Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 430 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
430.1.1
πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστησαν ὡς ἐντεῦθεν θεὸν ἀνακηρυχθῆναι τὸν πάσχοντα, πιστωθῆναί τε τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως τὸ μυστήριον καὶ τῶν κατεχομένων ἐν ᾅδου ψυχῶν τὴν ἐλευθερίαν ὁμοῦ καὶ ἐπάνοδον. καὶ γὰρ αἱ πιστεύσασαι ψυχαὶ τῷ Χριστῷ καταβάντι πρὸς ᾅδην εὐθὺς ἀπελύθησαν. καὶ ἐπεὶ ἀδύνατον ἦν ψυχὰς οὕτω γυμνὰς αἰσθητοῖς ὁραθῆναι ὀφθαλμοῖς, οἰκονομίᾳ θείᾳ πρὸς πίστιν μετὰ σωμάτων ἐφάνησαν αἱ τῶν κεκοιμημένων ἁγίων ψυχαί, εἶθ' οὕτως εἰς τοὺς ἀνήκοντας αὐταῖς τόπους ἀπέπτησαν. Ὅρα δέ, ἀγαπητέ, μήτε τοῖς ὧδε κἀκεῖσε μυθολογουμένοις καὶ ἡ σὴ διάνοια περιτραπήσεται. ὅτι μὲν γὰρ φημίζεται παρὰ τοῖς πολλοῖς τῇ Μαγδαληνῇ ἐκείνῃ ἐντυχεῖν τὸν Γαληνὸν ἰατρόν, καὶ ἀκοῦσαι παρ' αὐτῆς ὅτι τυφλὸν ἐκ γενετῆς ὁ Χριστὸς ἰάσατο, κἀντεῦθεν εἰπεῖν πρὸς αὐτὴν καλῶς ἐκεῖνον εἰδέναι τὰ τῆς γῆς μέταλλα (εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν τὸν τυφλὸν ἐκεῖνον ὠμμάτωσε), οἴδαμεν τοῦτο καὶ ἡμεῖς, ἀλλὰ τὴν τοιαύτην φήμην μετὰ τῶν μύθων ἐτάξαμεν. ἀδύνατον γὰρ τῇ Μαγδαληνῇ ἐντυχόντα Γαληνόν, ὡς ἐκεῖ431 νοί φασι, Μάρκου μὲν βασιλέως ἐν τοῖς πρὸς Πίσωνα μεμνῆσθαι, Κομμόδου δὲ πάλιν ἐν τῷ περὶ ἠθῶν πρώτῳ βιβλίῳ αὐτοῦ· ἀπὸ γὰρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἕως αὐτῆς τῆς βασιλείας Κομμόδου ὡσεὶ ἑκατὸν πεντήκοντα ἔτη εὑρίσκονται. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἠπόρηκας, ἵνα τί» λέγων οἱ μαθηταὶ τοῦ Χριστοῦ καὶ ἀπόστολοι τὰ λοιπὰ συγγραψάμενοι, τὰ κατὰ τὴν κοίμησιν τῆς ἀειπαρθένου παντάπασι σεσιγήκασι;» καὶ ἔστιν εἰπεῖν ὅτι τὰ τῆς ἐνσάρκου τοῦ σωτῆρος ἡμῶν οἰκονομίας οἱ εὐαγγελισταὶ διηγούμενοι μέχρι καὶ αὐτῆς κατηντήκασι τῆς ἀπὸ γῆς αὐτοῦ ἀναλήψεως. ἡ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πανάμωμος μήτηρ εἰς γῆρας λέγεται ἐφθακέναι βαθύ, καθά φησιν ὁ θειότατος Ἀνδρέας ὁ Κρήτης. οὐκοῦν ἀδύνατον ἦν τῇ εὐαγγελικῇ παραμεμῖχθαι ἱστορίᾳ καὶ τῆς ἀειπαρθένου τὴν κοίμησιν, ἅτε πολλῷ τῷ χρόνῳ γεγονυῖαν, ὡς ἔφημεν, ὕστερον. ἰδίᾳ δὲ πάλιν οἱ μαθηταὶ τοῦ Χριστοῦ διαλαβέσθαι περὶ ταύτης οὐκ ἔφθασαν, ὅτι περὶ τὸν τῆς οἰκονομίας ἀσχολούμενοι λόγον, καὶ διὰ φροντίδος ἔχοντες ὅτι πολλῆς πῶς τε πιστοὺς τοὺς ἀπίστους ποιήσαιεν καὶ ὅπως τῇ κατὰ Χριστὸν ἀμωμήτῳ πίστει πάντες προσέλθοιεν, τὰ λοιπὰ παρεβλέποντο, καὶ μάλιστα ταῦτα τῷ θείῳ κηρύγματι μὴ συντεί432 νοντα. πλὴν οὐ πάντῃ σεσίγηται τὰ τῆς θείας ἐκείνης κοιμήσεως· ὁ γὰρ θεοφάντωρ καὶ μέγας Διονύσιος θαυμαστά τινα περὶ ταύτης ἐν τοῖς πρὸς Τιμόθεον γράφων εὑρίσκεται. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. ὁ γὰρ θεῖος οὗτος ἀνὴρ καὶ τάδε κατὰ ῥῆμα περὶ τούτου διέξεισι καὶ ἡμεῖς μὲν οὖν, ὡς οἶσθα, καὶ αὐτὸς καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώματος συνεληλύθαμεν, παρῆν δὲ καὶ ὁ ἀδελφόθεος Ἰάκωβος καὶ Πέτρος ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης.» πρὸς τούτους δὲ καὶ τὸν τοῦ θείου ἐκείνου ὕμνου παράγει προεξάρχοντα, θεόληπτον γεγονότα ἐξιστάμενον καὶ οἷον ἐκδημοῦντα πρὸς τὴν ὑμνωδίαν μεταποιούμενον. καὶ τί χρὴ πολλὰ λέγειν; δείκνυσι διὰ τῶν αὐτοῦ λόγων ὁ θεσπέσιος Διονύσιος ὡς ἅπας σχεδὸν τῶν ἀποστόλων ὁ θίασος καὶ αὐτῶν δὴ τῶν ἑβδομήκοντα περὶ τὸ σεπτὸν ἐκεῖνο τῆς θεομήτορος συνήθροιστο θέατρον, καὶ ὅτι κατ' αὐτὸν πάντες συνήλθοσαν οἱ ἀνὰ πᾶσαν ἐσκορπισμένοι τὴν γῆν μαθηταί, ὧν εἷς ἐτύγχανε καὶ αὐτὸς συνάμα Τιμοθέῳ καὶ Ἱεροθέῳ. καὶ δῆλον ἐξ ὧν αὐτὸς ἔγραφε πρὸς Τιμόθεον· ἡνίκα» γάρ φησι καὶ ἡμεῖς, ὡς οἶσθα καὶ αὐτός, καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ σώματος συνεληλύθαμεν.» καὶ οὕτω μὲν ὁ διαληφθεὶς θεῖος Διονύσιος.

Intertext edge

Open linked passage

Note