Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 483 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
483.1.1
Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ καλλιγράφος, ἔτη μβʹ. οὗτος ἐξελθὼν ἱππασθῆναι καὶ συμπεσὼν τῷ ἵππῳ τὸν βίον τελευτᾷ. οὗτος τὸν ἐν τοῖς Χαλκοπρατείοις τῆς θεοτόκου ναὸν ἔκτισε, πρότερον ὄντα συναγωγὴν Ἰουδαίων. ἀλλὰ καὶ τὸ τεῖχος τῆς πόλεως παρεξέβαλεν. ἐφ' οὗ σεισμὸς μέγας ἐγένετο, ὥστε πεσεῖν τὰ τείχη τῆς πόλεως καὶ πολὺ μέρος αὐτῆς. ἐπεκράτει δὲ ὁ σεισμὸς καὶ κατὰ πᾶσαν χώραν μῆνας τρεῖς. τότε δὴ τότε τοῦ πατριάρχου Πρόκλου καὶ αὐτοῦ τοῦ βασιλέως ἀνυποδέτων λιτανευόντων, συνέβη παιδίον ἁρπαγῆναι καὶ τὸν τρισάγιον ὕμνον μυηθῆναι, καὶ οὕτω τὴν θείαν στῆναι ὀργήν. τότε καὶ Ἰουδαῖος παράλυτος βαπτισθεὶς ὑγιὴς εὑρέθη. ὁ μέντοι διαληφθεὶς πατριάρχης Πρόκλος ἐν Κυζίκῳ χειροτονεῖται πρότερον καὶ μὴ δεχθεὶς παρὰ τῶν ἐκεῖσε χειροτονεῖται ἐνταῦθα. ὁ δὲ δυσσεβὴς Νεστόριος σὺν ἓξ ὁμόφροσιν αὐτοῦ ἔλεγεν ὅτι διμηναῖον καὶ τριμηναῖον οὐ δύναμαι λέγειν θεόν. Ἰωάννης δὲ ὁ Ἀντιοχείας μετὰ τὴν τοῦ Νεστορίου καθαίρεσιν καταλαβών, καὶ λυπηθεὶς ὅτι χωρὶς αὐτοῦ καθῃρέθη Νεστόριος, παραλαβὼν τοὺς σὺν αὐτῷ ἐπισκόπους, ἐν οἷς καὶ Θεοδώρητος Κύρου καὶ Ἴβας ὁ Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει τοῦ μεγάλου Κυρίλλου. 484 Ἡ τοῦ βασιλέως ἀδελφὴ Πουλχερία λαβεῖν ἄνδρα οὐκ ἠθέλησεν, ἀλλὰ τὴν ἑαυτῆς παρθενίαν τῇ θεοτόκῳ ἀνέθετο. αὕτη καὶ τὸν ἐν Βλαχέρναις ναὸν τῆς θεοτόκου ἐδείματο. γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἡ τοῦ βασιλέως κυρὰ Εὐδοκία θυγάτηρ ἐγένετο φιλοσόφου τινὸς ἐξ Ἑλλάδος ὄντος. οὗτος δὲ τελευτῶν τοῖς μὲν τρισὶν υἱοῖς ἀφῆκε πᾶσαν τὴν περιουσίαν αὐτοῦ, περὶ δὲ ταύτης εἶπεν Ἀθηναΐδι τῇ ποθεινοτάτῃ μου θυγατρὶ ἀφίημι νομίσματα ρʹ· ἀρκεῖ γὰρ αὐτῇ ἡ τύχη αὐτῆς.» ἡ μέντοι Ἀθηναῒς μηδὲ ταῦτα τὰ ρʹ λαμβάνουσα καταλαμβάνει τὴν μεγαλόπολιν, ἐκδίκησιν ὥστε λαβεῖν. καὶ οὕτω διὰ τὴν αὐτῇ παροῦσαν εὐπρέπειαν τοῦ βασιλέως γυνὴ ἐχρημάτισεν. ὅθεν καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς, ἐλθόντας ὕστερον πρὸς αὐτήν, εἶπεν εἰ μὴ ὑμεῖς ἠδικήσατέ με, οὐκ ἠναγκαζόμην ἐλθεῖν ἐνταῦθα καὶ βασιλεῦσαι.» μετὰ δὲ ταῦτα τοῦ βασιλέως σκανδαλισθέντος ἐπ' αὐτῇ διὰ τὸν Παυλῖνον (ἑώρακε γὰρ εἰς αὐτὸν τὸ πάμμεγα μῆλον ἐκεῖνο, ὅπερ πένης μὲν αὐτῷ τῷ βασιλεῖ δῶρον ἔφερεν, ὁ δὲ βασιλεὺς πρὸς τὴν δέσποιναν αὖ μετεκόμισεν) ἐξῄτησεν αὕτη ἀπελθεῖν εἰς Ἱεροσόλυμα. καὶ δὴ καὶ ἀπῆλθε καὶ ἐξαίσιά τινα ἐποίησε καὶ τὰ ἐκεῖσε τείχη ἔκτισεν, ὡς ἐν αὐτῇ πέρας λαβεῖν τὸ Δαυιτικὸν ἐκεῖνο ῥητὸν τὸ λέγον ἀγάθυνον κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσα485 λήν.» ἀλλὰ καὶ τελευτῶσα ἔλεγεν μηδὲν τῷ Παυλίνῳ συνιδεῖν, εἰ καὶ φιλοτίμως εἶχε πρὸς αὐτὸν οὐ μικρῶς ἅτε συνεργήσαντα, ἡνίκα Πουλχερία τῷ Θεοδοσίῳ δοῦναι ταύτην πρὸς λέχους κοινωνίαν ἐφρόντιζεν. Ὅσην δὲ ὁ Θεοδόσιος οὗτος κεκρυμμένην ἀρετὴν ἐκέκτητο, δῆλον ἐντεῦθεν. μοναχός τις ἔτη μʹ δουλεύσας ὡς δεῖ τῷ θεῷ ὑπέλαβέ τι μέγα περὶ ἑαυτοῦ, καὶ ζητεῖ μαθεῖν ἐν ποίᾳ τάξει κέκτηται αὐτὸν ὁ θεός, καὶ μανθάνει ὅμοιος εἶναι Θεοδοσίῳ τῷ βασιλεῖ. ἀπαίρει λοιπὸν πρὸς αὐτόν, καὶ ζητεῖ μαθεῖν τὴν ἀρετὴν αὐτοῦ. καὶ ὁ βασιλεὺς πολλὰ μὲν αὐτῷ ἀπεκάλυψεν ἕτερα, οἷον ξηροκοιτίαν, ἐνδυμενίαν τρίχινον, ἀποχὴν γυναικός, νηστείαν, ἐλεημοσύνην, δικαιοπραγίαν, καὶ ὅσα τοιαῦτα. ὁ δὲ μοναχὸς ἀπαρεσκόμενος δῆθεν τοῖς ἀπαριθμηθεῖσιν, ἐβιάζετο τὸν βασιλέα εἰπεῖν καὶ εἴπερ τι ἕτερον μεῖζον τῶν εἰρημένων κέκτηται. καὶ ὃς ἔλεγεν ἐν ἡμέρᾳ ἱππικοῦ θεάτρου καθῆσθαι μὲν ἐν τῷ συνήθει τόπῳ αὐτοῦ, μὴ ἐνατενίζειν δὲ τῷ θεάτρῳ, καλλιγραφεῖν δὲ πρὸς τούτοις, καὶ οὕτω τὴν ζωὴν αὐτοῦ ταῖς ἰδίαις χερσὶ συγκρατεῖν. τούτων ἀκούσας ὁ μοναχὸς τοσαύτην ἐδέξατο ἔκπληξιν 486 ὡς καὶ ἑαυτὸν ἀγαπῆσαι ὅτι τοσούτῳ τὴν ἀρετὴν ἀνθρώπῳ συντέτακται. Ὁ μέντοι Θεοδόσιος οὗτος τοσοῦτον ἦν ἀπόνηρός τε καὶ ἄπλαστος, ὡς εἴ τις χάρτην αὐτῷ γεγραμμένον ἔφερε, γράμμασιν αὐτὸν ἐρυθροῖς εὐθέως ἐσημειοῦτο, μὴ κατεξετάζων ὁποῖα δὴ τὰ γεγραμμένα καὶ τίνος εἰσὶ δυνάμεως. ἡ οὖν θαυμαστὴ Πουλχερία θελήσασα κἀν τούτῳ διορθώσασθαι τὸν ἄνακτα, πλάττεται χάρτην ὡς αὐτοῦ δῆθεν βασιλέως οἰκέτιν αὐτῇ τὴν βασιλίδα χαριζομένου, εἶτα δίδωσιν αὐτὸν τῷ βασιλεῖ, καὶ δέεται γράμμασιν ἐρυθροῖς τὸν τοιοῦτον ἐνσημανθῆναι. γίνεται ταῦτα· λαμβάνει τὸν χάρτην, κἀντεῦθεν ἕλκει τὴν βασιλίδα καθάπερ δούλην τινά. δυσχεράναντος οὖν ἐπὶ τούτῳ τοῦ βασιλέως ἐκείνη τὸ γράμμα προύφερε τὸ βασίλειον, κἀκεῖθεν ἔλεγεν αὐτὴν ἐπὶ τούτῳ δικαιοῦσθαι. συνῆκε τὸ δρᾶμα ὁ βασιλεύς, κἀντεῦθεν οὐ μικρὰν ἐπὶ τῷ σφάλματι δέχεται τὴν διόρθωσιν. Μετὰ δὲ Θεοδόσιον Μαρκιανὸς ἔτη ἕξ, οἰκονομίᾳ καὶ σπουδῇ Πουλχερίας τῆς ἀδελφῆς Θεοδοσίου· ἡ γὰρ θαυμαστὴ αὕτη γυνὴ τὰ τῆς βασιλείας σκῆπτρα μετὰ τὸν τοῦ Θεοδοσίου θάνατον δεξαμένη, καὶ γνοῦσα ὅτι βασιλέως τὰ τῶν Ῥωμαίων χρῄζουσι πράγματα, τὸν εὐσεβῆ μετακαλεῖται 487 Μαρκιανὸν καὶ τὸ τῆς βασιλείας στέφος αὐτῷ περιτίθησι, φρικτοῖς αὐτὸν πρότερον ὅρκοις καταδεσμήσασα τοῦ φυλάξαι αὐτῇ τὴν ἁγνείαν ἀδιαλώβητον. οὗτος μὲν οὖν ὁ Μαρκιανὸς πένης ἦν, ἀλλὰ χρηστὸς τοὺς τρόπους. οὗτος στρατιώτης ὢν εἰς ἐκστρατείαν ἀπῆρέ ποτε, καὶ καθ' ὁδὸν ὑπνώσαντα τοῦτον εἶδον οἱ συγκοιμώμενοι αὐτῷ πρότερον ἀναστάντες ὑπὸ πτερύγων ἀετοῦ σκεπόμενον. ἀλλὰ καὶ κατὰ Γιζερίχου τοῦ τῶν Λιβύων ἄρχοντος ἐκστρατεία γίνεται, ἐν ᾗ καὶ ὁ Μαρκιανὸς συνὼν αἰχμάλωτος ἄγεται. ὁ γοῦν Γιζερίχος ἰδεῖν τοὺς αἰχμαλώτους θελήσας ἀφ' ὑψηλοῦ τούτοις ἐπεσκόπηκε, καὶ δὴ τὸν Μαρκιανὸν ὑπνοῦντα ὁρᾷ καὶ σκιᾶς ὑπὸ ἀετοῦ ἀπολαύοντα. θαυμάζει τὸ πρᾶγμα, θεῖον εἶναι κρίνει τὸν ἄνδρα καὶ τοῦ τῶν Ῥωμαίων κράτους ἄξιον. ὅθεν καὶ οὐχ ὅσιον ἔκρινε τοιοῦτον ἄνδρα κτεῖναι, προβεβλημένον εἰς βασιλείας ὕψος ἄνωθεν, ἀλλὰ καὶ τιμᾷ καὶ ἱκετεύει, εἴγε κρατήσειε, μὴ μάχην συγκροτῆσαι τοῖς Λίβυσιν. ἀπολύεται οὖν ἐκεῖθεν καὶ πρός γε τὴν μεγαλόπολιν ἔρχεται. τελευτᾷ τὸν βίον ὁ Θεοδόσιος, καὶ κρίσει τῆς Πουλχερίας βασιλεὺς Ῥωμαίων ἀναγορεύεται. τότε δὴ τότε καὶ λίθοι τρεῖς ἔπεσον ἐκ τοῦ οὐρανοῦ παμμεγέθεις. οὗτος ἐκέλευσε μὴ γίνεσθαι ἄρχοντας ἐπὶ δόσει νομισμάτων.

Intertext edge

Open linked passage

Note