Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 406 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
406.1.1
ἀπολύσω ἐν τῷ πάσχατι,» τῷ ἐνισταμένῳ δηλαδή. ἀλλὰ καὶ τὸν καιρὸν παριστῶν ἡνίκα ὁ Πιλᾶτος ἐκάθισεν εἰς τόπον τινὰ Λιθόστρωτον λεγόμενον οὕτω φησίν ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη.» καὶ παρακατιὼν ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου.» μεγάλην δὲ αὐτὴν οὐκ ἂν ἄλλως ἐκάλεσεν εἰ μή που συνέπιπτε τῷ σαββάτῳ ἐκείνῳ ἡ πρώτη τῶν ἀζύμων ἡμέρα ἡ καὶ ἁγία παρὰ τῷ νόμῳ καλουμένη. ταῦτα δὲ πάντα σαφῶς ὑπεμφαίνουσιν ὅτι κατὰ τὴν παρασκευὴν ἐκείνην ἑσπέρας ὁμολογουμένως τὸ πάσχα ἐθύετο· διὰ γὰρ τοῦτο καὶ παρασκευὴν τοῦ πάσχα εἶπεν αὐτὴν ὡς παρασκευάζουσαν τὰ τοῦ ἐνισταμένου πάντως πάσχα. χωρὶς οὖν ἀντιλογίας ἐν τῇ ἑσπέρᾳ φαίνεται τῆς παρασκευῆς τὸ πάσχα γίνεσθαι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὁ εὐαγγελιστὴς Ἰωάννης τοῦτο ἔλεγε, καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν ἀλλ' ἵνα φάγωσι τὸ πάσχα.» καὶ πρόσχες, εἰ βούλει, τῷ μεγάλῳ Κυρίλλῳ πρὸ τῶν ἄλλων ἐπισφραγίζοντι τὰ τοιαῦτα καὶ λέγοντι ὅτι τὸν τύπον τιμῶντες ἤτοι τὸ πρόβατον, κἀντεῦθεν εἰσελθεῖν εἰς τὸ πραιτώριον οὐ προαιρούμενοι, τὴν ἀλήθειαν αὐτὸν τὸν Χριστὸν ὕβριζον· ἔμελλον γὰρ θύειν τὸ πάσχα κατὰ τὸν νόμον τὸν μηδὲν παρ' αὐτοῖς ἰσχύοντα. εἰ δὲ ταῦτα οὕτως ἔχει, ματαιάζουσι προφανῶς οἱ λέγοντες ὅτι κατὰ 407 τὴν ἑσπέραν τῆς μεγάλης πέμπτης τὸ τυπικὸν ἐσθίεται πρόβατον· τὰ γὰρ ἄζυμα συστῆσαι φιλονεικοῦντες παραχαράττειν ἐπιχειροῦσι κακοθελῶς τὴν ἀλήθειαν. καὶ μή μοι τὸν χρυσορρήμονα παρείσαγε Ἰωάννην ἐν τῇ εἰς τὸ κατὰ Ματθαῖον πδʹ ὁμιλίᾳ λέγοντα ὅτι τὸν Χριστὸν οἱ Ἰουδαῖοι ἀπροσδοκήτως κρατήσαντες καὶ τὴν τοῦ πάσχα παριδεῖν εἵλοντο ἑορτὴν τηνικαῦτα συμπίπτουσαν. ἔχεις γὰρ αὐτὸν ἐν τῇ τοῦ κατὰ Ἰωάννην ἑρμηνείᾳ, ἡνίκα λέγεται καὶ αὐτοὶ οὐκ εἰσῆλθον ἵνα μὴ μιανθῶσιν ἀλλ' ἵνα φάγωσι τὸ πάσχα,» τέλεον ἀναιροῦντα τὴν τοιαύτην ὑπόνοιαν. ἔνθεν τοι καὶ τὰ τοῦ θείου κατεξετάζειν ἀνδρός, ἡνίκα καὶ μᾶλλον ἐναντιοῦται πρὸς ἄλληλα, μὴ πρὸς ἰσχύος ἔχοντες, σιωπῇ καὶ μάλιστα τιμᾶσθαι τὰ τοιαῦτα δέον κρίνομεν, εἴγε καὶ μᾶλλον εὔλογον τὰ ὕστατα κατέχειν, ὅτι καὶ σύμφωνα ταῦτα ταῖς τῶν λοιπῶν πατέρων ἐπεξηγήσεσι φαίνονται. λέγει καὶ γὰρ ὅτι ὁ Χριστὸς πρὸ μιᾶς ἔφαγε τὸ πάσχα, τηρῶν τὴν ἑαυτοῦ σφαγὴν τῇ παρασκευῇ, ὅτε καὶ τὸ νομικὸν πάσχα ἐθύετο. ὅτι δὲ τὸ παρὰ κυρίου τοῖς ἀποστόλοις ἐν τῷ δείπνῳ δοθὲν ἔνζυμος ἄρτος ἦν, οὐ μὴν ἄζυμος, ὡς ἐκεῖνοι διισχυρίζονται, ὁ θειότατος οὗτος ἀνὴρ σαφέστατά σοι παρίστησι. περὶ γὰρ τῆς παλαιᾶς καὶ τῆς νέας τὸν λόγον ποιούμενος καὶ τάδε 408 κατὰ ῥῆμα διέξεισιν ἐκεῖ τὸ γράμμα, ὧδε τὸ πνεῦμα· ἐκεῖ ἡ κιβωτός, ὧδε ἡ παρθένος· ἐκεῖ ἡ ῥάβδος Ἀαρών, ὧδε ὁ σταυρός· ἐκεῖ ὁ ἀμνός, ὧδε ὁ Χριστός· ἐκεῖ τὰ ἄζυμα, ὧδε ὁ ἄρτος.» ταῦτα μὲν ἐνεχαράχθη σοι κατ' ἐπιτομήν, ὡς ὁρᾷς· οὐδὲ γὰρ ἐγχωρεῖ τὰ τοῦ καιροῦ πλεῖον ἐνδιατρῖψαι τοῖς περὶ τούτων λόγοις. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὸ σταυρωθῆναι παραδίδοται· καὶ ὅρα τὰ μετὰ ταῦτα. ἀπὸ γὰρ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης, ἀγανακτοῦντος ἐπὶ τοῖς τολμωμένοις, οἷα εἰκός, τοῦ θεοῦ. ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ἀλλ' ὀργὴ καὶ ἀγανάκτησις, καὶ ἀπὸ τοῦ καιροῦ δῆλον· τρεῖς γὰρ ὥρας παρέμεινεν ἡ ἔκλειψις, ἥτις ἐν μιᾷ γίνεται καιροῦ ῥοπῇ. καὶ τὰ μὲν τοῦ Χρυσοστόμου τοιαῦτα· ὁ δὲ θειότατος Διονύσιος ὁ Ἀρεοπαγίτης οὐχ ἁπλῶς οὕτω, κατὰ δὲ ἀντίφραξιν τῆς σελήνης τὸ σκότος ἐκεῖνο λέγει γενέσθαι καινοπρεπῶς τὸ παγκόσμιον. ἐπιστέλλων γὰρ ἱεράρχῃ τῷ Πολυκάρπῳ διὰ τὸν σοφιστὴν Ἀπολλοφάνην μὴ καταδεχόμενον τὰ Χριστιανῶν καὶ τάδε φησὶ κατὰ ῥῆμα πρὸς αὐτόν. εἰπὲ δὲ αὐτῷ τῷ Ἀπολλοφάνει, τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; ἀμφότεροι γὰρ τότε κατὰ τὴν Ἡλίου πόλιν ἅμα παρόντες καὶ συνεστῶτες 409 παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν (οὐ γὰρ ἦν συνόδου καιρὸς) αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐννάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶς ἀντικαταστᾶσαν. τοσοῦτον δὲ καὶ αὐτὸς ἐξεπλάγη τότε ὡς οὕτω πρός με εἰπεῖν" 3ταῦτα, ὦ Διονύσιε, θείων ἀμοιβαὶ πραγμάτων εἰσί." 3» καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον, περὶ δὲ τοῦ σκοτασμοῦ ἐκείνου τοῦ κατὰ τὸ σωτήριον πάθος γεγονότος θαυμασίως πως καὶ τῷ προφήτῃ Ζαχαρίᾳ διείληπται· λέγει γάρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς» (ἡνίκα δηλαδὴ σταυρωθήσεται ὁ Χριστός), ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ.» ἄνω γὰρ ἅπαντα προεγίνωσκεν ὁ θεός. καὶ γὰρ οὐχ ἡμέρα καὶ οὐ νύξ. οὔτε γὰρ ἡμέρα κυρίως ἦν διὰ τὸ τρίωρον ἐκεῖνο σκότος, οὔτε νὺξ ἀληθῶς διά τε τὸ μέχρις ἕκτης ὥρας καὶ μετὰ τὴν ἐννάτην γενόμενον φῶς. ὃ δὴ καὶ δηλῶν ὁ προφήτης ἔλεγε καὶ πρὸς ἑσπέραν ἔσται φῶς.» ταῦτα δέ, ἀγαπητέ, οὐ μόνον προφῆται προεῖπον, ἀλλὰ καὶ ἐν πολλοῖς Ἑλληνικοῖς ὑπομνῄμασιν εὕρηνται· καὶ σεισμὸν γὰρ μέγαν τηνικαῦτα λέγουσι γενέσθαι, καὶ σκότος τοσοῦτον ὥστε ἀστέρας φανῆναι. 410 Τότε δὴ τότε καὶ προφητικὴν ἐπιφέρει ῥῆσιν ἐπὶ σταυροῦ τὴν οὕτω λέγουσαν θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» Ἑβραϊστὶ δὲ ταῦτα ἔλεγεν ἠλὶ ἠλί, λαμμᾶ σαβαχθανί. τίνος ἕνεκεν; ἵνα καὶ τοῖς Ἰουδαίοις ταῦτα κατάδηλα γένηται. ἀλλ' ἐπὶ τοσοῦτον ἀκόλαστοι καὶ ἀσελγεῖς ὄντες ἐκεῖνοι, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ἐνόμισαν Ἠλίαν καλεῖν. καὶ οὗτοι μὲν οὕτως. ἀλλ' ἡ φωνὴ ἐκείνη καὶ τὸ καταπέτασμα ἔσχισε καὶ τὰ μνημεῖα ἀνέῳξεν. ἀλλ' οἱ μάταιοι καὶ τοιαῦτα βλέποντες συνιέναι ὅλως οὐκ ἤθελον. μᾶλλον μὲν οὖν καταβάτω ἐκ τοῦ σταυροῦ» ἔλεγον ἵνα ἴδωμεν καὶ πιστεύσωμεν.» ἀλλ' ἐκεῖνος ἐν τῷ σταυρῷ μένων, ὡς ὁ χρυσορρήμων φησίν, ἐν τοῖς τῶν δούλων σώμασιν ἐκ περιουσίας ἐδείκνυε τοῦτο πολλῆς· εἰ γὰρ τὸ τεταρταῖον ἐξελθεῖν τὸν Λάζαρον μέγα, πολλῷ μᾶλλον τὸ πολλοὺς τῶν πάλαι κοιμηθέντων φανῆναι ζῶντας ἀθρόον. καὶ πρόσχες τῷ θειοτάτῳ Ματθαίῳ περὶ τούτων οὕτω λέγοντι πολλὰ δὲ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς μετὰ τὴν ἔγερσιν αὐτοῦ.» ἀλλ' ἐνταῦθα προσέχειν σε ἄξιον. εἰ γὰρ κατὰ τὸν χρυσορρήμονα Ἰωάννην ἐπὶ σταυροῦ ἔτι ὄντος τοῦ Χριστοῦ τὰ τοιαῦτα ἠγέρθησαν σώματα, πῶς ἐμφανισθῆναι ταῦτα μετὰ τὴν τοῦ 411 Χριστοῦ ἔγερσιν ὁ εὐαγγελιστὴς ἱστορεῖ; ἐγὼ δέδοικα μήποτε τὸ αὐτοῦ ἀντὶ τοῦ αὐτῶν ὀφείλει ἀναγινώσκεσθαι· τὰ γὰρ σώματα ἐκεῖνα μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν αὐτῶν καὶ εἰσήλθοσαν εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. τότε δὴ τότε καὶ ἡ προφητικὴ ῥῆσις ἔλαβε πέρας ἡ λέγουσα τοῖς ἐν δεσμοῖς ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύπτεσθε. καὶ κατὰ μὲν τὴν ἕκτην ὥραν, ὥς φασιν αἱ γραφαί, σταυροῦται ὁ κύριος, κατὰ δὲ τὴν ἐννάτην τὸ πνεῦμα ταῖς πατρικαῖς χερσὶ παρατίθησιν. Εἰ δὲ καὶ πρὸς ᾅδην ἀκούεις τὴν αὐτοῦ κατιέναι ἁγίαν ψυχήν, μὴ θαύμαζε τούτου ἕνεκεν, ἀδύνατον εἶναι λέγων καὶ πρὸς ᾅδην αὐτὴν κατελθεῖν καὶ ταῖς τοῦ πατρὸς παρατεθῆναι χερσίν. ἡ γὰρ τοῦ θεοῦ χείρ, ἡ τὰ πάντα δηλαδὴ συγκρατοῦσα δύναμις, καὶ ἄνω ἐστὶν ἐν οὐρανῷ καὶ κάτω ἐπὶ τῆς γῆς, καὶ τῶν τοῦ ᾅδου μυχῶν οὐ διαλείπει ποτέ. ὥστε εἰ καὶ πρὸς ᾅδην ἡ ἁγία τοῦ Χριστοῦ ψυχὴ τηνικαῦτα κατήρχετο, ἀλλὰ τῆς τὰ πάντα συγκρατούσης δυνάμεως, καθάπερ εἴπομεν, οὐ κατελιμπάνετο, εἴγε καὶ μᾶλλον δύναμις τοῦ πατρὸς αὐτός ἐστιν ὁ Χριστός, ὡς ὁ Παῦλός φησι. παρατίθησι μὲν οὖν ταῖς πατρικαῖς χερσὶ τὴν ψυχήν, ὡς ἐντεῦθεν καὶ πάσαις ταῖς τῶν δικαίων ψυχαῖς τὴν ἐπὶ τὰ ἄνω πορείαν χαρίσασθαι (οὐδὲ γὰρ ἀπέθανε δωρεὰν ὑπὲρ αὐτῶν), 412 κάτεισι δὲ πρὸς τὸν ᾅδην, ἵνα καὶ τοῖς ἐκεῖσε κατεχομένοις κηρύξῃ καὶ διδάξῃ πάντας ἣν ἠγνοήκασι θεοσέβειαν. καὶ πείθου τῷ κορυφαίῳ Πέτρῳ περὶ τούτων οὕτω διεξιόντι καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί ποτε.» ἀλλὰ καὶ ὁ θεολόγος Γρηγόριος ἐντεῦθεν ὁρμώμενος περὶ τούτων οὕτω φησίν ἆρα πάντας ἔσωσεν ἐπιφανεὶς ἐν ᾅδῃ ὁ κύριος, ἢ κἀκεῖ τοὺς πιστεύσαντας;» μὴ οὖν ἀμφίβαλλε· καθάπερ γὰρ τοῖς ἐν γῇ εὐαγγελίσατο εἰρήνην, καὶ τοῖς μὲν πιστεύσασι σωτηρίας γέγονε πρόξενος τοῖς δὲ ἀπειθήσασιν ἀπιστίας ἔλεγχος, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησίν, οὕτω καὶ τοῖς ἐν ᾅδῃ. μὴ θαύμαζε δέ, ἀγαπητέ, εἴγε καὶ ψυχαί τινες ἐν ᾅδῃ κατεχόμεναι τὸ κατὰ Χριστὸν οὐκ ἠθέλησαν δέξασθαι κήρυγμα· καθάπερ ἐπὶ τοῦ μακαρίου Παύλου, ἡνίκα τὰ τῆς φυλακῆς ἔσεισε θεμέλια, ὁ μὲν δεσμοφύλαξ εὐθέως ἐπίστευσεν, οἱ δὲ δεσμῶται τῇ ἀπιστίᾳ ἐναπέμειναν, καὶ ταῦτα τὰς σιδηρᾶς αὐτῷ χειροπέδας ἑωρακότες ἄφνω διαρραγείσας, οὕτω κἀν τοῖς ἐν ᾅδου γενήσεσθαι πίστευε. Εἰ δὲ καὶ τὴν αἰτίαν βούλει μαθεῖν δι' ἣν ἐκήρυξε καὶ ταῖς ἐν ᾅδου ψυχαῖς ὁ σωτήρ, αὕτη ἐστίν. ἐν τῷ εφʹ ἔτει γέγονεν ἡ τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησις. τίνος ἕνεκεν; 413 ὅτι κατ' ἐκεῖνον καιρὸν προήχθη εἰς φῶς ἡ τῷ κατὰ Χριστόν μυστηρίῳ ὑπηρετοῦσα, ὡς ὁ μέγας ἔφη Βασίλειος, ὅτι τῆς κακίας ἡ νόσος, ὡς ὁ Νυσσαεὺς ἔφη θεῖος Γρηγόριος, τηνικαῦτα παρήκμαζεν, ἡ ἀρχῆθεν ἐνσκήψασα τῇ φύσει τῆς ἀνθρωπότητος, ὅτι τὰ ἔθνη καλούμενα τότε πείθεσθαι ἔμελλον· καὶ τοῦτό ἐστιν ὅπερ ὁ πάμμεγας ἔλεγε Παῦλος ὅτι ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ. καλῶς οὖν ἐν τῷ διαληφθέντι ἔτει σαρκοῦται ὁ κύριος, ὅτι καὶ κατὰ πάντα τὸ τοιοῦτον εὔθετον ἦν. ἀλλ' ἐπειδὴ καί τινες τῶν ἐν ἀσεβείᾳ τὴν ζωὴν καταλυσάντων ἀγαθῆς τοσοῦτον ὑπῆρχον ψυχῆς ὥστε καὶ προσελθεῖν καλουμένους αὐτοὺς καὶ τὸ κατὰ Χριστὸν ἑτοίμως εὐαγγέλιον δέξασθαι, εἴπερ εἶδον αὐτὸν ἐν τοῖς ἔμπροσθεν χρόνοις μετὰ σαρκὸς ἐπὶ γῆς διατρίβοντα, τούτου χάριν οὐ παραιτεῖται καὶ πρὸς ᾅδην αὐτὸν κατελθεῖν καὶ ταῖς ἐκεῖσε κηρῦξαι ψυχαῖς, ὡς ἐντεῦθεν ἀναπολογήτους εἶναι ἅπαντας, καὶ μήτε τοὺς ἀγαθοὺς ἀπολέσαι τὴν ἑαυτῶν ἀγαθότητα, μήτε τοὺς οὐκ ἀγαθοὺς ἀντιλέγειν δύνασθαι ὡς εἴπερ εἴδομεν ἐπιστεύσαμεν ἄν. καὶ περὶ μὲν τούτων οὕτως. Οἱ δὲ Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνη τοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον, καὶ τὰ ἑξῆς. 414 κατάγουσιν οὖν ἀπὸ τοῦ ξύλου τὸν Ἰησοῦν, καὶ μνήματι καινῷ κατατίθενται. ἀλλ' ὅρα κἀνταῦθ' τὴν τοῦ θεοῦ σοφίαν, ἀγαπητέ, ἵνα μὴ τὸν σταυρὸν αὐτὸν ζημιωθῶμεν, ἵνα μὴ τὸ πανάγιον τοῦ κυρίου σῶμα πυρὸς ἢ θαλάσσης ἔργον ποιήσωσι, τῇ συνήθει κἀν τούτῳ μανίᾳ χρησάμενοι, τὸν Αὔγουστον ἤγειρε Καίσαρα τὴν οἰκουμένην ἅπασαν ἀπογράψασθαι. γίνεται ταῦτα, καὶ τὸ τῶν Ἑβραίων γένος τῇ τῶν Ῥω- μαίων ὑποπίπτει ἀρχῇ. ταύτῃ τοι καὶ τῷ λαχόντι Πιλάτῳ τὴν ἡγεμονίαν αὐτῶν παριστῶσι τὸν κύριον, μὴ συγχωρούμενοι τὸ βουλητὸν αὐτοῖς ἐπ' αὐτῷ διαπράξασθαι. καὶ γὰρ εἰ συνεχωρήθησαν, λίθοις ἂν τὸν Χριστὸν ἐθανάτωσαν ἢ ξυλίνῳ κατέπρισαν πρίονι, κἀντεῦθεν ἡμεῖς τὸν φύλακα ἡμῶν ἐζημιούμεθα σταυρόν. εἰ γὰρ τὸν φιλόθεον Ἱερεμίαν βορβόρου λάκκῳ ἐνέβαλον, τί οὐκ ἂν εἰς τὸ τοῦ κυρίου σῶμα ἐποίησαν, εἰ μή γε τὸν Ῥωμαϊκὸν εἶχον νόμον αὐτοὺς ἀναστέλλοντα; γίνεται λοιπὸν ἡ ἀπογραφή, τὰ τῆς εὐταξίας εἰσάγεται, κἀντεῦθεν τὸ τοῦ κυρίου σῶμα τελείᾳ ταφῇ παραδίδοται. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ περὶ τῆς τριημέρου ταφῆς τοῦ κυρίου πολλὴν ἐποιήσω συζήτησιν, ἡμέρας ἐκμετρῆσαι δῆθεν ἐπὶ ταύτης τρεῖς μὴ δυνάμενος. ἀλλ' ἄφες, εἰ βούλει, τῶν πολλῶν, ὅτι καὶ λογισμῶν ἀνθρωπίνων εἰσὶν ἐφευρέματα. πείθου δὲ μᾶλλον Ἰσιδώρῳ τῷ Πηλουσιώτῃ λέγοντι 415 ὅτι καθάπερ ἐπὶ τῶν τελευτώντων ποιεῖν εἰώθαμεν, ὁποίᾳ δ' ἂν ὥρᾳ τελευτήσῃ τις, τὴν ἑξῆς μόνην ὑπερτιθέμεθα, τῇ δὲ ἑτέρᾳ ἕωθεν τριταίαν ἄγομεν ἡμέραν αὐτοῦ· καὶ οὕτω καὶ ἐπὶ αὐτοῦ τοῦ Χριστοῦ διανοεῖσθαί σε χρή. καὶ γὰρ κατὰ τὴν παρασκευὴν παρέδωκε τὸ πνεῦμα· τοῦτο μία ἡμέρα. τὸ σάββατον ὅλον ἐν τῷ τάφῳ ἐποίησεν· ἰδοὺ δύο ἡμέραι. μετὰ δὲ τοῦτο τῆς κυριακῆς ἐπιφωσκούσης ἐκ τάφου ἐγήγερται· ἰδοὺ καὶ τρίτην ἔχεις ἡμέραν. καὶ πείθου τοῖς περὶ Λουκᾶν καὶ Κλεόπαν οὕτω λέγουσι πρὸς αὐτὸν τὸν Χριστόν ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ' οὗ ταῦτα ἐγένετο». εἰ δὲ καὶ τάχιον ἐκ τάφου ἐγήγερται, οὐ κατὰ τοῦτο πάντως αἰτιασθήσεται, μᾶλλον μὲν οὖν καὶ προσκυνηθήσεται παρὰ πάντων, ὅτι μὲν τὴν ἐμπρόθεσμον καρτερήσας ὑπόσχεσιν τὴν ἐκ νεκρῶν αὐτοῦ τάχιον ἐποιήσατο ἔγερσιν. καὶ περὶ μὲν τούτων οὕτως ὁ διαληφθεὶς θεῖος ἀνήρ, ὁ δὲ χρυσορρήμων Ἰωάννης φησὶν ὅτι καὶ λίαν ἐποίησε καλῶς ὁ Χριστὸς πρὸ τῆς τῶν τριῶν ἡμερῶν συμπληρώσεως ἐγερθεὶς ἐκ νεκρῶν. εἰ μὴ γὰρ́ τότε ἀνέστη καθημένων αὐτόθι τῶν στρατιωτῶν καὶ φυλασσόντων, ἀλλ' ἀναχωρησάντων μετὰ τὴν τρίτην ἡμέραν, εἶχον ἄν τι καὶ λέγειν οἱ κάκιστοι. προέφθασε λοιπὸν ἀναστάς. ἔδει γὰρ παρα416 καθημένων αὐτῶν γενέσθαι τὴν ἀνάστασιν. οὐκοῦν ἠναγκάζετο καὶ τῶν τριῶν ἡμερῶν ἐντὸς ἐκ νεκρῶν ἐγερθῆναι, ὡς εἴγε παρελθουσῶν αὐτῶν κἀκείνων ἀναχωρησάντων ἡ ἀνάστασις γέγονεν, ὕποπτον ἂν εἶναι τὸ πρᾶγμα ἔμελλε· διὸ καὶ σφραγίσαι τὸν τάφον, ὡς ἐβούλοντο, συνεχώρησεν ὁ Πιλᾶτος. εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ ἐπὶ πλέον τὰ θεῖα περιεργάζου ῥητά, μηδὲ ζήτει τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐπὶ τῇ ταφῇ τοῦ Χριστοῦ καὶ σωτῆρος ἡμῶν, ὅπου γε καὶ ταύτας, εἰ βούλει, τὸν θειότατον ἔχεις Ἰσίδωρον ἐκμετροῦντά σοι. ἕκτῃ ὥρᾳ τῆς παρασκευῆς ἐσταυρώθη ὁ κύριος. ἀπὸ ταύτης ἕως ὥρας ἐννάτης σκότος ἐγένετο· τοῦτό μοι νύκτα νόησον. πάλιν ἀπὸ ἐννάτης ἕως ἑσπέρας αὐτῆς φῶς· τοῦτο νόησον αὖθις ἡμέραν. ἔχεις ἰδοὺ νυχθήμερον ἕν. πάλιν ἡ νὺξ τῆς παρασκευῆς καὶ ἡ τοῦ σαββάτου ἡμέρα νυχθήμερον· ἔχεις ἰδοὺ νυχθήμερα δύο. πάλιν ἡ τοῦ σαββάτου νὺξ καὶ ὁ τῆς κυριακῆς ὄρθρος νυχθήμερον· ἔχεις ἰδοὺ νυχθήμερον τρίτον, ἐν ᾧ καὶ ἀνέστη ὁ κύριος, εἴγε καὶ ἄδηλος ἦν ἡ ὥρα τῆς ἀναστάσεως, καθὰ δὴ καὶ ἡ τῆς δευτέρας παρουσίας αὐτοῦ. Οἶδα δέ, ἀγαπητέ, καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ζητοῦντά σε, τίνος ἕνεκεν ἡ τοῦ κυρίου ταφὴ τριήμερος καὶ οὐ πλείων ἢ ἐλάσσων αὕτη ἐγένετο. ὑπὲρ πάσης ἔπρεπε τῆς τῶν ἀν417 θρώπων φύσεως ἀποθανεῖν τὸν Χριστόν, ὑπέρ τε δηλαδὴ τῶν προαποθανόντων τῶν τε περιόντων καὶ τῶν μελλόντων γενέσθαι, ἐπειδὴ καὶ τρεῖς εἰσὶ καιροί, παρεληλυθὼς ἐνεστὼς μέλλων. καὶ τοὺς μὲν προαποθανόντας ἔσωσε κατελθὼν ἐν τῷ ᾅδῃ, τοὺς δὲ τότε περιόντας ἔσωσεν ὡς πιστεύσαντας εἰς αὐτόν, τοὺς δὲ μετὰ ταῦτα γενησομένους ὡς πιστεύσαντας εἰς τὸ τῶν ἀποστόλων κήρυγμα καὶ βαπτισθέντας. εἰ οὖν τὴν ὅλην ἡμῶν φύσιν ἔλαβε, δῆλον ὅτι καὶ τὴν ὅλην ἡμῶν φύσιν ἀνέπλασε. καλῶς οὖν ἡ τοῦ κυρίου ταφὴ τριήμερος γέγονεν. Ἀνίσταται οὖν ὁ κύριος ἐκ νεκρῶν, ἀλλ' οὐκ αὐτίκα πρὸς οὐρανοὺς ἀνάγεται. κατὰ γὰρ τὸν μέγαν Ἀθανάσιον, τοὺς μαθητὰς ἐπιστηρίξαι βουλόμενος ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, ὀπτανόμενος αὐτοῖς ἔστιν ὅτε καὶ τὰ πρὸς εἰρήνην διαλεγόμενος, ὠτειλὰς ἐν τῷ θεοειδεῖ δεικνύων ἐκείνῳ σώματι, συνεσθίων αὐτοῖς ἅμα καὶ πίνων, οὐχ ὡς τροφῆς δεόμενος ἀλλὰ πιστούμενος, καὶ τἆλλα πάντα ποιῶν ὅσαπερ εἴωθε τοὺς ἀσθενεῖς ἀσφαλίζεσθαι. καὶ πρῶτα μὲν ὤφθη δυσὶ γυναιξίν, ἡνίκα καὶ τοὺς πόδας αὐτοῦ κρατήσασαι κατησπάζοντο. ἔπειτα τῇ Μαγδαληνῇ μόνῃ ὀπτάνεται, μετὰ δὲ ταῦτα τῷ κορυφαίῳ Πέτρῳ, καθὰ καὶ Παῦλος φησίν ὁ κύριος ἐγερθεὶς ἐκ νεκρῶν ὤφθη πρῶτον Κηφᾷ». ὤφθη τοῖς περὶ Λουκᾶν καὶ 418 Κλεόπαν, ὤφθη τοῖς δέκα, εἶτα τοῖς ἕνδεκα· ὤφθη κατὰ τὴν Γαλιλαίαν αὐτοῖς, ὁμοίως ἐν τῇ Τιβεριάδι· ὤφθη Ἰακώβῳ τῷ ἀδελφοθέῳ· ὤφθη ἐπάνω πεντακοσίων ἀνδρῶν. καὶ τελευταῖον ἐφάνη αὐτοῖς ἐν τῷ ὄρει τῶν ἐλαιῶν, ἐν ᾧ καὶ τὴν χαμόθεν ἐποιήσατο ἔπαρσιν μεθ' ἡμέρας, ὡς εἴρηται, μʹ. Εἰ δὲ καὶ τοῦτο βούλει μαθεῖν, τίνος ἕνεκεν μετὰ τὴν ἐκ νεκρῶν αὐτοῦ ἔγερσιν ἡμέρας ἐπὶ γῆς ἐποίησε μʹ καὶ οὐ πλεῖον ἢ ἔλασσον, ὁ μέγας ἰδοὺ Ἐπιφάνιος δι' ὀλίγων ἐπιλύσει σοι τὸ τοιοῦτον ἀπόρρητον. ὃν γὰρ τρόπον» φησί μετὰ τὸ γεννηθῆναι ὁ Χριστὸς ἀνεκλίθη ἐν φάτνῃ, ἐσπαργανώθη, καὶ μεθ' ἡμέρας μʹ προσήχθη τῷ θείῳ ναῷ καὶ κατὰ τὸν τοῦ Μωσέως νόμον παρέστη τῷ θεῷ, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γεγονὼς ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, εἶθ' οὕτως πρὸς τὸ ἄνω Ἱερουσαλὴμ ἐπανάγεται, τῷ προσώπῳ τοῦ θεοῦ ἐμφανισθησόμενος ὑπὲρ ἡμῶν». καὶ πείθου τῷ μεγάλῳ Παύλῳ λέγοντι οὐ γὰρ εἰς χειροποίητα ἅγια ἐσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν.» Οὐκοῦν ἀνελήφθη ὁ κύριος. ἡμέραι μετὰ ταῦτα διέρχονται δέκα, καὶ ἡ τοῦ παναγίου πνεύματος γίνεται κάθοδος. μετὰ δέκα δὲ συμπλήρωσιν ἡμερῶν ἡ τοιαύτη γίνεται κάθοδος, διότι τέλειος ὁ δέκατος ἀριθμός. ἐπειδὴ τοίνυν τὸ πνεῦ419 μα τὸ ἅγιον ἐπὶ τοῦτο κατερχόμενον, ἵνα καὶ τοὺς ἀτελεῖς μαθητὰς τελείους ἀπεργάσηται, τούτου χάριν ἐν ἀριθμῷ τελείῳ, τουτέστιν ἐν ἡμέρᾳ δεκάτῃ, πρὸς αὐτοὺς ἐπεφοίτησεν. ὅτι δὲ τελείους ἔδειξε τοὺς ἀτελεῖς μαθητάς, ὁ κορυφαῖος Πέτρος τοῦτο παρέστησεν. ὅρα γὰρ νουνεχῶς ὅτι παιδίσκῃ τινὶ πρότερον οἰκτρᾷ θροηθεὶς τὸν διδάσκαλον τρίτον ἠρνήσατο, τῷ παναγίῳ δὲ πνεύματι στομωθεὶς ὕστερον μετὰ παρρησίας ὅτι πολλῆς ἐδημηγόρει μέσον λαοῦ κἀντεῦθεν ἔπειθεν ἅπαντας ἀνενδοιάστως προσέρχεσθαι τῷ Χριστῷ. Μεθ' ἡμέρας οὖν, ὡς εἴρηται, πεντήκοντα τῆς ἐκ νεκρῶν ἐγέρσεως τοῦ Χριστοῦ ἡ τοῦ παναγίου πνεύματος γίνεται κάθοδος. τίνος ἕνεκεν; ὅτι καὶ ὁ παλαιὸς νόμος ἐν ἡμέρᾳ πεντηκοστῇ θεοῦ φανέντος ἐδίδοτο. κατὰ γὰρ τὸν χρυσορρήμονα καὶ θεῖον Ἰωάννην, μᾶλλον δὲ κατὰ τὴν τοῦ θεόπτου Μωσέως ἱστορίαν, πεντήκοντα διῆλθον ἡμέραι μετὰ τὴν ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον, καὶ τηνικαῦτα τὰς θεοχα- ράκτους ὁ Μωσῆς πλάκας ἔλαβεν. εἰ τοίνυν ἐν ἡμέραις πεντήκοντα ὁ παλαιὸς ἐδίδοτο νόμος, ἔδει πάντως κατ' ἐκείνην τὴν ἡμέραν δοθῆναι καὶ τὴν τοῦ παναγίου πνεύματος χάριν, ὡς ἐντεῦθεν, ἀγαπητέ, κατά γε τὴν παλαιὰν καὶ τὴν νέαν, ἀδιαίρετον δειχθῆναι τὴν φύσιν τῆς θεότητος, καὶ ὅτι τὸ πνεῦμα τὸ ἅγιον ἐνομοθέτει καὶ τότε καὶ νῦν.

Intertext edge

Open linked passage

Note