Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
488.1.1
Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἡ δʹ σύνοδος ἐδέξατο Θεοδώρητον καὶ Ἴβαν ὡς ἀναθεματίσαντας Νεστόριον. ὁ μέντοι αἱρεσιάρχης Εὐτυχὴς ἀρχιμανδρίτης ἦν, ὁ δὲ Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας. οὗτος ὁ Εὐτυχὴς μετὰ δέκα ἐνιαυτοὺς ἀνεφάνη τῆς τρίτης συνόδου. ἑτερούσιον ἡμῶν εἶναι ἔλεγεν τὸ σῶμα τοῦ Χριστοῦ, καὶ μίαν φύσιν αὐτὸν ὅλον εἶναι. καθ' οὗ πεποίηκε τοπικὴν σύνοδον ὁ μακάριος Φλαβιανὸς ἐπίσκοπος ὢν Κωνσταντίνου πόλεως, καθελὼν αὐτὸν καὶ ὁρίσας ὁμοούσιον ἡμῖν εἶναι τὸ σῶμα τοῦ Χριστοῦ. εἶτα δέησιν ὁ Εὐτυχὴς ἐπιδεδωκὼς τῷ βασιλεῖ μετέπεισεν αὐτόν, καὶ μεταστειλάμενος Διόσκορον τὸν τοῦ μεγάλου Κυρίλλου διάδοχον ἐποίησε τὴν ἐν Ἐφέσῳ τὸ δεύτερον σύνοδον κατὰ Φλαβιανοῦ τὴν λεγομένην λῃστρικήν, ἐν ᾗ κυλλωθεὶς ἀπὸ πληγῶν ὁ Φλαβιανὸς ἀπέθανεν ἐξ αὐτῶν. ἐφ' ᾧ καὶ γέγονεν ἡ ἐν Χαλκηδόνι τετάρτη σύνοδος κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, εἰποῦσα καὶ τοῦτο Κυρίλλου αἰωνία ἡ μνημη.» διὰ μέντοι τὸ καθαιρεθῆναι τὸν Διόσκορον διεσχίσθησαν ἀπ' ἀλλήλων ἥ τε Κωνσταντίνου πόλις καὶ ἡ Ἀλεξάνδρεια. Μετὰ δὲ τὴν τοιαύτην τετάρτην σύνοδον ἔσπευδον αὖθίς τινες ἱερεῖς τε καὶ μοναχοὶ τὸ τοῦ Εὐτυχοῦς δόγμα συνιστᾶν· ὅθεν ὁ τηνικαῦτα χρηματίζων πατριάρχης Ἀνατό489 λιος συμβουλεύει γραφῆναι δυσὶ χάρταις καὶ ἀμφοτέρων τῶν μερῶν τὰ δόγματα, καὶ τῇ λάρνακι τῆς μεγαλομάρτυρος Εὐφημίας ἐμβληθῆναι, καὶ οὕτω δηλωθῆναι τὴν ἀλήθειαν. γίνεται ταῦτα, καὶ θαῦμα παράδοξον ἦν ἰδεῖν· παρὰ γὰρ τοὺς πόδας τῆς ἁγίας ἐρριμμένος εὑρέθη ὁ τῶν ἀντιδικούντων τῇ ἀληθείᾳ χάρτης, ὁ δὲ ἕτερος παρὰ τῇ χειρὶ αὐτῆς. Ἐπὶ μέντοι τούτου τοῦ Μαρκιανοῦ καὶ Συμεὼν ὁ μέγας ἐπέβη τοῦ στύλου· ἀκοινώνητος γὰρ μέχρι πολλοῦ ἔμενε διὰ τὸ καταρχὴν τοιαύτην ἐνδείξασθαι· πολλοὶ γὰρ οἱ μεμψίμοιροι. Μετὰ δὲ Μαρκιανὸν Λέων ὁ μέγας ἔτη ιηʹ κρατήσας τελευτᾷ δυσεντερικός· ἐφ' οὗ σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ, νεφέλη σαλπιγγοειδὴς ἐπὶ ἡμέρας μʹ, καὶ ἔβρεξε σποδὸν ἐν Κωνσταντινουπόλει, σπιθαμὴν τὸ πάχος ἔχουσαν. καὶ πάντες ἐλιτάνευον, λέγοντες ὅτι πῦρ ἦν καὶ τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ ἐσβέσθη. τότε καὶ Δανιὴλ ὁ μέγας ἐπέβη τοῦ στύλου ἐν τῷ Ἀνάπλῳ. τότε καὶ ἡ θεία ἐσθὴς τῆς τοῦ κυρίου μητρὸς ἀνεκομίσθη. οὗτος ὁ μέγας Λέων ἐκέλευσε τὰς κυριακὰς ἀπράκτους εἶναι καὶ μήτε ἱππικὸν τελεῖσθαι μήτε μουσικὰ ἠχεῖν ὄργανα, ἀλλὰ πάντας τοῖς θείοις ἐνασχολεῖ490 σθαι ναοῖς. τότε δὴ τότε καὶ ἡ τῶν Ῥωμαίων παύεται βασιλεία. σημείωσαι δὲ ὅτι ἀπὸ Ῥωμύλου ἤρξατο αὕτη, καὶ μετὰ ατʹ καὶ γʹ ἔτη ἐν Ῥωμύλῳ πάλιν πέπαυται, κρατούντων ἐκεῖσε μετὰ ταῦτα ῥηγῶν μεγιστάνων καὶ ὅσοι τοιοῦτοι χωράρχαι βάρβαροι. Μετὰ δὲ τοῦτον κρατεῖ Λέων ὁ ἔγγονος αὐτοῦ καὶ υἱὸς Ζήνωνος τοῦ ἐξ Ἰσαυρίας ἔτη βʹ· τὸν γὰρ ἐπὶ θυγατρὶ αὐτοῦ Ἀριάδνῃ γαμβρὸν Ζήνωνα παριδὼν ὁ μέγας Λέων τῷ ἐγγόνῳ αὐτοῦ τὰ τῆς βασιλείας ἐνεχείρισε σκῆπτρα. μετὰ δὲ τὸν τοιοῦτον Λέοντα Ζήνων ὁ πατὴρ αὐτοῦ καὶ Ἴσαυρος ἔτη ιϛʹ. οὗτος μετὰ τὸ βασιλεῦσαι ὑπὸ πενθερᾶς αὐτοῦ Βερίνης ἐπιβουλευθεὶς ὡς παρὰ γνώμην αὐτῆς βασιλεύσας, πρὸς τὴν αὐτοῦ φεύγει πατρίδα. κρατεῖ λοιπὸν ὁ τῆς Βερίνης ἀδελφὸς Βασιλίσκος ἔτη βʹ. οὗτος ἐν Κωνσταντινουπόλει κτίσας παλάτιον ἐκάλεσεν αὐτὸ τὰ Βασιλίσκου. ὁ μέντοι Βασιλίσκος οὗτος βραχὺ τοῦ κράτους γευσάμενος χειροῦται ὑπὸ Ζήνωνος ἐξ Ἰσαυρίας αὖ ὑποστρέψαντος, πυργίσκῳ δὲ στερρῷ σὺν τῇ γυναικὶ αὐτοῦ κατακλεισθεὶς καὶ μείνας ἀπρόϊτος λιμῷ θανατοῦται. ὁ μέντοι Ζήνων ὑποστρέψας ἐκεῖθεν, ὡς εἴρηται, τὸν μὲν Ἁρμάτιον, ὃς αὐτῷ κατὰ Βασιλίσκου συνήργησε, θανάτῳ παραδίδωσιν ὡς τοῦ οἰκείου δεσπότου προδότην, τὸν δὲ υἱὸν αὐτοῦ, καθὼς ὑπέσχετο, Καίσαρα 491 προβάλλεται· μετὰ δὲ μικρὸν καὶ τὰς αὐτοῦ τρίχας ἐκκόψας ἀρχιερέα Κυζικηνοῖς καὶ ἄκοντα ἐφίστησι. τούτῳ ποτὲ τῷ βασιλεῖ προεῖπεν ἀστρονόμος τις ὅτι μετὰ βραχὺ τελευτᾷς, καὶ αὐτοῦ τὴν βασιλείαν, ναὶ μὴν καὶ τὴν σύνοικον ἀνὴρ ἐκ τῆς συγκλήτου λήψεται. τοῦτο μαθὼν ὁ βασιλεὺς τοὺς πλείους ἀπώλεσεν, ὅσοι τε λαμπροὶ καὶ ὅσοι τὸν βίον εὐτυχέστεροι. ἀλλ' ἔλαθεν ἑαυτὸν τῷ θεῷ πάντων καὶ τῇ αὐτοῦ προνοίᾳ μαχόμενος· ὡς γὰρ ὁ Ζήνων ἔλιπε τὸν βίον καὶ τὸ κράτος, μεταπίπτει τὰ τῆς βασιλείας εἰς Ἀναστάσιον. κρατεῖ τοίνυν ὁ Δυρραχηνὸς Ἀναστάσιος οὗτος ἔτη κζʹ. οὗτος μὲν οὖν καὶ δίκορος ἐλέγετο· τὴν γὰρ ἑτέραν κόρην ἔτυχεν ἔχων μέλαιναν, γλαυκόχρουν δὲ τὴν ἄλλην. τότε δὴ τότε περὶ τὸ παλάτιον ἀστραπαὶ καὶ βρονταί. καὶ ὁ βασιλεὺς ἔνθεν κἀκεῖθεν διὰ φόβον περιειλούμενος ἐν ἑνὶ τῶν κοιτωνίσκων τῇ θείᾳ περιπίπτει ὀργῇ· καταπεσὼν γὰρ οὗτος νεκρὸν ἐκεῖνον εἰργάσατο. ἐφ' οὗ πῦρ ἐφάνη ἐν τῷ οὐρανῷ, σημαῖνον, ὡς ἔοικε, τὴν γεγονυῖαν ἀντίστασιν. ὁ γὰρ λογοθέτης καὶ ὁ ἔπαρχος ἀναβάντες ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας ἐξ ἐπιτροπῆς τοῦ βασιλέως ἐπὶ τῷ ἐκφωνῆσαι τὸ τρισάγιον μετὰ τοῦ ὁ σταυρωθεὶς δι' ἡμᾶς» ἔλεγον ἡμᾶς, ἀντιστῆναι κατ' αὐτῶν ἐποίησαν τὸν λαόν. καὶ τοσαύτη γέ492 γονεν ἀνάγκη ὡς καὶ οἴκους ἐμπρῆσαι, καὶ ἡγούμενόν τινα καὶ στυλίτην τῷ βασιλέως μέρει προσκειμένους φονεῦσαι, καὶ τὰ σώματα αὐτῶν κατακαῦσαι· ἀλλὰ καὶ τὸν βασιλέα εἰς πρόσωπον ὕβριζον. οὗτος ἄνθρωπον εἶδε κατ' ὄναρ κρατοῦντα κώδικα, καὶ πρὸς αὐτὸν λέγοντα ἰδοὺ διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω ἔτη ιδʹ τῆς ζωῆς σου.» ὃ δὴ καὶ γέγονε, καὶ ἀστραπόβλητος γεγονὼς θνήσκει, ἐτῶν ϛʹ καὶ ηʹ. οὗτος ἔκτισε τὴν κινστέρναν Μωκησίαν. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τινὲς μὲν τουτονὶ τὸν Ἀναστάσιον, ἕτεροι δὲ Ζήνωνα κατόχῳ συσχεθῆναι νοσήματι λέγουσι, καὶ οὕτω ταφῆναι, καὶ μετὰ ταῦτα φωνὴν ἐκ τοῦ τάφου προϊέναι, εἶθ' οὕτως ἀνοιγέντος τοῦ μνήματος εὑρεθῆναι τοὺς βραχίονας αὐτοῦ βεβρωμένους ὑπὸ πείνης παρ' αὐτοῦ. ἐν τῷ κατ' ἀκρόπολιν ἁγίῳ Μηνᾷ εὑρέθη ὄρυγμα ἐν ᾧ ὀστᾶ γιγάντων πολλά· ταῦτα ὁ βασιλεὺς Ἀναστάσιος χάριν θαύματος ἐν τῷ παλατίῳ κατέθετο. οὕτω μὲν οὖν κατὰ τὸν ἅγιον Μάμαντα γέφυρα ἦν ἐπὶ μεγάλῳ ποταμῷ. ἐκεῖσε οὖν διὰ τὸ οἴεσθαι δράκοντα κατοικεῖν, ἐν τῇ γεφύρᾳ δηλονότι, παρθένους καὶ θυσίας προσέφερον. ταῦτα δὲ Ζήνων κατέστρεψε. Γίνωσκε δὲ ὅτι ὁ βασιλεὺς Ἀναστάσιος καί τι κάλλιστον εἶχε τοῖς αὐτοῦ παραμεμιγμένον κακοῖς· καὶ εἰ μὴ περὶ τὸ 493 θεῖον σέβας ἐσφάλλετο, ἴσχυσεν ἂν τὸ τοιοῦτον καλὸν πάντων περιγενέσθαι τῶν ἐκείνου κακῶν. πρόρριζον γὰρ ἀνέσπασε τὴν κακίστην ταύτην εἴσπραξιν, ἣν ἱστορῆσαι ὁ λόγος ἐπείγεται. ἅπας ἀνὴρ καὶ γυνή, κόρη παῖς καὶ βρέφος, πτωχὸς ἐλεύθερος καὶ δοῦλος ὑπὲρ σκυβάλων κοπρηνῶν, προσέτι δὲ καὶ οὔρων, ἀργυροῦν τῷ ταμείῳ προσέφερον νόμισμα. τουτὶ δὲ τὸ βάρος καὶ τοῖς κτήνεσιν αὐτοῖς ἐπέκειτο· ὑπὲρ γὰρ ἑκάστου κτήνους φόλλεις ἓξ ὁ δεσπόζων κατεβάλλετο. ὁ τοίνυν Ἀναστάσιος μοναχοὺς ἄνδρας εὐλαβηθεὶς ἐντεύξεις ποιησαμένους πρὸς αὐτὸν τὸ βάρος τοῦτο παντάπασιν ἐντεῦθεν ἀπήλασε. Κοάδης δὲ ὁ Περσῶν βασιλεὺς ἔν τινι φρουρίῳ λίθους τιμίους μαθὼν ἀποκεῖσθαι, καὶ κωλυόμενος παρὰ τῶν ἐν αὐτῷ κατοικούντων δαιμόνων ἀναλαβέσθαι αὐτούς, πάσῃ μαγγανείᾳ ἐχρήσατο, Ἰουδαίους τε καὶ πάντας ἄλλους προσκαλεσάμενος, καὶ οὐδεὶς ἐξ αὐτῶν ἠδυνήθη ποιῆσαί τι, μόνος δὲ ὁ ἐκεῖσε ἐπισκοπεύων, τῷ σημείῳ τοῦ σταυροῦ ἐκδιώξας αὐτούς. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ Ἀναστάσιον Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θʹ. ἐφ' οὗ ἀστὴρ ἐφάνη ἐν τῷ οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης τοῦ παλατίου, ἐπὶ ἡμέρας κϛʹ, καὶ γέγονε σεισμὸς φοβερώτατος. καὶ ἡ μὲν Κωνσταντινούπολις ἐν διαφόροις τόποις συμπτώσεις ὑπέμεινεν, ἡ δὲ μεγάλη Ἀντιόχεια πᾶσα σχεδὸν κατε494 πόθη καὶ τάφος τῶν οἰκητόρων ἐγένετο· τοὺς δὲ ἔτι ζῶντας πῦρ κάτωθεν ἀνερχόμενον κατέφλεγεν. ἡ δὲ Πομπηϊούπολις μέσον ἐρράγη, καὶ τὸ ἥμισυ αὐτῆς κατεπόθη μετὰ τῶν οἰκητόρων. ἐσείετο δὲ ἡ γῆ ἐνιαυτὸν ὅλον. καὶ γυνὴ δὲ ἐφάνη ἀπὸ Κιλικίας γιγαντογενής, ὑπερέχουσα πάντα ἄνθρωπον μακρὸν πῆχυν ἕνα· ἦν δὲ καὶ πλατεῖα σφόδρα. Μετὰ δὲ τοῦτον Ἰουστινιανὸς ὁ μέγας ἔτη λθʹ. οὗτος ὁ βασιλεὺς καὶ πρὸ τῆς βασιλείας αὐτοῦ φιλίως διέκειτο πρὸς Ἱνδέριχον ῥῆγα τῶν Οὐανδάλων. βασιλεύσας οὖν, καὶ γράμματα δεξάμενος ὅτι κατ' αὐτοῦ ὁ Γελίμερ ἐπανέστη καὶ κατασχὼν αὐτὸν σὺν γαμετῇ καὶ τέκνοις ἐν φυλακῇ κατέκλεισε, πόλεμον συνεκρότησε κατὰ τῶν Οὐανδάλων καὶ τοῦ ῥηγὸς αὐτῶν Γελίμερος, στόλον ἐκπέμψας ἐκεῖσε μυρίανδρον, τῷ στρατηγικωτάτῳ Βελισαρίῳ παραδοὺς αὐτόν. ἀπέρχεται οὖν ἐκεῖσε, καὶ πᾶσαν Λιβύων φυλαρχίαν τροποῦται, καὶ τοὺς ὑψαύχενας Οὐανδάλους καὶ λίαν ἐπικλινεῖς δείκνυσιν. ἥ τε τῶν Καρχηδονίων πόλις τὰς πύλας αὐτῷ ἀνεπέτασεν· ὡς γὰρ πατέρα παῖδες, οὕτως ἐφίλουν ἅπαντες Βελισάριον. ἐν δέ γε τοῖς βασιλείοις Γελίμερος πλοῦτον εὑρὼν ὅτι πολὺν τῷ στρατῷ φιλοτίμως διένειμε. τὸν μέντοι Γελίμερα σὺν γαμετῇ καὶ τέκνοις λαβὼν δορυαλώτους μυριόνικος ὑποστρέφει πρὸς τὸν αὐτοκράτορα. ἔνθεν τοι καὶ 495 ἀξίως αὐτὸν ἀμειβόμενος ὁ βασιλεὺς ἰδίοις ἐν νομίσμασι, χρυσέοις ἀργυρέοις, ὁπλίτην ἐνεχάραξε ῥομφαίαν ἐσπασμένον. ἀλλὰ καὶ θρίαμβον αὐτῷ λαμπρὸν ἡτοίμασεν, ἐν ᾧ προπορευόμενος ἦν αὐτοῦ καὶ Γελίμερ. ἔτι δὲ καὶ Ῥώμην τὴν παλαιτάτην ὑπὸ Γότθων ἁλοῦσαν Ῥωμαίοις ἐπανεσώσατο. ἀλλὰ καὶ αὐτὸν τὸν αὐτοκράτορα κινδυνεύοντα καθ' ἣν ἡμέραν ἱππικὸν ἐκτελεῖται θέατρον, ὁ Βελισάριος συνάμα τῷ Ναρσῇ τοῦ προκειμένου κινδύνου ἐξείλετο. καὶ οὕτω μὲν ὁ Βελισάριος. ἀλλ' οὐκ ἀνεκτὰ καὶ τῷ φθόνῳ δοκεῖ τὰ κατ' ἐκεῖνον. ἐντεῦθεν ὁ τὸν Χοσρόην ἐκφοβῶν, ὁ τόσα Λιβύων ἔθνη χειρωσάμενος πτῶμα πέπτωκεν ἐλεεινόν, πολλῶν δακρύων ἄξιον· ἐκάθητο γὰρ ἀναμένων τὸν δήμιον ἀποκόψαι τῆν αὐτοῦ κεφαλήν. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν, ξυλότρουλον καὶ δρομικὴν πρότερον κτισθεῖσαν ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου, ὁ βασιλεὺς Ἰουστινιανὸς εἰς ὃ νῦν ἔχει κάλλος τε καὶ μέγεθος ἤγειρε. διηγέρθη δὲ εἰς τὸ θαυμαστὸν τοῦτο ἔργον διὰ τὸν πολυπληθῆ φόνον ἐκεῖνον, ὃν ἡ ἀντιστασία τοῦ Ὑπατίου προυξένησεν. εἰ γὰρ καὶ εἰς φυγὴν ἐτράπη πρότερον ὁ βασιλεὺς οὗτος, ἡνίκα οἱ τοῦ πρασίνου δήμου τὸν Ὑπάτιον ἀνηγόρευον, ἀλλ' ἡ γυνὴ αὐτοῦ Θεοδώρα 496 ἐκράτησεν αὐτόν, καλόν» εἰποῦσα ἐντάφιον ἡ βασιλεία.» ὅθεν καὶ πολέμου συγκροτηθέντος λʹ καὶ εʹ πίπτουσιν, ὥς φασι, χιλιάδες, καὶ αὐτὸς ὁ Ὑπάτιος, τοῦ Βελισαρίου καὶ αὐτοῦ τοῦ Ναρσῆ, καθάπερ ἔφημεν, ἀριστευσάντων ἐπὶ τούτοις τὰ μέγιστα. ἔκτοτε γὰρ καὶ τὸ ἥμισυ μέρος τοῦ ἱππικοῦ, τὸ καταντικρὺ τοῦ βασιλικοῦ καθίσματος, νεκρὰ προσηγορεύθη διὰ τὸ τὰ νεκρὰ σώματα ἐκεῖσε κατατεθῆναι. ὅθεν καὶ τὸν θεὸν τούτου ἕνεκεν ἐξιλεούμενος ὁ Ἰουστινιανὸς τὸ θαυμαστὸν τοῦτο ἔργον ἀνῳκοδόμησε, γράψας πανταχοῦ γῆς, ὅπου δ' ἂν εὑρεθῇ λίθος ἢ κίων ἢ ἄλλο τι τοιοῦτον λαμπρόν, ἐνταῦθα μετακομίσεσθαι. ἑπτὰ ἔτη συνήγετο ἡ ὕλη ἀπὸ Κυζίκου ἡ πλείων. ἀλλὰ καὶ τὰ οἰκήματα τὰ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πλησιάζοντα καὶ πάνυ δικαίως ἐπιπράσκετο. ἰδοὺ γὰρ γυνή τις Ἄννα τοὔνομα, οἴκημά τι ἔχουσα, οὐκ ἐβούλετο πωλῆσαι αὐτό, πρὸς ἣν ὁ βασιλεὺς ἀφικνεῖται αὐτός. ἥτις αὐτὸν ἰδοῦσα ἔφη κατὰ δωρεὰν αὐτὸ βούλομαι δοῦναι μισθοῦ καὶ μνήμης ἕνεκεν, ἄλλως δὲ οὐχί.» καὶ ἔστιν αὐτὸ τὸ σκευοφυλάκιον σὺν τῷ ἁγίῳ Πέτρῳ· οἶκος ἕτερος Ἀντιόχου ὀστιαρίου ἀπετιμήθη λίτρας ληʹ, ἀλλ' αὐτὸς οὐκ ἐβούλετο πωλῆσαι αὐτό. ἠθύμει ὁ βασιλεύς, ἐφ' ᾧ καὶ μάγιστρός τις τὸ πρᾶγμα μεταχειρίζεται. τελεῖται ἱππικόν, φρουρεῖται ὁ Ἀντίοχος· μέγα βοᾷ εἰ θεάσομαι τὸ ἱππικὸν» (σφόδρα καὶ 497 ἐφίλει αὐτό, καὶ ταῦτα φιλοβένετος ὤν), τὸ τοῦ βασιλέως ποιήσω θέλημα.» γίνεται ταῦτα, καὶ ἐν αὐτῷ τῷ βασιλικῷ καθίσματι τοῦ διαληφθέντος οἴκου ἡ διάπρασις γέγονεν. ἀλλὰ καὶ διὰ τὸ μὴ βλασφημεῖν τοὺς ἐκεῖσε κάμνοντας νουμία πρὸς ἑσπέραν ἐμίγνυε τῷ χώματι, καὶ εὑρίσκοντες αὐτὰ μετὰ χαρᾶς ὑπεχώρουν. Ἐν ἡμέρᾳ σαββάτου πρὸς τὸ ἄριστον ἀπῆλθον διὰ τάχους οἱ κάμνοντες, τὸν τοῦ πρωτομαϊστόρου υἱὸν ἀφέντες εἰς φυλακὴν τὴν ἐργαλείων. εὐθὺς ἐφίσταται ἄγγελος, χολοῦται, πέμπει πρὸς ἐκείνους αὐτόν· ὁ δ' οὐ πείθεται. ὄμνυσιν ὁ ἄγγελος μὰ τὴν ἁγίαν σοφίαν τὴν νῦν κτιζομένην, ἥτις ἐστὶν ὁ λόγος τοῦ θεοῦ, οὐκ ἀφίσταμαι τῶν ὧδε, εἰ μὴ λαλήσας ἐκείνους ὑποστρέψεις.» μηνύεται ταῦτα τῷ βασιλεῖ. στέλλεται ἀλλαχοῦ ὁ τῶν ἐργαλείων φύλαξ χάριν τοῦ μὴ τὸν θεῖον ἐκεῖθεν ἀναχωρῆσαι ἄγγελον. καὶ αὖθις περὶ τὰ τέλη τοῦ κτίσματος, ἀθυμοῦντος τοῦ βασιλέως χρυσίου ἕνεκεν, ἐφίσταταί τις εὐνοῦχος λέγων αὐτῷ δός μοι ἀνθρώπους, καὶ παρέξω σοι χρυσίον ἱκανόν.» καὶ ὁ μὲν ἀπέρχεται, οἱ δὲ ἀκολουθοῦσιν. ὁρῶσιν οἰκήματα λαμπρά, χρυσίον ἐπ' ἔδαφος πολύ. λαμβάνουσιν ὡσεὶ κεντηνάρια πʹ, καὶ ὑποστρέφου498 σιν. ἀπαρτίζεται ὁ τροῦλος μετὰ βησάλων κούφων πάντῃ, οὐ μὴν κισσηροειδῶν, καθά τινές φασι. τελεῖται τὸ ἔδαφος διὰ μαργάρων ποικιλοχρόων, ὡς ὁρᾶσθαι θάλασσαν ἄντικρυς. τὸν δέ γε βασιλέα βουλόμενον τὸ ἔδαφος, καὶ αὐτὰ τὰ πλάγια καταχρυσῶσαι κωλύουσί τινες μαθηματικοί, λέγοντες ὅτι ἐπ' ἐσχάτων βασιλεῖς ἐλεύσονται πένητες καὶ ἐκδαφιοῦσιν αὐτά. ὁ δέ γε ἄμβων καὶ ἡ σωλαία πάνυ λαμπρῶς κατεσκεύαστο· χρόνου γὰρ πάκτον τῆς Αἰγύπτου εἰς αὐτὰ καταβάλλουσιν ἤγουν ρʹ ρʹ τʹ ξʹ καὶ εʹ. ὁ δὲ ναὸς ἀπαρτίζεται ἅπας ἐν χρόνοις ἑπτακαίδεκα. μετὰ δὲ ταῦτα λέγεται τὸν Ἰουστινιανὸν ἀνελθεῖν ἀπὸ τοῦ παλατίου ἄχρι τοῦ Αὐγουστιῶνος ἐν ἅρματι τεθρίππῳ καὶ εἰσοδεῦσαι μετὰ τοῦ πατριάρχου Εὐτυχίου, καὶ εὐχαριστῆσαι τῷ θεῷ, δι' οὗ τὸ τοιοῦτον ἔργον ἐτέλεσε πρὸς τοῖς ἄλλοις. εἶπεν δὲ καὶ τοῦτο ἐνίκησά σε, Σολομών.» ἀλλὰ καὶ ἐν τῇ κινστέρνῃ τῇ λεγομένῃ βασιλικῇ στήλην ἔστησε τοῦ Σολομῶντος ὁ διαληφθεὶς βασιλεὺς ἀφορῶσαν πρός γε τὴν οἰκοδομηθεῖσαν μεγάλην ἐκκλησίαν τοῦ θεοῦ, καὶ κρατοῦσαν τὴν σιαγόνα αὐτῆς, ὡς δῆθεν ἡττηθέντος τοῦ Σολομῶντος ἐπὶ τῷ κτίσματι τῆς νέας Ἱερουσαλήμ. καὶ περὶ μὲν τοῦτο οὕτως. Ἡ δὲ τῶν ἁγίων ἀποστόλων ἐκκλησία δρομικὴ ξυλότρου499 λος ἐκτίσθη τὸ πρότερον παρὰ τοῦ μεγάλου Κωνσταντίνου, ἐμεγαλύνθη δὲ καὶ ὡς ἔχει νῦν κατεσκευάσθη παρὰ Θεοδώρας, γυναικὸς Ἰουστινιανοῦ. τὸ δὲ ἅγιον βῆμα ἐκεῖσε εἰάθη διὰ τὰ ἐν αὐτῷ κείμενα τίμια λείψανα πατριαρχῶν τε καὶ ἀποστόλων. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι κατ' ἐκεῖνο καιροῦ καὶ ἡ ὑπαπαντὴ ἑορτάζεσθαι ἤρξατο, ἥτις κατὰ τὸν χρυσορρήμονα Ἰωάννην οὐκ ἔστιν ἐναρίθμιος ταῖς δεσποτικαῖς ἑορταῖς. ὡς γὰρ ἐν ἓξ ἡμέραις τὰ πάντα ἐποίησεν, οὕτω καὶ ἐν ἕξ ἑορταῖς τὰ τῆς ἐνσάρκου οἰκονομίας ἐπλήρωσε, τῇ γεννήσει, τῷ βαπτίσματι, τῷ σταυρῷ, τῇ ἀναστάσει, τῇ ἀναλήψει και τῇ πεντηκοστῇ. λείπεται οὖν ἡ ἑβδόμη, ἐν ᾗ πᾶσα κατάπαυσις. Τότε καὶ ἡ θάλασσα ἐξελθοῦσα τῶν ὁρίων αὐτῆς ἐπὶ μίλια τρία πρὸς τὰ μέρη τῆς Θρᾴκης, καὶ πολλὰς χώρας καὶ ἀνθρώπους ἀποπνίξασα ὑπέστρεψε. τότε δὲ καὶ θανατικὸν ἀνθρώπων ἐν Κωνσταντινουπόλει γέγονε. τοσοῦτον δὲ ἦν ὥστε μένειν ἀτάφους τοὺς ἀποθνήσκοντας ἡμέρας γʹ· οὐδὲ γὰρ ἦν ὁδὸς διὰ τὸ πλῆθος θάπτεσθαι. ἐπεκράτει δὲ μῆνας Ἰούλιον καὶ Αὔγουστον. ἐντεῦθεν καὶ πᾶσα ἡ γῆ ἐπώζεσε διὰ τὰ πτώματα. τοσοῦτον δὲ τὸ πλῆθος τῶν ἀποθνησκόντων ἦν ὥστε χιλίους κραββάτους τὸν βασιλέα ποιῆσαι 500 χάριν τοῦ ἀποκομίζεσθαι αὐτούς. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἁμάξας πλείστας καὶ ἡμιόνους ὡσαύτως ἐκέλευσεν ἐπὶ τῇ μετακομιδῇ αὐτῶν ὑπηρετεῖν. ἐπιτεινομένης δὲ τῆς θνήσεως εἰς τὸν αἰγιαλὸν τοὺς πλείους ἔρριπτον. καὶ ἁπλῶς εἰπεῖν, τόπος οὐκ ἦν ἐν ᾧ οὐκ ἔκειντο νεκροὶ ἀπόζοντες. βρονταὶ δὲ καὶ ἀστραπαὶ τοσοῦτον γεγόνασι φοβεραὶ ὥστε καὶ καθεύδοντάς τινας καυθῆναι. γέγονε καὶ σεισμὸς παγκόσμιος· πᾶσαι γὰρ πόλεις καὶ χῶραι καταποθῆναι ἐκινδύνευον. καὶ ἡ θάλασσα μίλια βʹ παρεξέβη. δεύτερος αὖθις σεισμὸς ἡμέρας δέκα, δι' ὅλου σείων, ὡς καὶ τὸν βασιλέα χωρὶς στέμματος διελθεῖν τὴν τοῦ Χριστοῦ γέννων ἡμέραν. ἕτερον θανατικὸν ἐκ βουβῶνος διαφθεῖρον ἅπαντας, οὐχ ἧττον τοῦ προτέρου, μῆνας δʹ. καὶ πάλιν ἐν Ἀντιοχείᾳ σεισμὸς ἐπὶ ὥραν μίαν, καὶ χιλιάδες εʹ συνεπόθησαν. καὶ εἰ μὴ κατὰ τὸν ὄνειρον ὃν εἶδέ τις, ἔγραψαν ἐν τοῖς προθύροις Χριστὸς μεθ' ἡμῶν, στῆτε,» πᾶσα ἡ πόλις συνεχώθη. Ἐφάνη καὶ κομήτης ἡμέρας κʹ, καὶ μετὰ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ' ἑσπέρας ἕως πρωΐ, ὡς πάντας λέγειν ὅτι πίπτουσιν οἱ ἀστέρες. εἶτα ὁ ἥλιος ἔλαμψε χωρὶς ἀκτίνων, ὥσπερ καὶ ἡ σελήνη. τότε δὴ καὶ ἄνθρωπος ἦλθεν ἀπὸ δύσεως κωμοδρόμος, ἔχων κύνα ξανθὸν καὶ τυφλόν, ὃς 501 παρὰ τοῦ κωμοδρόμου κελευόμενος ἐποίει θαυμάσιά τινα. καὶ ἀθεσμοκοῖταί τινες εὑρεθέντες ἐθριαμβεύθησαν καυλοτομηθέντες, μεγιστᾶνες ὁμοῦ καὶ ἀρχιερεῖς, καὶ οὕτω περιαγόμενοι οἰκτρῶς ἐτελεύτησαν. κατ' ἐκεῖνο δὲ καιροῦ καὶ τὸ μέγα κῆτος ἑάλω τὸ εἰς ἐνιαυτοὺς τὴν Βυζαντίδα κατατρῦχον πεντήκοντα· τὰς νῆάς τε γὰρ κατεβύθιζε καὶ τοὺς ἀνθρώπους διέφθειρεν, ᾧ ὄνομα Πορφύριος. ποτὲ γοῦν δελφῖνας διώκων ἐν παραλίῳ κατεσχέθη τέλματι, τῶν δελφίνων περὶ τὴν γῆν ἐκπηδησάντων. καὶ οὕτως ἁλώσιμος γίνεται ὁ πάσης ἀνώτερος μηχανῆς ὁρώμενος τὸ πρὸ τοῦ. μῆκος μὲν πήχεις τριάκοντα, εὖρος δὲ πήχεις δέκα κατὰ τὸν Καισαρέα Προκόπιον. Τότε δὴ καὶ τὰ τῶν Σηρῶν νήματα, τοῦτ' ἔστιν ἡ μετάξα, παρὰ Ῥωμαίοις ἤρξατο γίνεσθαι. κατὰ γὰρ τὸν διαληφθέντα Προκόπιον ἤγετο μὲν ἡ μετάξα δι' ἐμπόρων ἐνταῦθα, οὐκ ἐγινώσκετο δὲ οὔθ' ὅπως γίνεται οὔθ' ὅτι Σηρῶν νήματά ἐστι. μοναχοὶ δὲ δύο τινὲς ἐξ Ἰνδίας ἐλθόντες τὴν γένεσιν αὐτῆς διηγήσαντο, καὶ ὑπισχνοῦντο κομίσαι τὸν τῶν σκωλήκων ἐκείνων γόνον, ᾠὰ ὄντα καὶ πάνυ σμικρά, δεῖξαί τε Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλπόμενα καὶ εἰς σκώληκας μεταβάλλονται, καὶ ὅπως δημιουργοῦσι τὴν με502 τάξαν. ὃ δὴ καὶ πεποιήκασι, πολλὰ παρὰ τοῦ βασιλέως εὐεργετηθέντες. Ἐπὶ ταύτης τῆς βασιλείας καὶ ἡ πέμπτη σύνοδος γέγονεν, ἀναθεματίσασα τὸν Ὠριγένην, εἰ καὶ πάλαι ἤκμαζε τὰ ἀσεβῆ τούτου δόγματα, προσέτι δὲ καὶ τὰς ὑπὲρ τοῦ Νεστορίου τοῦ Θεοδωρήτου συνηγορίας, καὶ τὴν τοῦ Ἰβᾶ ἐπιστολήν, ἣν πρὸς Μάρην τὸν Πέρσην ἔγραψε λέγουσαν μὴ τὸν θεὸν λόγον ἐκ τῆς ἀειπαρθένου γεννηθῆναι. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου γέγονεν ἡ ἐν Νικαίᾳ πρώτη σύνοδος, ὑπὸ πατρῶν ἁγίων τιηʹ. ὑπῆρχον δὲ προεξάρχοντες τῆς συνόδου ταύτης Σίλβεστρος πάπας Ῥώμης, Μητροφάνης Κωνσταντινουπόλεως, Ἀλέξανδρος Ἀλεξανδρείας, ΕὐστάθιοςἈντιοχείας καὶ Μακάριος Ἱεροσολύμων. συνῆλθον δὲ κατὰ Ἀρείου βλασφημοῦντος τὸν θεὸν λόγον, καὶ κτίσμα λέγοντος αὐτὸν καὶ ἑτερούσιον τοῦ πατρός, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν. ὃν καθελοῦσα ἡ ἁγία σύνοδος τὴν ὀρθόδοξον πίστιν ἐκράτυνεν. Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ μεγάλου γέγονεν ἡ δευτέρα σύνοδος ἐν Κωνσταντινουπόλει, ὑπὸ πατρῶν ἁγίων ρνʹ, κατὰ Μακεδονίου τοῦ πνευματομάχου, ὅτε καὶ Γρηγόριος ὁ θεολόγος τῆς ἐκκλησίας ἐξεβλήθη. ὑπῆρ503 χον δὲ προεξάρχοντες τῆς συνόδου ταύτης Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων, Γρη- γόριος ὁ θεολόγος Κωνσταντινουπόλεως καὶ Δάμασος πάπας Ῥώμης, οἵτινες ἀνεθεμάτισαν Μακεδόνιον τὸ πνεῦμα τὸ ἅγιον βλασφημοῦντα, καὶ σὺν αὐτῷ Σαβέλλιον καὶ Ἀπολινάριον τὸν τῆς Λαοδικείας πρόεδρον. Ἐν δὲ τῷ ιγʹ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ γέγονεν ἡ ἐν Ἐφέσῳ τρίτη σύνοδος. ὑπῆρχον δὲ οἱ τῆς συνόδου ταύτης προκαθήμενοι Κύριλλος Ἀλεξανδρείας, Κελεστῖνος πάπας Ῥώμης, Ἰουβενάλιος Ἱεροσολύμων. συνῆλθον δὲκατὰ Νεστορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, παρόντος καὶ αὐτοῦ ἐν Ἐφέσῳ καὶ λέγοντος μὴ θεοτόκον ἀληθῶς τὴν ἁγίαν παρθένον Μαρίαν καὶ εἶναι καὶ λέγεσθαι. τότε καὶ οἱ ζʹ παῖδες ἀνέστησαν οἱ ἐπὶ Δεκίου κοιμηθέντες. Ἐπὶ δὲ Μαρκιανοῦ βασιλέως γέγονεν ἡ τετάρτη ἐν Χαλκηδόνι σύνοδος, ὑπὸ πατρῶν ἑξακοσίων τριάκοντα, ἧς ἡγοῦντο Λέων πάπας Ῥώμης, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλιος Ἱεροσολύμων. συνῆλθον δὲ κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, λεγόντων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ὁμούσιον ἡμῖν, ἀλλ' ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν γενέσθαι, μίαν δὲ ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, μυθολογούντων δὲ καὶ φαντασίᾳ φορῆσαι τὴν σάρκα τὸν κύριον, καὶ τῇ θεότητι 504 πάθημα προσνεμόντων. οὓς καθελόντες ὡς βλασφήμους ἀνεθεμάτισαν, καὶ δύο φύσεις ἐπὶ Χριστοῦ ἀφθάρτους καὶ ἀτρέπτους σαφῶς ἐθεολόγησαν. Ἐν δὲ τῷ ιδʹ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ μεγάλου ἐν Κωνσταντινουπόλει γέγονεν ἡ πέμπτη σύνοδος ὑπὸ πατρῶν
488.2.1
ἡγοῦντο δὲ ταύτης Εὐτύχιος Κωνσταντινουπόλεως, Ἀπολινάριος Ἀλεξανδρείας, Δόμνος Ἀντιοχείας, Βιγίλιος πάπας Ῥώμης. συνῆλθον δὲ κατὰ Σεβήρου τοῦ ἀκεφάλου καὶ τοῦ ματαιόφρονος Ὠριγένους· ἐληρώδει καὶ γὰρ τὰς ψυχὰς προϋπάρχειν τῶν σωμάτων, τήν τε μετεμψύχωσιν ἐδόξαζε, καὶ τέλος εἶναι τῆς κολάσεως ἔλεγε, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, καὶ τὰ σώματα δὲ ἡμῶν μὴ ἀνίστασθαι ταὐτὰ ἐν τῇ ἀναστάσει. τὸν παράδεισον ἠλληγόρει· μήτε γὰρ αἰσθητὸν αὐτὸν ἔλεγεν εἶναι, μήτε μὴν ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ. Ἐπὶ δὲ τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου γέγονε σύνοδος ἡ ϛʹ, ὑπὸ σπεʹ πατρῶν ἐν Κωνσταντινουπόλει, βεβαιωσάντων μὲν καὶ τὰ δόγματα τῶν προλαβουσῶν ἁγίων πέντε συνόδων, ἀναθεματισάντων δὲ καὶ τὴν τῶν Μονοθελητῶν αἵρεσιν καὶ δύο θελήσεις φυσικὰς καὶ ἐνεργείας ἐν Χριστῷ βεβαιωσάντων, καὶ καθελόντων Σέργιον καὶ Πύρρον, ὡσαύτως δὲ καὶ Ὁνώριον Ῥώμης.