Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 534 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
534.1.1
ὑπερορίαν στελλόμενος ὄρθιος ἵστατο καὶ πρός τινα τὸν ἀσπασμὸν ἐποιεῖτο. καὶ τί τοῦτο ἐρωτηθείς, καὶ πρὸς τίνα ποιεῖται τὸν ἀσπασμόν, πρὸς Θεοφάνην τὸν ὁμολογητὴν ἔλεγε, τὸν τοῦ Ἀγροῦ καθηγητήν, ἅτε κηροῖς καὶ θυμιάμασιν ἡμᾶς δεξιούμενον. ἐπὶ τούτοις ὁ Λέων τὴν τοῦ μοναχοῦ καθ' ἑαυτὸν στρέφων πρόρρησιν δέσμιον εἶχε τὸν Μιχαήλ, εἴγε καὶ μᾶλλον ὁ τοιοῦτος θρασὺς καὶ ἀναίσχυντος ἦν. ἐφ' ᾧ καὶ παρὰ τῇ συγκλήτῳ ψῆφος γίνεται πυρὸς γενέσθαι τὸν Μιχαὴλ παρανάλωμα. ὃ καὶ γενέσθαι ἔφθασεν ἄν, εἰ μή πως ἡ δέσποινα τὸ τοιοῦτον ἐκώλυσεν, εἰς μεσιτείαν τάχα προβαλλομένη τὴν ἐνεστῶσαν ἁγίαν τηνικαῦτα Χριστοῦ γέννησιν. ὁ μέντοι Λέων ἀπό τε ὀνειράτων καὶ χρησμῳδημάτων καὶ ἑτέρων τοιούτων τινῶν ἔντρομος ὢν τὴν ἀναίρεσιν ἐκείνου κατέσπευδεν· ἀλλὰ καὶ πρὸς τὴν ὁμόζυγον αὐτοῦ ἔλεγεν ὁ μὲν Μιχαὴλ ἤδη ἀνύεται διὰ σέ, σὺ δὲ καὶ οἱ ἔκ σου μετ' ὀλίγον μαθήσεσθε.» οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ Μιχαὴλ τῇ τοῦ προρρηθέντος μοναχοῦ προρρήσει θαρρῶν κατὰ Λέοντος μελετᾷ τὴν ἐπιβουλήν, ταύτην καὶ τῷ κατέχοντι αὐτὸν ἀποκαλύψας παππίᾳ. ταύτῃ τοι καὶ νυκτὸς εἰσάγεται σὺν τοῖς ψαλμῳδοῦσι στρατιώτας ἐνόπλους. καὶ ὁ μὲν Μιχαὴλ εἰς τὸν βασιλικὸν ἀνάγεται θρόνον, δεσμῷ τοὺς 535 πόδας κατεχόμενος σιδηρῷ· τὸν δὲ Λέοντα καὶ προσπεφυγότα τῷ θείῳ ναῷ ἀνηλεῶς ἐκτέμνει τοῖς ξίφεσι. Κρατεῖ τοίνυν μετὰ τὸν Λέοντα ὁ τραυλὸς Μιχαήλ, ἔτη ηʹ, ὁ καὶ ἐξ Ἀμορίου ὁρμώμενος, δυσσεβὴς μὲν ὤν, οὐ μὴν δὲ καὶ ἀσεβεῖν ἀναγκάζων τοὺς εὐσεβεῖς. ἐφ' ᾧ καὶ ἀνίενται τηνικαῦτα οἱ ἅγιοι, ὁ μέγας τε Θεόδωρος ἀπὸ τῆς ὑπερορίας ἀνάγεται· προέφθασε γὰρ αὐτὸν ἐξορίσας ὁ Ἀρμένιος καὶ πολλὰ κακὰ ποιήσας ἅτε τῶν ἁγίων εἰκόνων ὑπερμαχόμενον. τούτου μέντοι τοῦ Μιχαὴλ βασιλεύοντος Θωμᾶς τις χεῖρα βαρεῖαν συλλέξας ἐξ ἀνατολῆς τε καὶ δύσεως, τριήρεις τε οὐκ ὀλίγας ποιήσας, κατὰ τῆς βασιλίδος ἐκστρατεύει τῶν πόλεων. τοσαύτη δὲ δύναμις ἦν ὥστε καὶ τὴν ἀπαιωρηθεῖσαν ἐν ἀκροπόλει ἅλυσιν διακλάσαι καὶ πρὸς Βλαχέρνας ἀπελθεῖν. ἐν ὅλοις λοιπὸν τρισὶν ἔτεσι τὰ τοῦ πολέμου κεκρότηται. εἶτα ὁ Θωμᾶς ἡττᾶται, φεύγει, εἰς Ἀδριανούπολιν ἔρχεται. καιρὸν ἱκανὸν ἐκεῖσε παρὰ τοῦ Μιχαὴλ κύκλῳ τετήρηται. προδίδωσι καὶ ἄκων, κρατεῖται, χεῖρας καὶ πόδας τέμνεται, ἐπ' ὄνου κάθηται, τοῦτο καὶ μόνον λέγων ἐλέησόν με, ἀληθῶς βασιλεῦ.» Μετὰ δὲ τὸν Μιχαὴλ Θεόφιλος ὁ υἱὸς αὐτοῦ, ἔτη ιβʹ μῆνας γʹ. καὶ τηνικαῦτα ἐκλογὴν ποιεῖται κορασίων, ὧν μία 536 καὶ ἡ Κασία, ἣν δὴ καὶ ἀποπέμπεται διὰ τὴν πλὴρη συνὲσεως ἀπόκρισιν αὐτῆς· μῆλον γὰρ ἐπιδεδωκὼς αὐτῇ ὡς ἐρασθεὶς δῆθεν ἐπὶ τῷ κάλλει αὐτῆς, καὶ εἰπὼν ἐκ γυναικὸς ἐρρύη τὰ φαῦλα,» ἤκουσεν ἐξ αὐτῆς ὅτι καὶ ἀπὸ γυναικὸς πηγάζει τὰ κρείττονα. ἐφ' ᾧ καὶ τὴν Παφλαγόνα Θεοδώραν ἠγάγετο. οὗτος καθ' ἑκάστην ἑβδομάδαν διὰ τῆς ἀγορᾶς ἔφιππος εἰς τὸν ἐν Βλαχέρναις ναὸν ἀπήρχετο· εἰ γὰρ καὶ τιμὴν ταῖς ἁγίαις εἰκόσιν οὐκ ἔνεμεν, ἀλλὰ τῷ σωτῆρι καὶ αὐτῇ τῇ θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. οὗτος καὶ περὶ τῶν ἐν τῇ ἀγορᾷ προκειμένων ὠνίων ἠρώτα, καὶ εἰ πολλοῦ ἐπιπράσκοντο, κατὰ τοῦ ἐπάρχου ὠργίζετο. τούτῳ προσῆλθέ τις γυνὴ παρὰ τοῦ τῆς Αὐγούστας συγγόνου Πετρωνᾶ ἀδικουμένη· οἴκημα καὶ γάρ τι ὑψώσας ἔβλαπτε γειτονοῦσαν αὐτήν. ὁ γοῦν Πετρωνᾶς ἐπεφωνήθη μέν, οὐ διωρθώσατο δέ. ἐφ' ᾧ αἰκίζεται δεινῶς, καὶ τοῦ οἰκήματος ἀνατραπέντος ἡ ὕλη πᾶσα τῇ γυναικὶ δίδοται. ἡνίκα δὲ καὶ προκύψας τὸ τῆς δεσποίνης εἶδεν ἔγγομον πλοῖον, πυρίκαυστον κελεύει γενέσθαι, λέγων βασιλέα με τοῦ θεοῦ ἀναδείξαντος, σὺ βιάζεις ποιῆσαί με ναύκληρον. ἄλλως τε εἰ μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς περιποιεῖσθαι σπεύδομεν, πόθεν ἂν τὰ πρὸς ζωὴν οἱ ἰδιῶ537 ται πορίζοιντο;» τοσοῦτον δὲ μεγαλοπρεπὴς βασιλεὺς ὁ Θεόφιλος ἦν ὥστε καὶ θαυμαστά τινα φιλοτεχνήσασθαι ὄργανα. πνεῦμα καὶ γὰρ ἐκεῖθεν ἐν μηχανῇ τινὶ ἀναπεμπόμενον μελῳδίαν ἀπήχει τερπνὴν καὶ εὐκέλαδον. ἀλλὰ καὶ χρυσᾶ κατεσκεύασε δένδρα, ἐν οἷς παντοδαποὶ στρουθοὶ καθήμενοι μελῴδημα μελιτόεν ἐξέχεον. Ἀνθρώπιόν τι ἐν ἀνακτόροις περιεστρέφετο, παρακοπὴν φρενῶν ἔχον, Δένδερις καλούμενον. ποτὲ γοῦν ὁ βασιλεὺς ἐρωτήσας αὐτὸ πόθεν ἥκει, παρὰ τῇ Μάννᾳ πορευθῆναι ἔλεγεν· οὕτω γὰρ ἐκάλει τὴν δέσποιναν. ἀλλὰ καὶ νινία καλὰ διεβεβαιοῦτο ἔχειν αὐτήν. εἰκόνας οὖν ὁ βασιλεὺς ὑποτοπάσας εἶναι τὰ νινία κατὰ τῆς βασιλίδος ἐξώργιστο. ἡ δὲ σοφῶς τὸν ἄνδρα κατεσοφίσατο· οὐδὲ γὰρ εἰκόνας εἶδεν ὁ Δένδερις» ἔλεγεν, ἀλλ' ἐνατενιζούσης μου τῷ κατόπτρῳ τὰς ἐκεῖθεν ἀντανακλωμένας ἑώρα μορφάς, ἃς δὴ καὶ νινία ὠνόμασεν.» ἐπὶ τοσοῦτον δὲ ἀπεστρέφετο τὰς εἰκόνας ὁ Θεόφιλος ὥστε καὶ τὸν ἱερὸν Μεθόδιον, ἅτε τῶν εἰκόνων ὑπερμαχόμενον, ἐν σπηλαίῳ τινὶ κατέκλεισεν ὥσπερ νεκρὸν ἐν μνημείῳ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δύο λῃστὰς σὺν αὐτῷ. τότε δὴ τότε καὶ τελευτήσας ὁ εἷς πόσης δυσοσμίας αἴτιον τῷ μακαρίῳ γέγονε; τηνικαῦτα καὶ οἱ κεντηθέντες τὰ μέτωπα

Intertext edge

Open linked passage

Note