Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 505 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
505.1.1
Ἐπὶ δὲ Κωνσταντίνου ἐγγόνου Κωνσταντίνου τοῦ Κοπρωνύμου, καὶ Εἰρήνης τῆς μητρὸς αὐτοῦ, γέγονεν ἡ ἐν Νικαίᾳ τὸ δεύτερον σύνοδος, ὑπὸ πατρῶν τηʹ, ἐπὶ ἀναστηλώσει τῶν ἁγίων εἰκόνων καὶ καθαιρέσει τῶν Χριστιανοκατηγόρων, οἳ διέσυρον τοὺς Χριστιανοὺς ὡς εἴδωλα τάχα προσκυνοῦντας τὰς ἁγίας εἰκόνας. διωρίσαντο λοιπὸν οἱ πατέρες οὗτοι τὸν τίμιον σταυρὸν καὶ τὰς σεπτὰς εἰκόνας προσκυνεῖσθαι, τοὺς δὲ εἰκονομάχους ἢ χριστομάχους ἐκ μέσου ποιήσαντες. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ὁ Ἰουστινιανὸς ἀνεγείρας ἔστησε καὶ τὴν στήλην αὐτοῦ ἐν ὑψηλῷ κίονι, τῇ μὲν ἀριστερᾷ χειρὶ κρατοῦσαν σφαῖραν μετὰ σταυροῦ, ἀφ' οὗ δηλοῦται ὅτι διὰ τὴν εἰς Χριστὸν πίστιν ἐγκρατὴς γέγονε τῆς γῆς (σφαιροειδὴς καὶ γὰρ ἡ γῆ), τὴν δὲ δεξιὰν χεῖρα κατὰ ἀνατολὴν ἀνατεταμένην ἔχουσαν, καὶ ἐπαπειλοῦσαν ὥσπερ τοῖς Πέρσαις καὶ παρεγγυῶσαν ἡσυχῇ μένειν καὶ μὴ χωρεῖν ὅλως ἐνταῦθα· οὐδὲ γὰρ συμφέρει αὐτοῖς. ἐν δὲ τῷ ληʹ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ ὁ βασιλεὺς οὗτος ἄφθαρτον τὸ τοῦ κυρίου σῶμα ἔλεγεν εἶναι καὶ τῶν φυσικῶν παθῶν ἀνεπίδεκτον, καὶ οὕτως ἐσθίειν πρὸ τοῦ πάθους καὶ πίνειν καθὰ δὴ καὶ μετὰ τὸ πάθος. ἀλλὰ καὶ τὸν πατριάρχην Εὐτύχιον μὴ καταδεχόμενον ταῦτα ἐξορίζει ἐν Ἀμασείᾳ, ὅθεν καὶ ὥρμητο. 506 Μετὰ δὲ Ἰουστινιανὸν Ἰουστῖνος ὁ ἀνεψιὸς αὐτοῦ ἔτη ιγʹ. οὗτος κτίσας παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν αὐτῇ τῇ πόλει, τὰ μὲν Σοφίας ἐκάλεσε τὰ δὲ Σοφιανάς, εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ Σοφίας. ἡ θαυμαστὴ αὕτη Σοφία ἐπισυνάξασα εἴπου ἦσαν ἐνέχυρα κείμενα τοῖς δεσπόταις ταῦτα δέδωκε, τὰ δὲ δάνεια τοῖς δανείσασιν ἐπανεσώσατο οἴκοθεν. κατ' ἐκεῖνο καιροῦ ἀνεφάνη καὶ ὁ ὑελεψὸς Ἰουδαῖος ὁ τὸ παιδίον αὐτοῦ διὰ τὸ ἐνωθῆναι Χριστιανοῖς παιδίοις καὶ φαγεῖν ἀπὸ τῆς μυστικῆς τραπέζης βαλὼν εἰς τὸν κάμινον, εἰ καὶ οὐκ ἐφλέχθη τῆς θεοτόκου φυλαξάσης αὐτό, καθὰ δὴ τὸ παιδίον διεβεβαιοῦτο. ταύτῃ τοι καὶ τοῦ τοιούτου θαύματος διὰ τοῦ πατριὰρχου Μηνᾶ γνωρισθέντος τῷ βασιλεῖ, μετακαλεῖται ὁ Ἰουδαῖος. πολλὰ τοίνυν παραινεθεὶς καὶ μὴ πεισθεὶς τῆς οἰκείας ἀποστερεῖται ζωῆς ὡς φονεὺς τοῦ ἰδίου παιδός. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας τοῦ διαληφθέντος βασιλέως Ἰουστίνου δὴ τοῦ Θρᾳκός, ἡμέρᾳ γʹ ὥρᾳ εʹ, πίπτει ὁ τροῦλος τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας, καὶ συνετρίβη ὁ ἀξιοθαύματος ἄμβων, ἡ πολύτιμος σωλαία καὶ τὸ πολυποίκιλον ἔδαφος. ζητεῖ τὴν αἰτίαν ὁ βασιλεύς. μανθάνει πρὸς τοῖς ἄλλοις καὶ τοῦτο, ὅτι διὰ τὸ ὑπερμήκη γενέσθαι τὸν τροῦλον ἐπὶ τὸ πανταχοῦ ὁρᾶ507 σθαι αὐτὸς ἑαυτὸν βαστάζειν οὐκ ἠδύνατο. ὅθεν ἀνεγείρεται αὖθις, πεδινὸς δὲ λειπόμενος πρὸς τὸ πρώην ὕψος, ὀργυιῶν
505.2.1
Μετὰ δὲ Ἰουστῖνον Τιβέριος ὁ Θρᾲξ ἔτη δʹ, μετὰ δὲ τοῦτον Μαυρίκιος ὁ γαμβρὸς αὐτοῦ καὶ Καῖσαρ ἔτη κʹ. οὗτος ἔκτισε τὸν ἐν Κωνσταντινουπόλει ναὸν τῶν ἁγίων μʹ. ἐφ' οὗ παιδίον ἐγεννήθη ἐν Κωνσταντινουπόλει χωρὶς ὀφθαλμῶν καὶ χειρῶν· πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυὴς αὐτῷ ὑπῆρχε. καὶ κύων ὡσαύτως ἑξάπους λεοντοκέφαλος. καὶ ἐν τῇ Θρᾴκῃ δύο παιδία ἐγεννήθησαν, ὧν τὸ μὲν τετράπουν τὸ δὲ δικέφαλον. λέγουσι δὲ μὴ προσημαίνειν ἀγαθὰ ταῖς πόλεσιν ἐν αἷς τὰ τοιαῦτα τίκτονται. ἐφάνησαν δὲ καὶ ἐν τῷ Νείλῳ ποταμῷ, ἡλίου ἀνατέλλοντος, ἀνθρωπόμορφα δύο ζῶα, ἀνήρ τε καὶ γυνή, ἅπερ καὶ Σειρῆνες προσαγορεύονται, ἡδύφθογγα πάνυ καὶ θανατηφόρα, ἀνθρωποπετεινόμορφα. ὁ δὲ λαὸς μετὰ τοῦ ἐπάρχου θαυμάζοντες ὥρκιζον αὐτὰ μὴ ἀναχωρῆσαι, πρὶν ἂν ἅπαντες ἐμφορηθῶσι τῆς παραδόξου θέας αὐτῶν. ὅθεν καὶ μείναντα μέχρις ὥρας θʹ κατέδυσαν εἰς τὸν ποταμόν. ἐκεῖθεν δὲ κροκόδειλοι ἐξῆλθον, καὶ πολλοὺς τῶν ἀνθρώπων διέφθειραν. ὁ δὲ κροκόδειλος 508 ἰχθυόθηρ μέγας ἐστὶ τετράπους, τὴν μὲν ῥάχιν μέλας τὴν δὲ γαστέρα λευκός, τὸ στόμα φθάνον ἄχρι τῶν ὤμων, τὴν ἄνω γένυν κινῶν, καὶ τὴν οὐρὰν τραχύς. ἀναιρεῖ δὲ τοῦτον πολλάκις ἡ ἱδρὺς λεγομένη, ἐν τῷ αὐτῷ ποταμῷ τυγχάνουσα καὶ μορφὴν ἔχουσα κυνός, τοιουτοτρόπως δέ. τὸ στόμα διανοίγων ὁ κροκόδειλος οὕτω καθεύδει. ἡ γοῦν ἱδρὺς ἐγκυλισαμένη πηλῷ καὶ διὰ τοῦ στόματος αὐτοῦ πρὸς τὴν γαστέρα χωρήσασα καὶ ταύτην διαρρήξασα διὰ τῆς ἕδρας ἐξέρχεται, νεκρὸν αὐτὸν ἐντεῦθεν καταλιμπάνουσα. Οὗτος ὁ Μαυρίκιος διετάξατο τὴν Βλαχερνίτισσαν λιτανεύειν κατὰ παρασκευὴν καὶ εἰς τὰ Χαλκοπρατεῖα ἔρχεσθαι. ὁ τοῦ Μαυρικίου στρατηγὸς παρέδωκε τὸ Ῥωμαϊκὸν φοσσάτον τοῖς βαρβάροις διὰ τὴν ἀνταρσίαν δῆθεν αὐτῶν, ὡσεὶ χιλιάδας ιβʹ· καὶ ζητηθεὶς ὁ Μαυρίκιος ὑπὲρ μιᾶς ἑκάστης ψυχῆς παρὰ Χαγάνου τοῦ τῶν προσακτίων Σκυθῶν βασιλέως ἀνὰ νομίσματος τὸ ἥμισυ, δοῦναι οὐκ ἐπείσθη, καὶ οὕτω πάντες ὑπὸ τῶν βαρβάρων ἀπεκτάνθησαν. ἐφ' ᾧ τῶν κατὰ τόπους μοναχῶν ὁ βασιλεὺς ἐδέετο διὰ τὸ ἁμάρτημα. κἀκεῖθεν οὖν ἐλθόντος τοῦ Μαγιστριανοῦ ἔμαθεν ὅτι ἡ μὲν ψυχὴ αὐτοῦ σώζεται, μετὰ πόνου δὲ καὶ θλίψεως τῆς βασιλείας ἐκπίπτει. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὄναρ ὁρᾷ φρίκης μεστόν. 509 αὐτὸν ὁρᾷ τὸν κύριον ἐπὶ θρόνου καθήμενον, καὶ οὕτω λέγοντα πρὸς αὐτόν ποῦ θέλεις τιμωρηθῆναι, ὧδε ἢ ἐκεῖ;» καὶ ὅς ὧδε βούλομαι τιμωρηθῆναι» εἰπὼν ἀκούει τηνικαῦτα παράδοτε αὐτὸν Φωκᾷ τῷ τυράννῳ.» καὶ ὁ Μαυρίκιος ἀφυπνισθείς, καὶ μαθὼν εἶναι Φωκᾶν τὸν ἐν Δυρραχίῳ φυλάσσοντα, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν βασιλέα χάριν τοῦ λαβεῖν τὰ μηναιορόγια τῶν συστρατιωτῶν αὐτοῦ καὶ τυφθέντα δεινῶς καὶ οὕτως ὅθεν ἦλθεν ὑποστρέψαντα, ἀξίαν ἔγνω τηνικαῦτα τὴν δίκην δοῦναι, εἴγε τοιούτῳ ὑπὸ κυρίου παρεδόθη ἀνδρί. ἐπὶ τούτοις οὖν μεταστέλλεται διὰ τοῦ παρακοιμωμένου τὸν Φιλιππικόν· ἔφθασε γὰρ πολλῶν αὐτὸν ἀξιῶσαι δεινῶν. γυναικάδελφος ἦν τοῦ Μαυρικίου ὁ Φιλιππικὸς οὗτος εἰς ἐκστρατείαν ἐκπεμφθείς, καὶ νικητὴς ἐπαναζεύξας φθόνου πυρκαϊὰν ἤγειρε καθ' ἑαυτοῦ, εἴγε καὶ μᾶλλον ἔφθασε μαθεῖν ὁ Μαυρίκιος ὅτι διαδέξεταί τις αὐτὸν ἔχων τὸ Φ στοιχεῖον ἐν ἀρχῇ τῆς αὐτοῦ κλήσεως, ὡς ἐντεῦθεν εἰπεῖν τὸν Μαυρίκιον, ὥς φασι, μετὰ τὸ ὅραμα, ὅτι καὶ τὸν Φιλιππικὸν ἀπεκτείναμεν, καὶ τὸν θεὸν Φ οὐκ ἔλειψε. μεταστελλόμενος οὖν ὁ Φιλιππικὸς τοσοῦτον ἐπτοήθη ὥστε καὶ κοινωνίας μετασχεῖν καὶ τοὺς ὑπ' αὐτὸν ἐπὶ σποδοῦ καὶ σάκκου καθημένους καταλιπεῖν. καταλλάσσεται οὖν ὁ βασιλεὺς αὐτῷ, καὶ συγγνώμην ἐφ' οἷς ἐκάκωσεν αὐτὸν ἐξαιτεῖ. τού510 των οὕτως ἐχόντων ἐπανέρχεται ἀπὸ τοῦ Δυρραχίου ὁ διαληφθεὶς Φωκᾶς, καὶ τῶν πολιτῶν ἐν τῷ Ἑβδόμῳ συναχθέντων βασιλεὺς ἀναγορεύεται. κρατεῖ οὖν ὁ Καππαδόκης οὗτος Φωκᾶς ἔτη ηʹ. μετὰ δὲ ταῦτα τῶν δήμων στασιασάντων καὶ λεγόντων ὅτι Μαυρίκιος οὐκ ἀπέθανεν, ἐπὶ τὸν αὐτοῦ φόνον ὁ Φωκᾶς κινεῖται. καὶ δὴ ἐν τῷ τοῦ Εὐτροπίου λιμένι πρῶτα μὲν ἀναιροῦσι τοὺς εʹ παῖδας αὐτοῦ, μηδὲν ἄλλο τηνικαῦτα λέγοντος ἢ τοῦτο δίκαιος εἶ, κύριε, καὶ δικαία ἡ κρίσις σου,» τελευταῖον δὲ καὶ αὐτὸν ἀναιροῦσι. τὴν μέντοι γυναῖκα αὐτοῦ σὺν ταῖς θυγατράσιν ἐν μοναστηρίῳ κατακλείει. καλλιγράφος οὖν ἀπὸ παννυχίδος ἐν Ἀλεξανδρείᾳ στρεφόμενος ἑσπέρας καθ' ἣν ἀνῃρέθη Μαυρίκιος, ἤκουσε τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν λέγοντας τὴν ἐκείνου ἀναίρεσιν, καὶ σημειωσάμενος τὸν καιρὸν εὑρίσκει τὸ πρᾶγμα οὕτως ἔχον. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῖς λοιποῖς αὐτοῦ συγγενέσιν ὁ Φωκᾶς διεπράξατο. Τότε τοίνυν Χοσρόης ὁ Περσῶν βασιλεὺς ὥρμησε κατὰ Ῥωμαίων, ὁμοίως καὶ Ἄβαρες, διὰ τὸ τὸν ἀνόσιον προκρῖ- ναι τοῦ ἐννόμου βασιλέως. ἔτι δὲ καὶ θνῆσις ἀνθρώπὼν καὶ κτηνῶν γέγονε καὶ ἀφορία γῆς καὶ χειμὼν βαρύτατος, ὡς καὶ παγῆναι τὴν θάλασσαν καὶ πολλοὺς ἰχθύας τεθνάναι. τότε καὶ ἐν ἡμέρᾳ τοῦ ἱππικοῦ ἀτακτήσας ὑβρίσθη παρὰ τῶν 511 δημοτῶν, λεγόντων πάλιν εἰς τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας,» ἐφ' ᾧ καὶ πολλοὺς ἐθανάτωσε. βλέποντες οὖν οἱ ἐν τέλει τὸ τῶν ἀνθρώπων πλῆθος πολλὰ πάσχον κακά· δημευόμενον, τὰς κεφαλὰς ἀφαιρούμενον, γράφουσι πρὸς τὸν τῆς Ἀφρικῆς στρατηγὸν Ἡράκλειον, καὶ ὃς αὐτίκα κινηθεὶς στόλον ἑτοιμάζει καὶ κατὰ τοῦ Φωκᾶ ἔρχεται, φέρων καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ Χριστοῦ. ἐφ' ᾧ καὶ νενίκηκε τὸν Φωκᾶν. καὶ τούτου γεγονότος Φωτεινός τις ἐκ τῶν μεγιστάνων προεπιβουλευθεὶς παρὰ τοῦ Φωκᾶ εἰς τὴν σύζυγον αὐτοῦ εἰσῆλθεν ἀθρόον εἰς τὸ παλάτιον, καὶ τὸν βασιλέα Φωκᾶν μέλανα χιτωνίσκον ἐνδύσας αὐτίκα τῷ Ἡρακλείῳ προσάγει. καὶ ὃς ἔφη πρὸς αὐτόν οὕτως ἄθλιε τὴν πόλιν διῴκησας;» καὶ ὁ Φωκᾶς σὺ κάλλιον διοικῆσαι ἔχεις.» ἐφ' ᾧ καὶ χεῖρας εὐθέως τέμνεται καὶ πόδας, τὸ δέρμα τῆς ῥάχεως, τὰ αἰδοῖα, καὶ κοντῷ ἀναρτᾶται, καὶ τελευταῖον τὴν κεφαλὴν ἀφαιρεῖται μαχαίρᾳ. τὸ μέντοι σῶμα αὐτοῦ συρόμενον κατὰ τὴν τοῦ βοὸς ἀγορὰν πυρὶ παραδίδοται. Κρατεῖ οὖν ὁ Ἡράκλειος μετὰ Φωκᾶν ἔτη λʹ. οὗτος ὁ Ἡράκλειος πρός γε τὸν τοῦ Φωκᾶ γαμβρὸν Κρίσπον, πρότερον μὲν τοῖς κατὰ τοῦ Φωκᾶ συνευδοκοῦντα ὕστερον δὲ Ἡρά512 κλειον λοιδοροῦντα, εἶπεν γαμβρὸν οὐκ ἐποίησας, ταλαίπωρε, καὶ φίλον πῶς ἂν ποιήσῃς;» καὶ περιώρισεν αὐτὸν ἐν τῇ χώρᾳ. τότε ὁ Χοσρόης μετὰ πλήθους πολλοῦ τὸν Σάϊτον ἀπέστειλεν. ἐκάθισεν οὖν ἐν Χαλκηδόνι, καὶ μεθ' ὑποκρίσεως εἰρηνεύσας μετὰ τοῦ Ἡρακλείου ἔλαβε πρέσβεις μεγιστᾶνας οʹ, καὶ ἀπῆλθεν. ὅτι δὲ τὸν Ἡράκλειον αὐτὸν οὐκ ἀπεκόμισε πρὸς τοῖς ἄλλοις ἐκεῖσε, τὴν αὐτοῦ δορὰν ἐκδύεται. οἱ δὲ πρέσβεις δειναῖς εἱρκταῖς ἀσφαλίζονται. τότε δὴ καὶ λοιμὸς μέγας καὶ θανατικόν, καὶ ὁ ἥλιος ἠμαυρώθη, καὶ κόνιν ἔβρεξεν. ὁ δὲ Χοσρόης τὸν Σάρβαρον ἀποστείλας τὰ τῆς ἀνατολῆς πάντα ἠφάνιζεν. ἐφ' ᾧ καὶ κατὰ Περσίδος ἐκστρατεύει Ἡράκλειος, καὶ ἐν ἓξ ἔτεσι πᾶσαν καθελὼν τὴν Περσίδα καὶ αὐτὸν τὸν Χοσρόην, ὃς ἑαυτὸν ἀπεθέωσε, πρὸς τούτοις δὲ καὶ τὸ τίμιον ξύλον ἐπανασώσας (ἔτυχε γὰρ ἀπὸ Ἱεροσολύμων σκυλευθῆναι) λαμπρῶς ἐπανέζευξε. μετὰ δὲ ταῦτα ὑπὸ Ἀθανασίου τοῦ τῶν Ἰακωβιτῶν καὶ Σεργίου Κων- σταντινουπόλεως πατριάρχου ἀπατηθεὶς εἰς τὴν τῶν Μονοθελητῶν ἐξεκυλίσθη αἵρεσιν. καὶ δὴ νόσῳ μετὰ ταῦτα περιπεσὼν (ὕδερος δὲ αὕτη) δι' ἧς καὶ τέθνηκε, δεινῶς ἐτιμωρεῖτο· ἡνίκα γὰρ οὐρῆσαι ἔμελλε, σανίδα κατὰ τοῦ ἤτρου ἐτίθει. τίνος ἕνεκεν; ὅτι τοῦ αἰδοίου τηνικαῦτα στρεφομένου τὰ οὖρα κατὰ τοῦ προσώπου ἐφέροντο. ἔλεγχος δὲ τούτου 513 προφανὴς τῆς αὐτοῦ παρανομίας ἦν, ἣν ἐποίει τῇ ἰδίᾳ συνευναζόμενος ἀνεψιᾷ. Μετὰ δὲ τοῦτον Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτος ἕν· ἡ γὰρ αὐτοῦ μητρυιὰ Μαρτῖνα σὺν αὐτῷ τῷ Πύρρῳ θανατηφόρον αὐτῷ κεραννύουσι φάρμακον. ὅθεν τοῦ Κωνσταντίνου τὸν βίον, ὡς εἴρηται, καταλιμπάνοντος τῆς βασιλείας αὐτίκα ἡ Μαρτῖνα ἐπιδράσσεται, καὶ μετ' αὐτῆς Ἡρακλωνᾶς ὁ παῖς αὐτῆς. ἀλλ' ἐπ' ὀλίγον τοῦ κράτους ἀπογευσάμενοι τῇ θείᾳ δίκῃ περιπίπτουσιν, ἄλλο κερδάναντες μηδὲν ἢ τὸ κακοὶ φανῆναι· ῥῖνα μὲν γὰρ Ἡρακλωνᾶς, ἡ δὲ Μαρτῖνα γλῶτταν ζημιωθέντες εἰς τὴν ὑπερορίαν ἤχθησαν. κατ' ἐκεῖνο δὲ καιροῦ ἐν Καθαργένῃ τῇ πόλει λοιμικῆς νόσου συμβάσης καὶ πολλῶν θνησκόντων, στρατιώτης τις ἄσωτος λαβὼν τὴν ἰδίαν γυναῖκα ἐξῆλθεν ἐν προαστείῳ, κἀκεῖσε τῇ τοῦ γεωργοῦ γυνῇ περιπεσὼν ἐτελεύτησε. τῇ δὲ ἐπαύριον ψαλλόμενος φωνῇ μεγάλῃ ἔκραξεν ἐλεήσατέ με,» καὶ ἀναστὰς διηγήσατο πῶς τε ὑπ' ἀγγέλων μέχρι τοῦ τῆς πορνείας τελωνίου ἐφέρετο, καὶ ὅπως ἐκεῖθεν ὑπὸ δαιμόνων κατηνέχθη εἰς τὸν ᾅδην, καὶ τίνων ἐκεῖσε γέγονε θεατής. κἀντεῦθεν ἑαυτὸν καὶ πολλοὺς ὠφελήσας ἀπέθανε. Μετὰ δὲ Ἡρακλωνᾶν Κώνστας ὁ υἱὸς Κωνσταντίνου καὶ ἔγγονος Ἡρακλείου ἔτη κζʹ. τότε καὶ ὁ ψευδοπροφήτης Μωά514 μεθ ἐφάνη. οἱ γὰρ Ἰσμαηλῖται μέχρις Ἡρακλείου εἰδωλολά- τρουν, τὴν Ἀστάρτην ἤγουν τὴν σελήνην προσκυνοῦντες· ἣν καὶ Χαβὲρ ὠνόμαζον, τοῦτ' ἔστι μεγάλην. τηνικαῦτα δὲ ἀνέστη αὐτοῖς Μωάμεθ. οὗτος θητεύων γυναικί τινι πλουσίᾳ ὕστερον ἔλαβεν αὐτὴν εἰς γυναῖκα. εἶχε δὲ καὶ ἐπίληψιν, καὶ θέλων κρύπτειν το πάθος ἔλεγε τὸν Γαβριὴλ ὁρᾶν ἄγγελον καὶ μὴ φέρων αὐτοῦ τὴν θέαν ὀλιγωρεῖν καὶ πίπτειν. ἀξιόπιστα δὲ τὰ κατ' αὐτὸν ἔδοξεν ἀπὸ μοναχοῦ τινὸς Ἀρειανοῦ ψευδομαρτυροῦντος αὐτῷ δι' αἰσχροκέρδειαν. οὗτος ὁ Μωάμεθ εἰς Παλαιστίνην ἐλθών, καὶ ἐντυχὼν Ἰουδαίοις, Ἀρειανοῖς, πρὸς δὲ καὶ Νεστοριανοῖς, ἀπὸ πάντων ἠράνικε, καὶ θρησκείαν ἰδίαν παρέδωκεν. οὐ παντάπασι δὲ χρᾶται τῷ νόμῳ· περιτομὴν γὰρ ἐδίδαξεν, οὐ μὴν δὲ καὶ σαββατίζειν. λέγει δὲ καὶ ἑαυτὸν κλειδοῦχον εἶναι τοῦ παραδείσου, τρεῖς δὲ ποταμοὺς φέρεσθαι ἐν αὐτῷ, μέλιτος οἴνου καὶ γάλακτος. λέγει καὶ αὐτὴν σκιὰν τοῦ Χριστοῦ σταυρωθῆναι διὰ φθόνον παρὰ τῶν Ἰουδαίων· αὐτὸν γὰρ ἀνελάβετο διὰ τὸ φιλεῖν ὁ θεός. οὗ καὶ εἰπόντος σὺ ὁ Ἰησοῦς ἔλεγες ἑαυτὸν θεόν» ἀπεκρίνατο ὡς οὐκ αὐτὸς ἑαυτὸν ὠνόμασε θεὸν ἀλλ' οἱ ἄνθρωποι. ἐδίδαξε δὲ τὰ πάντα ὡρισμένα καὶ ἀπὸ θεοῦ γενέσθαι τοῖς ἀνθρώποις. τὸν δὲ Μωσέα καὶ Ἀαρὼν 515 παραστῆναι μὲν ἐν τῇ κρίσει τοῦ Χριστοῦ, παραπεμφθῆναι δὲ τῇ κολάσει ὡς ἀνθρώπους ἀπατηλούς. ἔλεγε καὶ τὴν ζωὴν ἔχειν ἐκεῖσε διὰ φθαρτῆς βρώσεώς τε καὶ πόσεως. ἀλλὰ καὶ τὴν Ἀφροδίτην κεκρυμμένως σέβονται. καὶ δῆλον ἐκ τῆς προσευχῆς αὐτῶν· λέγουσι γὰρ οὕτως ἀλὰ ἀλὰ οὐὰ κουβὰρ ἀλά,» τοῦτ' ἔστιν, ὁ θεὸς ὁ θεὸς μείζων, καὶ ἡ μεγάλη, ἤτοι σελήνη, Ἀφροδίτη θεός. Μετὰ μέντοι τοῦ θεηλάτου Μωάμεθ θάνατον ἐφάνη ἀστὴρ ἐπὶ μεσημβρίαν δοκίτης, ἐπὶ ἡμέρας λʹ, σημαίνων τὴν τῶν Ἀράβων ἔφοδον· τότε γὰρ κατέσχον τὴν Δαμασκὸν καὶ ἄλλα πολλά. ἐπαινεῖται δὲ ἡ γῆ αὐτῶν· σφόδρα γὰρ πολύκαρπός ἐστι δι' εὔκρατον ἀέρα. ἀλλὰ καὶ τὸ πήγανον οὐδὲν διαφέρει τῆς συκῆς κατὰ τὸ μῆκος. καὶ ἐν Παλαιστίνῃ δὲ πηγὴ ἰάσεις παρέχουσα, ἐν ᾗ τὸν κύριον ὁδοιποροῦντα λέγουσι νίψασθαι. καὶ δένδρον ἵσταται πᾶσης ἀρρωστίας ἀλεξίκακον, ὃ δένδρον εἰς γῆν ἐκλίθη καὶ προσεκύνησε δῆθεν τὸν κύριον εἰς Αἴγυπτον φεύγοντα, σώζει δὲ καὶ εἰσέτι τὸ σχῆμα τῆς προσκυνήσεως. ἐκεῖ ἐστὶ καὶ ἡ βαταρῖτις ῥίζα ἡ φλογοειδής, ᾗ προσεγγίσαι τις οὐ τολμᾷ, ἀνασπᾶται δὲ κυνὸς τῆς τοιαύτης ῥίζης πλησίον δεθέντος· ἡ μέντοι ῥίζα περιαπτομένη δαιμονιζομένῳ φυγαδεύει τὸν δαίμονα. γεωργεῖται 516 δὲ καὶ ὀποβάλσαμον ἐκεῖσε πολύ. ταύτῃ τοι καὶ τὴν γῆν ταύτην ὡς ἐξαίρετον τῷ ἠγαπημένῳ δέδωκεν ὁ θεὸς Ἰσραήλ. ἐν αὐτῇ καὶ ὁ κύριος τὰ πάντα εἰργάσατο. ταύτην οὖν καὶ οἱ ἐξηγηταὶ τῆς γῆς ὀφθαλμὸν προσηγόρευσαν. Ὁ μέντοι Κώνστας θέλων συνάψαι ναυμαχικὸν πόλεμον μετὰ τῶν Ἀράβων ἔδοξε κατ' ὄναρ διάγειν ἐν Θεσσαλονίκῃ. ὅπερ ἀποκαλύψας τινὶ γνωστικῷ ἤκουσεν ὅτι κακὸν ἐνύπνιον· καὶ γὰρ θὲς ἄλλῳ τὴν νίκην» σημαίνει. τῇ γοῦν ἐπαύριον συγκροτήσας πόλεμον καὶ ἡττηθεὶς ἐνέδυσε μὲν τὴν ἁλουργίδα τινὰ τῶν οἰκείων αὐτοῦ, αὐτὸς δὲ λάθρα ἔφυγεν. ἐπ' ἐκείνῳ λοιπὸν σφαγέντι κατὰ τὸν πόλεμον πεπλήρωται μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θήσῃ ὑπὲρ τοῦ φίλου αὐτοῦ.» ὁ δὲ Κώνστας κατῆλθεν εἰς Σικελίαν, βουλόμενος ἐν Ῥώμῃ καταστῆσαι τὸ βασίλειον· σφόδρα γὰρ ὑπὸ τῶν Βυζαντίων ἐμισεῖτο, ὅτι τε Μαρτῖνον τὸν Πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει ἐξώρισεν εἰς Χερσῶνα, χεῖράς τε καὶ γλῶτταν τοῦ μεγάλου Μαξίμου ἀπέτεμε μὴ συντιθεμένου τοῖς Μονοθελήταις. ἓξ οὖν ποιήσας ἔτη ἐν Σικελίᾳ (ἀνέμενε γὰρ τοὺς αὐτοῦ παῖδας ἐλθεῖν ἀπὸ Κωνσταντινουπόλεως) ἀνῃρέθη ἐν βαλανείῳ. κατ' ἐκεῖνο δὲ καιροῦ ἐφάνη Κωνσταντῖνος ὁ καὶ Σιλουανὸς λεγό517 μενος, ὁ Παύλου τοῦ Σαμοσατέως διάδοχος, ὃς ἐδίδασκε μόνοις τοῖς εὐαγγελισταῖς καὶ τῷ ἀποστόλῳ προσέχειν, καὶ τούτοις διεστραμμένως. Μετὰ δὲ Κώνσταντα Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ὁ Πωγωνᾶτος ἔτη ιζʹ. Πωγωνᾶτος δὲ ἐλέγετο δι' αἰτίαν τοιαύτην. τὸν ἐν Σικελίᾳ μαθὼν θάνατον τοῦ πατρὸς αὐτοῦ Κώνσταντος ἐκεῖσε κατάγει. πάλιν οὖν ἀνέρχεται. ἐφ' ᾧ καὶ Πωγωνᾶτος λέγεται· ἀγένειος γὰρ ἐκεῖσε κατελθὼν τελειοπώγων ὑπέστρεψε. τελευτᾷ δὲ τὸν βίον δυσεντερικός. Καὶ κρατεῖ μετὰ τοῦτον Ἰουστινιανὸς ὁ Ῥινότμητος ἔτη ιϛʹ. οὗτος ὁ βασιλεὺς καθ' ὑπερβολὴν ἐμισεῖτο παρὰ παντὸς λαοῦ, σκληρὸς ὢν καὶ ὑπερόπτης καὶ πᾶσαν τὴν γνῶσιν ἔχειν δοκῶν. ὅθεν Λεόντιος πατρίκιος στασιάσας ἀναγορεύεται νυκτὸς ὑπὸ δήμου τῶν Βενέτων βασιλεύς, ἡμέρας δὲ γενομένης κρατεῖ τὸν Ἰουστινιανόν, καὶ ῥινοτομήσας αὐτὸν εἰς Χερσῶνα ἐξώρισε. κρατεῖ λοιπὸν ὁ Λεόντιος ἔτη τρία, καὶ πάσχει τηνικαῦτα τὰ ἴσα τῷ Ἰουστινιανῷ· ὁ γὰρ παρ' αὐτοῦ κατὰ Ἀράβων σταλεὶς μυρίανδρος στόλος καὶ ἅπαξ καὶ δὶς μὴ φέροντες τὴν ἐντεῦθεν κακοπάθειαν, Ἀψίμαρόν τινα προϊστῶσιν ἑαυτῶν καὶ κατὰ τῆς Βυζαντίδος χωροῦσιν. Ἀψίμαρος οὖν ὁ καὶ Τιβέριος μετονομασθεὶς κρατεῖ Λεόντιον καὶ 518 ῥινοτομεῖ αὐτὸν καὶ φρουρᾷ καθείργνυσι. κρατεῖ οὖν Ἀψίμαρος μετ' αὐτὸν ἔτη ζʹ. τὸν μέντοι Λεόντιον αἱ τὸν ἀστρολεσχούντων προρρήσεις ἐτάραττον. ὅθεν καὶ πᾶσαν ἐκίνει κατὰ Ἰουστινιανοῦ μηχανήν. γράφει γὰρ Χαγάνῳ τῷ τῶν Χαζάρων ἄρχοντι, χρήματα ὑπισχνεῖται εἰ τὸν Ἰουστινιανὸν κρατήσας ἢ ὡς τρίδουλον ἀπεμπολήσει ἢ τὴν κεφαλὴν ἐκκόψει αὐτοῦ. μανθάνει ταῦτα Ἰουστινιανός, δραπετεύει ἐκεῖθεν, τοῖς Βουλγάροις προσέρχεται, ἁδραῖς αὐτοὺς ὑποσχέσεσι καταδεσμεῖ. ὅθεν καὶ μετὰ πλήθους ἀπείρου πρὸς τὴν Βυζαντίδα ἔρχεται, καὶ διὰ σωλῆνος ὑδροφόρου κλέπτει τὴν εἴσοδον, καὶ οὕτω τῆς βασιλείας αὖ ἐπιδράζεται, τοῦ Ἀψιμάρου εἰς Ἀπολλωνίδα φυγόντος. ἔτη οὖν ἑπτὰ κρατήσας τὸν μὲν Ἀψίμαρον μέσῃ τῇ πόλει θριαμβεύσας ἀνεῖλεν, ὡσαύτως καὶ Λεόντιον· τὸν δὲ πατριάρχην Καλλίνικον, ἐπειδήπερ ἀντέστη προλαβὼν αὐτῷ πειρωμένῳ ἐκκλησίαν χαλάσαι, τυφλώσας ἐξώριζεν ἐν Ῥώμῃ, καὶ ἀντ' αὐτοῦ προβάλλεται Κυριακὸν τὸν ἐν τῇ νήσῳ Ἀμάστριδι ἔγκλειστον ὄντα· προη- γόρευσε γὰρ αὐτῷ τὴν τῆς βασιλείας ἀποκατάστασιν. καὶ ἁπλῶς εἰπεῖν, δίκην βοσκημάτων πάντας ἀπέκτεινε· μαινόμενος γὰρ ἦν. ὅθεν καὶ διὰ μικροῦ σκάφους ἀπὸ Χερσὼνος ἐπανερχόμενος καὶ κλύδωνι περιπεσὼν τὴν ἐνδομυχοῦσαν 519 αὐτῷ κακίαν δήλην καθίστησιν. ἐπειδὴ γὰρ τῶν οἰκείων τις αὐτῷ ἔλεγεν ἰδοὺ ἀποθνήσκεις, δέσποτα, καὶ ὑπόσχου τῷ θεῷ, ἐάν σοι δώσῃ τὴν βασιλείαν, μηδένα τῶν ἐχθρῶν σου λυπῆσαι,» ἔφη ἐνταῦθά με καταποντισάτω κύριος, εἰ φείσομαί τινος ἐξ αὐτῶν.» πρὸς τούτοις δὲ καὶ βαλὼν ὁ τύραννος οὗτος κατὰ νοῦν ὅσα οἱ Χερσωνῖται κατ' αὐτοῦ ἐμελέτων τῷ Ἀψιμάρῳ χαριζόμενοι, πέμπει στρατὸν κατ' αὐτῶν. καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινόν. πᾶσαν ἡλικίαν ἐκέλευσεν ἀνηλεῶς ἀποσφάττεσθαι. καὶ δὴ καὶ ἀποσφάττονται γέροντες νέοι γυναῖκες παῖδες καὶ πάντες ἁπλῶς. εἶτά τι μαθὼν Ἰουστινιανὸς ὅτι τῶν νεογνῶν πάντῃ βρεφῶν οἱ σταλέντες ἐκεῖνοι ἐφείδοντο, καχλάζει ἐπὶ πλέον τῷ θυμῷ καὶ στόλον ἕτερον ἐκπέμπει, ὡς κολασθῆναι μὲν καὶ τοὺς προαποσταλέντας, ἀναιρεθῆναι δὲ καὶ πᾶσαν βρεφικὴν ἡλικίαν. καθίστησι δὲ τοῦ στόλου ἡγεμόνα Φιλιππικὸν τὸν καὶ Βαρδάνην λεγόμενον. ἀπῆλθον ἐκεῖσε λοιπόν, καὶ τὴν τοῦ κρατοῦντος μυσαχθέντες ἀπανθρωπίαν, καὶ μὴ φέροντες αἵμασιν ἀδίκοις καταχρανθῆναι, εἰς στάσιν χωροῦσιν, ἄνακτα δὲ καὶ κράτορα Φιλιππικὸν ποιοῦσι. καιρὸς διῆλθεν ἐπὶ τούτοις ἱκανός. θροεῖται ὁ βασιλεύς, μανθάνει ἐκεῖθεν οὐδέν, ἐξέρχεται στρατὸν οὐκ ὀλίγον ἐπισυρόμενος. φθάνει ἕως Σινώπης αὐτῆς, ὁρᾷ διὰ θαλάττης ἐρχόμενα πλοῖα. εὐθὺς ἀνθυποστρέφει καὶ αὐτός. 5 ἀλλὰ πρῶτος ὁ Φιλιππικὸς τὰ βασίλεια καταλαμβάνει. ὅθεν καὶ ὑστερήσας ὁ Ἰουστινιανὸς ἐν τοῖς τοῦ Δαμάτρυος ὄρεσι σὺν αὐτῷ συνάγεται τῷ στρατῷ. ἀποστέλλει πρὸς αὐτὸν ὁ Φιλιππικὸς ἀντιπαράταξιν. πλανῶσιν αὐτόν, κρατοῦσι, καὶ τὴν αὐτοῦ κεφαλὴν ἀποτέμνουσι. κρατεῖ λοιπὸν ὁ Φιλιππικὸς ἔτη δύο. ἀλλὰ καὶ τοῦτον πάλιν εἰσελθόντες τινὲς ἀπὸ Θρᾴκης ἐκτυφλοῦσι. Καὶ βασιλεύει Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη δύο, καὶ μετὰ τοῦτον Θεοδόσιος τῶν κάτω ἔτη δύο. οὗτος καὶ ἄκων ἐξέστη τῆς βασιλείας καὶ ἀντὶ πορφύρας τὸ μέλαν ἠμφιάσατο. ὁ γὰρ ἐξ Ἰσαυρίας Λέων, πατρίκιος τηνικαῦτα ὢν καὶ στρατάρχης τῆς ἕω, μελετᾷ κατὰ Θεοδοσίου ἀποστασίαν, ἔχων εἰς τοῦτο συμπράκτορα καὶ ἄνδρα τινὰ τῶν περιδόξων, ᾧ ἦν ὄνομα Ἀρτάβασδος. ᾧ δὴ καὶ τὴν αὐτοῦ θυγατέρα χάριν ἀνταμοιβῆς μετὰ τὸ κρατῆσαι δίδωσιν, εἰ καὶ βάναυσος πρότερον ἦν. ἡνίκα γὰρ τοῖς Ἰουδαίοις ἐκεῖνος ἐνέτυχε παρὰ πηγῇ, κατάφορτον ἐλαύνων ὀνάριον ἦν. ἀλλὰ τοῖς χωράρχαις γνωρισθείς, κἀντεῦθεν τὸ τολμηροκάρδιον ἐκφήνας, κατὰ μικρὸν πατρίκιος καθίσταται κἀντεῦθεν βασιλεὺς ἀναγορεύεται. κρατεῖ τοίνυν ὁ Λέων οὗτος ὁ καὶ Κώνων ἔτη κγʹ. οὗτος ἐξ Ἰσαυρίας μὲν ὥρμητο, τὸ ἐπιτήδευμα δὲ βάναυσος ἦν, Κώνων δὲ παρὰ τῆς μητρὸς 521 αὐτοῦ παιδόθεν ἐλέγετο. ὅθεν καὶ τοῦ ἁγίου τηνικαῦτα Γερμανοῦ πρὸς αὐτόν, ἡνίκα τὸν τῆς εἰκονομαχίας κόνιν εἰς ὕψος πάντων κατέχεεν, εἰπόντος μὴ ταῦτα, ὦ βασιλεῦ· τὴν γὰρ εἰκονομαχίαν Κώνων ἐγεῖραι λέγεται,» ἔφη ἐγώ εἰμι ὁ Κώνων.» Τούτῳ τῷ βασιλεῖ πενιχρῷ ὄντι περὶ βασιλείας προεῖπον Ἰουδαῖοι μάντεις τινὲς ἑνωθέντες αὐτῷ κατὰ τύχην ἔν τινι πηγῇ ἀναψύξεως χάριν· ἐφ' ᾧ καὶ ὑπέσχετο μεθ' ὅρκου ἀμείψασθαι αὐτούς. ὅθεν καὶ βασιλεύοντι αὐτῷ ἐπέστησαν οὗτοι, λέγοντες ὅτι ἐὰν τὴν εἰκόνα τοῦ θεοῦ καὶ πάντων τῶν ἁγίων ἐκ μέσου ποιήσῃ, ἔσται τὸ σκῆπτρον αὐτοῦ διαρκοῦν κατὰ γενεὰν εἰς ἐνιαυτοὺς ρʹ. οὗτος τοσοῦτον ἐμηχανήσατο κατὰ τῶν εἰκόνων, ὡς καὶ τὸν μέγαν Γερμανὸν πολλὰ διαλεξάμενον ἐκδιῶξαι τοῦ θρόνου. προὐβάλλετο δὲ ὁ πατριάρχης τὴν διὰ Θαδδαίου κυριακὴν ἐκτύπωσιν πρὸς Αὔγαρον σταλεῖσαν καὶ τῇ Ἐδέσσῃ ἐναποκειμένην. εἰς μέσον δὲ ἔφερε καὶ τὴν παρὰ Λουκᾶ μὲν τοῦ ἀποστόλου ἱστορηθεῖσαν εἰκόνα, ἐν Ῥώμῃ δὲ πρὸς Θεόφιλον σταλεῖσαν, ὡσαύτως καὶ τὰ δύο χαλκᾶ ἐκτυπώματα, ἅπερ ἡ αἱμορροοῦσα ἐκ πόθου ἀνεστηλώσατο, ὧν τὸ ἓν ἐπικλινὲς πρὸς γῆν εἰς τύπον αὐτῆς καὶ τὴν εὐλογίαν παρὰ θατέρου δεχόμενον· τοῦ Χριστοῦ γὰρ 522 ἦν. τότε καὶ Γρηγόριος ὁ πάπας Ῥώμης γράφει πρὸς τὸν βασιλέα Λέοντα περὶ τῶν εἰκόνων. ἀλλὰ τὸν Αἰθίοπα σμῆξαι μὴ δυνηθεὶς τοὺς φόρους τῆς Ἰταλίας καὶ Ῥώμης ἐκώ- λυσε τελεῖσθαι πρὸς τὸν βασιλέα, καὶ τὴν ὅλην δὲ χώραν αὐτῶν τῆς ἐξουσίας ταύτης ἀπέστησε. Δεῖγμα δὲ τῆς τοῦ Λέοντος κακοπραγίας πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. ἐγγὺς τοῦ τεμένους τῆς ἁγίας τοῦ θεοῦ σοφίας οἶκος δεδόμητο λαμπρός, ἐν ᾧ βίβλοι τεθησαυρισμέναι ἦσαν, τὸν ἀριθμὸν ὡσεὶ τρισμύριαι ἑξακισχίλιαι πρὸς ἄλλαις πεντακοσίαις, ἔχουσαι φύλακά τε καὶ προϊστάμενον ἄνδρα τίμιον καὶ σοφόν. ἦσαν δὲ καὶ ὑπ' αὐτὸν ἕτεροι ἄνδρες θαυμαστοί, ὡσεὶ ιβʹ, ἀμισθὶ τοὺς θέλοντας ἐκπαιδεύοντες· τοσοῦτον δὲ τὴν ἀρετὴν ἦσαν περιώνυμοι ὡς καὶ τοὺς βασιλεῖς μηδέν τι πράττειν ἄνευ αὐτῶν. ὁ γοῦν κάκιστος κοινοῦται καὶ τούτοις τὰ τῆς ἀθέου γνώμης αὑτοῦ, καὶ μὴ ἔχων καταπειθεῖς εὑρεῖν αὐτοὺς ὕλην περισωρεύει εὐέξαπτον κύκλῳ τοῦ θείου ναοῦ, καὶ πῦρ ὑφάπτει λιπαρόν, καὶ πάντα ὁμοῦ καταφλέγει, τούς τε θείους ἐκείνους ἄνδρας καὶ σὺν αὐτοῖς τὰς βίβλους. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ πλούσιός τις ἦν ἐλεημοσύναις ὁμοῦ καὶ πορνείαις συζῶν, καὶ οὕτω καταγηράσας ἀπέθανε. 523 γίνεται οὖν στάσις περὶ τοῦ ποῦ ὁ τοιοῦτος τέτακται· οἱ μὲν γὰρ ἔλεγον ἄμωμον εἶναι δεῖ τὴν ἐλεημοσύνην, οἱ δὲ ταύτῃ καθαίρεσθαι τὰ ἁμαρτήματα διισχυρίζοντο. δεηθέντων οὖν τοῦ πατριάρχου τε Ῥωμανοῦ καὶ τῶν θεοφιλῶν ἐπισκόπων τοῦ θεοῦ περὶ τούτου, ἀπεκαλύφθη τινὶ ἐγκλείστῳ. ἑώρα γὰρ ἐντεῦθεν μὲν παράδεισον, ἐκεῖθεν δὲ φλόγα πυρὸς μεγίστην, μέσον δὲ τὸν τελευτήσαντα ἑστῶτα καὶ μέγα στενάζοντα· πρὸς ὃν ἄγγελος ἐλθὼν εἶπε τί μέγα στενάζεις; ἡ ἐλεημοσύνη σου ἐρρύσατό σε τῆς φλογός.» μανθάνομεν οὖν ἐντεῦθεν ὅτι οὐ τοσοῦτον ὠφελήσει τὸ ἀργύριον ἐκ ῥυπαρᾶς χειρὸς διδόμενον. ἀλλὰ καὶ Ζήνων ὁ βασιλεύς, ὥς πού φησιν, ἐμίγη γυναικὶ παρθένῳ, ἧς ἡ μήτηρ μὴ φέρουσα τὸ συμβὰν τὴν ἀειπαρθένον ἱκέτευε θεοτόκον ἐκτενῶς ὥστε λαβεῖν ἐκδίκησιν. καὶ ἤκουσε θείας ἐκεῖθεν φωνῆς οὕτω λεγούσης πρὸς αὐτήν θέλομεν ἐκδικῆσαί σε, ὦ γύναι· ἀλλ' ἡ δεξιὰ ἐκείνου ποιῆσαί με οὕτως οὐκ ἀφίησι.» ὁ δὲ θεολόγος Γρηγόριος πρὸς ἀκρίβειαν νομοθετῶν οὕτως εὕρηται λέγων μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται.» Ἐγένετο δὲ καὶ ἐν τῇ Ῥώμῃ τοιοῦτόν τι. μοναχός τις ἀφορισθεὶς ὑπὸ Γρηγορίου τοῦ πάπα ὡς παρὰ γνώμην τοῦ 524 ἡγουμένου αὐτοῦ καὶ παρὰ τὸν θεσμὸν τοῦ μοναστηρίου τοῦ αὐτοῦ Γρηγορίου ποιήσας τι, μετ' ὀλίγας ἐτελεύτησεν ἡμέρας. ὅπερ ἀκούσας ὁ πάπας μεγάλως ἐλυπήθη, διότι ἀπῆλθεν ὁ ἀδελφὸς ἐξαίφνης δεδεμένος ὤν. καὶ γράψας ἐν χάρτῃ εὐχὴν λύουσαν τῶν δεσμῶν τὸν τεθνεῶτα ἔδωκέ τινι διακόνῳ εἰπών ἄπελθε ἐπὶ τὸν τάφον τοῦ ἀδελφοῦ, καὶ ἀνάγνωθι αὐτήν.» καὶ τούτου γενομένου θεωρεῖ ὁ ἡγούμενος κατ' ὄναρ τὸν ἀδελφόν, καὶ λέγει αὐτῷ λύπην ἔχομεν, ἀδελφέ, περὶ σοῦ, ὅτι δεδεμένος ἐτελεύτησας· εἰπὲ οὖν ἡμῖν πῶς ἔχει τὰ κατά σε;» καὶ ὃς ἀποκριθεὶς εἶπεν ὄντως, πάτερ, εἰς φυλακὴν ἤμην ἕως χθές· σήμερον δὲ ἀπολέλυμαι.» καὶ ἐγνώσθη πᾶσιν ὅτι καθ' ἣν ὥραν ἀνέγνω ὁ διάκονος τὴν εὐχὴν ἐπὶ τοῦ τάφου, τοῦ δεσμοῦ παραδόξως ὁ ἀδελφὸς ἠλευθέρωτο. ὅσα δὲ δύναται ὁ παρὰ τῶν ἱερέων ἐπαγόμενος δεσμός, δῆλον ἐντεῦθεν. ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ Φίλωνος τοῦ φιλοσόφου εὕρηται ὅτι ἐν τῷ καιρῷ τῶν διωγμῶν ἐπίσκοπός τις ἀφώρισε πρεσβύτερον, ὃς ἀπελθών που διά τινα χρείαν κρατεῖται ὑπὸ Ἑλλήνων καὶ μαρτυρεῖ. ναὸς ἐκεῖσε αὐτῷ ἐγείρεται, τελεῖται τὰ ἐγκαίνια. καὶ ἅμα τῷ τὸν ἐπίσκοπον εἰπεῖν εἰρήνη πᾶσι,» τηνικαῦτα ἡ λάρναξ τοῦ 525 ναοῦ ἐξεπορεύετο. γίνεται τοῦτο δὶς καὶ πολλάκις. ὀπτάνεται ὁ μάρτυρ τῷ ἐπισκόπῳ, λέγων ἄπελθε, καὶ πεῖσον τὸν ἐπίσκοπόν μου ἐλθεῖν καὶ λῦσαί με. ἀφώρισέ με γὰρ τῆς λειτουργίας, καὶ συλλειτουργῆσαι ὑμῖν οὐ δύναμαι. καὶ τὸν μὲν στέφανον τοῦ μαρτυρίου ἔλαβον, τὸ δὲ πρόσωπον τοῦ θεοῦ οὐκ ἐθεασάμην. καὶ εἰ μὴ ὁ δήσας λύσει με, λῦσαι ἄλλος οὐ δύναται.» γίνεται ταῦτα, καὶ ἡ λάρναξ οὐκέτι τοῦ ναοῦ ἐξέρχεται. ὅθεν καὶ πάντες τῷ θεῷ δόξαν δεδώκασι τῷ διδόντι τοιαύτην ἐξουσίαν τοῖς δούλοις αὐτοῦ. ἀλλὰ καὶ ὁ χρυσορρήμων οὕτω φησίν ἡμεῖς μὲν οὖν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν τὰ δεσμὰ περιβάλλομεν. εἰ δέ τις τούτων καταφρονεῖ, ἐπιστήσεται ὁ τοῦ θανάτου καὶ τῆς κρίσεως καιρός, διδάσκων αὐτὸν ὡς ἀψευδὴς ὁ λόγος τοῦ κυρίου καὶ ὁ νόμος τῆς ἐκκλησίας αὐτοῦ.» Μετὰ δὲ Λέοντα ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος ὁ Κοπρώνυμος ἔτη λδʹ, ἐκ δεινοτάτου λέοντος ποικιλότροπος πάρδαλις. οὗτος πᾶσαν κακίαν μετήρχετο, τοὺς ἁγίους τε μὴ λέγειν ἁγίους ἐθέσπιζε, τὰ λείψανα διαπτύειν αὐτῶν, καὶ πρεσβείαν ἐκεῖθεν μὴ ἐκκαλεῖσθαι· οὐ δύνανται γάρ. καὶ τὸ πάσης βλασφημίας μεῖζον, ὅτι τοιαῦτα καὶ περὶ τῆς θεομήτορος ἐφρόνει· ἔλεγε γὰρ ὅτι ἕως οὗ εἶχεν ἐν ἑαυτῇ 526 τὸν Χριστόν, τετιμημένη ἐτύγχανε, ἀφ' οὗ δὲ τοῦτον ἀπέτεκεν, ὢ τῆς ἀνοχῆς σου Χριστέ οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχε, κατὰ τὴν εἰκόνα δῆθεν τοῦ βαλαντίου· πλῆρες μὲν νομισμάτων ὂν διὰ τιμῆς ἐστί, κενωθὲν δὲ οὐδενὸς λογίζεται ἄξιον. ἀλλὰ καὶ τοὺς ἱεροὺς ναοὺς ἀνιέρους ἔσπευδε ποιεῖν· τὰς γὰρ ἱερὰς μορφώσεις ἀπείληφεν, ἱππηλασίας δὲ ἀντ' αὐτῶν ὑπεζωγράφει καὶ κυνηγέσια. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς μοναχοὺς ἐδίωκε καὶ ὡς ἄρνας κατέσφαττε. Ταῦτα δὲ βλέπων ὁ προρρηθεὶς Ἀρτάβασδος συνάπτει πόλεμον αὐτῷ, καὶ τῆς βασιλείας ἐξώσας κράτωρ αὐτὸς ἀναγορεύεται. ἐντεῦθεν ἀνθεῖται τὰ τῆς εὐσεβείας, καὶ τὰ τῶν ἐκκλησιῶν τὸ πρώην κάλλος ἐλάμβανον. ἀλλ' ὁ Βελίαρ ἐπὶ τούτοις οὐκ ἔφερεν. ὑπέρχεται τὸ στρατιωτικόν, κολακείαις θερμαίνει. ἀθροίζει δύναμιν, τῷ Ἀρταβάσδῳ συνάπτει πόλεμον, νικᾷ κατὰ κράτος. χειροῦται αὐτὸν ζῶντα καὶ ὀφθαλμοὺς ἐξορύττει, καὶ κράτωρ αὖθις ἀποκαθίσταται ὁ δεύτερος ὄντως Ἰουλιανός· ἀνθρώπους καὶ γὰρ ἔθυε τῇ Ἀφροδίτῃ. ὅθεν καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ νοσήματα χαλεπὰ κατὰ θεομηνίαν συνέβαινον, κἀντεῦθεν θανατικὸν γέγονεν ἄρρητον. φθορὰ γὰρ ἀνθρώπων τηνικαῦτα ἐπέπεσεν ὁποία δὴ καὶ ἐν ταῖς ἡμέραις Ἰουστινιανοῦ· ὁλόκληροι γὰρ ἐκλείσθησαν οἶκοι. ἀλλὰ καὶ δείματα φοβερὰ ἑώρων οἱ ἄν527 θρωποι· ὡς ἐν ἐκστάσει καὶ γὰρ γινόμενοι ἐδόκουν ἐντυγχάνειν ἀνδράσι τισὶ βριαροῖς. τότε καὶ ψῦχος γίνεται μέγα καὶ πικρόν, ὥστε καὶ τὴν ἀρκτώαν τοῦ Πόντου παράλιον ἐπὶ μίλια ρʹ ἀπολιθωθῆναι τὸ πέλαγος ἐκ τοῦ κρύους, εἰς δὲ βάθος ἐπὶ πήχεσι λʹ, ὃ καὶ ἐπιχιονισθὲν ηὐξήθη πήχεις ἑτέρους κʹ. κατὰ δὲ μῆνα Φευρουάριον εἰς διάφορα τμήματα διαιρεθὲν ἐπὶ τὴν πόλιν αὐτὴν καὶ μέχρι τῆς Ἀβύδου κατῆλθεν, ἔχον ἐν ἑαυτῷ καὶ ζῶα πάμπολλα πεπηγμένα. τότε ὁ θέλων πεζοπορῆσαι ἀπὸ ἀκροπόλεως εἰς Χρυσούπολιν οὐκ ἐκωλύετο. τότε ὑπ' αὐτῶν συντριβόμενα τὰ τείχη μεγάλως ἐδονήθησαν. τότε ιβʹ νομίσματα ἐπράθη ὁ μόδιος ἡ κριθή. τότε τῆς κατὰ Μεσοποταμίαν γῆς σχισθείσης ἡμίονος ἀνεδόθη πολεμίων ἔφοδον ἀνθρωπίνῃ φωνῇ προσημαίνουσα. καὶ τότε Νικήτας τις εὐνοῦχος, τὰ πρῶτα φέρων παρὰ τῷ Κοπρωνύμῳ, μηδὲν ἄλλο εἰδὼς ἢ ἐσθίειν καὶ πίνειν, χειροτονεῖται πατριάρχης. οὗτός ποτε τὸ εὐαγγέλιον ἀναγινώσκων ἐν τῷ κελλίῳ αὐτοῦ, ἀντὶ τοῦ εἰπεῖν ἐκ τοῦ κατὰ Ματθαῖον ἐκ τοῦ κατὰ Ματθάϊον» ἐξεφώνησεν. ἐφ' ᾧ καί τις τῶν παρισταμένων εἶπε μὴ διαίρει τὴν αι δίφθογγον.» πρὸς ὃν ἐκεῖνος ἔφη μετὰ θυμοῦ φλυαρεῖς· τὰ γὰρ δίφθογγα καὶ 528 τρίφθογγα πολλὰ μισεῖ ἡ ψυχή μου.» ὁ δὲ τύραννος ἀπὸ ἐκστρατείας ὑποστρέφων ἀνθρακοῦται τὰ σκέλη, καὶ περὶ τὸ στρογγύλον θνήσκει λάβρῳ πυρετῷ συσχεθείς, τοῦτο καὶ μόνον ἐπὶ τούτοις εἰπών, ὅτι ζῶν ἀσβέστῳ πυρὶ παραδίδομαι διὰ τὴν Μαρίαν· ἀλλ' ἀπὸ τοῦ νῦν τιμάσθω. γίνωσκε δέ, ἀγαπητέ, ὅτι πολλὰ καὶ πολλάκις ζητήσαντες ὅθεν ἐκεῖνος ἐκλήθη Κοπρώνυμος, οὐδὲν ἄλλο ἢ τοῦτο μόνον εὕρομεν. χώρα τίς εστι Κάβαλα οὕτω λεγομένη. οἱ οὖν ἐκεῖθεν ὁρμώμενοι Καβαλῖνοι πάντως ἐλέγοντο. ἐκεῖθεν οὖν καὶ αὐτὸς τὴν γέννησιν ἔσχηκε, καὶ ἐπειδὴ κατά τινα συνήθειαν Καβαλίνα ἡ κοπρία λέγεται, δικαίως ὁ κάκιστος ἐκεῖνος ἐπεκλήθη Κοπρώνυμος, ὡς ὄνομα κοπρίας ἐν ἑαυτῷ δῆθεν ἐπιφερόμενος. Μετὰ δὲ τοῦτον κρατεῖ ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ Λέων ἔτη εʹ, εὐσεβὴς μὲν ὢν κατ' ἀρχάς. ἔπειτα δὲ τὸ τῆς ἐκκλησίας στέμμα φορεῖ, ὅθεν ἀπανθρακωθεὶς ὥσπερ ὑπὸ λαβροῦ πυρετοῦ τελευτᾷ. τότε καὶ ὁ κύων ἐκεῖνος ἦν ὁ τὸν φονέα τοῦ κυρίου αὐτοῦ γνωρίσας ἐν καπηλείῳ εἰσελθόντα τοῦ πιεῖν οἶνον. ὁ γὰρ κύων μετὰ τὸ φονευθῆναι τὸν κύριον συνοδεύοντά τινι κακούργῳ καθ' ὁδὸν προσήλυτος ἐν πανδοχείῳ γέγονεν. ἐκεῖσε γοῦν τυχαίως εἰσελθὼν ὁ φονεὺς ἐγνωρίσθη 529 παρὰ τοῦ κυνός, καὶ τοσοῦτον ἦν ἐκεῖνος ὑπ' αὐτῷ ὑλακτῶν ὥστε ὑποψίαν οὐκ ἀγαθὴν δοῦναι περὶ αὐτοῦ. κρατεῖται λοιπὸν ὁ φονεύς, προσάγεται τῷ ἄρχοντι, ἐτάζεται ἀκριβῶς, ὁμολογεῖ καὶ ἄκων, καὶ τελευταῖον ὡς κακοῦργος ἀναιρεῖται. Μετὰ δὲ τοῦτον κρατεῖ ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῇ αὐτοῦ μητρὶ Εἰρήνῃ ἔτη ιζʹ, ὑφ' οὗ ἡ εὐσέβεια κρατύνεται καὶ τὰ μοναστήρια πλατύνονται. τότε καὶ ἐν τῇ Θρᾴκῃ ὀρύσσων τις εὗρε λάρνακα ἐν ᾗ γεγραμμένον ἦν Χριστὸς γεννᾶσθαι μέλλει ἐκ Μαρίας τῆς παρθένου, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασιλέων ὄψει με πάλιν, ὦ ἥλιε.» ἡ Εἰρήνη αὕτη τῷ υἱῷ αὐτῆς Κωνσταντίνῳ συμβασιλεύουσα, καὶ μὴ ἀνεχομένη τῶν παρὰ αὐτοῦ γινομένων (αὐτήν τε γὰρ τῆς βασιλείας ἐποίησεν ἔκπτωτον, εἰ καὶ μεταμεληθεὶς πάλιν ἐπὶ τὰ βασίλεια ταύτην ἀνήγαγε, καὶ τὴν ὁμόζυγον αὐτοῦ σώφρονα καὶ λίαν οὖσαν ἐξάγει, μῖξιν δὲ γυναικὸς ἄλλης ἀντεισάγει), τούτου χάριν ἐκτυφλοῖ αὐτὸν ὑπνώττοντα, ὡς ἐντεῦθεν καὶ τὸν ἥλιον ἐπὶ πλείστας ἡμέρας μὴ δοῦναι καθαρὰς τὰς ἀκτῖνας αὐτοῦ. ἀλλ' ἡ βασιλὶς Εἰρήνη μετάμελον ἐφ' οἷς δέδρακε σχοῦσα, καὶ θέλουσα τοῦ μίσους ἑαυτὴν ἀποπλῦναι, χρημάτων 530 θησαυροὺς τῇ πόλει ἐκκενοῖ καὶ λύει τὰ χρέα. πλὴν οὐκ ἐπενύσταξεν ὁ παντεπόπτης ὀφθαλμός· πρὸς βραχὺ καὶ γὰρ τῆς ἡδονῆς τοῦ κράτους αὕτη γευσαμένη ἀψινθιάζοντα πίνει κρατῆρα. ἐπανέστη καὶ γάρ τις τῶν συγκλήτου, τοὔνομα Νικηφόρος, τὴν ἀξίαν πατρίκιος ἀπὸ γενικῶν, καὶ τῆς βασιλείας αὐτὴν ἀτίμως ἐξίστησι. κρατεῖ τοίνυν ὁ Νικηφόρος οὗτος ἔτη θʹ, ἄνθρωπος φονικώτατος, δοῦλος χρυσοῦ, Μίδας ἄλλος ἄντικρυς, ὠνίους τὰς ἀρχὰς ποιούμενος. οὗτος πᾶσι μὲν ἐῴκει κατηφὴς εἶναι, τὸν δὲ χρυσὸν αὐτῷ προσάγουσι καὶ πάνυ χαρίεις ἐφαίνετο. ἀλλὰ καὶ βαρὺ τοῖς Βυζαντίοις ἄχθος ἐπέθηκε, χάριν τῶν γηρασάντων τειχῶν ἀπαιτεῖσθαι τὸ λεγόμενον δικέρατον ἐκέλευσε. πρὸς τούτοις δὲ ἐπεκράτει καὶ τὰ τῷ στρατῷ ἐποφειλόμενα. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ τὸ τῆς ἁγίας Εὐφημίας λείψανον κατὰ θαλάττης ῥιφὲν παρὰ τοῦ Κοπρωνύμου ἐν Λέσβῳ τῇ νήσῳ ἐπανεσώθη. καὶ περὶ μὲν τούτων οὕτως. ὁ δὲ Ζωναρᾶς ἐν τῷ χρονικῷ αὐτοῦ συντάγματι καὶ τάδε περὶ τούτου φησί. δύο λόγοι φέρονται· ὁ μὲν γὰρ λέγει πυρὶ παραδοθῆναι παρὰ τοῦ Κοπρωνύμου τὴν ἁγίαν Εὐφημίαν, εἰ καὶ τῆς ἐλπίδος ἐκεῖνος διήμαρτεν (ἀντ' αὐτῆς γὰρ ετερον 531 ἐκαύθη σῶμα), ὁ δὲ λέγει κατὰ βυθοῦ ῥιφῆναι αὐτήν, θείᾳ χάριτι περὶ τὴν Λέσβον νῆσον ἐπανασωθῆναι. Τότε δὴ τότε κακῶς οὕτω τοῦ Νικηφόρου τὰ τῆς βασιλείας διέποντος θρόος ἄτακτος παρὰ τῷ λαῷ καὶ στάσις ὅτι πολλή. τότε καὶ Βαρδάνην τὸν στρατάρχην τὸ τῆς βασιλείας κράτος ἐκβιάζουσιν ἀναδήσασθαι. ὅθεν καὶ τὸ τῆς τύχης οὗτος ἄδηλον δεδιὼς διορατικῷ τινὶ προσέρχεται ἀνδρὶ τὰ μέλλοντα μαθησόμενος, καὶ δὴ καὶ μεμάθηκεν ἀπλανῶς πάντα τὰ συμβησόμενα. τὸν μέντοι Νικηφόρον, διάγε τὸ τὸν μέγαν Θεόδωρον τὸν Στουδίτην ὑπερόριον ποιῆσαι τοῦ δικαίου καὶ τῶν κανόνων ὑπερλαλοῦντα, ἡ θεία δίκη μετέρχεται· κατὰ Βουλγάρων γὰρ ἐκστρατεύσας ἐν τῷ πολέμῳ πίπτει καὶ τὴν κεφαλὴν ἀφαιρεῖται. τῷ παιδὶ Σταυρακίῳ τὰ σκῆπτρα καταλιμπάνει. ἀλλὰ καὶ Σταυράκιος ἐκ μέσου τάχιον γίνεται κατὰ ταύτην τὴν μάχην δορατότρωτος γεγονώς, κρατήσας μῆνας δύο. Μετὰ δὲ τοῦτον κρατεῖ Μιχαὴλ ὁ Ῥαγγαβὲ ὁ ἐπὶ θυγατρὶ Προκοπίᾳ τοῦ Νικηφόρου γαμβρός, ἔτη δʹ μῆνας θʹ, ὁ καὶ βασιλείας ἄξιος· πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἁγίους ἐπανεσώσατο. τοῦτον μέντοι τὸν Μιχαὴλ ἀρχὴν ὁ Σκυλίτζης τοῦ χρονικοῦ αὐτοῦ ποιεῖται συντάγματος. ὁ 532 διαληφθεὶς Βαρδάνης, ἡνίκα προσῆλθε τῷ κατά γε τὸ Φιλομίλιον διορατικῷ μοναχῷ, συνεφεπομένους εἶχε Λέοντα τὸν Ἀρμένιον, Μιχαὴλ τὸν τραυλὸν καὶ Θωμᾶν τινά. καὶ ὁ μὲν Βαρδάνης κατὰ τὴν τοῦ μοναχοῦ πρόρρησιν ἐκτυφλοῦται τυραννίδος ἐφιέμενος, ὁ δὲ Λέων ὕστερον καὶ ὁ Μιχαὴλ ἐγκρατεῖς τῆς βασιλείας γίνονται. τῷ μέντοι Μιχαὴλ τῷ Ῥαγγαβὲ ἡ τῆς βασιλείας ἀποβολὴ καὶ οὕτω δεδήλωται. παιδίσκη τις οἰκογενὴς ἦν τῷ Μιχαήλ· αὕτη κατά γε τὰς σεληνικὰς συνόδους πάθει μανίας ἡλίσκετο. ἡνίκα γοῦν τῷ πάθει συνείχετο, κατά γε τὸν Βουκολέοντα ἤρχετο, καὶ γεγωνότερον ἐβόα πρὸς τὸν βασιλέα κάτελθε, κάτελθε· ὑποχώρει τῶν ἀλλοτρίων.» γίνεται τοῦτο πολλάκις. ἐκπλήττεται ὁ βασιλεύς. κοινολογεῖται τὰ περὶ τούτου οἰκείῳ τινὶ Θεοδότῳ τοὔνομα. καὶ ὃς ἅμα τῷ γενέσθαι τὸ κοράσιον τῷ δαίμονι κάτοχον διερωτᾷ τε αὐτὸ καὶ μανθάνει τίνι προσήκει τὸ παλάτιον καὶ ὁποῖα τὰ τούτου γνωρίσματα. ὁ δὲ ἦν Λέων ὁ Ἀρμένιος. πολὺ τὸ ἐν μέσῳ καὶ παρὰ Μιχαὴλ πέμπεται πρὸς τῆς ἕω στρατηγὸς ὁ Ἀρμένιος. εἶτα μετέρχεται τὸ στρατιωτικόν, ἀνταίρει κατὰ Μιχαήλ. τρίχινον λοιπὸν οὗτος ἐνδύεται, καὶ τῆς βασιλείας ἑκὼν ὑπεξίσταται. 533 Κρατεῖ οὖν μετὰ τὸν Ῥαγγαβὲ ὁ Ἀρμένιος, ἔτη ζʹ μῆ- νας εʹ. καὶ τηνικαῦτα τὸ γένος φιλονεικῶν ἐκτρῖψαι τοῦ Μιχαήλ, τὰ παιδογόνα τοῦ παιδὸς αὐτοῦ μόρια, ᾧ ὄνομα Νικήτας, ἐκτέμνει, μή ποτε τεκνώσας ἀμύνηται αὐτόν. εἰς ἄνδρας οὖν ὁ παῖς οὗτος ἔρχεται, καὶ τῆς νέας ταυτησὶ Ῥώμης ἀρχιερεὺς χρηματίζει, μετακληθεὶς Ἰγνάτιος ἐν μετα- θέσει βίου. ὁ δὲ Λέων κατὰ τῶν ἁγίων εἰκόνων ὁπλίζεται. ἡ δὲ αἰτία τοιαύτη. ὁ προορατικὸς ἐκεῖνος τελευτᾷ μοναχός. διαδέχεται τὸ κελλίον αὐτοῦ μοναχὸς ἄλλος, Σαββάτιος τοὔνομα, ὃς καὶ πείθει τὸν Λέοντα ἐκ μέσου ποιῆσαι τὰς ἁγίας εἰκόνας. ὁ γὰρ Λέων τῆς βασιλείας ἐπιβὰς καὶ τῆς τοῦ μοναχοῦ προρρήσεως ἐπιμνησθεὶς στέλλει τάχα πρὸς ἐκεῖνόν τινας ἀμοιβάς· εὑρεθεὶς δὲ ὁ Σαββάτιος ουτος καταπλήττει τε διὰ γραφῆς, καὶ ἔκπτωσιν τῆς βασιλείας ἀπειλεῖ εἰ μὴ τὰς εἰκόνας αὐτὰς καταστρέψειεν. ἐντεῦθεν ἡ τῆς εἰκονομαχίας πυρκαϊὰ τῷ βασιλεῖ Λέοντι ὑπανάπτεται. τηνικαῦτα καὶ ὁ ἐν πατριάρχαις ἀοίδιμος Νικηφόρος μὴ πεισθεὶς τῇ εἰκονομαχίᾳ συνθέσθαι ἐξόριστος εἰς Προικόνησον γίνεται, καὶ πρὸ πολλοῦ τοῦτο εἰδώς, καὶ ὅτι ταράξει τὴν ἐκκλησίαν ὁ Λέων· ἔδοξε γὰρ τῷ μακαρίτῃ, ὁπηνίκα τὸ διάδημα τῇ τοῦ Λέοντος ἐπέθη κεφαλῇ, ἀκάνθαις καὶ τριβόλοις τὴν χεῖρα περιπαρῆναι. οὗτος οὖν ὁ μακάριος διὰ νηὸς εἰς τὴν

Intertext edge

Open linked passage

Note