωτὴρ ἐκφοβῶν αὐτοὺς καὶ πείθων ἐντεῦθεν μηδέν τι τῶν γινομένων πολυπραγμονεῖν. εἰ γὰρ ταῖς γραφαῖς, φησί, τοῦτο δοκεῖ, τὸ παθεῖν ἐμὲ δηλον402 ότι, πῶς ὑμεῖς ἐναντιοῦσθε μαχαίραις χρώμενοι; τὸ ποτήριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό; Δήσαντες οὖν τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Ἄνναν πρῶτον, κἀκεῖσε κρίνεται. περὶ τῆς αὐτοῦ διδαχῆς καὶ τῶν μαθητῶν ἐρωτᾶται. ἀποκρίνεται ὡς εἰκός. ῥάπισμα δέχεται, καί φησιν εἰ μὲν κακῶς ἐλάλησα» καὶ τα ἑξῆς. ἐκεῖθεν οὖν ἄγεται πρὸς Καϊάφαν, ἔπειτα πρὸς Πιλᾶτον πρωΐας οὔσης· πρὶν ἢ μὲν ἀλέκτορα φωνῆσαι πρὸς Καϊάφαν ἄγεται, πρωῒ δὲ πρὸς Πιλᾶτον. δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι τὸ ἥμισυ τῆς νυκτὸς ἅπαν ὑπὸ Καϊάφᾳ ἐρωτώμενος οὐδὲν ἐξηλέγχετο, διὸ καὶ παρέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. καὶ ὁ μὲν Μάρκος περὶ τῆς ἀλεκτοροφωνίας διεξιὼν οὕτω φησίν πρὶν ἀλέκτορα φωνῆσαι δίς, τρίς ἀπαρνήσῃ με» (ὅτε γὰρ ἅπαξ ἠρνήσατο, ἐφώνησεν ὁ ἀλεκτρυὼν τὸ πρῶτον, ὅτε δὲ τρίτον ἠρνήσατο, τὸ δεύτερον ἐφώνησεν), ἀκριβέστερον ἐξηγούμενος τὴν τοῦ Πέτρου ἀσθένειαν παρ' αὐτοῦ τοῦ διδασκάλου μαθών, ὅτι καὶ φοιτητὴς ἐκείνου ἦν. ὁ δὲ Ματθαῖος εἰπὼν ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, τὴν ὅλην ἀλεκτοροφωνίαν ἐνέφηνε, τοῦτ' ἔστι τὴν πρώτην, ἥτις διὰ διαφόρων ἐκφωνήσεων γίνεται, ὥσπερ οὖν καὶ ἡ δευτέρα ἀλεκτοροφωνία καὶ ἡ τρίτη. πρὶν οὖν ἀλέκτορα φωνῆσαι ὁ Ματθαῖος εἰπὼν τρὶς ἀπαρνήσῃ με, τοῦτο ὡσανεὶ ἔλεγεν, ὅτι καὶ πρὸ τοῦ 403 φθάσαι τὴν πρώτην παρελθεῖν ἀλεκτοροφωνίαν τρὶς ἀπαρνήσῃ με. Μετὰ μέντοι τὸ κριθῆναι τὸν κύριον ὑπὸ τοῦ Πιλάτου μαστίζεται τὸν νῶτον λώροις πλεκτοῖς τοιοῦτον καὶ γὰρ τὸ φραγγέλλιον. εἶθ' οὕτως εἰς τὸ σταυρωθῆναι παραδίδοται. ταῦτα δὲ πάντα πεποίηκεν ἡ ἄκαιρος ἀνανδρία τοῦ Πιλάτου· τοὺς γὰρ Ἰουδαίους δυσωπῆσαι θέλων ἐφ' οἷς ἐνεκάλουν, ἀντάρτην αὐτὸν ἀποδεικνύοντες, εἰς τὸ σταυρωθῆναι παραδίδωσι, φραγγελλίοις πρότερον μαστίξας αὐτόν. διὰ τοῦτο καὶ κολάσεως ὁ Πιλᾶτος ἄξιος, ὅτι καὶ δυνάμενος ἀπολῦσαι αὐτόν (ἐξουσίαν» γάρ φησιν ἔχω ἀπολῦσαί σε, καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε») τοῦτο οὐκ ἐποίησε, τοὺς Ἰουδαίους καὶ μάλιστα πτοούμενος λέγοντας ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.» ἐφ' ᾧ καὶ κατακρίνεται· καὶ δῆλον ἐξ ὧν ὁ κύριος ἔλεγε πρὸς αὐτόν ὁ παραδιδοὺς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.» Τὸν μέντοι καιρὸν ὁ εὐαγγελιστὴς Ἰωάννης παριστῶν, ἡνίκα ὁ Πιλᾶτος ἐκάθισεν εἰς τόπον λεγόμενον Λιθόστρωτον, ἵνα κρίνῃ τὰ κατὰ τὸν Ἰησοῦν, ἔλεγεν ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη.» διὰ τιʹ δὲ ἡ ἕκτη τῆς ἑβδομάδος ἡμέρα παρασκευὴ τοῦ πάσχα λέγεται παρὰ τῷ εὐαγγελιστῇ Ἰωάννῃ; σαφὴς ἡ αἰτία σοι πρόκειται. καθάπερ 404 γὰρ τὸ σάββατον ἑβδόμη μὲν ἡμέρα τῆς ἑβδομάδος ἐστί, λέγεται δὲ ὅμως σάββατον ἤτοι κατάπαυσις διὰ τὴν ἐν αὐτῷ γενομένην ἀπὸ πάντων τῶν ἔργων κατάπαυσιν (τότε γὰρ ἀργεῖ ὁ δοῦλος, τὸ κτῆνος καὶ τὰ λοιπὰ πάντα), οὕτω καὶ ἡ παρασκευὴ ἕκτη μὲν ἡμέρα τῆς ἑβδομάδος ἐστιʹ, λέγεται δὲ παρασκευὴ διὰ τὸ παρασκευάζειν καὶ οἷον εἰπεῖν ἑτοιμάζειν τοὺς Ἰουδαίους ἐν αὐτῇ τὰ τοῦ σαββάτου. ἐν αὐτῷ γὰρ οὔτε πῦρ ἅψαι συγχωροῦνται οὔτε ξύλα συνάξαι οὔτε τὰ πρὸς τροφὴν ἁπλῶς ἑτοιμάσαι. ταῦτα λοιπὸν ἡ ἕκτη παρασκευάζουσα παρασκευὴ κατωνόμασται. ὁ τοίνυν εὐαγγελιστὴς Ἰωάννης παρασκευὴν τοῦ πάσχα τὴν τοιαύτην ἡμέραν καλέσας ἔδειξε προφανῶς ὅτι πρώτην τοῦ πάσχα τηνικαῦτα παρεσκευάζοντο ἑορτὴν οἱ Ἰουδαῖοι κατὰ τὴν τοῦ νόμου διάταξιν· ἀπὸ γὰρ ἕκτης ὥρας τῆς τεσσσαρεσκαιδεκάτης τῆς σελήνης ἡμέρας πᾶς μὲν ζυμωτὸς ἄρτος πυρὶ καιόμενος ἠφανίζετο, τὰ δέ γε ἄζυμα κατὰ τὸ εἰωθὸς ἡτοίμαζον. εἰ δὲ ταῦτα οὕτως ἔχει, φαίνεται προφανῶς ὅτι τὸ δοθὲν δι' ἄρτου καὶ οἴνου παρὰ Χριστοῦ κατὰ τὴν τῆς μεγάλης πέμπτης ἑσπέραν ἔνζυμον ἦν, ὅτι μηδὲ καιρὸς ἀζύμων ἐτύγχανε τότε κατὰ τὴν τῶν πλειόνων ὑπόληψιν. ἄφες λοιπὸν τοὺς τῶν πολλῶν λόγους, καὶ τῇ ἀκολουθίᾳ τῶν ἱερῶν λογίων πρόσεχε. ὅτι μὲν γὰρ κατὰ τὴν ἑσπέραν τῆς μεγάλης παρασκευῆς, οὐ μὴν ἐν τῇ μεγάλῃ πέμπτῃ τυθῆναι ὁ ἀμνὸς ἔμελλε, 405 δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχ ἧττον δὲ καὶ ἐκ τῶν ἤδη ῥηθησομένων σοι. τὴν ἡμέραν ἐκείνην ἧς τῇ ἑσπέρᾳ τὸ πάσχα ἐθύετο, καὶ ἀζύμων ἡμέραν καὶ πάσχα ὁμοίως καλεῖν εἰώθασιν ἀπὸ τῆς ἑσπέρας πάντως αὐτῆς· καὶ γὰρ διὰ τὸ τὸν ἀμνὸν θύεσθαι καὶ τὰ ἄζυμα ἐσθίεσθαι τῇ ἑσπέρᾳ τῆςτεσσαρεσκαιδεκάτης, κατὰ τοῦτο καὶ ἡ ιδʹ αὕτη καὶ πάσχα καὶ ἀζύμων ἡμέρα ἐλέγετο. ταῦτα δὲ τὰ ὀνόματα καὶ τὴν μεγάλην παρασκευὴν κεκτημένην εὑρίσκομεν. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. πρώτη τῶν ἀξύμων λέγεται ἡ μεγάλη πέμπτη ὡς πρὸ τῶν ἀζύμων οὖσα· καθάπερ γὰρ ὁ Μάρκος τὴν παρασκευὴν προσάββατον ἔλεγεν ὡς οὖσαν πρὸ τοῦ σαββάτου, οὕτω καὶ τὴν μεγάλην πέμπτην πρώτην τῶν ἀζύμων λέγει ὁ Ματθαῖος ὡς πρὸ τῶν ἀζύμων οὖσαν, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς τὴν μεγάλην ἐνέφηνε πάντως παρασκευήν.» ὁμοίως δὲ καὶ ὁ Λουκᾶς, ἐλθεῖν λέγων, τουτέστιν ἠγγικέναι, τὴν τῶν ἀζύμων ἡμέραν, τὰ αὐτὰ τῷ Ματθαίῳ ᾐνίξατο. ἀλλὰ καὶ ὁ Ἰωάννης πρὸ τῆς ἑορτῆς τοῦ πάσχα γενέσθαι λέγων τὸ δεῖπνον αὐτὴν εἶπε τὴν παρασκευήν, καὶ δηλοῦσι τὰ μετὰ ταῦτα· λέγει γάρ καὶ αὐτοὶ οὐκ εἰσῆλθον ἵνα μὴ μιανθῶσιν, ἀλλ' ἵνα φάγωσι τὸ πάσχα,» καὶ αὖθις ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν

Intertext edge

Open linked passage

Note