Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 463 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
463.1.1
Ἀνανεώσας οὖν ὁ μέγας Κωνσταντῖνος τὸ ὑπὸ Βύζου βασιλέως Θρᾴκης κτισθὲν τεῖχος προσέθετο καὶ ἕτερον διάστημα, καὶ νέαν οὕτω Ῥώμην τὴν πόλιν ταύτην ὠνόμασεν. ἀπαρτίζεται δέ, ναὶ μὴν καὶ ἐγκαινίζεται ἡ μεγαλόπολις αὕτη κατὰ τὴν ιαʹ τοῦ Μαΐου μηνὸς ἔτους ἐνισταμένου εωληʹ. τηνικαῦτα κληθεὶς ὁ τῶν ἀστρονόμων δῆθεν ἀκριβέστατος Οὐάλης ποιεῖ θεμάτιον δι' οὗ εἰς χϟϛʹ ἐνιαυτοὺς διαμεῖναι τὴν πόλιν ταύτην ἐφοίβασεν. ἐντεῦθεν οὖν διεψευμένη ἡ τοῦ Οὐάλεντος πρόρρησις καὶ διημαρτημένη προφανῶς ἡ τέχνη ἐλέγχεται. Ὁρῶν δὲ τὴν αὐτοῦ πόλιν ὁ μέγας ὀλιγάνθρωπον, τοὺς ἀξιολογωτέρους Ῥώμης ἐκεῖθεν παρήγαγεν· ἀφ' ὧν εἰσὶ καὶ οὗτοι, Ὀλύβριος, Βῆρος, Οὐρβίκιος, Καλλίστρατος, Ζωτικός, Εὐγένειος, Εὔβουλος, Στούδιος, Φλωρέντιος, Μαυριανός, Σεβῆρος καὶ Ἰσίδωρος, οἵτινες οἴκους ναοὺς καὶ ξενῶνας ἀνήγειραν. τούτους μὲν τοὺς διαληφθέντας Ῥωμαίους ἄνδρας τοιουτοτρόπως ἐνταῦθα μετοικίζει ὁ μέγας Κωνσταντῖνος. λαβὼν γὰρ τοὺς δακτυλίους αὐτῶν ἀποστέλλει αὐτοὺς εἰς τὸν βασιλέα Περσῶν Σάρβαρον, ὃν καὶ νικήσαντες ὑπέστρεψαν· ἐν δὲ τῷ καιρῷ τῆς ἐκδημίας αὐτῶν ἀποστείλας τοὺς δακτυλίους εἰς Ῥώμην ἄγει τὰς γυναῖκας αὐτῶν ἐνταυθοῖ. κτίζει 464 δὲ καὶ οἴκους κατά γε τὸ μῆκος καὶ σχῆμα τοιούτους οἵους εἶχον εν Ῥώμῃ. ὑποστρέψαντες οὖν ἐκεῖνοι καὶ τὸ δρᾶμα μαθόντες ἐξέστησαν. τούτων οἱ μὲν τέσσαρες μάγιστροι, οἱ δὲ ὀκτὼ πατρίκιοι. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τῆς πόλεως ἐξισουμένης καθ' ὃν ἐκτίζετο καιρὸν λίθοι παρὰ λιθοξόων ἐτμήθησαν, οὓς προτείχισμα διὰ τὴν τῆς θαλάσσης βίαν ἔθεντο, ἀπὸ τῆς Βαρβάρας σχεδὸν ἕως αὐτῆς τῆς χρυσῆς πόρτης ἐντὸς τὸ τεῖχος φυλάσσοντας. ὁμοίως δὲ μετεκόμισεν ἐνταῦθα καὶ τὸν ἐν τῷ φόρῳ κίονα μονόλιθον ὄντα, καὶ ἵδρυσεν ἐπάνω αὐτοῦ τὸν ἀνδριάντα ἐκεῖνον ὃν ἤνεγκεν ἀπὸ Ἡλιουπόλεως τῆς Φρυγίας. ὁ δὲ τοιοῦτος λίθος ἔτη τρία διεπλωΐζετο, ἐνιαυτὸν δὲ ὅλον ἀνεβιβάζετο ἔνθα καὶ ἵσταται. μετὰ δὲ ταῦτα ποιήσας Καίσαρας Κώνσταντα μὲν ἐνταῦθα Λικίνιον δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν Νικομηδείᾳ, κατὰ Περσῶν ἐστράτευσεν. οὗτος δὲ ὁ Λικίνιος κατὰ Χριστιανῶν ἤρξατο διωγμὸν κινεῖν. τότε δὴ τότε καὶ τὸν Ἀμασείας ἐπίσκοπον Βασιλέα οὕτω καλούμενον ἀνεῖλε. τότε δὴ τότε καὶ ὄφεις ἐν Μελιτηνῇ τοσοῦτον ἐπολέμησαν κατ' ἀλλήλων ὥστε καὶ τὴν χώραν ἐποζέσαι τῷ φόνῳ αὐτῶν. τότε καὶ ἡ ἐν Νικαίᾳ σύνοδος γέγονεν, ἐν ᾗ τὸν ἄμαχον Εὐλόγιον Ἕλληνα ὁ μέγας καὶ ἁπλοῦς τῷ λόγῳ Σπυρίδων ἐχειρώσατο. ἡ τοιαύτη σύνοδος καὶ τὸ πάσχα διωρί465 σατο ἑορτάζειν ἡμᾶς κατὰ τὴν νῦν κρατοῦσαν συνήθειαν· πρότερον γὰρ κατὰ τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης ἐτελεῖτο τὸ πάσχα, ὅθεν καὶ τοὺς οὕτως ἑορτάζοντας ἡ ἁγία καὶ οἰκουμενικὴ δευτέρα σύνοδος ἐν τῷ ἑβδόμῳ κανόνι αὐτῆς τεσσαρεσκαιδεκατίτας καὶ τετραδίτας καλεῖ. οὐ γὰρ ἐν κυριακῇ τὸ πάσχα ἑώρταζον, ἀλλ' ὅτε τεσσαρεσκαιδεκαταία ἡ σελήνη γένηται, ἐν ᾗ ἂν ἡμέρᾳ τύχῃ πλήρη ταύτην γενέσθαι. ἑορτάζουσι δὲ τότε νηστεύοντες καὶ ἀγρυπνοῦντες. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι Κωνστάντιος ὁ υἱὸς τοῦ μεγάλου Κωνσταντίνου ἀρειανίσας τὴν πρώτην ἀνατρέψαι σύνοδον ἔσπευδε. τοῦτο μαθὼν ὁ τῆς πρεσβυτέρας Ῥώμης πάπας ἀνήνεγκε Κώνσταντι τῷ τοῦ Κωνσταντίου ἀδελφῷ, καὶ ὃς πόλεμον ἠπείλησε τῷ ἀδελφῷ διὰ γραμμάτων, εἰ μὴ παύσαιτο τὴν ὀρθὴν πίστιν σαλεύων. ἐφ' ᾧ καὶ βουλῇ τῶν βασιλέων σύνοδος ἐν Σαρδικῇ συγκροτεῖται ὑπὸ πατέρων τμαʹ, βεβαιοῦσα τὸ ἅγιον σύμβολον· Σαρδικὴ δέ ἐστιν ἡ νῦν λεγομένη Τριάδιτζα. ὁ μέγας Κωνσταντῖνος ἀπέστειλε τὸν Ἄρειον ὕστερον πρὸς τὸν μέγαν Ἀθανάσιον ὥστε συγκοινωνεῖν αὐτόν· διεβεβαιοῦτο γὰρ δι' ὅρκου φρονεῖν καλῶς. ὁ δὲ μέγας οὐκ ἐδέξατο αὐτόν· ἐφ' ᾧ καὶ τοῦ θρόνου ἐξιστῶσιν αὐτόν· προκατέλαβον γὰρ τὰς βασιλικὰς ἀκοὰς οἱ ἀρειανίζοντες, καὶ πολλὰ τοῦ ἁγίου κατεῖπον. ὅσον οὖν κακὸν 466 τὸ ἀπεντεῦθεν τοὺς κατηγόρους παραδέχεσθαι καὶ τὰς ἀποφάσεις ποιεῖν κατὰ τῶν κατηγορουμένων, ἔδειξε τὰ μεταξύ τε τοῦ ἁγίου βασιλέως καὶ τοῦ ἁγίου Ἀθανασίου συμβάντα. ἀλλὰ καὶ ἐπὶ Κωνσταντίου τὰ αὐτὰ πέπονθεν, ἐφ' ᾧ καὶ προσφυγὼν παρά τινα παρθένον διετέλεσε παρ' αὐτῇ κρυπτόμενος ἔτη ἕξ. μετὰ δὲ μόρον αὐτοῦ αὖθις ἐπανῆλθε. τοῦ δὲ κατὰ πόδας Ἰουλιανοῦ πάντα ταράξαντος πάλιν ὑπέδρα ὁ ἅγιος περὶ τὸν τοῦ Σαράπιδος ναὸν. κορῶναι ἔκραζον. καὶ ἐρωτηθεὶς παρὰ τῶν Ἑλλήνων τί βοῶσιν αὗται, κακόγηρε;» εἶπε τὸ κρᾶ τῇ Σύρων φωνῇ αὔριον δηλοῖ· αὔριον καὶ γὰρ ὄψεσθε τὴν τοῦ θεοῦ πρόνοιαν.» ἐφ' ᾧ καὶ ἠγγέλθη τοῦ ἀλιτηρίου ὁ θάνατος. Ὁ μέντοι μέγας Κωνσταντῖνος ἐν Ῥώμῃ ἐκράτησεν ἔτη ιβʹ, ἐνταῦθα εἴκοσι, καὶ ἐν Νικομηδείᾳ ἀπέθανε κατὰ Περσῶν ἀπαίρων. τελευτᾶ δὲ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑτεροθαλούντων αὐτῷ ἀδελφῶν, φάρμακον αὐτῷ δηλητήριον ἐγχεαμένων, ἀστέρος, ὥς φασι, κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαντος· εἴωθε γὰρ ἐν τοιούτοις κομήτας ἐν οὐρανῷ πολλάκις φαίνεσθαι, καὶ τοῦτο δηλῶν ὁ μέγας Βασίλειος ἔλεγε συνίστανται δὲ κομῆται σημεῖα διαδοχῆς βασιλέων φέροντες.» καὶ ὁ μὲν μοναχὸς Ἀλέξανδρος ἐν τῇ διὰ τὴν τοῦ τιμίου σταυροῦ εὕρεσιν ἱστο467 ρίᾳ λέγει μὲν ἐν Νικομηδείᾳ τελευτῆσαι τὸν ἅγιον Κωνσταντῖνον νόσῳ θανασίμῳ συσχεθέντα, τηνικαῦτα δὲ καὶ βαπτισθῆναι· ἀνεβάλλετο γάρ, ὡς ἐκεῖνός φησιν, ἕως θέλων ἐν Ἰορδάνῃ τυχεῖν τοῦ θείου λουτροῦ. ἀπίθανον δὲ τοῦτο τῷ ὄντι δοκεῖ. ἀληθέστερον γὰρ φαίνεται εἶναι τὸ ἐν Ῥώμῃ τῇ πρεσβυτέρᾳ ὑπὸ τοῦ ἁγίου Σιλβέστρου βεβαπτίσθαι αὐτόν. εἰ γὰρ καὶ Ἀρειανοί τινες διισχυρίζονται ὅτι ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας ἐβαπτίσθη διὰ τὸ καὶ συμβῆναι αὐτὸν ἐκεῖσε κοιμηθῆναι, ἀλλὰ κατὰ τὴν Ῥώμην βαπτιστὴρ τοῦ μεγάλου λαμπρῶς παριστᾷ τὴν ἀλήθειαν, εἴγε καὶ μᾶλλον ἀδύνατον ἦν ἀκοινώνητον εἶναι αὐτὸν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ· πῶς γὰρ ἠδύνατο ἢ συνεύχεσθαι ἢ συλλειτουργεῖν αὐτοῖς οὕτως ἔχων αὐτός; τὸ λέγειν οὖν καὶ φρονεῖν οὕτω περὶ τοῦ μεγάλου καὶ λίαν ἐστὶν ἀτοπώτατον. Ὅσον δὲ ἡ ἁγία ψυχὴ τοῦ μεγάλου Κωνσταντίνου συγκαταβαίνουσά τε καὶ συγγνωμονοῦσα ταῖς τῶν πολλῶν ἀσθενείαις ἐτύγχανε, δῆλον κἀντεῦθεν. αἰτιάματα ἔγγραφα προσεκομίσθησαν αὐτῷ κατ' ἐπισκόπων· καὶ ὃς τοὺς μὲν χάρτας αὐτίκα κατέκαυσεν, ἔλεγε δέ εἰ εἶδον ἁμαρτάνοντα ἱερέα, διὰ τῆς χλαμύδος ἐσκέπασα ἂν αὐτόν, ἵνα καὶ ὁ θεὸς σκεπάσῃ τὰ ἐμὰ ἁμαρτήματα.» καὶ Σεβῆρος μέν, ὡς ἄνωθεν 468 εἴρηται, τὸ πρῶτον κτίσμα δέδωκε τῷ ἱπποδρομίῳ, ὁ δὲ μέγας Κωνσταντῖνος τοὺς περιπάτους, τὰς βαθμίδας καὶ τὸν λοιπὸν αὐτῷ καλλωπισμὸν ἔφερεν. ἀπό τε Νικομηδείας Ἀντιοχείας καὶ λοιπῶν πόλεων τὰ ἐν αὐτῷ ἀγάλματα ἤχθησαν· τηνικαῦτα καὶ γὰρ τὸ σέβας αὐτῶν καταλέλυται. ἐν οἷς καὶ πολλὰ περὶ τῶν μελλόντων ἐγγέγραπται. καὶ αὐτὰ δὲ τὰ Μάγγανα παρὰ τοῦ μεγάλου κτίζονται Κωνσταντίνου· ἀπέκειντο γὰρ ἐκεῖσε πάντα τὰ πολεμικὰ ὄργανα καὶ αἱ μηχανικαὶ βίβλοι. ὁ μέγας Κωνσταντῖνος ἐν τῷ στρατηγίῳ εὑρὼν τὰς φυλακὰς τοῦ Βυζαντίου ἐκεῖσε καὶ αὐτὸς ἐφυλάκιζε, καὶ διήρκεσε τοῦτο ἄχρι Φωκᾶ. χήρα δέ τις πατρικία, Μάρη τοὔνομα, ἐλεήσασα τοὺς φυλακιζομένους δι' ἣν εἶχον δυσωδίαν, τὸν ἑαυτῆς οἶκον δέδωκε τῷ βασιλεῖ χάριν μισθοῦ, καὶ γέγονε τὸ νῦν καλούμενον Πραιτώριον. καὶ περὶ μὲν τούτων οὕτως. Κρατεῖ δὲ μετὰ ταῦτα Κωνστάντιος ὁ υἱὸς αὐτοῦ ἔτη κγʹ. οὗτος ἠνάγκαζε τὸν πατριάρχην Ἀλέξανδρον δέξασθαι εἰς κοινωνίαν τὸν Ἄρειον. ὃ δὴ καὶ γέγονεν ἄν, εἰ μὴ τὰ τῆς θείας δίκης προέφθασεν. ὄπισθεν γὰρ τοῦ φόρου τὸν βίον κατέστρεψεν· ἔνυξε γὰρ αὐτὸν ἡ γαστὴρ ἐκεῖσε διερχόμενον, ἐφ' ᾧ καὶ καθίσας τὰ ἔγκατα αὐτοῦ κάτω διεβίβα469 σεν. οἱ μέντοι ἀνεψιοὶ τοῦ μεγάλου, Γάλλος καὶ Ἰουλιανός ἀναγνῶσται γεγόνασιν ἐν Ἀντιοχείᾳ. ἀλλὰ καὶ ἐκκλησίαν τῷ μάρτυρι Μάμαντι ἔκτιζον. τὸ μὲν παρὰ τοῦ Ἰουλιανοῦ κτιζόμενον μερος ἠδαφισμένον πρωΐας ηὑρίσκετο. ἐπὶ τούτου δὲ τοῦ Κωνσταντίου Φλαβιανὸς Ἀντιοχείας διχῇ τοὺς ψάλλοντας διελὼν τὰ τοῦ Δαβὶδ ψάλλειν ἐκ διαδοχῆς ἐνομοθέτησεν. Ὁ Κωνστάντιος οὗτος παρὰ τῶν ἀσεβούντων ἀναγκαζόμενος μετακαλεῖται τοὺς ἐπισκόπους ὥστε σύνοδον συγκροτῆσαι κατὰ τῆς ὁμοουσίου τριάδος. ἀλλ' ἀργεῖ τὸ ἐγχείρημα· νόσῳ γὰρ περιπίπτει δεινῇ, καὶ τὸ ζῆν ἀπογνοὺς Εὐζώϊον μετακαλεῖται τὸν Ἀντιοχείας, καὶ διὰ τάχους τὸ θεῖον δεξάμενος φώτισμα, ὡς ὁ μεταφραστὴς ἱστορεῖ, τηνικαῦτα τοῦ ζῆν ἀπαλλάττεται. κατὰ δὲ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἀρχιερεὺς Ἱεροσολύμων ὁ μέγας Κύριλλος ἦν, ὃς δὴ καὶ γράφει τῷ Κωνσταντίῳ ὅτι ἐπὶ μὲν τοῦ σοῦ πατρὸς ἐπὶ γῆς εὕρηται ὁ σταυρός, ἐπὶ δὲ σοῦ πάλιν ἐξ οὐρανοῦ πεφανέρωται. κατὰ γὰρ τὸν τοῦ Γολγοθὰ τόπον περὶ τρίτην ὥραν τῆς ἡμέρας, κατ' αὐτὴν δὲ τὴν Πεντηκοστην, ὤφθη τὸ τοῦ σταυροῦ σημεῖον ἐκ φωτὸς ὑπερλάμπρου κατεσκευασμένον. ὤφθη δὲ οὐχ ἑνὶ καὶ κατὰ φαντασίαν, ἀλλὰ περὶ ὥρας ἱκανὰς καὶ πᾶσι. Μετὰ δὲ Κωνστάντιον κρατεῖ Ἰουλιανὸς ἔτη βʹ μῆνας ζʹ. 470 οὗτος ὁ κάκιστος πρό γε τῶν τῆς βασιλείας καιρῶν, καθὼς ὁ μέγας διαλαμβάνει Κύριλλος ὁ Ἀλεξανδρείας, τοῖς πιστεύσασιν ἐναρίθμιος ἦν, ἠξιώθη δὲ καὶ αὐτοῦ τοῦ θείου βαπτίσματος, εἰ καὶ ὕστερον ἀπεδύσατο αὐτὸ δι' αἵματος μιαροῦ, ἐνήσητο δὲ ταῖς ἱεραῖς βίβλοις. ἀλλ' ἄνδρες ὕστερον αὐτὸν δεισιδαίμονες γεγονότες γνώριμοι τοὺς ὑπέρ γε τῆς ἀποστασίας καθῆκαν λόγους, καὶ λάτριν ἀπέφηναν δαιμονίων ἀκαθάρτων τὸν ταῖς ἁγίαις ἐκκλησίαις καὶ μοναστηρίοις ἐντεθραμμένον. ἔχων τοίνυν εὐφυᾶ τὴν γλῶτταν κατέθηξεν αὐτὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ δὴ τρία συγγέγραφε βιβλία κατὰ τῆς εὐαγοῦς τῶν Χριστιανῶν θρησκείας. τοσοῦτον δὲ μέμηνε κατὰ τῶν ἁγίων, ἡνίκα καὶ μάλιστα πῦρ ἄνωθεν καταρραγὲν τὸ περικαλλὲς ἐκεῖνο προάστειον, τὴν Δάφνην δηλονότι, σὺν αὐτοῖς τοῖς εἰδώλοις κατέκαυσεν, ὡς καὶ τὸν τοῦ Χριστοῦ χαλκοῦν ἀνδριάντα τὸν ἐν Καισαρείᾳ τῆς Φιλίππου τῇ νῦν Πανεάδι, ὃν ἡ αἱμορροοῦσα ἤγειρεν, ἀπανθρώπως συντρῖψαι, καὶ τοῦ βαπτιστοῦ Ἰωάννου κατακαῦσαι ἅγια λείψανα, ὀστέοις ἀλόγων παραμίξας αὐτά. ἀλλὰ καὶ τοὺς Ἰουδαίους κατὰ Χριστιανῶν ὥπλιζε, συνήργει δὲ αὐτοῖς εἰς τὴν τοῦ ναοῦ οἰκοδομήν, εἰ καὶ ἐκωλύθησαν ὑπὸ λαίλαπος σεισμοῦ καὶ τελευταῖον πυρός· πῦρ γὰρ 471 ἐξ αὐτῶν ἐκπηδῆσαν τῶν θεμελίων τῆς ὁρμῆς αὐτοὺς ἀνεχαίτιζε. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ὁ ἀκοντίσας αὐτὸν ἐν Πέρσαις διάγοντα μέχρι καὶ τήμερον οὐχ εὑρίσκεται. εἰ γὰρ καὶ κατὰ κέλευσιν τῆς ἀειπαρθένου θεοτόκου διὰ τοῦ ἁγίου Μερκουρίου, δεηθέντος τάχα τοῦ μεγάλου Βασιλείου, ἀκοντισθῆναι τὸν παραβάτην εὑρίσκομεν ἐν τοῖς τοῦ ἁγίου Βασιλείου θαύμασιν, ἅπερ ὁ μέγας Ἀμφιλόχιος γραφῇ παραδοῦναι λέγεται, ἀλλ' οὐκ εὐθέως πείθεσθαι ἄξιὸν. τίνος ἕνεκεν; ὅτι διὰ τῆς τοιαύτης γραφῆς καὶ ἀρχιερέα τῆς Καισαρέων μανθάνομεν χρηματίζειν τὸν μέγαν Βασίλειον, ἡνίκα διερχόμενος ἦν κατ' ἐκεῖνα τὰ μέρη ὁ κάκιστος κατὰ Περσῶν τὴν ἐκστρατείαν ποιούμενος. ἀλλ' οὐ δοκεῖ ταῦτα καὶ τῷ μεγάλῳ Γρηγορίῳ τῷ θεολόγῳ· εἰ γὰρ ἐν τοῖς προοιμίοις, καθὼς οὗτός φησὶ, τοῦ μετὰ ταῦτα κρατήσαντος Οὐάλεντος εἰς Πόντον ἐκάθητο ὁ μέγας Βασίλειος, τοῦ Εὐσεβείου τηνικαῦτα τῆς Καισαρέων χρηματίζοντος ἀρχιερέως, πολλῷ μᾶλλον οὐκ ἦν ἐκεῖνος ἀρχιερεὺς ἐν τοῖς χρόνοις Ἰουλιανοῦ. φαίνεται οὖν ἐντεῦθεν ὡς οὔτε τὸν μέγαν Βασίλειον εὗρεν ἀρχιερέα διερχόμενος ὁ Ἰουλιανός, οὔτε ἠπείλησεν αὐτῷ καὶ 472 τῇ ἐκκλησίᾳ αὐτοῦ. ἀλλ' οὔτε δέησιν ἐκεῖνος τούτου ἕνεκεν ἐποιήσατο, οὔτε μὴν εἰς ἀναίρεσιν ἀπεστάλη τοῦ παραβάτου ὁ Χριστοῦ μάρτυς Μερκούριος· εἰ γὰρ ταῦθ' οὕτω γέγονεν, οὐκ ἂν ὁ ἀκοντίσας αὐτὸν ἄδηλος ἦν μέχρι καὶ τήμερον. ἀκοντίῳ τοίνυν ὁ ἄθλιος βάλλεται, κἂν ὁ ἀκοντίσας ἄδηλος. ὡς δὲ ἐγώ τινος ἤκουσα, φησὶν ὁ θεόλογος, μηδὲ τῷ τάφῳ προσλαμβάνεσθαι αὐτόν, ἀλλ' ὑπὸ τῆς σεισθείσης δι' αὐτὸν γῆς ἀποσείεσθαί τε καὶ ἀναβράζεσθαι, προοίμιον, οἶμαι, τῆς ἐκεῖθεν κολάσεως. πολλὰ γὰρ μιαρὰ ποιήσας ὡσεὶ ἐτῶν λʹ τελευτᾷ. ἀλλὰ καὶ ἐκ Περσίδος δαιμόνιον στείλας πρὸς δύσιν ἐπὶ τῷ ταχέως ἀγαγεῖν ἀπόκρισιν, ἐσφάλλετο κἀνταῦθα τοῦ σκοποῦ· τὸ γὰρ δαιμόνιον ὃ στείλας ἐντυχὸν μοναχῷ τινὶ Πουπλίῳ τοὔνομα προσευχομένῳ ἡμέρας δέκα διελθεῖν οὐκ ἠδυνήθη, καὶ ὑποστρέψαν ἄπρακτον τὴν αἰτίαν ἐβόα καὶ πόρρωθεν. καὶ γυναῖκας δὲ ἀνατέμνων ὁ ἄσπλαγχνος δι' αὐτῶν ἐμαντεύετο. Μετὰ δὲ Ἰουλιανὸν ἐβασίλευσεν ἄριστα Ἰοβιανὸς ἔτος ἕν, ὃς ἐκλεγόμενος ὑπὸ πάντων εἶπεν οὐ δύναμαι βασιλεὺς εἶναι προμεμολυσμένων ἀνθρώπων,» ἐφ' ᾧ πάντες τὸ Χριστιανοί ἐσμεν» ἔκραξαν. μετὰ μέντοι μῆνας ηʹ τῆς αὐτοῦ βασιλείας ἐν Κιλικίᾳ ἐτελεύτησεν, μέγα πένθος πᾶσιν ἀφείς. μετὰ δὲ τοῦτον Οὐαλεντινιανὸς ἔτη ιβʹ, μισθὸν παρὰ θεοῦ τὴν βασιλείαν λαβὼν διὰ τὸ τῆς στρατιᾶς αὐτοῦ ἐκβληθῆναι 473 παρὰ Ἰουλιανοῦ τῆς εἰς Χριστὸν ἕνεκεν ὁμολογίας. εἶχε δὲ συμβασιλεύοντα κατά γε τὴν ἀνατολὴν τὸν αἴσχιστον Οὐάλεντα. καὶ πῶς γὰρ οὐ κάκιστος, εἴ γε τοὺς ἀπὸ Κωνσταντινουπόλεως σταλέντας πρὸς αὐτὸν πʹ ἱερατικοὺς ἄνδρας πρεσβείας ἕνεκεν ἐπὶ πλοίου κατέκαυσεν; οὗτος ὑπὸ Γότθων πολεμούμενος ἐζήτησε τὸν θειότατον ἀδελφὸν αὐτοῦ συμμαχίαν. ὁ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ὠνείδισεν, οὕτως εἰπών οὐ χρὴ ἀνδρὶ βοηθεῖν πολεμοῦντι θεόν.» καὶ ὁ μὲν Οὐάλης ἔτη ιʹ καὶ δʹ βασιλεύσας ἀνοσίως ὑπὸ πολεμίων ἐν ἀχυρῶνι πυρὶ παραδίδοται· ὁ δὲ μοναχὸς ἐκεῖνος Ἰσαάκιος ἐλέγχων μὲν αὐτόν, δεσμωθεὶς δὲ παρ' αὐτοῦ καὶ εἰρκτῇ παραδοθείς, ὠσφράνθη ἐν τῇ φυλακῇ τῆς δυσωδίας ἐκκαυθέντος ἐκεῖσε, ὡς εἴρηται. ὁ μέντοι Οὐαλεντινιανὸς καὶ τὸν ἀγωγὸν ᾠκοδόμησε καὶ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγαγεν. οὗτος καὶ πραιπόσιτόν τινα διὰ τὴν τῆς γυναικὸς Βερονίκης ἀδικίαν ἐν τῷ ἱπποδρόμῳ κατέκαυσε. τηνικαῦτα ὁ μέγας Μακάριος σκύλακας ὑαίνης τυφλοὺς ἐθεράπευσεν. ἡ γοῦν μήτηρ αὐτῶν δέρμα προβάτου ἤνεγκε τῷ ἁγίῳ δῶρον ὑπὲρ τῆς τῶν παίδων ἰάσεως. Μετὰ δὲ Οὐάλεντα Γρατιανὸς ὁ υἱὸς Οὐαλεντινιανοῦ ἔτη γʹ. τηνικαῦτα καὶ ἐν Ἀλεξανδρείᾳ πρᾶγμα ἐξαίσιον γέγονεν· ἡ γὰρ θάλασσα ἐντὸς εἰσῆλθε τοσοῦτον ὡς καὶ τὰ 474 πλοῖα μεῖναι ἐν ξηρᾷ. συρρεύσαντος δὲ τοῦ λαοῦ τὸ θαῦμα ἰδεῖν, ἀνέδραμεν αὖθις ἡ θάλασσα καὶ τοῦ ὡρισμένου τότε ὕπερθεν, ὡς ἐντεῦθεν ὑποπνιγῆναι μυριάδας
463.2.1
ἀλλὰ καὶ τὰ μέρη Κρήτης καὶ Σικελίας πάντα σχεδὸν κατεκλύσθησαν, τῆς θαλάσσης ἐπαναδραμούσης καὶ ἐξελθούσης ὡσεὶ στάδια ρʹ. καὶ πελάγη τὰ μεγάλα διχῆ τότε διέστησαν, ὡς ἐπὶ βυθοῦ τὰ πλοῖα καθίσαι καὶ αὖθις ἀνελθεῖν ἀποκαταστάντος τοῦ ὕδατος. μετὰ τῶν ἄλλων δὲ καὶ ἡ κατὰ Βιθυνίαν Νίκαια ὑπὸ σεισμοῦ κατέπεσεν ἅπασα. τοσοῦτος δὲ φόβος ἦν ὡστε τοὺς ἀνθρώπους ἐν ὄρεσι φεύγειν. τοσοῦτον δὲ ὁ Γρατιανὸς τοξότης εὔστοχος ἦν ὡς ᾄδεσθαι πανταχοῦ Γρατιανοῦ βέλη φρένας ἔχειν. οὗτος ὁ βασιλεὺς γυναικὸς αὐτῷ προσελθούσης ποτέ, καὶ τοῦ ὁμοζύγου καταβοώσης ὅτι πληγὰς ἐπάγει καὶ ῥαβδισμοὺς αὐτῇ, οὐδὲν ὦ γύναι τοῦτο πρὸς με» ἔφησεν. ἀλλὰ καὶ τὸν ὁμόζυγον αὐτῆς βουλεύεσθαι κατ' αὐτοῦ προσεπειπούσης τοῦ Γρατιανοῦ, πάλιν ἀνταπεκρίνατο τί σοι πρὸς τοῦτο, γύναι;» Μετὰ δὲ τοῦτον κρατεῖ ὁ μέγας Θεοδόσιος ἔτη ιζʹ. ὅρα δὲ νουνεχῶς ὅτι νικήσαντα τοὺς Γότθους θέλων ὁ Γρατιανὸς αὐτὸν ἐνδῦσαι πορφύραν, οὐχ εὕρισκεν ἰσομήκη αὐτοῦ διὰ τὸ ὑπερωμίαν εἶναι, εἰ μὴ τὴν τοῦ μεγάλου Κωνσταντίνου· 475 οὗτος ἡνίκα τὴν βασιλείαν παρὰ τοῦ θεοῦ ἐνεχειρίσθη, ἠγάγετο Γάλλαν τὴν γυναῖκα τοῦ πρὸ αὐτοῦ βασιλέως, ἅτε Πλακίλλης θανούσης, ἀφ' ἧς ἔτεκεν Ἀρκάδιον καὶ Ὁνώριον. θέλων δὲ τὰ ἱερὰ τούτους διδάξαι γράμματα, καὶ μὴ εὑρίσκων τινὰ φιλόσοφον ὁμοῦ καὶ φιλόθεον, πέμπει πρέσβεις πρός γε τὸν ἐν Ῥώμῃ συμβασιλεύοντα, εἴ που τοιοῦτον ἔχει τινά. καὶ ὃς συνάμα τῷ πάπᾳ πολλὴν περὶ τούτου ποιησάμενος ἔρευναν οὐχ ἕτερον εὗρέ τινα εἰ μὴ τὸν μέγαν Ἀρσένιον διάκονον τηνικαῦτα ὄντα. πέμπουσι λοιπὸν αὐτὸν πρὸς τὸν μέγαν Θεοδόσιον, εἰ καὶ πολλὰ δυσχεραίνων ἦν διὰ τὸ τὴν ἐγκύκλιον παίδευσιν ἅμα τῷ χειροτονηθῆναι κατὰ τὸν νῶτον ποιήσασθαι. ὃν καὶ ἀσμένως ἐδέξατο, καὶ παρέδωκεν αὐτῷ ὡς τέκνα καὶ μαθητάς, οὐ μὴν ὡς βασιλεῖς, τοὺς υἱοὺς αὐτοῦ. ποτὲ γοῦν ἑωρακὼς τοὺς μὲν παῖδας καθημένους μετὰ διαδημάτων, τὸν δὲ Ἀρσένιον ἱστάμενον καὶ διδάσκοντα, μετ' ὀργῆς εἶπεν οὕτω σοι παρήγγειλα; σὺ αὐτοὺς ποιεῖς βασιλεῖς. ὁ θεὸς ἔχει τὴν περὶ τούτων ἐξουσίαν.» καὶ ῥίψας τὰ διαδήματα εἶπε κρεῖσσόν ἐστι τεθνάναι θεοσεβῶς ἢ βασιλεύειν ἀσεβῶς.» μετὰ δὲ ταῦτα τοῦ Ἀρσενίου μελετῶντος ἀποδρᾶσαι, ἐπεὶ συνέβη καὶ μᾶλλον ἡ τοῦ Ἀρκαδίου πληγὴ 476 καὶ ἡ διὰ ταῦτα ἐπιβουλή, φωνὴ πρὸς αὐτὸν γέγονεν Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ.» φυγὼν δὲ καὶ ἀπελθὼν ἐν Σκήτει πάλιν ἤκουσε φεῦγε, σιώπα, ἡσύχαζε.» οἱ γοῦν παῖδες βασιλεύσαντες ἔγραψαν αὐτῷ συγχωρῆσαι αὐτοῖς, καὶ μάλιστα τῷ Ἀρκαδίῳ, ὑπὲρ οὗ ἐβούλετο ἀποκτεῖναι διὰ σπαθαρίου αὐτόν. ὁ μέντοι μέγας ἀκούσας καὶ τοῦτο, λάβε δημόσια Αἰγύπτου, καὶ διάνειμαι ὅπου θέλεις,» εἶπεν ἐγὼ τῷ κόσμῳ ἀπέθανον, καὶ οὐκέτι ζῶ· πλὴν ὁ θεὸς συγχωρήσαι ὑμῖν.» Ἡ δευτέρα σύνοδος καὶ ὁ μέγας Θεοδόσιος ἐνίδρυσαν τῷ θρόνῳ Κωνσταντινουπόλεως τὸν μέγαν Γρηγόριον, κἂν ἐξ Αἰγύπτου τινὲς ὑπὸ φθόνου ἐταράχθησαν, ἐφ' ᾧ καὶ ἑκὼν ἐξέστη. ἀντεισάγεται δὲ Νεκτάριος, τὸ μὲν γένος Ταρσεύς, τὴν δὲ τοῦ πραίτωρος ἀρχὴν διέπων, ὃς τὸν μὲν βίον θαυμαστός, ἀβάπτιστος δὲ μέχρι τότε. καὶ ὁ μὲν συγκλητικὸς Νεκτάριος προχειρίζετο, ὁ δὲ Μακεδόνιος ἀναθεματίζετο. Ἐκ Κωνσταντινουπόλεως τοῦ μεγάλου Θεοδοσίου ἀπαίροντος ἐπὶ τὰ κάτω μέρη, στρατιῶται ἐν Θεσσαλονίκῃ εἰσελθόντες διά τινα χρείαν ἀνταρσίαν ἐποίησαν, ἐφ' ᾧ ἀντέστησαν οἱ τῆς πόλεως καὶ λίθοις ἔβαλον. τοῦ γοῦν βασιλέως 477 ζέσαντος ἐπὶ τούτοις τῷ θυμῷ, καὶ τῷ ἐκεῖσε ἐπαρχεύοντι τὰ περὶ τούτων ἐπιτρέψαντος, χιλιάδες ζʹ ἀνῃρέθησαν. διερχόμενος δὲ ὁ βασιλεὺς εἰς τὴν ἐπισκοπὴν Μεδιολάνων (πόλις δὲ Ἰταλίας τὰ Μεδιόλανα) οὐ συνεχωρήθη παρὰ τοῦ θειοτάτου Ἀμβροσίου τῇ ἐκκλησίᾳ ἐπιβῆναι, ἀλλ' ἔμεινεν ἀφωρισμένος μῆνας ηʹ, καὶ μόλις διὰ τὴν τοῦ Χριστοῦ γένησιν ἐλύθη τε τῶν δεσμῶν καὶ εἰς κοινωνίαν ἐδέχθη, πρότερον τὰ τοῦ λιβέλλου νομοθετήσας. ἀλλὰ καὶ ἐν τῷ θυσιαστηρίῳ μετὰ ταῦτα οὔμενουν εἰσελθεῖν ἐνεχωρεῖτο· ἡ γὰρ ἁλουργίς» ἔφη βασιλεῖς, οὐ μὴν ἱερεῖς ποιεῖ.» ὅθεν ἐπανελθὼν ὁ βασιλεὺς καὶ παρὰ τοῦ Νεκταρίου ἐρωτηθεὶς δι' ἣν αἰτίαν οὐκ εἰσέρχεται ἐν τῷ θυσιαστηρίῳ, εἶπεν εἷς ἐπίσκοπος ὁ Ἀμβρόσιος.» Ὅτε ἡ τῶν ἐν Ἀντιοχείᾳ ἀνδριάντων καταστροφὴ γέγονε, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρέων οἰκοῦντες μοναχοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν. κατῆλθον γὰρ καὶ τοῦ θεοῦ ἀντελάβοντο, λέγοντες οὕτω πρός γε τοὺς ὑπηρέτας τοῦ βασιλέως εἴπατε τῷ κυρίῳ ἡμῶν βασιλεῖ. εἴπερ τοσοῦτον σὺ ἐπὶ τῇ χαλκῇ εἰκόνι καταστραφείσῃ ἐδυσχέρανας, πῶς οἴει τὸν θεὸν ἀρτίως ἔχειν τὴν αὐτοῦ ὁρῶντα εἰκόνα κακῶς οὕτω παρὰ σοῦ πάσχουσαν;» τηνικαῦτα καὶ ἡ τιμία κεφαλὴ τοῦ βαπτι478 στοῦ Ἰωάννου ἐν Κωνσταντινουπόλει διεκομίσθη. ἀλλὰ καὶ τὸν ἐν Ἀλεξανδρείᾳ κτισθέντα ναὸν τοῦ Σαράπιδος καθεῖλε Θεόφιλος. ἐν τούτῳ δὲ τῷ ναῷ ξόανον ἦν ἀσχέτως ἀπῃωρημένον· διὰ γὰρ τοὺς κύκλῳ αὐτοῦ, τοῦ ξοάνου δηλαδή, πεπηγμένους σιδήρους καὶ τοὺς καταντικρὺ τούτων ἐγκεκολαμμένους μαγνῆτας μέσον ἐδάφους καὶ ὀρόφου ἐκρέματο. ἰσοδυνάμως γὰρ τετραμερόθεν ἑλκόμενον, καὶ μὴ ἔχον ὅπου καὶ νεύσειε, μέσον ἐξ ἀνάγκης ἀπῃώρητο. Ἔθνη ποθὲν ἄπειρα κατὰ τοῦ μεγάλου ἐγείρονται Θεοδοσίου. τί τὸ ἐπὶ τούτοις; γράφει τηνικαῦτα ὁ βασιλεὺς τῷ τῆς Ἀλεξανδρείας προέδρῳ ἵνα τὸν κατ' Αἴγυπτον μέγαν Σενούφιον ποιήσῃ πρὸς συμμαχίαν τοῦ βασιλέως ἐλθεῖν. ὁ δ' οὐ πείθεται, στέλλει δὲ τῷ βασιλεῖ ῥάβδον καὶ μικρὸν αὐτοῦ τριβώνιον, οἷς δὴ καὶ χρησάμενος ὁ βασιλεὺς ἀντὶ κράνους καὶ δόρατος κατὰ τῶν πολεμίων ὁρμᾷ, καὶ διὰ χειρῶν αὐτοῦ κατατροποῦται αὐτούς· τοιαῦτα καὶ γὰρ τὰ τῆς εἰλικρινοῦς πίστεως κατορθώματα. Μετὰ δὲ Θεοδόσιον Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ ἔτη ιγʹ, ὃς τὸν κίονα τοῦ Ξηρολόφου στήσας ἐν αὐτῷ τὸν ἑαυτοῦ καθίδρυσεν ἀνδριάντα. ἐφ' οὗ ἡ γῆ ἐμυκήσατο ἡμέρας ζʹ, καὶ σεισμὸς γέγονε μέγας τε καὶ πάγκοσμος. μετὰ μέντοι τὸν 479 Νεκτάριον τοὺς τῆς ἐκκλησίας οἴακας ὁ χρυσορρήμων Ἰωάννης καὶ λίαν καλῶς ἀναδέχεται. οὗτος πολὺς ἦν περὶ τὸ λέγειν. ᾧ καὶ Λιβάνιος ὁ διδάσκαλος αὐτοῦ προσεμαρτύρησεν· ἐρωτηθεὶς γὰρ ἀνθ' ἑαυτοῦ τίνα προβάλλεται διδάσκαλον, Ἰωάννην εἶπεν, εἰ μή πως οἱ Χριστιανοὶ τοῦτον ἀφ' ἡμῶν ἀπεσύλησαν. ὀκτωκαιδέκατον γὰρ ἔτος ἄγων ἀφηνίασεν ἀπ' αὐτοῦ, καὶ ὑπὸ Μελετίου βαπτισθεὶς καὶ χειροτονηθεὶς ἀναγνώστης ἀνεχώρησε καὶ ἀπεκάρη, καὶ τὰ θεῖα διδαχθεὶς ἐκεῖσε πάλιν ὑπέστρεψε. γίνεται διάκονος, παρὰ δὲ Φλαβιανοῦ πρεσβύτερος. διεβάλλετο δὲ ὁ μέγας ὡς ὀφρύϊ κατὰ τῶν ὑπηκόων μείζονι χρώμενος. ὅθεν ὁ Πηλουσιώτης Ἰσίδωρος καὶ μαθητὴς αὐτοῦ ὑπεραπολογούμενος τοῦ μεγάλου, τὸν ἄρχοντα ἔλεγεν ὅτι καὶ ἀγαθὸν εἶναι δεῖ καὶ φοβερόν. τίνος ἕνεκεν; ὅτι καὶ ἀγαθοὶ καὶ πονηροὶ ἐν τοῖς ἀρχομένοις ὑπάρχουσι. μετὰ δὲ ταῦτα πρός γε τὴν μεγαλόπολιν ἔρχεται, καὶ εἰς τὸν πατριαρχικὸν θρόνον ἀνάγεται. ἀνθίσταται τῇ βασιλίσσῃ Εὐδοξίᾳ, πάσχει πολλὰ διὰ τοῦτο δεινά. ὅρα γὰρ ὅτι καὶ ὁ μέγας Ἐπιφάνιος ἐν τῷ Ἑβδόμῳ ἐλθὼν χειροτονίας καὶ συν- άξεις παρὰ τὴν Ἰωάννου ἐποίησε γνώμην· καὶ οὗτος γὰρ ταῖς ὑπὸ Θεοφίλου κατὰ τοῦ ἁγίου μελετηθείσαις διαβολαῖς προκατείληπτο. ἡ μέντοι Εὐδοξία τὸν μέγαν Ἐπιφάνιον ἠρέ480 θισε κατὰ τοῦ χρυσορρήμονος καὶ τάδε εἰποῦσα πάντα μὲν τὰ Ῥωμαίων σκῆπτρα ὑπὸ τὴν ἐμὴν ἐξουσίαν ἐστίν, ὁ δὲ Ἰωάννης οὗτος δι' ἔχθρας τέ μοί ἐστι καὶ τὰ ἔσχατα εἰς ἡμᾶς ἐξυβρίζει. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δόξαν τινὰ πρεσβεύει τῆς ἐκκλησίας ἀπᾴδουσαν. ἐφ' ᾧ καὶ δίδωμί σοι πᾶσαν ἐξουσίαν, ὥστε σύνοδον ἀθροῖσαι καὶ τοῦ θρόνου δικαίως αὐτὸν καθελεῖν.» τούτων ἀκούσας Ἐπιφάνιος εἶπεν εἰ μὲν οὖν αἵρεσιν ἔχει τινά, ἄλλου τοῦτο λόγου ἐστίν· εἰ δὲ ὅτι κακῶς ὑμᾶς ἔλεξε, παρὰ ταύτην δὴ μόνον αἰτίαν Ἰωάννην ἐκκήρυκτον δέδοκται γενέσθαι τῆς ἐκκλησίας, Ἐπιφά- νιον ὑμῖν οὐχ ἕξετε συναινοῦντα.» ταῦτα δὲ ἡ Εὐδοξία πρὸς τὸν διαληφθέντα ἔλεγεν ἅγιον, ἐπειδὴ διαφορὰν ἔμαθέ τινα συμβῆναι ἀνὰ μέσον αὐτῶν. ὁ μέντοι θειότατος Ἰωάννης ἐκ δευτέρου ἐξορισθεὶς καὶ ἀπαχθεὶς εἰς Κουκουσὸν κἀκεῖσε τρία ἔτη καὶ μῆνας βʹ ποιήσας ἀπηνέχθη εἰς Ποτιούς, κἀκεῖθεν ἀπαίρει πρὸς κύριον, ἐπισκοπεύσας ἐνταῦθα ἔτη εʹ καὶ μῆνας ϛʹ. ἐπὶ τούτοις δὲ ὁ πάπας Ῥώμης Ἰννοκέντιος γρά- φει πρὸς Ἀρκάδιον καὶ τάδε. φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάννου βοᾷ πρὸς τὸν θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Κάϊν, καὶ παντὶ τρόπῳ ἐκδικηθήσεται. οὐ μόνον δὲ τοῦτο πέπραχας, 481 ἀλλὰ καὶ εν καιρῷ εἰρήνης διωγμὸν κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω, ἐξεώσας τὸν μέγαν τῆς οἰκουμένης διδάσκαλον τοῦ θώκου τῆς ἐπισκοπῆς αὐτοῦ ἀκρίτως, συνδιώξας αὐτῷ τὸν Χριστόν. ἀλλ' ὁ μακάριος Ἰωάννης τὸν βίον κατέλιπε, τὴν πίστιν τηρήσας καὶ στηρίξας τοὺς σαλευομένους. ἀλλ' εἰς ἀλήκτους αἰῶνας τὴν ἀδάπανον τρυφὴν καὶ ἀθάνατον ζωὴν ἐκληρονόμησεν. ἡ δὲ νέα Δαλιλά, ἡ κατὰ μικρὸν τῷ ξυρῷ τῆς πλάνης δεσμεύσασα φορτίον ἁμαρτημάτων βαρὺ καὶ δυσβάστακτον. διὸ ἐγὼ ὁ ἐλάχιστος, ὁ πιστευθεὶς τὸν θρόνον τοῦ μεγάλου ἀποστόλου Πέτρου, ἀφορίζω σέ τε κἀκείνην τῆς μεταλήψεως τῶν ἀχράντων μυστηρίων Χριστοῦ τοῦ θεοῦ ἡμῶν. ἀλλὰ καὶ πάντα κληρικὸν τολμήσαντα μεταδοῦναι ὑμῖν, ἀφ' ἧς ἀναγνῶτέ μου τὸν πεμφθέντα σύνδεσμον, ὑπὸ καθαίρεσιν εἶναι. Ἀρσάκιον δέ, ὃν εἰσάγετε εἰς τὸν θρόνον τῆς ἐπισκοπῆς ἀντὶ τοῦ μεγάλου Ἰωάννου, καὶ μετὰ θάνατον καθαιροῦμεν σὺν πᾶσι τοῖς κοινωνήσασιν αὐτῷ. ἀλλ' οὐδὲ τὸ ὄνομα αὐτοῦ γραφήσεται ἐν τοῖς ἱεροῖς διπτύχοις· ἀνάξιος γάρ ἐστιν ὡς μοιχεύσας τὴν ἐπισκοπήν. προστιθέαμεν δὲ τῇ καθαιρέσει Θεοφίλου ἀφορισμὸν 482 καὶ ἀναθεματισμὸν καὶ τελείαν ἀλλοτρίωσιν τοῦ χριστιανισμοῦ.» τούτων ἀκούσας Ἀρκάδιος ἀντιγράφει πρὸς Ἰννοκέν- τιον πάντες ἄνθρωποι ἴσασιν οἱ εὖ φρονοῦντες ὅτι περ τὰ κατὰ ἄγνοιαν γινόμενα οὔτε θεὸς οὔτε νόμοι κολάζουσιν· ἀλλ' οὐδέ τις ὑπὲρ ἑτέρου δίκην εἰσπράττεται. ὅθεν ταῦτα γέγραφα πληροφορῶν τὴν ὑμετέραν πραότητα ὡς ἐπιμαρτυροῦντος τοῦ φιλανθρώπου θεοῦ οὐκ ἔγνων τι τῶν συμβάντων τοῖς ἡμετέροις ἐπισκόποις καὶ κληρικοῖς, ἀλλ' ἀθῷός εἰμι τοῦ κρίματος αὐτῶν· εἰ γὰρ ἤμην συμμέτοχος αὐτῶν εἰς τοῦτο, οὐκ εἶχον τούτους κακῶσαι. περὶ δὲ τῆς σῆς θυγατρὸς Εὐδοξίας γνῶθι ὅτι καὶ αὐτῇ ἀνταπέδωκα κατὰ τὸ σφάλμα αὐτῆς οὐ μετρίως, ὡς ἐκ τῆς τοιαύτης λύπης καὶ θλίψεως ἐν ἀρρωστίᾳ βαρυτάτῃ κατακεῖσθαι αὐτήν. παρακαλῶ λοιπὸν ἵνα τοῦ ἀφορισμοῦ λύσῃς ἡμᾶς καὶ μὴ ἐκδικήσῃς πολλαχῶς· οὐ γὰρ πατάξει κύριος δὶς ἐπὶ τὸ αὐτό.» πρὸς ταῦτα καὶ πάλιν Ἰννοκέντιος ἀπεδεξάμην ὑμῶν τὴν κατὰ θεὸν σπουδήν, ἥνπερ διὰ τὸ ὄνομα αὐτοῦ ἀνεδείξασθε. ὅθεν τῶν ἱερῶν δεσμῶν ἀνεθέντες ἐν τοῖς δεσποτικοῖς συμβόλοις προσέλθετε ἐρρωμένοι.» ταύτῃ τοι καὶ διὰ φροντίδος ὁ Ἀρκάδιος ποιεῖται τὴν τοῦ ἁγίου πρὸς τὴν μεγαλόπολιν ἐπάνοδον.

Intertext edge

Open linked passage

Note