Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 4 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός. διὰ τί γλῶσσαι; ἐπειδὴ κηρύγματος χρεία, καὶ ἵνα τὸ σχῆμα τὴν ἐνέργειαν ἑρμηνεύσῃ, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς. ἁλιεῖς γὰρ ἦσαν οἱ ἀπόστολοι, καὶ πρὸς τὸ κήρυγμα λόγου ἐδέοντο. μεριζόμεναι δὲ εἶπεν, ὅτι πῦρ ἐφάνη κατερχόμενον μονοειδές, εἶτα τοῖς ἀποστόλοις ἐμερίζετο. τὸ δὲ πῦρ ἐκεῖνο οὐκ αὐτὸ ἦν τὸ πνεῦμα, ἀλλὰ δύναμις πνεύματος. οὐκ ἐν τῷ στόματι δὲ αὐτῶν ἐβλήθησαν αἱ γλῶσσαι, ἀλλ' ἐπὶ κεφαλῆς ἐκάθισαν· ἄρχοντες γὰρ τῆς οἰκουμένης ἐχειροτονοῦντο καὶ κήρυκες. ὅρα γὰρ ὅτι καὶ ἕως ἄρτι τοῦτο κρατεῖ· ἐπιτίθεται γὰρ τῇ κεφαλῇ τοῦ μέλλοντος χειροτονηθῆναι ἀρχιερέως τὸ εὐαγγέλιον, καὶ ὅταν ἐπιτεθῇ, οὐδὲ ἄλλο ἔστιν ἰδεῖν ἢ γλῶσσαν προσεπικειμένην τῇ κεφαλῇ. ἐν εἴδει δὲ πυρὸς διὰ τὸν εἴποντα πῦρ ἦλθον εἰς τὸν κόσμον βαλεῖν» χάριν τῶν ὑλομανούντων παθῶν. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. πᾶς οὖν ὁ διακονῶν τῷ θεῷ θρόνος ἐστὶ τοῦ θεοῦ· διὰ γὰρ τοῦτο καὶ ἐκάθισεν εἶπε. Καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. ἐφ' ᾧ καὶ οἱ παρεστῶτες ἔλεγον οὐκ ἰδοὺ 421 πάντες οἱ λαλοῦντες Γαλιλαῖοι οὗτοί εἰσι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ ἡμῶν διαλέκτῳ, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ λοιποί; ιεʹ δὲ γλωσσῶν τέως ἔλαβον χαρίσματα, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ὅσον πρὸς τοὺς παρόντας. τίς γὰρ ἦν ἡ χρεία Περσικῆς γλώττης μὴ παρόντων Περσῶν; δεκαπέντε δὲ γλῶσσαι ἐφάνησαν καὶ διὰ τοῦτο, ἵνα καὶ ἡ ἐνέργεια τῆς τριάδος φανῇ καὶ ὑπηρέται οἱ δώδεκα. καὶ ἦν ἰδεῖν τὸν Γαλιλαῖον Πέτρον Ῥωμαϊστὶ λαλοῦντα, γλῶσσαν ἣν οὐκ ἔμαθεν, ὥσπερ δὴ καὶ ἕνα ἕκαστον τῶν λοιπῶν ἰδίαν γλῶσσαν λαλοῦντα. οἰκονομεῖ γὰρ τοῦτο τὸ πνεῦμα τὸ ἅγιον, ἵνα μὴ στάσις ᾖ ἐν τοῖς ἀποστόλοις περὶ τοῦ ποῦ δεῖ ἕκαστον ἀπελθεῖν. ἐφ' ᾧ καὶ δίδοται ἑκάστῳ ἰδία γλῶσσα ὥσπερ κανών. ἤγουν, Ῥωμαϊστὶ λαλεῖς; ἄπελθε εἰς τὴν Ῥώμην. Περσιστὶ λαλεῖς; ἄπελθε εἰς τὴν Περσίαν. καὶ ἐν τῇ γλώσσῃ μέν, ὡς εἴρηται, ἔλαβον τὸν κανόνα· ἀλλ' ἐπειδὴ πάλιν ἐχρῆν αὐτοὺς ἀπερχομένους εἰς Ῥώμην διέρχεσθαι διὰ πολλὼν ἐθνῶν, ἐλάμβανον ὥσπερ παραβοηθοὺς ἑτέρας γλώσσας, τὴν πρώτην ἀντὶ χειροτονίας ἔχοντες. εὑρίσκεται γὰρ ἕκαστος τῶν ἀποστόλων καὶ διαφόροις γλώσσαις λαλῶν, ἐπειδὴ καὶ διὰ πολλῶν παρῄεσαν ἐθνῶν. 422 δῆλον ἐξ ὧν ὁ Παῦλος φησίν εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν γλώσσαις λαλῶ». Τότε δὴ τότε καὶ ἡ τοῦ θειοτάτου Ἰωὴλ προφητεία πέρας ἐλάμβανεν ἡ οὕτω λέγουσα ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα», πιστεύσασαν δηλαδή. οὐ μόνον γὰρ οἱ ἀπόστολοι γλώσσαις ἐλάλουν, ἀλλὰ καὶ πάντες οἱ παρ' αὐτῶν βαπτιζόμενοι τὸ τοιοῦτον ἐδέχοντο χάρισμα. καὶ τοῦτό ἐστιν ὅπερ ὁ κύριος ἔλεγε σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσσαις λαλήσουσι καιναῖς.» καὶ ὅρα δώδεκα ἐν Ἐφέσῳ ἄνδρας, ὡς ὁ Λουκᾶς ἱστορεῖ, προβαπτισθέντας μὲν εἰς τὸ τοῦ Ἰωάννου βάπτισμα, πνεῦμα δὲ μὴ εἰδέναι τί ποτέ ἐστι λέγοντας· ἀλλ' ἡνίκα τὰς χεῖρας ὁ Παῦλος ἐπέθηκε, τηνικαῦτα τὸ τῶν γλωσσῶν ἐδέχοντο χάρισμα. ἐπειδὴ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ἄρατον ἦν, ἔδει πάντως τῆς ἐκείνου παρουσίας αἰσθητόν τινα γίνεσθαι ἔλεγχον, ὡς ἐντεῦθεν ἀδιστάκτως ἐπὶ τὸ θεῖον λουτρὸν ἅπαντας ἔρχεσθαι. τοῦτο μέντοι τὸ χάρισμα ἠρέθισε καὶ τὸν Σίμωνα τοῖς ἀποστόλοις τε προσελθεῖν καὶ τὸ βάπτισμα αἰτήσασθαι· εἰ μὴ γὰρ αἰσθητὴν ἑώρα τὴν τοῦ πνεύματος δύναμιν, οὐκ ἂν ἐκεῖνος τοῖς Χριστοῦ προσήρχετο μαθηταῖς, οὐκ ἂν ἐπιδεὴς αὐτῶν ἐπὶ τοσοῦτον ἐφαίνετο. καὶ 423 τότε μὲν οἱ βαπτιζόμενοι τῇ τοῦ παναγίου πνεύματος ἐπιφοιτήσει τὸ τῶν γλωσσῶν ἐδέχοντο χάρισμα· ἐπὶ δέ γε τοὺς περὶ τὸν Κορνήλιον καὶ πρὸ τοῦ βαπτισθῆναι ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἐλάλουν γλώσσαις. διὰ τί δὲ καὶ πρὸ τοῦ βαπτισθῆναι τὴν τοῦ παναγίου πνεύματος ἐνέργειαν ἐδέχοντο; διὰ τὴν πολλὴν τῶν ἐκ περιτομῆς πιστευσάντων διάκρισιν. διεκρίνοντο γὰρ οὗτοι μὴ θέλοντες καὶ βαπτιζομένοις τοῖς ἐθνικοῖς ἀναμίγνυσθαι. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τὸν καιρὸν ἐκβιάζῃ μαθεῖν καθ' ὃν ἡ τοῦ μακαρίου Παύλου γέγονε κλῆσις. καὶ κατὰ τινὰς μὲν ἱστορικοὺς, καὶ μᾶλλον Ἱππόλυτον τὸν Θηβαῖον, ἐνιαυτοὶ διῆλθον ζʹ μετὰ τὴν τοῦ κυρίου ἐκ νεκρῶν ἀνάστασιν, καὶ ὁ πρωτομάρτυς Στέφανος τὸ μακάριον τέλος ἐδέξατο· μετὰ δὲ ταῦτα ὡσεὶ μῆνες διῆλθον ἕξ, καὶ ἡ τοῦ Παύλου γέγονε κλῆσις. ἀλλ' ἡ Εὐσεβίου τοῦ Παμφύλου ἱστορία διέξεισιν ὡς οὔπω εἷς ἐνιαυτὸς ἐπεπλήρωτο μετὰ τὴν ἐκ νεκρῶν τοῦ κυρίου ἀνάστασιν, καὶ ταῦτα πάντα ἐγένετο, οἱ ἆθλοί τε τοῦ πρωτομάρτυρος καὶ ἡ τοῦ μακαρίου Παύλου προσέλευσις. ἀλλ' ἦν ἰδεῖν ἐπ' αὐτῷ τηνικαῦτα πληρούμενον τὸ λόγιον τὸ λέγον ποῦ ὑπάγεις, οἶδας· τί δὲ μέλλεις παθεῖν, οὐκ οἶδας». ἐπιστολὰς γὰρ ἀπὸ τῶν ἀρχιερέων λαβὼν ὥστε ἀπελθεῖν καὶ τοὺς ὁπουδήποτε παρευρισκομένους Χριστιανοὺς ἀναιρεῖν, πηροῦται τοὺς ὀφθαλμοὺς αὐτοῦ καθ' ὁδόν· πε424 ριήστραψε γὰρ ἄνωθεν αὐτὸν ἄρρητον φῶς, καὶ οὕτως οἱ τοῦ σώματος αὐτοῦ λύχνοι παραχρῆμα ἐσβέσθησαν. ἀλλὰ καὶ φωνῆς ἄνωθεν ἤκουσε πρὸς αὐτὸν οὕτω λεγούσης Σαοὺλ Σαούλ» (τουτέστιν ἀδελφὲ ἀδελφέ) τί με διώκεις»; στέλλε. ται λοιπὸν πρὸς Ἀνανίαν, καὶ βάπτισμα δέχεται, κἀντεῦθεν φωτίζεται τούς τε ψυχικοὺς καὶ σωματικοὺς ὀφθαλμούς. κηρύσσει λοιπὸν ὁ πάμμεγας Παῦλος ἔτη λέ. ἐν γὰρ τῷ δεκάτῳ ὀγδόῳ ἔτει Τιβερίου Καίσαρος τὸ σωτήριον πάθος γέγονε τοῦ Χριστοῦ. οὔπω τὸ τοιοῦτον ιηʹ ἔτος πεπλήρωται, καὶ τὰ διαληφθέντα τηνικαῦτα γεγόνασι. τρέχειν ἤρξατο τὸ ιθʹ ἔτος τῆς βασιλείας Τιβερίου Καίσαρος, καὶ κηρύσσειν ὁ Παῦλος ἄρχεται, ὡς ἱστορία φησί. διέρχονται τοίνυν ἔτη δ' τὰ ἐπίλοιπα τῆς βασιλείας Τιβερίου· καὶ γὰρ εἴκοσι καὶ δύο ἔτη τὰ πάντα κρατήσας εὑρίσκεται. διέρχονται δὲ ὁμοίως καὶ τὰ τῆς βασιλείας Γαΐου ἔτη δʹ, καὶ Κλαυδίου δὲ ὁμοίως διέρχονται ἔτη ὡσεὶ ιδʹ. τοῦτον ὁ Νέρων διαδέχεται, καὶ τῷ ιγʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἀναιρεῖ τὸν ἀπόστολον. τριάκοντα λοιπὸν καὶ πέντε εὑρίσκονται τὰ ἔτη ἐν οἷς ὁ Παῦλος ἐκήρυξε. τοσοῦτον δὲ τὰ τῆς αὐτοῦ μετεχειρίζετο διακονίας, ὡς καὶ πρὸς Ἰάκωβον τὸν ἀδελφόθεον εἰσελθεῖν καὶ συμβουλὴν ἐξ ἐκείνου δέξασθαι ξυρηθῆναι και ἁγνισθῆναι τῶν Ἰουδαίων ἕνεκεν.

Intertext edge

Open linked passage

Note