Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 433 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
433.1.1
Πλὴν εἰ τοῖς τῆς φύσεως νόμοις ὑπέπεσεν, εἰ καὶ θάνατον ἐγεύσατο, εἰ καὶ μνήματι κατετέθη ὡς ἄνθρωπος, ἀλλὰ τοὺς ὅρους νενίκηκε τῆς φύσεως, ἀλλὰ τάφος καὶ νέκρωσις αὐτὴν οὐ κεκράτηκε· τοῦ γὰρ μνήματος ἐξανέστη καὶ αὕτη παραπλησίως τῷ υἱῷ αὐτῆς καὶ θεῷ, μόνα παρὰ τῷ τάφῳ καταλείψασα τὰ ἐντάφια. καὶ πιστοῦται τὸν λόγον Ἰουβενάλιος ὁ τῶν Ἱεροσολύμων χρηματίσας θεῖος ἐπίσκοπος, τήν τε τοῦ Θωμᾶ διηγησάμενος ἀπόλειψιν, τὴν ἐσύστερον αὐτοῦ παρὰ τῷ τάφῳ προσέλευσιν καὶ τὴν ἐπ' αὐτῷ τῷ τάφῳ γεγονυῖαν παρ' αὐτοῦ κατεξέτασιν. οἱ γὰρ ἀπόστολοι τηνικαῦτα διανοιγῆναι τὸν τάφον κελεύουσιν ἅτε τὸν Θωμᾶν ὁρῶντες ἐπὶ τῇ ἀπολείψει πολλὰ δυσχεραίνοντα, καὶ ὁ μὲν τάφος ἠνοίγετο, ὁ δὲ θησαυρὸς ἐντὸς ἦν οὐδαμῶς, μόνα δὲ κείμενα, καθάπερ εἴρηται, τὰ ἐντάφια. ὅτι δὲ ἡ αὐτὴ καὶ ἡ ἐπὶ τῆς θεομήτορος ἔμελλε γενέσθαι ἀνάστασις, καὶ ταύτην ἐκ νεκρῶν ἐγερθῆναι καθὰ δὴ καὶ τὸν υἱὸν αὐτῆς, ὁ μακάριος Δαβὶδ προφθάσας ἐδήλωσεν οὕτως εἰπών ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.» ἐπειδὴ γὰρ τὴν ἐν γαστρὶ βαστάσασαν αὐτὸν κἀντεῦθεν κιβωτὸν ἁγιάσματος χρηματίσασαν, οὕτως ἐγηγερμένην ἐκ τάφου προέγνωκεν ὁ Δαβὶδ καθὰ δὴ καὶ τὸν ἐξ αὐτῆς γεννηθέντα Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεόν, εἰκό434 τως ἄρα καὶ ἐπὶ ταύτῃ τὴν ὁμοίαν προέγραψεν ἔγερσιν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκεῖνος εἰπών ἀνάστηθι κύριε σύ,» τηνικαῦτα ἐπήγαγε καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.» μὴ οὖν ἀμφίβαλλε. ἐπειδὴ γὰρ τὰ δύο τῶν πρωτοπλάστων σώματα τῇ λύμῃ τῆς φθορᾶς ὑπέπεσε διὰ τὴν παράβασιν, κἀντεῦθεν τὸ τοιοῦτον ὑφέρπον κακὸν διαδόσιμον ἐφ' ἅπαν γέγονε τὸ ἀνθρώπινον, διὰ τοῦτο καὶ νῦν πρώτως δύο σώματα ἀποτιναξάμενα ἀπαρχὴ τοῖς ἐλπιζομένοις ἀφθαρσίας γεγόνασι. καὶ μὴ μῦθον ἡγοῦ τὰ λεγόμενα. ὅρα γὰρ νουνεχῶς ὅτι καὶ ὁ ἐν πατριάρχαις ἁγιώτατος Γερμανὸς τὰς ἀφορμὰς ἐκεῖθεν λαβὼν ἐν τῷ εἰς τὴν κοίμησιν λόγῳ αὐτοῦ καὶ τάδε κατὰ ῥῆμα διέξεισιν ὅτι ζῇ σου τὸ πνεῦμα διὰ παντός, καὶ ἡ σάρξ σου διαφθορὰν οὐχ ὑπέμεινε τάφου. πάντα ἐπισκέπτῃ, καὶ ἡ ἐπισκοπή σου πρὸς πάντα, ὥστε κὰν οἱ ὀφθαλμοὶ ἡμῶν κεκράτηνται μὴ βλέπειν σε, ἀλλὰ σὺ παναγία τοῖς ἀξίοις ἑαυτὴν ἐμφανίζεις· ἡ γὰρ σὰρξ οὐκ ἐμποδίζει τῇ δυνάμει καὶ ἐνεργείᾳ τοῦ πνεύματός σου.» καὶ αὖθις τὸ μὲν σῶμά σου τὸ παρθενικὸν ὅλον ἅγιόν ἐστιν, ἀλλαγὲν μὲν ὡς ἀνθρώπινον πρὸς ἄκραν ἀφθαρσίαν ζωῆς, σῶον δὲ ὁ τοῦτο 435 ζωοτελὲς καὶ ἀκοίμητον ὡς σκεῦος ὑπάρχον θεοδόχον. ἐρρέτω τάφος, ἐρρέτω χοῦς ἐπὶ σοί, θεοτόκε.» πρὸς τούτοις δὲ ὁ ἁγιώτατος Ἀνδρέας ὁ Κρήτης αὐτὴν ταύτην εἰσάγει λέγουσαν ὅτι τῇ μὲν ψυχῇ μεγαλύνω τὸν κύριον καὶ ἀγαλλιῶμαι τῷ πνεύματι, τῷ σώματι δὲ μεταλλάττομαι καὶ μορφοῦμαι τὴν ἐν χάριτι θέωσιν. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. Μετὰ δὲ Αὔγουστον Καίσαρα κρατεῖ Τιβέριος ὁ υἱὸς αὐτοῦ ἔτη κγʹ. οὗτος κτίσας πόλιν παρὰ τῇ λίμνῃ Τιβεριάδα ταύτην ὠνόμασεν. ἐφ' οὗ σεισμὸς γεγονὼς ιʹ καὶ γʹ πόλεις κατέχωσεν. ὁ Τιβέριος οὗτος τοὺς βαρεῖς καὶ δεινοὺς φορολόγους αἰκίζων δεινῶς ἔλεγε κειρέσθωσαν μὲν τὰ πρόβατα, πλὴν οὐ μέχρις αὐτῆς ἐπιδερμίδος.» ἐφ' ᾧ καὶ τοὺς εἰς ἀξίαν παρ' αὐτοῦ προαγομένους θᾶττον οὐκ ἤμειβεν. ἐρωτηθεὶς πῶς τοῦτο ποιεῖ, ἔφη διὰ τὴν τῶν ἀγομένων ἀνάπαυσιν. ἐπὶ τούτοις δ' ἔφερε καὶ παράδειγμα. τραυματίας τις ἔκειτο, καὶ τὰ ἕλκη αὐτοῦ πλῆθος μυιῶν ἀνιμώμενον ἦν. παριὼν δέ τις ἐπεχείρει ταύτας ἀποσοβεῖν. ὁ δὲ εἶπεν ἄφες αὐτάς. κορεσθεῖσαι γὰρ οὐ τοσοῦτον ὀδύνας μοι παρέχουσιν. ἐὰν ἔλθωσιν ἄλλαι λιμώττουσαι, σφόδρα με ἐπιπλήξουσι.» λέγεται δὲ ὅτι μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ ἡ Μαγδαληνὴ Μαρία μέχρι καὶ Ῥώμης τρέχει, πολλὰ καταβοῶσα τῶν 436 παρηνομηκότων εἰς αὐτὸν τὸν Χριστόν. τοσοῦτον δὲ Τιβέριος τὸν θυμὸν ἀνῆψεν ὥστε θανάτῳ καταδικάσαι τοὺς ἱερεῖς καὶ γραμματεῖς σὺν αὐτῷ τῷ Πιλάτῳ, εἰ καί τινες ἕτεροι αὐτόχειρα λέγουσι τὸν Πιλᾶτον ἑαυτοῦ γενέσθαι. Μετὰ τοῦτον κρατεῖ Γαΐος ἔτη δʹ. οὗτος πάμπολλα δεινὰ ποιήσας ἀναιρεῖται ὑπὸ στρατιωτῶν ἐν τῷ λουτρῷ· οὐ γὰρ ἔφερον αὐτὸν ὁρᾶν τὴν ἰδίαν θυγατέρα προσάγοντα τῷ εἰδώλῳ αὐτοῦ, καὶ λέγοντα σὺ ταύτης πατήρ, καὶ σὺ ταύτην γεγένηκας.» οὗτος ὁ Γαΐος ὁλονύκτως κυβεύειν ἤθελεν. ὅθεν ἐπὶ τούτῳ δυσθυμήσας ὁ βασιλεύς, ἐπὶ τοσοῦτον γὰρ ἐξεκεκένωτο τὸ χρυσίον ἅπαν, ὥστε καὶ τὸν θησαυροφύλακα δυσθυμοῦντα ὁρῶν τοὺς ὁπουδήποτε πλουσίους ἀναιρεθῆναι κελεύει καὶ τὰς αὐτῶν περιουσίας λαβεῖν. οὗτος ἐν στενωπῷ τῆς Ῥώμης πηλὸν θεασάμενος κόλποις Οὐεσπασιανοῦ τοῦ στρατηγικωτάτου βληθῆναι προσέταξε. Τότε δὴ τότε Φίλων ὁ σοφὸς καὶ Ἰώσηπος ἤκμαζον. οὗτος δὴ φιλαλήθης ἐλέγετο διά γε τὸ τὸν βαπτιστὴν τοῦ κυρίου ἐπαινεῖν, καὶ διὰ τὸ τὸν Χριστὸν ὁμοίως ἄνδρα σοφὸν μαρτυρεῖν καὶ μεγάλων σημείων ἐργάτην, σταυρωθέντα δὲ ζῶντα φανῆναι μετὰ τρίτην ἡμέραν. σὺ δὲ ἀγαπητέ, μὴ θαύμαζε εἴγε καὶ βάρβαροί τινες προείλοντο τὰ καλά· ὸν 437 γὰρ ἄνθρωπον πλάττων ὁ θεὸς ἐντέθεικεν αὐτῷ τὴν τοῦ καλοῦ καὶ κακοῦ διάγνωσιν. διόπερ οὐ μόνον οἱ περὶ τὸν Πλάτωνα τὸν ἄδικον βίον ἐμίσησαν, ἀλλὰ καὶ τῶν βαρβάρων οὐκ ὀλίγοι. καὶ γὰρ τοὺς ὑπερβορέους οἰκεῖν μὲν ὑπὲρ τὰ Ῥίπαια ὄρη φασίν, ἀσκεῖν δὲ δικαιοσύνην, ἀκροδρύοις καὶ ὕδασι ζῶντας. ἀλλὰ καὶ τοὺς Βραχμᾶνας ὑπὲρ ἄνθρωπον ἀσκεῖν, φύλλοις τὸ σῶμα σκεπομένους καὶ ἐν ὕλαις διάγοντας. καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην τοσοῦτον ὁ τῆς σωφροσύνης καὶ τῆς ἀσκήσεως ἔρως κατέσχεν ὡς καὶ κοιμώμενον τὰ χείλη αὐτοῦ καὶ τὰ αἰδοῖα κρατεῖν δι' οἰκείων χειρῶν· οὐ μόνον γὰρ γρηγορῶν ἀλλὰ καὶ ὑπνώττων ἐδείκνυε πόσης ἀσφαλείας τὰ τοιαῦτα δέονται μόρια. Μετὰ δὲ Γαΐον κρατεῖ ὁ Κλαύδιος ἔτη ιγʹ. οὗτος ὁ Κλαύδιος τοσοῦτον λέγεται εἶναι δειλὸς ὥστε τοὺς παρισταμένους ἐρευνᾶν, μή ποτε ξίφος ἐν κόλποις φέροιεν. μετὰ δὲ τοῦτον Νέρων ὁ υἱὸς αὐτοῦ ἔτη ιδʹ. οὗτος ὁ παμμίαρος ἐτῶν ὡσεὶ ιʹ καὶ ζʹ ὢν πρῶτος τοῦ διωγμοῦ ἤρξατο, καὶ τοὺς κορυφαίους ἀναιρεῖ, ὡς μὲν ἱστορικοί τινες ἕτεροι λέγουσιν, ἐν ἡμέρᾳ μιᾷ καὶ τῇ αὐτῇ, ἐν ἄλλῳ δὲ καὶ ἄλλῳ ἔτει, ὡς δὲ Εὐσέβιος ὁ τοῦ Παμφίλου, καὶ ἔτει τῷ αὐτῷ καὶ ἡμέρᾳ τῇ αὐτῇ. ἀλλὰ Τερτουλλιανός τις ἀνὴρ τῶν ἐπὶ Ῥώμῃ λαμπρῶν καὶ Γαΐος ἀνὴρ ἐκκλησιαστικὸς καὶ Διονύσιος 438 ἐπίσκοπος Κορίνθου γράφουσι καθ' ἕνα καιρὸν καὶ ὁμοῦ μαρτυρῆσαι Πέτρον καὶ Παῦλον, τρισκαιδεκάτῳ ἔτει τῆς βασιλείας Νέρωνος. καὶ Πέτρον μὲν ἀναιρεῖ δι' αἰτίαν τοιαύτην. ἐπὶ τοῦ Νέρωνος ὁ Σίμων ὁ μάγος ἦν, πρὸς ὃν ὁ κορυφαῖος ἐλθὼν εὗρε κύνα δεδεμένον ἁλύσει ἐν τῷ πυλῶνι αὐτοῦ, κατεσθίοντα τοὺς ἄνευ προτροπῆς ἐπιχειροῦντας εἰσελθεῖν ἐπὶ τὸν Σίμωνα. ᾧ δὴ καὶ ἐκέλευσεν εἰσελθεῖν, καὶ ἀνθρωπίνῃ φωνῇ περὶ Πέτρου ἀναγγεῖλαι. καὶ τηνικαῦτα τοῦτο ἐποίησε, καὶ πάντες οἱ ὄντες ἐντὸς ἐξεπλάγησαν. αὐτὸ δὲ τοῦτο καὶ ὁ Σίμων ἐποίησε, καὶ τὸν Πέτρον ἐκάλεσεν. ὁ μέντοι Σίμων καὶ τάδε πρὸς τοῖς ἄλλοις τῷ κορυφαίῳ διαλεγόμενος ἔλεγεν. εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί ου προέγνω τὴν τοῦ ὄφεως ἀπάτην;» καὶ ὁ Πέτρος εἰ πρόγνωσιν οὐκ εἶχε, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι ἐπέθηκεν ὀνόματα; τὸν μὲν γὰρ Καῒν ὠνόμασεν, ὅ ἐστι ζῆλος· ζηλώσας γὰρ ἀνεῖλε τὸν ἀδελφὸν αὑτοῦ. τὸν δὲ Ἀβὲλ ἐκάλεσεν, ὅ ἐστι πένθος· ἐπ' αὐτῷ γὰρ φονευθέντι ἐπένθησαν οἱ γονεῖς αὐτοῦ.» εἰ δὲ ὸ πλάσμα προεγίνωσκε, πολλῷ μᾶλλον ὁ πλάστης αὐτός, εἰ καὶ ὁ παράφρων ἐκεῖνος ἀπὸ τοῦ εἰπεῖν τὴν γραφὴν ὅτι ἐπείραζεν ὁ θεὸς τὸν Ἀβραὰμ καὶ ὅτι καταβὰς ἐπὶ Σόδομα ὄψομαι» ἔλεγεν 439 ἄγνοιαν ἔχειν τὸν θεόν. πρὸς μέντοι ταῖς ἄλλαις αὐτοῦ φαντασίαις καὶ εἰς ἀέρα ἐπήρθη ὁ Σίμων, ἐπαγγειλάμενος ἐκεῖθεν ἀγαθὰ καταβιβάσαι τῷ λαῷ. ἐγὼ δὲ ὁ Πέτρος ηὐχόμην καθ· ἑαυτόν, καὶ εἶπον ἐνατενίσας αὐτῷ εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμὶ ἐγὼ καὶ οὐ πλάνος, ὥς φησι Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν ἀφεῖναι τῆς κρατήσεως αὐτόν.» καὶ παραχρῆμα εἰς γῆν κατηνέχθη καὶ συνετρίβη. διὸ δὴ καὶ τὴν ἡμέραν ἐκείνην ἐπίσημον ἄγουσιν οἱ Ῥωμαῖοι· σάββατον γὰρ ἦν, ἐν ᾧ καὶ προσευχὴ καὶ νηστεία τοῖς πιστοῖς, καὶ μᾶλλον ὑπὲρ τοῦ διδασκάλου. τοῦτο δὲ καὶ μέχρι τοῦ νῦν ἐκεῖσε κρατεῖ. ταῦτα δὲ μαθὼν ὁ Νέρων τὸν Πέτρον ἐσταύρωσε. τὸν δὲ Παῦλον, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς ἐν τῷ πρὸς τοὺς κωλύοντας μονάζειν λόγῳ αὐτοῦ, διὰ ξίφους ἐτελείωσεν ἅτε κατηχήσαντα Ἐπέραστον αὐτοῦ παλλακήν. διὰ γὰρ τοῦτο καὶ τὸν διωγμὸν ἤγειρε· λάγνος γὰρ ὢν οὐκ ἠνέσχετο τὰς αὑτοῦ παλλακὰς ἐπιστρέφειν πρὸς κύριον. ὁ μέντοι θεῖος Ἰωάννης καὶ τάδε πρὸς Παῦλον εὕρηται λέγων ποῖος τόπος τὸ σὸν ἐδέξατο αἷμα, τὸ γαλακτοειδὲς ὁραθὲν ἐν τῷ χιτῶνι τοῦ σε ἀνασκολοπίσαντος; ὸ δὴ καὶ τὴν βάρβαρον αὐτοῦ ψυχὴν ὑπὲρ μέλι γλυκᾶναν πιστὸν ἐποίησε 440 τηνικαῦτα τὸν ἄπιστον.» κεκοίμηνται δέ, ὡς ἐκεῖνοί φασι, καὶ ἀμφότεροι ἐν τῇ πόλει Ῥώμῃ, μηνὶ Ἰουνίῳ κθʹ, ἐπὶ Νέρωνος βασιλέως. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τὴν τοῦ θεηγόρου Λουκᾶ περὶ τῶν πράξεων τῶν ἀποστόλων ἐπελθὼν ἱστορίαν εὐλόγως ἠπόρηκας, εἴγε τὰ λοιπὰ Παύλου διηγησάμενος ὁ Λουκᾶς τὸ μακάριον αὐτοῦ τέλος σεσίγηκε. καὶ ἔστιν εἰπεῖν ὅτι μέχρι τῆς εἰς Ῥώμην πρώτης ἀφίξεως τοῦ μεγάλου Παύλου καταλύει τὴν ἱστορίαν ὁ Λουκᾶς. καὶ ἐκ τούτου φαίνεται ὅτι διασχισθεὶς ὁ Λουκᾶς Παύλου τὸ τῶν πράξεων τηνικαῦτα συνεγράψατο βιβλίον, ὅθεν τὰ λοιπὰ μὲν Παύλου διηγήσατο, τὸ δὲ μαρτύριον ὡς μήπω γεγονὸς εἰκότως παρέδραμεν. ὁ γὰρ Παῦλος διετίαν ὅλην ἐν Ῥώμῃ ἄνετος ὢν ἐκήρυσσε· μέχρι γὰρ τοῦδε καὶ ὁ Λουκᾶς αὐτῷ συνῆν. εἶθ' οὕτως ἀπολογησάμενος εἰς τὸ κήρυγμα πάλιν ἐστέλλετο καὶ τοῖς ἐκεῖσε κηρύσσων ἦν. ἐκ δευτέρου δὲ τῇ Ῥώμῃ ἐπιδημήσας, καὶ κατηχήσας τὸν οἰνοχόον Νέρωνος καὶ παλλακὴν αὐτοῦ Ἐπέραστον, τὸ μακάριον τέλος ἐδέξατο. ὅτι δὲ οὐκ ἦν ὁ Λουκᾶς μετὰ Παύλου τὸ πρότερον, αὐτός φησι πρὸς Τιμόθεον ἐν τῇ πρὸς αὐτὸν δευτέρᾳ ἐπιστολῇ, ἣν ἔγραψε δέσμιος ὢν ὑπὸ Νέρωνος· ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ πάντες με ἐγκατέλιπον. μὴ αὐτοῖς λογισθείη. ὁ δὲ κύριός μου 441 παρέστη καὶ ἐνεδυνάμωσέ με.» κατὰ δέ γε τὸ τέλος μόνος παρῆν ὁ Λουκᾶς. Μετὰ μέντοι τὴν πρώτην ἀπολογίαν εἰς Ἱσπανίαν ὁ Παῦλος παραγίνεται. γύναιον οὖν τι τῶν ἐπισήμων ἐκ πρὸ πολλοῦ θέλον τὸν Παῦλον ἰδεῖν καὶ τὴν ἀλήθειαν ἐνηχηθῆναι, παρακύψαι λέγεται κατὰ τὴν ἀγορὰν καὶ ἰδεῖν αὐτὸν διερχόμενον, καὶ πεῖσαι τὸν αὐτῆς ἄνδρα Πρόβον ἐντὸς τοῦ οἴκου δέξασθαι αὐτόν. εἰσελθόντος οὖν θαῦμα παράδοξον γίνεται· τὸ γὰρ γύναιον ἀνακαλυφθέντων τῶν τοῦ νοὸς ὀφθαλμῶν ἑώρα ἐπὶ τοῦ μετώπου τοῦ ἀποστόλου ἐπίχρυσα γράμματα Παῦλος ὁ τοῦ Χριστοῦ κήρυξ» διαγορεύοντα. καὶ προσπεσοῦσα τοῖς ποσὶν αὐτοῦ ἡ τοιαύτη γυνὴ κατηχήθη καὶ ἐβαπτίσθη. ὁμοίως καὶ Πρόβος ὁ ἀνὴρ καὶ πάντες οἱ λοιποὶ καθεξῆς. Τοῦ μέντοι Νέρωνος Ἀνίκητόν τινα στείλαντος ἐπὶ τῷ τὴν μητέρα αὐτοῦ Ἀγριππῖναν ἀποκτεῖναι, τιʹ ποιεῖ αὕτη; τὴν ἑαυτῆς γαστέρα γυμνώσασα παῖε Ἀνίκητε» ἔφη, παῖε, ὅτι Νέρωνα ἐγέννησεν.» οὗτος ὁ Νέρων πρὸς τοῖς ἄλλοις αὐτοῦ κακοῖς καὶ κιθαρῳδοῖς καὶ μίμοις ἐπέχαιρεν, ἀκρατοποτῶν ἐσαεὶ κἀντεῦθεν τοὺς ἀναιτίους ἀποστερῶν τῆς ζωῆς. τοσοῦτον δὲ Ῥωμαῖοι ἀπεστράφησαν αὐτὸν ὡς ἐπιστῆναι καί ποτε τοῦτον ἀναιρήσοντες. τοῦτο δὲ γνοὺς ὁ Νέρων ἑαυτὸν 442 διεχειρίσατο, μηδὲν ἄλλο εἰπὼν ἢ τοῦτο καὶ μόνον οἷον, ὦ Ζεῦ, κιθαρῳδὸν ὁ βίος ζημιοῦται.» λέγεται δὲ καὶ τοῦτο, ὅτι Λουκᾶς ὁ ἀπόστολος ἐπὶ καρποφόρου ἐλαίας ἐσταυρώθη. ἄδηλον δὲ ἦν τὸ τίμιον αὐτοῦ λείψανον διὰ τὸ μέσον πολλῶν σκηνωμάτων ῥιφῆναι· διὰ προσευχῆς δὲ ἔπεμψεν ὁ θεὸς κουλούρια ἰατρικὰ σύμβολα τῆς τέχνης αὐτοῦ, καὶ οὕτω φανερωθὲν ἐνταῦθα ἐπανεσώθη. Οὐ πολὺς μετὰ ταῦτα παρερρύη καιρός, καὶ ἡ τῶν Ἰουδαίων ἐφθάκει ἀπώλεια. οὐκ ἐν ἄλλῳ δὲ καιρῷ ἦλθεν, ἀλλ' ἐν ἡμέρᾳ τῆς ἑορτῆς. καὶ εἰκότως· ἐχρῆν γὰρ αὐτοὺς ἐν αἷς εἰς τὸν κύριον ἐξήμαρτον, ἐν αὐταῖς καὶ τὰ ἐπίχειρα εὑρεῖν, καίτοι γε πολλὰ τοῦ θεοῦ ποιήσαντος ἵνα διορθωθῶσι. καὶ γὰρ ἄνθρωπός τις Ἰησοῦς κατὰ τὴν ἑορτὴν τῆς σκηνοπηγίας ἐλθὼν ἐν τῷ ἱερῷ ἀνέκραξε φωνῇ ἀπὸ τῶν τεσσάρων μερῶν ἐπὶ Ἱεροσόλυμα καὶ τὸν λαόν, ἀλλὰ καὶ τὴν πόλιν πᾶσαν περιερχόμενος καὶ τυπτόμενος ἔλεγεν οὐαὶ οὐαί, Ἱεροσόλυμα.» δύο καὶ γὰρ ἔτη περικυκλωθέντες καὶ ἀπορήσαντες τοὺς ζωστῆρας καὶ τὰ δέρματα τῶν θυρεῶν ἐμασῶντο. γυνὴ δέ τις Μαρία τοὔνομα, πλουσία οὖσα σφόδρα, ἐκ τῆς χώρας πρὸς τὴν πόλιν εἰσῆλθε, καὶ τὰ προσόντα αὐτῇ σκυλευθεῖσα ὑπὸ τοῦ λαοῦ καὶ μὴ ἔχουσα ζῆσαι, ὑπομάζιον αὐτῆς παῖδα ὀπτήσασα ἔφαγε. τοῦτο οὖν ἰδόντες ηὔχοντο τά443 χιον ἀποθανεῖν. καὶ θύελλα τότε ἔπνευσε, καὶ τὰ μὲν βέλη τῶν πολεμίων ὄρθια ἔφερε, τὰ δὲ τῶν Ἰουδαίων πλάγια, ὡς ἐντεῦθεν καὶ τὴν Ἱερεμίου προφητείαν πέρας λαβεῖν τὴν οὕτω λέγουσαν καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν, καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συρρηγμὸν αἰώνιον. καὶ ἔδονται τὰς σάρκας τῶν οἱῶν καὶ τῶν θυγατέρων αὐτῶν. καὶ συντρίψω τὴν πόλιν ταύτην ὡς ἄγγος ὀστράκινον; ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι.» τί τούτου σαφέστερον; πάντα γὰρ πεπλήρωται κατὰ τὴν ἱστορίαν Ἰωσήπου. ἵνα γὰρ μηδεὶς Ἰουδαῖος ἀπιστήσειεν, οὐκ ἀλλόφυλόν τινα ἀλλ' ὁμόφυλον καὶ ζηλωτὴν παρεσκεύασεν ἡ ἀλήθεια τὰ δυσεξήγητα ἐκτραγῳδῆσαι πάθη αὐτῶν. τοιαύτην γὰρ θεήλατον ὀργὴν οὐδεὶς εἶδέ ποτε. ὁ μέντοι Ἰώσηπος ἐν Ἱερουσαλὴμ παρὼν τῷ πολέμῳ συνέγραψε τρια- κοσίας ἀνδρῶν μυριάδας ἀπολέσθαι λιμῷ μαχαίρᾳ πυρὶ καὶ τοῖς τοιούτοις, ναὶ μὴν καὶ τῇ κατὰ Ῥώμην θηριομαχίᾳ. γέγονε δὲ ταῦτα ἐν ταῖς ἡμέραις ταύταις τοῦ Τίτου μετὰ μʹ ἢ καὶ πλείονα ἔτη τῆς Χριστοῦ ἀναλήψεως. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τρεῖς δουλείας ὑπέστησαν οἱ Ιουδαῖοι καὶ λίαν δεινάς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυ444 λῶνι καὶ τὴν ὑπ' Ἀντιόχου τοῦ ἐπιφανοῦς. ἀλλ' ἐπὶ τούτοις καὶ αἱ αἰχμαλωσίαι προηγορεύοντο καὶ ἡ ἐπάνοδος, ἐπὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας τοῦτο οὐ γέγονε. καὶ ὅρα τὸ τοῦ Ἰωσήπου φιλάληθες· ὅτι μὲν γὰρ ὑπὸ Ῥωμαίων ἐρημωθή- σεται τὰ Ἱεροσόλυμα, ἔγραφε, παράγων καὶ τὸν προφήτην Δανιὴλ μάρτυρα τοῦ λόγου αὐτοῦ, ὅτι δὲ στήσεται τῆς ἐρημώσεως, οὐκ ἔγραφεν, ἐπεὶ μηδὲ τὸν προφήτην εὗρε τοιοῦτόν τι προειπόντα. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ Νέρωνα κρατεῖ Γάλβας μῆνας ζʹ, μετὰ δὲ Γάλβαν Ὄθων μῆνας γʹ, μετὰ δὲ τοῦτον Βιτέλλιος μῆνας ηʹ. οὗτος κηρύγματα τοῖς ἀστρολέσχαις προτέθεικε φεύγειν ἐξ Ἰταλίας. οἱ δ' ἀντιπροτεθείκασι φεῦγε τοῦ βίου, Καῖσαρ,» καὶ τὴν ἡμέραν αὐτὴν καθ' ἣν ἀποκτανθείη γράψαντες. μετὰ δὲ τοῦτον Οὐεσπασιανὸς ἔτη θʹ, καὶ μετὰ τοῦτον ὁ υἱὸς αὐτοῦ Τῖτος ἔτη βʹ, ἐφ' οὗ καὶ ἡ τῶν Ἰουδαίων ἅλωσις γέγονε. ταύτης μὲν πρῶτος Οὐεσπασιανὸς κατήρξατο· ἀλλ' ἐκεῖθεν ἀπάρας πρὸς Ῥώμην ἀφῆκε τὸν γενναιότατον Τῖτον τὴν πόλιν πολιορκεῖν. οὗτος δὲ ὁ Τῖτος τοσοῦτον ἦν θαυμαστὸς ὥστε καὶ θρηνῆσαι διὰ τὴν κατὰ τῶν Ἰουδαίων θεήλατον ὀργήν, καὶ μᾶλλον ἡνίκα τὸν ναὸν ἑώρα πυρπολούμενον. ἀλλὰ καὶ τοῦ θεοῦ δεόμενος ἔλεγεν οὐκ ἐγὼ ἀλλὰ σὺ τούτου αἴτιος.» 445 ἀλλὰ καὶ εἴ τις νικητὴν αὐτὸν ἀνηγόρευσεν, ὠργίζετο κατ' ἐκείνου. τοσοῦτον δὲ ἦν ὁ Τῖτος οὗτος φιλότιμος ὥστε καὶ λέγειν οὐ δεῖ τινὰ βλέποντα βασιλέα ὑποστρέφειν λυπούμενον.» λέγεται δὲ καὶ τοῦτο τοῦτον εἰπεῖν σήμερον οὐκ ἐβασιλεύσαμεν, ἐπειδή τινα οὐκ εὐεργετήσαμεν.» ᾐχμαλώτευσεν δὲ οὗτος ὁ Τῖτος μυριάδας ρʹ, καὶ ἀνεῖλε καὶ οʹ, ὥς φησι Γεώργιος. μετὰ δὲ ταῦτα ἀναιρεῖται ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Δομετιανοῦ, λαγωὸν αὐτῷ παραθέντος θαλάσσιον. Μετὰ δὲ Τῖτον κρατεῖ Δομετιανὸς ἔτη ιεʹ, ὑφ' οὗ ὁ θεολόγος εἰς Πάτμον ἐξορίζεται, ἔνθα καὶ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν ἔγραψε. τότε δὴ καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἁπανταχοῦ περιπατῶν καὶ εἰς Βυζάντιον ἔρχεται, ὅθεν καὶ παρακληθεὶς ὑπὸ τῶν ἐποίκων τοὺς ὄφεις καὶ τοὺς σκορπίους ἐκ τῆς πόλεως ἐφυγάδευσε, καὶ τῶν ἵππων τὴν ἀταξίαν ἐχαλίνωσε. καὶ ἐν Ἀντιοχείᾳ δὲ ὡσαύτως ἐποίησεν ἐπί τε τοῖς σκορπίοις καὶ κώνωψι (πολλὰ γὰρ ὑπὸ τῶν τοιούτων ἐβλάπτοντο), χαλκοῦν μὲν σκορπίον χώσας ἐν γῇ, ὑπὸ καλάμων δὲ σειομένων διωχθῆναι παρασκευάσας τοὺς κώνωπας. ὁ μέντοι Δομετιανὸς Τίτου μὲν ἦν ἀδελφός, μηδὲν δὲ ἀδελφοῦ πρὸς αὐτὸν ἔχων, ὡς εἶναι τὸ θρυλλούμενον ἐκεῖνο πανάληθες ἀμὶς καὶ ποτιστήριον ἐκ τῆς αὐτῆς ὑέλου.» ἦν γὰρ ἐρασιχρήματος, αἵμασι χαίρων ἀνθρώπων. τούτῳ προ446 εῖπέ τις ἀστρονόμος καὶ τὸ τέλος καὶ τὸν διάδοχον αὐτοῦ. ὁ δὲ ἐπήνεγκε πρὸς αὐτόν ἡ δὲ σὴ ζωὴ πόση ἐστί, καὶ ποῖον τὸ τέλος αὐτῆς;» καὶ ὃς ἀπεκρίνατο φιλαλήθως κατὰ τοὺς δρόμους τῶν ἀστέρων. ὁ δὲ Δομετιανὸς θέλων ἀπελέγξαι φενακιστὴν τὸν ἀστρονόμον, κελεύει πῦρ ἀναφθῆναι καὶ δεδεμένον αὐτὸν ἐμβληθῆναι τῇ πυρᾷ. γίνεται ταῦτα. ἀλλὰ τὸ ἐγχείρημα τοῦτο τέλος οὐ δέχεται· ὑετὸς γὰρ ἄνωθεν καταρρήγνυται, καὶ σβέννυται ἡ πυρά, λύεται ὁ δεσμώτης. καὶ ὁ βασιλεὺς ὄναρ ἑώρα. ἵππῳ μελαντέρῳ ἐπεκάθητο κατάφρακτος ὅπλοις. τούτων γοῦν ἀπορρυέντων αὐτομάτως εἰς χάσμα γῆς ἐδόκει καταπίπτειν, καὶ σὺν ἵππῳ καὶ στολῇ ἄφαντος γέγονεν. ὅθεν καὶ τὴν ψυχὴν αὐτοῦ βιαίως ἐκρήξαντος εἰς Νερούαν τὸ σκῆπτρον ἔρχεται. κρατεῖ τοίνυν μετὰ Δομετιανὸν Νερούας ἔτος ἓν μῆνας δʹ. ἐφ' οὗ ἐπανεκλήθη τῆς ἐξορίας ὁ θεολόγος, ὥς φησιν Ἱππόλυτος. εἶτα τελευτᾷ, καὶ ζητηθείς, τὸ λείψανον αὐτοῦ οὐχ εὑρέθη. Μετὰ δὲ Νερούαν κρατεῖ Τραϊανὸς ἔτη ιθʹ μῆνας ζʹ, ὃς τοσοῦτον ἦν φιλοδίκαιος ὡς γυμνῶσαι σπάθην καὶ ἐπιδοῦναι τῷ ἐπάρχῳ, καὶ οὕτως εἰπεῖν εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ ἔσο κεχρημένος αὐτῇ, εἰ δὲ κακῶς ἄρχω, κατ' ἐμοῦ.» οὗτος καὶ τὰς εν τῇ πρεσβυτέρᾳ Ῥώμῃ γεφύρας ἐποίησεν, ὧν ἕνεκα καὶ σωτη447 ρίας ἔτυχεν, εἰ καὶ ἐν ἀσεβείᾳ τὸν βίον κατέλυσεν. ὃ δὴ καὶ παράδοξον. ὁ γὰρ διάλογος μέγας Γρηγόριος, ὁ τῆς τοιαύτης Ῥώμης χρηματίσας ἐπίσκοπος, ἀνὰ τὴν λιθίνην πορείαν γενόμενος ἣν ὁ Τραϊανὸς οὗτος ᾠκοδόμησεν, εὐχὴν κραταιάν, ὡς ὁ θειότατος Ἰωάννης ὁ Δαμασκηνὸς ἀφηγούμενος εὕρηται, πρὸς τὸν φιλόψυχον κύριον ὑπὲρ συγχωρήσεως ἁμαρτιῶν τοῦ τοιούτου βασιλέως πεποίηκε. καὶ ὃς αὐτίκα φωνῆς θεόθεν ἐνεχθείσης αὐτῷ ἐπακήκοε τάδε φησάσης τῆς εὐχῆς ὑπήκουσα, καὶ τῷ Τραϊανῷ συγγνώμην δίδωμι. σὺ δὲ μηκέτι προσθῇς ὑπὲρ ἀσεβῶν εὐχὰς προσενέγκαι μοι.» ὁ μέντοι Τραϊανὸς μετὰ τοῦ συγκάμπτεσθαι ξένοις καὶ παραμυθεῖσθαι φίλους ἀνεξικάκως ἅπασαν ἔφερε λοιδορίαν, δεῖν ἐξισοῦσθαι τῷ θεῷ λέγων τὸν βασιλέα καὶ πάσης ἀνέχεσθαι ὕβρεως. Μετὰ δὲ τοῦτον ὁ γαμβρὸς αὐτοῦ Ἀδριανὸς ἔτη κδʹ, ὃς συγκροτήσας πόλεμον κατὰ Ἰουδαίων στασιασάντων, ὡς ἄνωθεν εἴρηται, ἀνεῖλεν ἐξ αὐτῶν ἐν μιᾷ ἡμέρᾳ μυριάδας ἀνδρῶν νηʹ· συστάντες καὶ γὰρ τηνικαῦτα ἐπὶ τὴν παλαιὰν ἐσπούδαζον πολιτείαν ἐπανελθεῖν. ἀλλ' αὐτὸς χειρωσάμενος αὐτοὺς κατέστρεψε τὴν πόλιν καὶ παντελῶς ἐξηδάφισε. τότε δὴ τότε πέρας ἐλάμβανε καὶ ἡ κυριακὴ φωνή οὐ μὴ 448 μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται.» καὶ ἐν τοῖς ἀδύτοις δὲ τοῦ ναοῦ τὸ εἴδωλον αὐτοῦ ἔστησε, καὶ Αἴλιος χρηματίζων Αἰλίαν καὶ τὴν πόλιν καλεῖσθαι παρεσκεύασεν ἔκτοτε· ὁ μέντοι Ἀδριανὸς καὶ τοὺς θεραπευτὰς τοῦ λόγου μεγάλως ἐδεξιοῦτο, συνεπομένους ἔχων αὐτῷ καὶ οὓς ᾔδει ἄνδρας σοφούς. καὶ τοὺς μὲν Ἰουδαίους ἐκστῆναι σπεύδοντας τῆς Ῥωμαϊκῆς ἰσχύος ἄρδην ἀπώλεσεν, αὐτὸς δὲ τὸν βίον ὑδέρῳ καταστρέφει. ἡ μέντοι πόλις Ἱεροσόλυμα Αἰλία κεχρημάτικε τρόπῳ τοιῷδε. ὁ Ἀδριανὸς οὗτος φιλί- στωρ ἐγένετο, ἐφ' ᾧ καὶ τὴν ἐπ' αὐτὸν ἐπικράτειαν ἰδεῖν ἐπεθύμησε. φθάσας οὖν ἕως Ἱεροσολύμων, καὶ τὴν πόλιν ἰδὼν εἰς τοσοῦτον ἠρημωμένην, κακῶς τοὺς Ἰουδαίους διέθετο· καταγαγὼν γὰρ αὐτοὺς ἐν τῇ πανηγύρει ἐκέλευσεν ἀπεμπολεῖσθαι τῷ θέλοντι τέσσαρας Ἰουδαίους ἑνὶ μοδίῳ τῆς κριθῆς· αὐτὸς δὲ ἤρξατο κτίζειν τὴν πόλιν καὶ τὰ τείχη, οὐχὶ δὲ καὶ τὸν ναὸν αὐτόν. καθίστησι δὲ τῷ ἔργῳ ἐπιστάτην τὸν Ἀκύλαν ἐκεῖνον Ἕλληνα ἔτι ὄντα. ἦν δὲ ὁ Ἀκύλαςθεωρῶν τοὺς Χριστιανοὺς προστρέχοντας καθ' ἑκάστην τῇ πίστει, καὶ τὸν θεὸν δὲ σημεῖα πολλὰ ποιοῦντα καὶ τέρατα. κατενύγη τηνικαῦτα, καὶ Χριστιανοῖς ἐναρίθμιος γέγονεν. ἦν δὲ ὁ Ἀκύλας οὗτος ἀστρονόμος ἀκρότατος, ὅθεν καὶ Χριστιανὸς γεγονὼς τῶν προτέρων ἐπιτηδευμάτων αὐτοῦ παύσα449 σθαι οὐκ ἠθέλησεν. οἱ οὖν ἱερεῖς τῶν Χριστιανῶν ὡς ἑώρων αὐτὸν μετὰ πολλὰς παραινέσεις τοῦ ἀστρονομεῖσθαι μὴ παραιτούμενον παύσασθαι, τῆς ἐκκλησίας πόρρω που βάλλουσι, τοῖς ἐπιτιμίοις αὐτὸν διορθωθῆναι νομίζοντες. ἀλλὰ θυμοῦ μᾶλλον ἐκεῖνος ἐντεῦθεν πλησθεὶς τοῖς τῶν Ἰουδαίων ἱερεῦσι προσέρχεται, καὶ τὸν χριστιανισμὸν ἀναθεματίσας περιτομὴν καταδέχεται. ταύτῃ τοι καὶ τὴν Ἑβραΐδα γλῶτταν ἐκπαιδευθεὶς δευτέραν ἔκδοσιν τῶν γραφῶν ἐποιήσατο, τὰς περὶ Χριστοῦ μαρτυρίας ἐπικαλύψαι τέλεον μηχανώμενος. ἔχεις ἰδοὺ καὶ τὴν αἰτίαν, ἀγαπητέ, δι' ἣν ὁ Ἀκύλας ἐκεῖνος ἐνόθευσε τὰς γραφάς. Μετὰ δὲ Ἀδριανὸν Ἀντωνῖνος ὁ διὰ χρηστὸν τρόπον λεγόμενος εὐσεβὴς ἔτη κβʹ, ἐφ' οὗ καὶ Ἰουστῖνος ὁ φιλόσοφος καὶ Διονύσιος ὁ ἐπίσκοπος Κορίνθου τὸ διὰ μαρτυρίου τέλος ἐδέξαντο. μετὰ δὲ τοῦτον Μάρκος ὁ Ἀντωνῖνος μετὰ Σεβήρου γαμβροῦ ἔτη ιθʹ, ἐφ' οὗ πῦρ ἐξ οὐρανοῦ φερόμενον ὤφθη. οὗτος ὁ Μάρκος σοφίᾳ καὶ λόγοις ἐντεθραμμένος τοὺς μετόχους σοφίας καὶ γνώσεως διὰ τιμῆς εἶχεν ὅτι πολλῆς. οὗτος περιστάντων αὐτόν ποτε πολεμίων, ἐπειδὴ χρημάτων ἐσπάνιζεν εἰς τὸ συλλέξαι στρατόν, τὸν κόσμον, ὡς φασί, τὸν βασίλειον εἰς ἀγορὰν προέθετο, κηρύξας ἀνυποστό450 λως τὸν βουλόμενον ἐξωνεῖθαι λίθους μαργάρους καὶ ὅσα τοιαῦτα. γίνεται ταῦτα· συνῆκτο χρήματα. σκορπίζει ταῦτα τῷ στρατῷ, ὁρμᾷ κατὰ τῶν ἐναντίων, τροποῦται, σκυλεύει, νικητὴς ὑποστρέφει. τίθησι λοιπὸν χρήματα τῇ ἀγορᾷ. τίνος ἕνεκεν; ὥστε καὶ πάλιν τὸν θέλοντα τὰ ἐξωνηθέντα διδόναι καὶ τὸ τίμημα λαβεῖν. Μετὰ τοῦτον Κόμμοδος ὁ υἱὸς αὐτοῦ ἔτη ιβʹ. οὗτος γυναιξὶ μὲν καὶ μίμοις συνέχαιρε, τοὺς δυνατοὺς καὶ προύχοντας διὰ ξίφους ἐθανάτου, ἐφ' ᾧ καὶ διὰ φαρμάκου τῆς ζωῆς ἐξίστατο. οὗτος ὁ Κόμμοδος θηλυμανὴς ἐγένετο τρόπῳ τοιούτῳ. κατ' ἐκεῖνο καιροῦ νόσημα τῇ πόλει λοιμῶδες ἐπέσκηψε. πτοηθεὶς οὖν μή ποτε καὶ αὐτὸς τῷ τοιούτῳ φθοροποίῳ διαφθαρείη νοσήματι, μύροις πολυτιμήτοις κατεχρίσατο. καὶ τὴν μὲν ἀπὸ τοῦ νοσήματος βλάβην ἐξέφυγεν, ἀλλὰ κατωφερὴς ἐντεῦθεν εἰς ἀφροδίσια γέγονε. Μετὰ τοῦτον Περτίναξ μῆνας βʹ. μετὰ τοῦτον Σεβῆρος ἔτη ιζʹ, ἐφ' οὗ Κλήμης ὁ στρωματεὺς καὶ Σύμμαχος καὶ Ὠριγένης. οὗτος τὸ Ζεύξιππον λουτρὸν ἔκτισεν ἐν Βυζαντίῳ, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρομίῳ παρέδωκεν. ὁ μέντοι Ὠριγένης ἀκμάζων τότε τοῖς θείοις λόγοις πολλοὺς ἐχειραγώγει πρὸς τὴν ἀλήθειαν, πιστούς τε καὶ ἀπίστους· ἀφ' ὧν καὶ 451 Ἀμβρόσιός τις ἀνὴρ ἐπίσημος καὶ φιλολόγος ἐκ τῆς Οὐαλεντίνου αἱρέσεως ἐκστάς. ἀλλὰ καὶ ἐν τοῖς ἔξωθεν μέγας ἐγνωρίζετο, γεωμετρίας καὶ τὰ λοιπὰ παραδιδοὺς αὐτοῖς· εὐφυὴς γὰρ ἦν ἐκ βρέφους, καὶ ἐπέπληττεν αὐτὸν ὁ πατὴρ ὡς παρ' ἡλικίαν τὰ θεῖα καὶ μεγάλα ζητοῦντα. πολλάκις δὲ καὶ καθεύδοντος αὐτοῦ τὰ στέρνα τοῦ Ὠριγένους ὁ πατὴρ κατεφίλει ὡς θείου πνεύματος μεστά, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε· θεῖος γὰρ ὁ ἀνήρ, ἐπειδὴ καὶ μάρτυς γέγονεν. ὁ δὲ Ὠριγένης τοσοῦτον ἦν ἐγκρατὴς ὡς ὀβολοῖς τέσσαρσι καθ' ἑκάστην ἀρκεῖσθαι, οἴνου καὶ ἐλαίου ἀπεχόμενος, κατεσκληκώς τε ἦν καὶ ψιαθίῳ κείμενος, ἓν ἔργον ἔχων τὴν θείαν μελέτην. ἐφ' ᾧ καὶ πολλοὺς Ἕλληνας τοῦ μαρτυρίου στέφανον ἀναδήσασθαι πεποίηκεν. ὁ μέντοι Ἀμβρόσιος τὰ πρὸς χρείαν αὐτῷ παρέχων ἐν ἔτεσιν ιηʹ τὴν γραφὴν ἑρμηνεῦσαι ἠνάγκασε. λέγεται δὲ ὅτι καὶ ϛ βίβλους συνεγράψατο. τελευτᾷ δὲ ἐτῶν ξθʹ, εἰ καὶ δι' αἰτίαν τινὰ τὸ κλέος αὐτοῦ μέχρι τέλους οὐ διέμεινεν ἄσβεστον· ἐξ αὐτοῦ γὰρ καὶ Ἀρειανοὶ καὶ Ἀνόμοιοι τὰς ἀφορμὰς ἔσχον. τῶν σωμάτων ἀθε- τεῖ τὴν ἀνάστασιν· τέλος δοξάζει τῆς κολάσεως καὶ τῶν δαιμόνων ἀποκατάστασιν. τοσαύτην δὲ μετήρχετο ἄσκησιν ὡς καὶ 452 τὸν αὐτοῦ ἀνατραπῆναι θώρακα. καὶ φάρμακον δὲ λέγουσιν ἐπιθεῖναι τοῖς γεννητικοῖς αὐτοῦ μορίοις ὥστε καταξηρᾶναι αὐτά, καὶ βοτάνην δὲ εὑρεῖν μνήμης ἕνεκεν. μετὰ ταῦτα φθόνῳ διαβληθεὶς πρός γε τοὺς τῆς ἐξουσίας ἄρχοντας συνεργείᾳ Σατανικῇ τῆς πίστεως ἐξίσταται· ἐκεῖνοι γὰρ τὴν προσοῦσαν αὐτῷ σωφροσύνην εἰδότες προσάγουσιν αὐτῷ Αἰθίοπα, καὶ ἢ πείθεται τοῖς λόγοις ἐκείνων ἢ τῷ Αἰθίοπι καταχραίνεται. ἐκεῖνος οὖν μηδὲ ἄκροις ὠσὶν ἀνεχόμενος τοιαύτην ἄθεσμον ἀκοὴν ἐνωτίσασθαι, αὐτοχείρῳ θυσίᾳ διὰ λιβανωτοῦ περιέπεσεν. ὅθεν τὴν Ἀλεξάνδρειαν τοῦ μὴ ὀνειδίζεσθαι χάριν καταλιπὼν εἰς Ἱεροσόλυμα ἔρχεται. ἐφ' ᾧ καὶ ἀναγκασθεὶς ἐπ' ἐκκλησίας λόγον εἰπεῖν (πρεσβύτερος γὰρ ἦν) ἐκ τοῦ παρατυχόντος εἶπε καὶ τάδε τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός" 3ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;" 3» καὶ πτύξας τὸ βιβλίον ἐδάκρυσε σὺν ἅπασι. μανεὶς οὖν ἔκτοτε τὴν ἁγίαν πᾶσαν γραφὴν ἀνατρέψαι ἐσπούδασεν, ὅθεν καὶ ἀναθεματίζεται μέχρι τῆς σήμερον. Μετὰ δὲ τοῦτον Ἀντωνῖνος ὁ Καράκαλλος ἔτη ϛʹ καὶ μῆνας βʹ. ἐφ' οὗ Σαραπίων τις μαθηματικὸς ἦν, ὃς ὑπέδει453 ξεν Ἀντωνίνῳ Μακρῖνόν τινα τὸν μετ' οὐ πολὺ διαδεξόμενον αὐτὸν ἐπὶ συγκλήτου. καὶ ὁ Ἀντωνῖνος παριδὼν ἄλλον ἀντὶ Μακρίνου φονευθῆναι ἐκέλευσε· μετὰ δὲ Ἀντωνῖνον Μακρῖ- νος ἔτος ἓν καὶ μῆνας βʹ. μετὰ δὲ τοῦτον Ἀντωνῖνος ὁ Ἡλιογάβαλος ἔτη γʹ καὶ μῆνας θʹ, ὃς τοσοῦτον ἦν ἀσελγὴς ὡς καὶ τὸν Ἱεροκλέα ἔννομον αὐτοῦ ἄνδρα ποιῆσαι. ὡς δὲ λέγουσι, καί τινας τῶν ἰατρῶν ἠντιβόλει διφυῆ αὐτὸν δι' ἐντομῆς ἐμπροσθίου ποιῆσαι. μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ τῆς Μαμαίας ἔτη ιγʹ μῆνας ηʹ. αὕτη θεοσεβὴς οὖσα τὸν Ὠριγένην ἐξ Ἀντιοχείας ἐκάλεσεν ὥστε τὸ κατὰ Χριστὸν διδαχθῆναι μυστήριον. μετὰ τοῦτον Μαξιμῖνος ἔτη ϛςʹ. μετὰ τοῦτον Μάξιμος καὶ Βαλβῖνος ἡμέρας κβʹ. μετὰ τούτους Γορδιανός, εἶτα Φίλιππος ἔτη εʹ. οὗτος σπονδὰς ἐποίησε μετὰ Σαβώρου βασιλέως Περσῶν, ὃς ἐθαυμάζετο ἐπὶ μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου τηλικοῦτος οὐκ ὤφθη ἄνθρωπος. ἐπὶ τούτου τοῦ Φιλίππου δὲ καὶ Σαβέλλιος ἦν. τότε δὴ καὶ καθ' ὁδὸν Ἰου- δαῖος ἔκειτο νοσῶν· ἀλλὰ βαπτισθεὶς ὑπὸ Χριστιανοῦ, καὶ ταῦτα λαϊκοῦ, ὑγιὴς αὐτίκα ἐγένετο. τούτου δὲ Διονυσίῳ τῷ ἀρχιεπισκόπῳ ἀνενεχθέντος τὸ θεῖον καὶ αὖθις ἐδέξατο φώτισμα· κατὰ γὰρ τοὺς ἀποστολικοὺς κανόνας οὐκ ἔξεστι 454 τῷ λαϊκῷ μεταχειρίζεσθαί τι τῶν ἱερατικῶν, κἂν περίστασις ᾖ. καὶ οὗτοι μὲν οὕτω διετάξαντο, ὥστε μηδὲν τῆς τάξεως ἀνατραπῆναι. ὅρα γὰρ νουνεχῶς ὅτι καὶ ἐν τῷ βίῳ τοῦ μεγάλου Ἀθανασίου τοιοῦτόν τι γέγραπται. ὁ μέγας Ἀθανάσιος οὗτος ἔτι παιδίον ὢν ἔρχεταί ποτε μετὰ τῶν ἡλικιωτῶν ἐπί τινα τῆς θαλάσσης ἀκτήν. καὶ συμπαίζειν μὲν αὐτοῖς παρὰ ταῖς ὄχθαις ἐῴκει, τύπος δὲ τῶν μελλόντων τὸ πᾶν ἦν· ὑποκρινάμενοι γὰρ ἐν τῇ παιδιᾷ τὰ τῶν ἱερέων οἱ παῖδες Ἀθανάσιον μὲν ἐπίσκοπον χειροτονοῦσιν, αὐτοὶ δὲ εἰς πρεσβυτέρους καὶ διακόνους ἀφορισθέντες προσῆγον ἑτέρους παῖδας αὐτῷ ἀσφραγίστους, κἀκεῖνος τῷ θαλαττίῳ ὕδατι τοὺς παῖδας ἐβάπτιζεν. ὁ γοῦν τῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος Ἀλέξανδρος παρ' αἰγιαλὸν παρερχόμενος, καὶ ταῦτα ἰδὼν καὶ θαυμάσας, ἐπιχρίει αὐτοὺς καὶ τελειοῖ διὰ τοῦ βαπτίσματος. ἀλλὰ καὶ ὁ ναʹ κανὼν τοῦ ἐν πατριάρχαις Κωνσταντινουπόλεως ἁγιωτάτου Νικηφόρου καὶ τῶν σὺν αὐτῷ ἁγίων πατέρων τάδε διορίζεται τὰ ἀβάπτιστα νήπια, μὴ ὄντος ἱερέως, καὶ πατὴρ αὐτὰ βαπτίσει, καὶ οἷος ἕτερος τύχῃ, μόνον ἔστω ὀρθόδοξος.». Μετὰ τοῦτον Δέκιος ἔτη βʹ, ἐφ' οὗ Ναυᾶτος. μετὰ τοῦτον Γάλλος καὶ Βολουσιανὸς ἔτη βʹ, μῆνας ηʹ. μετὰ τοῦ455 τον Αἰμιλιανὸς μῆνας δʹ. μετὰ τοῦτον Οὐαλεριανὸς ἔτη ιεʹ, ἐφ' οὗ λιμὸς γέγονεν οἷος οὐ γέγονε πώποτε, καὶ φθορὰ ἀνθρώπων ἄρρητος· ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες ἀνῄεσαν, ἐκ ποταμῶν τε καὶ λιμνῶν, τοσοῦτον φθοροποιοὶ ὡς νομίζειν ἰχῶρας νεκρῶν εἶναι τὰς δρόσους. ἐφ' ᾧ καὶ οὐκ ἦν οἰκία ἐν ᾗ οὐκ ἦν τεθνηκὼς καὶ ἀπόζων· ἀναρίθμητος γὰρ τηνικαῦτα τῶν ἀνθρώπων ὁ ὄλεθρος. Μετὰ τοῦτον Κλαύδιος ἔτος ἕν, ὁ καὶ πρόπαππος τοῦ μεγάλου Κωνσταντίνου. μετὰ τοῦτον Κιντίλιος ὀλίγας ἡμέρας· τὸν γὰρ Αὐρηλιανὸν ὁρῶν τῆς βασιλείας κατεπεμβαίνοντα τὴν τῆς χειρὸς φλέβα τέμνει, καὶ ἀφίησιν αὐτὴν ἕως οὗ λειποψυχήσας ἀπέθανε. μετὰ τοῦτον Αὐρηλιανός, ἐφ' οὗ Μάνης ὁ κατάρατος ἦν, ὁ καὶ τὸ γένος Βραχμάν, καὶ ὁ Σαμοσατεὺς Παῦλος. ἐν δὲ τοῖς ἑξῆς καὶ Ἀπολινάριος ὁ τῆς Λαοδικείας ἐπίσκοπος, ὃς τῶν Ἀρειανῶν λεγόντων ἄψυχον εἶναι τὴν τοῦ κυρίου σάρκα, ἔλεγε σάρκα μὲν ἐψυχωμένην λαβεῖν τὸν κύριον, οὐ μὴν δὲ καὶ νοῦν τὸν ἡμέτερον· ἤρκει γὰρ ἡ θεότης τῆς σαρκὸς ἐκείνης ἡγεμονεύειν. μετὰ τούτους Θεόδωρος ὁ Μοψουεστίας πόλεως οὔσης ἐν Κιλικίᾳ τὴν ἡγεμονίαν λαχών, δυσφημῶν τὸν κύριον ἕνα τὸν καθ' ἡμᾶς καὶ κοινὸν εἶναι, κατὰ προκοπὴν τὴν χάριν δεχόμενον, καὶ ἐν αὐτῷ τῷ 456 βαπτίσματι τῆς τοῦ παναγίου πνεύματος δωρεᾶς γενόμενον μέτοχον. ὁ δέ γε Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας ὥρμητο. ἦν δὲ καί τις Ἰουλιανὸς ἐπίσκοπος μὲν Ἁλικαρνασ- σοῦ τῆς Ἀσίας, αἱρεσιάρχης δέ· τὴν γὰρ ἁγίαν σάρκα τοῦ Χριστοῦ πρὸ τοῦ παθεῖν ἄφθαρτον ἔλεγεν εἶναι. Μετὰ δὲ Αὐρηλιανὸν Τάκιτος ἔτη βʹ. μετὰ τοῦτον Πρόβος καὶ Φλωριανὸς ἔτη βʹ μῆνας δʹ. τοῦτον δὴ τὸν Φλωριανὸν ἀνεῖλεν ὁ Πρόβος, παράφρονα ποιήσας ἑαυτόν. τότε δὴ καὶ βροχῆς γεγονυίας σῖτος μεμιγμένος τῷ ὕδατι πολὺς ἄνωθεν κατηνέχθη. τοῦτον συνάγοντες σωροὺς μεγάλους ἐποίησαν. ὡσαύτως καὶ ἐπὶ Αὐρηλιανοῦ ψεκάδας ἀργύρου κατενεχθῆναι φασί. Μετὰ δὲ τούτους Κᾶρος καὶ Καρῖνος ἀνὰ ἔτη βʹ. μετὰ δὲ τουτους Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος ἔτη κβʹ. οὗτοι τὴν βασιλείαν ἐξ ἀπονοίας ἀφέντες ἰδιωτικὸν ἀνελάβοντο σχῆμα. κατὰ γὰρ τὸν μεταφραστὴν κύριν Συμεὼν πολλὴν ἔθεντο σπουδὴν οὗτοι τὴν εἰς Χριστὸν πίστιν καταγωνίσασθαι, ἣν κραταιοτέραν μεῖναι καὶ ᾅδου πυλῶν αὐτὸς ἀπεφήνατο. ἀλλ' ἐπειδήπερ ἔγνωσαν ἀδυνάτοις ἐπιχειροῦντες, ἑκάτερος αὐτῶν τοῦ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τὴν βασιλείαν ἀπεσκευάσαντο, πρὸς μὲν τοὺς ἄλλους κόρον τῆς τύχης καὶ μεταβολῆς ἔρωτα προφασισάμενοι· οἷς δὲ τῶν ἀπορρή457 των κοινωνεῖν εἶχον καὶ τὰ τῆς ψυχῆς ἐξεκάλυπτον, τοῦ Χριστοῦ τὴν ἰσχὺν ἔλεγον καὶ τὴν ἀπὸ τῶν σημείων πειθὼ καταναγκάσαι αὐτοὺς ἐκστῆναι τῆς βασιλείας. ἐφ' ᾧ κατέστησαν ἀνθ' ἑαυτῶν βασιλεῖς τῆς μὲν ἑώας Γαλέριον Μαξιμιανόν, τῶν δὲ ἑσπερίων μερῶν Κώνσταντα τὸν πατέρα τοῦ μεγάλου Κωνσταντίνου, κρατήσαντα ἔτη δʹ. οὗτος τελευτᾷ ἐν Βρετανίαις καὶ πάνυ εὐσεβὴς ὤν, ἀναγορεύει δὲ ἀνθ' ἑαυτοῦ Κωνσταντῖνον υἱὸν αὐτοῦ. ὁ μέντοι Μαξιμιανὸς ὁ Γαλέριος θείᾳ ψήφῳ λέγεται ἐξενεγκεῖν τραῦμα ἐν τοῖς γεννητικοῖς αὐτοῦ μορίοις δι' ἣν εἶχεν ἀσέλγειαν, καὶ οὕτω κατασκωληκιάσας τὴν δυσώδη αὐτοῦ παρέδωκε ψυχήν. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι, καθά φησιν ὁ χρονογράφος Ἰωάννης ὁ Σκυλίτζης, τῆς χρονογραφίας μὲν κατήρξατο Γεώργιος ὁ καὶ σύγκελλος χρηματίσας Ταρασίου τοῦ ἁγιωτάτοῦ πατριάρχου, ἀπὸ καταβολῆς δὲ κόσμου, καὶ μέχρις αὐτῶν τῶν τυράννων κατέληξε, Μαξιμιανοῦ δηλονότι καὶ Μαξιμίνου τοῦ υἱοῦ αὐτοῦ. μετὰ δέ γε τὸν Γεώργιον ὁ ὁμολογητὴς Θεοφάνης, καὶ τοῦ Ἀγροῦ ἡγούμενος, τὰ ἐπίλοιπα συνετάξατο ἕως τελευτῆς βασιλέως Νικηφόρου τοῦ ἀπὸ γενικῶν. ἐφ' ᾧ καὶ ἀπὸ Μιχαὴλ τοῦ Ῥαγγαβὲ τῆς χρονογραφίας ὁ Σκυλίτζης κατήρξατο. ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ. Ὁ μέγας Κωνσταντῖνος ἡνίκα κατὰ Μαξεντίου ἐστράτευσε, τότε εἶδεν ἐν οὐρανῷ τὸν τίμιον σταυρόν, ἐφ' ᾧ νενίκηκεν. εἶτα ῥαθυμήσας καὶ κατ' ἐχθρῶν ὁρμήσας ἡττᾶται, καὶ ἀθυμήσας ὕπνωσε, καὶ κατ' ὄναρ ὑπὸ ῥάβδου πλήττεται τοὺς μυκτῆρας, κἀκεῖθεν αἷμα ἐξιὸν τὸν σταυρὸν ἐν ὀθόνῃ ἐχάραξε. ταῦτα δὲ ἰδών, καὶ μετάμελος ἐπὶ τῷ πράγματι γεγονώς, νικᾷ καὶ αὖθις τοὺς ἐχθροὺς αὐτοῦ. μετὰ δὲ ταῦτα ὑπὸ τῆς γυναικὸς αὐτοῦ Φαύστας εἰς εἰδωλομανίαν ἐκκλίνει. ἀλλ' ὁ θεὸς ἕλκει πάλιν αὐτὸν διὰ τῆς λέπρας· κατασχοῦσα γὰρ αὐτὸν μέγαν ἐστενοχώρει παντοίως καὶ ἔθλιβε. καθὰ δὲ συνεβούλευσαν οἱ ἱερεῖς τοῦ Καπετωλίου Διός, βρέφη συνελέγησαν ὥστε σφαγιασθῆναι ταῦτα καὶ τῷ αἵματι αὐτῶν ἐμβληθῆναι καὶ οὕτω δῆθεν αὐτὸν ἀπαλλαγῆναι τῆς νόσου. διερχόμενος οὖν καὶ τῶν μητέρων αὐτῶν ἀκούσας θρηνουσῶν, καὶ τὴν αἰτίαν τοῦ θρήνου μαθών, εἶπε κρεῖσσον πάσχειν 461 ἐμὲ ἢ τοσούτων βρεφῶν καταψηφίσασθαι θάνατον.» ἐφ' ῳ καὶ νυκτὸς ἐφίστανται αὐτῷ οἱ ἀπόστολοι λέγοντες τὸν ἐπίσκοπον Σίλβεστρον καλέσαι. καλεῖται οὖν ὁ ἅγιος, καὶ βαπτίσας αὐτὸν τῆς λέπρας ἐλευθεροῖ. ὁ δὲ μέγας ὕστερον τοσοῦτον ὑπὲρ πίστεως ἠγωνίσατο ὡς καὶ πάντα μεταποιῆσαι τὰ ἔθιμα, τετράδα καὶ παρασκευὴν νηστεύειν καὶ κυριακὴν ἀργεῖν, τοὺς Ἰουδαίους οἰκέτας μὴ ὠνεῖσθαι, καὶ σταυρῷ μηκέτι καταδικάζεσθαί τινα διὰ τὸ πρὸς τὸν τίμιον σταυρὸν τοῦ Χριστοῦ σέβας. μετὰ τῶν ἄλλων δὲ καὶ τὰς τῆς ἑβδομάδος ἡμέρας μετονομάζει, ἀπὸ Κρόνου καὶ Ἄρεος καὶ τῶν λοιπῶν ἀστέρων ὀνομαζομένας τὸ πρότερον. Ἡ μέντοι τοῦ μεγάλου σύζυγος Φαῦστα θυγάτηρ Μαξιμιανοῦ, ἣν ἐν λουτρῷ πυρώδει τὴν ψυχὴν ἀπορρῆξαι ποιεῖ· τὸ δὲ αἴτιον ὁ πρόγονος αὐτῆς Κρίσπος, ὃν ἐκ παλλακῆς ἔσχεν ὁ μέγας. τὸν μέντοι Κωνσταντῖνον Κώνσταντα καὶ Κωνστάντιον ἐκ Μαξιμίνας ἔσχε θυγατρὸς Διοκλητιανοῦ. ἐν δέ γε τῷ Καπετωλίῳ Ῥώμης ἔν τινι καταδύσει βαθμοὺς ἐχούσῃ τξεʹ δράκων ἦν πολλοὺς βλάπτων τῷ φυσήματι, ὅτε τῆς καταδύσεως παρέκυπτεν· ὃν ὁ μέγας Σίλβεστρος ἔκλεισεν ἐκεῖσε παρακληθείς. μετὰ δέ γε τὸ θαῦμα ἐκεῖνο ὅπερ ἐπὶ τῷ ἀγρίῳ ταύρῳ πεποίηκεν ὁ Σίλβεστρος, ἡνίκα μετὰ 462 τοῦ Ζαμβρῆ ἐκείνου τοῦ μάγου περί τε τῆς καθ' ἡμᾶς πίστεως καὶ τῆς τῶν Ἰουδαίων διελέγετο ἐνώπιον τοῦ τε μεγάλου Κωνσταντίνου καὶ αὐτῆς τῆς ἁγίας Ἑλένης, ἔτι τῷ Ἰουδαίων μέ- ρει προσκειμένης, πόλιν εἰς ὄνομα αὐτου κτίσαι βούλεται ὁ θειότατος βασιλεύς. καὶ δὴ προθυμούμενος τούτου χάριν ἀπελθεῖν ἐπὶ τὰ ἑσπέρια, κατ' ὄναρ ἐπετράπη ὁδεῦσαι τὴν πρὸς τὸ Βυζάντιον φέρουσαν. ὅθεν ἔσπευδε καὶ περὶ τὴν Χαλκηδόνα τὴν πόλιν οἰκοδομῆσαι. ἀλλ' ἐκωλύετο ἄνωθεν· ἀετοὺς γάρ φασι τὰ τῶν τεχνιτῶν ἐργαλεῖα ἀφαρπάζειν ἀπὸ Χαλκηδόνος καὶ ἐπὶ τὸ Βυζάντιον ταῦτα διαπερᾶν, ὅπερ ἐπισκοπὴ πρότερον ἦν τῆς κατὰ Θρᾴκην Ἡρακλείας. ὑπέπεσε δὲ τῇ Ἡρακλείᾳ τὸ Βυζάντιον τρόπῳ τοιῷδε. ἀρχαία πόλις τὸ Βυζάντιον ἦν, καὶ καθ' ἑαυτὸ διοικούμενον. ἐπὶ Σεβήρου δὲ τοῦ Ῥωμαίων αὐτοκράτορος πολιορκηθὲν παρὰ τῶν Ῥωμαίων καὶ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὸν πόλεμον ὑποστὰν ὕστερον ἑάλω, τῶν ἀναγκαίων ἐπιλειψάντων τοῖς ἐποίκοις αὐτοῦ. καὶ καθῃρέθη μὲν καὶ τὰ τείχη αὐτοῦ, ἀφῃρέθη δὲ καὶ τὰ πολιτικὰ δίκαια, καὶ οὕτως ὑπετέθη Πειρινθίοις· Πείρινθος δέ ἐστιν ἡ Ἡράκλεια. ὅθεν καὶ τῷ Ἡρακλείας ἡ χειροτονία τοῦ πατριάρχου ἀπονενέμηται, ὡς παρ' αὐτοῦ χειροθετουμένου τοῦ ἐπισκόπου Βυζαντίου.

Intertext edge

Open linked passage

Note