Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 538 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
538.1.1
πρὸς τὴν ὑπερορίαν στελλόμενοι γραφὴν ἐγχαράττουσι τῷ Μεθοδίῳ διά τινος ἰχθυοθήρα ἐν μέτρῳ ἰαμβείῳ κατὰ λέξιν ἔχουσαν οὑτωσί. τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ, ναίοντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον, γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. ἀντιγράφει δὲ καὶ αὐτὸς πρὸς αὐτούς τοὺς ταῖς βίβλοισιν οὐρανῶν κλησιγράφους καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. τὸν μέντοι Μεθόδιον παραδόξως ὁ θεὸς ἐκεῖθεν ἐξήγαγεν. ὁ γὰρ Θεόφιλος φιλολόγος ὢν γραφαῖς τισὶ δυσνοήτοις ἐνέτυχεν, ὧν τὴν λέξιν οὐχ εὕρισκεν. ἀκούσας οὐν παρά τινος ὡς οὐδεὶς ἕτερος τὰς τοιαύτας σαφηνίσει γραφὰς εἰ μὴ ὁ ἐν μνήματι Μεθόδιος, ἐκεῖθεν αὐτὸν αὐτίκα μετεκαλέσατο καὶ διὰ τιμῆς εἶχεν ὅτι πολλῆς. αἱ μέντοι σιαγόνες αὐτοῦ παραλυθεῖσαι ὑπὸ Θεοφίλου διὰ τὸ τῶν ἁγίων εἰκόνων ὑπερλαλεῖν (μετὰ γὰρ τὴν ζʹ σύνοδον ὁ βασιλεὺς οὗτος τὴν εἰκονομαχίαν ἀνενέωσεν) ὀθόνῃ λεπτῇ ἐδέδεντο. ταύτῃ τοι καὶ συνήθεια μέχρι τοῦ νῦν, ὡς οἶμαι, κεκράτηκεν ἐν ἀρχιερεῦσι τὸ καὶ τοῖς ἐμπροσθίοις μέρεσι δεδεμένας ἔχειν ὀθόνας. 539 Ἀλλὰ καὶ τελευτῶν ὁ Θεόφιλος ἠξίου μήτε τὰς ἁγίας εἰκόνας ἀναστηλωθῆναι μήτε τὸν πατριάρχην Ἰωάννην τὸν καὶ γόητα καθελεῖν. ἀλλὰ μετὰ θάνατον ἐκείνου καθελοῦσα τοῦτον ἡ Θεοδώρα τὸν ἱερὸν ἀντεισῆξε Μεθόδιον, εἰ καὶ γύναιόν τι πορνίδιον οἱ ἐξ ἐναντίας ὑπελθόντες διαβάλλουσι τὸν Μεθόδιον. κρίσις οὖν ἐπὶ τούτοις προβαίνει, καὶ τὸ κράσπεδον ἄρας ἀπογυμνοῖ τὴν αἰδῶ. ἡ δὲ ἦν κατεψυγμένη πάντῃ καὶ μεμαρασμένη. καὶ τὴν αἰτίαν ἐρωτηθεὶς δι' ἣν ὁ τοσοῦτος γέγονε μαρασμός, ἔλεγεν ὅτι ποτὲ κατὰ χρείαν εἰς Ῥώμην σταλείς, κἀκεῖσε πύρωσιν παθὼν σαρκικήν, δέομαι τῶν μαθητῶν τοῦ Χριστοῦ. ἐφ' ᾧ καὶ δοκῶ κατ' ὄναρ ἰδεῖν τὸν κορυφαῖον Πέτρον, καὶ οὗ τῆς αἰδοῦς ἁψαμένου μου πῦρ ἐδόκουν αὐτὴν περιβόσκεσθαι. ἔκτοτε οὖν τὰ μόρια ταῦτα νενέκρωται, καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε. καὶ ἡ μὲν πρώτη γυνὴ τὸν Ἀδὰμ ἐξάγει τοῦ παραδείσου, ἡ δὲ κυρὰ Θεοδώρα εἰσάγει τὸν ὁμόζυγον αὐτῆς εἰς τὸν παράδεισον. ὡς οὖν ἔλαβε πληροφορίαν τοῦ πράγματος, φιλοφρονεῖται τοὺς ἁγίους τούτους πατέρας, δι' ὧν ἄρα καὶ ἡ πρὸς θεὸν γέγονε δέησις. ἡνίκα γοῦν ἐφιλοφρόνει αὐτούς, συμπαρῆν καὶ ὁ γραπτὸς Θεοφάνης Νικαίας. ταύτης οὖν ἐνατενιζούσης αὐτῷ καὶ τὰ στίγματα θαυμαζούσης ἔλεγε τί με 540 συχνῶς ὁρᾷς; τότε διαδικάσομαι περὶ τούτου τῷ ἀνδρί σου.» ἣν δὴ καὶ πολλὰ δυσχεράνασαν τούτου ἕνεκεν ὁ πατριάρχης παρεμυθεῖτο Μεθόδιος. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἐπὶ τῆς τοῦ Θεοφίλου βασιλείας Λέων ὁ φιλόσοφος ἦν, κεκρυμμένος μὲν τοῦ πρώτου καὶ πάντῃ ἄγνωστος ὤν, τούτῳ δὲ γεγονὼς τῷ τρόπῳ κατάδηλος. νεανίας τις γεωμετρικῆς ἐπιστήμης ἔμπειρος ὢν αἰχμάλωτος ἄγεται. εἶτα παρὰ τοῦ κατέχοντος αὐτὸν Ἀρμεμουμνῆ ζήτησις γίνεται γεωμετρικῶν θεωρημάτων. παρίσταται καὶ ὁ νεανίας, τὴν αὐτοῦ σοφίαν δείκνυσι, θαυμάζεται. ἐρωτᾶται εἰ καί τινες ἕτεροι τοιοῦτοι παρὰ τῇ βασιλευούσῃ εὑρίσκονται. καὶ ὁ Ἀρμεμούμνης μαθὼν περὶ τοῦ σοφοῦ Λέοντος, τίς τε ἦν καὶ ὅπως εἰς ἄκρον ἐληλάκει πάσης σοφίας καὶ ἐπιστήμης, γράφει πρὸς τὸν βασιλέα Θεόφιλον ὡς ἂν ἀποστελεῖ τὸν φιλόσοφον πρὸς αὐτόν· ἀντὶ δὲ τούτου δοθήσεται χάρις χρυσίου κεντηνάρια ρʹ καὶ φιλία αἰώνιος. καὶ ὁ Θεόφιλος ἄτοπον κρίνας εἰ τὴν τῶν ὄντων γνῶσιν, δι' ἣν τὸ τῶν Ῥωμαίων γένος θαυμάζεται, ἔκδοτον ποιήσει τοῖς ἔθνεσι, πρὸς τὰ αἰτηθέντα οὐκ ἐπένευσε. γνωρίζεται οὖν ἐντεῦθεν ὁ τὰ πάντα σοφώτατος Λέων, διδάσκαλος προχειρίζεται, τελευταῖον εἰς τὸν τῆς Θεσσαλονίκης θρόνον ἀνάγε541 ται παρὰ πατριάρχου Ἰωάννου τοῦ μεγάλου. τῶν εἰκονομάχων τηνικαῦτα καθαιρεθέντων συγκαθῃρέθη καὶ αὐτός. μεγίστην δὲ τιμὴν παρά γε τοῖς Θεσσαλονικεῦσιν ἔφερε καὶ δι' ἄλλα μὲν πολλά, μάλιστα δὲ δι' ἣν ἐπήνεγκε τοῦ λιμοῦ λύσιν, τὴν τῶν ἀστέρων ἐπιτολὴν διασκεψάμενος κἀκείνους ἀναπείσας τὰ σπέρματα τηνικαῦτα καταβαλεῖν. Ὁ μέντοι Θεόφιλος γαμβρὸν εἶχεν Ἀλέξιον, οὗ Μωσηλὲ τὸ ἐπώνυμον· καὶ Μανουήλ τις ἐν αὐτῷ παραδυναστεύων ἦν. ὁμοίως καὶ Θεόφοβός τις, ὃν δὴ καὶ θανάτῳ καθυποβληθῆναι κελεύει, μή ποτε νεώτερόν τι εἰργάσηται. ἀφαιρεῖται οὖν ἡ ἐκείνου κεφαλὴ καὶ τῷ Θεοφίλῳ προσάγεται. τῶν οὖν τριχῶν αὐτῆς ἁψάμενος ἔφη οὔτ' ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφοβος.» ἐπὶ τούτοις οὖν ἐξηρεύξατο τὴν ψυχὴν δυσεντερίᾳ πρότερον συσχεθείς· τὸ δὲ ταύτης αἴτιον ψυχροποσία. Μετὰ δὲ τοῦτον κρατεῖ Μιχαὴλ ὁ μεθυστὴς σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ ἔτη ιδʹ, καὶ μόνος ἔτη ιαʹ. κατάγει δὲ αὐτὴν καὶ ἀποκείρει· μόνος γὰρ ἤθελε σκῆπτρα τὰ Ῥωμαίων ἰθύνειν, εἰ καὶ μὴ πρὸς καλὸν ἀπέβλεπε τὰ ἐκείνου. τιʹ γὰρ οὐκ ἔλεγε; τιʹ δὲ οὐκ ἔπραττε; πολλάκις καὶ μηδέ τινος χρείας κατεπειγούσης, χωρὶς φυλάκων καὶ φρουρᾶς, ἄτερ δορυφορούντων, ἐπὶ μέσων ἐκεῖνος τριόδων παρώδευε. καὶ τιʹ χρὴ 542 πολλὰ λέγειν; ἐπὶ χείρονα καθ' ἑκάστην προκόπτων ζωήν, καὶ κατ' αὐτῶν ἐλύττησε τῶν μυστηρίων ὁ κάκιστος. βαλὼν γὰρ εἰς κρατῆρα δριμύτατον σίνηπι τὴν ἁγιστείαν ἐκεῖθεν ἐτέλει τὴν μυστικήν, παίζων ὁ τάλας ἐν οὐ παικτοῖς καὶ γελῶν ἐν ἀγελάστοις ὁ δείλαιος. ἡ μέντοι Θεοδώρα παραδίδωσι πρὸς αὐτὸν χρυσοῦ κεντηνάρια ϛʹ καὶ ἀργυρίου ὡσεὶ γʹ. ἀλλ' ὁ Μιχαὴλ τρία καὶ μόνα τελευτῶν ἀφῆκε, κρατήσας ἔτη ιαʹ μετὰ τὴν Θεοδώρας διάζευξιν· περὶ γὰρ μέθας καὶ ἱπποδρομίας κατήγετο. τοσοῦτον δὲ τῶν τοιούτων ἐξείχετο θεάτρων ὡς αὐτὸς μὲν φορεῖν τὸ Βένετον καὶ ἱππηλατεῖν, ὁ δὲ λογοθέτης τὸ Πράσινον. καί ποτε γοῦν τοῦ ἱππικοῦ ἐνστάντος ἀγῶνος ὁ τοῦ δρόμου πρωτονοτάριος ἐφίσταται λέγων ὅτι ἐν τοῖς Μελαγγείοις, ἅτινα Μελάγυνα ἰδιωτικῶς λέγονται, Σαρακηνοὶ προσέβαλον· καὶ ὁ βασιλεὺς ἐν τοιούτῳ μοι» ἔφη ἀγῶνι, καὶ τὸν μέσον εὐώνυμον καταστῆσαι σπεύδοντι, αὐτός, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς ἀγγελίαν ἐπάγεις μοι;» τοιούτοις οὖν ὁ Μιχαὴλ ἐνασχολούμενος τοὺς βασιλικοὺς ἐκένωσεν, ὡς εἴρηται, θησαυρούς· καὶ αὐτοὺς γὰρ τοὺς ἡνιόχων παῖδας ἐκ τῆς ἱερᾶς κολυμβήθρας ἀναλαμβανόμενος ἐδίδου ἑκάστῳ αὐτῶν ἀνὰ χρυσίου λίτρας ρʹ. Πρὸς τοῖς ἄλλοις καὶ τοῦτο τὴν τοῦ Μιχαὴλ ἀβελτηρίαν 543 παρίστησιν. ἀπὸ Ταρσοῦ μέχρι καὶ αὐτοῦ τοῦ παλατίου φρυκτοὶ κατά τινας τόπους ἀνεφλέγοντο κατὰ διάδοσιν τὰς τῶν Σαρακηνῶν ἐπιδρομὰς προμηνύοντες. ἡνιοχείας οὖν τελουμένης κατά γε τὸν ἐν τῷ στενῷ τοῦ μεγαλομάρτυρος ναὸν Μάμαντος, καὶ τὸ Βένετον ἐνδεδυμένου τοῦ βασιλέως αὐτοῦ, ἀγγελία γέγονεν ἀπό γε τοῦ κατὰ τὸν Φάρον φρυκτοῦ. ἀνίᾳ γοῦν ἐπὶ τούτῳ συσχεθεὶς ὁ βασιλεὺς ἐκ μέσου ποιεῖ τοὺς θαυμαστοὺς ἐκείνους φρυκτούς, ὡς μηκέτι τοιαύταις ἀγγελίαις οἱ θεαταὶ δειλαινόμενοι τὸ θέατρον καταλύωσιν. Οὗτος ὁ Μιχαὴλ χρημάτων ἀπορήσας καὶ τὰς χρυσᾶς ἐκείνας πλατάνους, ἃς ὁ φιλόσοφος κατεσκεύασε Λέων, ὡς ἄνωθεν ἔφημεν, ἐν αἷς στρουθοὶ καθήμενοι διὰ μηχανῆς ἐκελάδουν, ὡσαύτως δὲ καὶ τοὺς λέοντας, ἃ πρὸς ἔκπληξιν τῶν ἐθνῶν μεμηχάνηται (καὶ οὗτοι γὰρ ἔστιν ὅτε βρυχώμενοι ἐθαυμάζοντο), κατακόψας ἀνάλωσεν. Ἐπὶ τούτοις οὖν ἡ Θεοδώρα πολλὰ παραινοῦσα τὸν Μιχαὴλ τῶν βασιλείων ἔκπτωτος γίνεται· ὁ γὰρ ἐκ μητρὸς αὐτῷ θεῖος, ᾧ Βάρδας ὄνομα, πάντα κάλων κινήσας καὶ παντοίως ὑπελθὼν αὐτόν, τὴν μὲν βασίλισσαν πόρρω γενέσθαι τῶν βασιλείων οἰκονομεῖ, ἑαυτὸν δὲ προχειρισθῆναι Καίσαρα. ἔκτοτε οὖν πάντα ποιῶν ὡς ἀντάναξ οὐ διέλιπε. 544 πρὸς τούτοις δὲ καὶ παρανομίαν ἐτόλμα, υἱοῦ γνησίου γαμετῇ συνεφθείρετο. μανθάνει ταῦτα καὶ ὁ τότε πατριάρχης Ἰγνάτιος· ἐφ' ᾧ νουθετεῖ, παραινεῖ, καὶ τελευταῖον ἐκδιώκει τῶν ἁγιασμάτων αὐτόν. μαίνεται ὁ Βάρδας, καὶ τὸν μὲν Ἰγνάτιον τῆς ποίμνης ἐξίστησιν, ἀντ' αὐτοῦ δὲ προχειρίζεται Φώτιον. ἀλλ' ἐντεῦθεν οἵοις καὶ ὅσοις ἐβλήθη δεινοῖς παρὰ Φωτίου ὁ Ἰγνάτιος, ἵν' ἑκὼν φανείη παραιτούμενος, οὐκ ἔστιν εἰπεῖν. ἀπορριζοῦσι γὰρ αὐτοῦ τοὺς ὀδόντας, προσεφαπλοῦσι γυμνὸν κοπροφέρτῳ τινὶ λάρνακι τὸν τοῦ καταπτύστου Κοπρωνύμου φερούσῃ νεκρόν. ἀλλ' οὐκ ἐπὶ πλέον ἀνέχεται ὁ θεός· ὁ μὲν γὰρ Φώτιος αὐτίκα τοῦ θρόνου ἐκβάλλεται, ὁ δὲ Βάρδας κακῶς τῶν ὧδε μεθίσταται. κατὰ γὰρ τοῦτο καὶ σημεῖά τινα τὸν ὄλεθρον αὐτοῦ κατεμήνυον, ἐπιτολαὶ κομητῶν, ὄψεις ὀνειράτων ἀλλόκοτοι. ἐδόκει γὰρ ὁ Βάρδας πρὸς τὴν μεγάλην ἐκκλησίαν ἀπελθεῖν, καὶ τῷ τοῦ πατριάρχου θρόνῳ τὸν κορυφαῖον Πέτρον ἰδεῖν ἐγκαθήμενον, καὶ τοῖς ποσὶν αὐτοῦ τὸν ἁγιώτατον Ἰγνάτιον ἐγκυλινδούμενον, κἀκεῖθεν ὧν ἔπαθε παρὰ τοῦ Καίσαρος αἰτοῦντα ἐκδίκησιν. καὶ ὁ Βάρδας εὐθέως ἑώρα ῥομφαίαν διδομένην ὡς ὑπ' αὐτῆς αὐτὸν μεληδὸν διατμηθῆναι. οὐ πολὺς διῆλθε καιρός, καὶ κατὰ τοῦ Βάρδα θάνατος μελετᾶται παρὰ Μιχαὴλ τὴν 545 ἐκείνου δυναστείαν δεδοικότος. ξιφήρεις οὖν τοὺς κατ' αὐτοῦ ἐπιόντας ὁ Βάρδας ἰδὼν τοῖς τοῦ βασιλέως ἑαυτὸν ἐπιρρίπτει ποσίν. ἀλλ' ἀποσπῶσι τοῦτον ἐκεῖθεν καὶ μεληδὸν κατατέμνουσι. τὰ δὲ παιδογόνα αὐτοῦ μόρια κοντῷ ἀπαιωροῦσι καὶ τῷ λαῷ παραδειγματίζουσι. Μετὰ δὲ ταῦτα φυσικῆς γονῆς ὁ Μιχαὴλ ἀπορῶν, ὥς φησιν ὁ Σκυλίτζης, καὶ τὰ κοινὰ διεξάγειν οὐχ οἷός τε ὢν ἅτε τοῦ Βάρδα ἐξ ἀνθρώπων γενομένου, εἰσποιεῖται τὸν Βασίλειον εἰς υἱόν, καὶ τῇ τῶν μαγίστρων ἀξίᾳ τιμήσας διάδημα μετὰ μικρὸν αὐτῷ παρατίθησιν. εἶθ' οὗτος ὁ Μιχαὴλ παρὰ Βασιλείου ἐλεγχόμενος ἐφ' οἷς ἔπραττε, ποιῆσαι τοῦτον ἐκ μέσου ἐφρόντιζε. τιʹ γοῦν ποιεῖ; Βασιλίσκον τινὰ (φιλοτιμήσασθαι γὰρ ἤθελεν αὐτόν, ὅτι προφθάσας ὕμνησε τὸ κράτος αὐτοῦ διὰ τὸ καλῶς δῆθεν ἡνιοστροφῆσαι) εἰς μέσον ἀγαγὼν τὴν πορφύραν αὐτὸν ἐνδύει καὶ τὸ διάδημα, πρὸς τὴν γερουσίαν εἰπών πάλαι μὲν οὖν ἔδει τουτονὶ τὸν ἄνδρα, ὦ φίλοι, εἰς τὸν περίβλεπτον κόσμον τῆς βασιλείας ἀναγαγεῖν, ἢ τὸν Βασίλειον ἐφ' ᾧ καὶ μεταμεμέλημαι.» ἀλλ' ἐντεῦθεν ἡ τοῦ Μιχαὴλ κατάλυσις λαμβάνει ἀρχήν, εἰ καὶ μᾶλλον ἀκρατοποτῶν οὐ διέλιπε τοῖς ὑπ' αὐτὸν πολλὰ κακὰ προξενῶν, ἄλλου μὲν ὦτα κελεύων ἀφαιρεῖσθαι, ἑτέρου δὲ 546 ῥῖνα καὶ κεφαλὴν ἄλλου. ἀλλ' ἐν τούτοις ἐμποδίζοντα τὸν 546 Βασίλειον εἶχεν. ἐφ' ᾧ δόλον μελετᾷ κατ' αὐτοῦ· ἐνέσκηψε γάρ τινι βέλος ἀφιέναι τῷ δοκεῖν μὲν κατα θηρίου τῇ δὲ ἀληθείᾳ κατὰ Βασιλείου. καὶ ὃς πάντα ἐννοήσας ἔδρασε μᾶλλον ἐπὶ Μιχαὴλ ὅπερ αὐτὸς ἔμελλε ἀπ' αὐτοῦ παθεῖν· ἐφ' ᾧ καὶ φονεύει αὐτὸν κατὰ τὸν ἅγιον Μάμαντα. Κρατεῖ οὖν μετὰ Μιχαὴλ τὸν μεθυστὴν Βασίλειος ὁ Μακεδὼν ἔτη κʹ. οὗτος βρεφύλλιον ὤν, καθά φησι Ζωναρᾶς, ἔκειτο τῷ ἡλίῳ θαλπόμενος ἅτε δὴ τῶν αὐτοῦ γονέων περὶ τὸ θέρος ἀσχολουμένων· πάνυ καὶ γὰρ ἦσαν πτωχοί. ἀετὸς δὲ τηνικαῦτα καταπτὰς ἐσκίαζεν αὐτὸν ταῖς πτέρυξιν. ἡ γοῦν μήτηρ αὐτοῦ καὶ πολλάκις ἀποσοβῆσαι ἐπιχειρήσασα τοῦτον, καὶ μὴ δυνηθεῖσα, ἀγαθὸν οἰώνισμα τὸ τοιοῦτον ἔκρινε δρᾶμα. ἀλλὰ καὶ ἀπὸ κώμης ὁ Βασίλειος οὗτος ὥρμητο γειτονούσης τῇ μεγαλοπόλει Ἀδριανουπόλεως, καὶ ἀνδράποδον δὲ τοῖς Βουλγάροις συναπήχθη ποτέ. φυγὼν οὖν ἐκεῖθεν πρὸς τὴν Βυζαντίδα ἔρχεται, καὶ τῷ τοῦ ἁγίου Διομήδους προσπελάζει ναῷ, κακεῖσε ὑπνώττει ἐν κλίνῃ λιθοπλινθίνῃ. τηνικαῦτα ὁ ἐκεῖσε νεωκόρος τρίτον ἀφυπνίζεται δι' ἀγγέλου λέγοντος ἔσω τὸν βασιλέα εἰσάγαγε.» πείθεται ὁ νεωκόρος, θεραπείας ἀξιοῖ τὸν βασιλέα. εἶτα τιʹ; διὰ τὴν 547 αὐτοῦ ἀνδρείαν τῷ Μιχαὴλ γνωρίζεται, τῶν ἵππων φροντιστὴς καθίσταται, μετὰ ταῦτα παράκοιτος καὶ τελευταῖον κράτωρ ἀναγορεύεται, τοῦ θεοῦ τὰ τοιαῦτα καὶ πρὸ πολλοῦ πάντως δεικνύοντος. ὅρα γὰρ ὅτι καί ποτε μετὰ τοῦ κυρίου αὐτοῦ τοῦ Θεοφιλίτζη ἔν τινι τόπῳ ἀπῆλθεν ἔνθα διορατικός τις ἐτύγχανε μοναχός, ὃς τὸν μὲν Θεοφιλίτζην παρεώρα, τὸν δὲ Βασίλειον διὰ τιμῆς ἐποιεῖτο πολλῆς, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ὑπό τινος ἔλεγε βασιλέα ἰδεῖν αὐτὸν ἄντικρυς. κρατεῖ οὖν, ὡς εἴρηται, μετὰ τὸν Μιχαὴλ ὁ Βασίλειος. καὶ τῆς ἐκκλησίας εὐθέως τὸν Φώτιον ἐξωθεῖ, καὶ πάλιν Ἰγνατίῳ τὸν θρόνον ἀποδίδωσιν. ἀλλὰ καὶ τὴν γερουσίαν τηνικαῦτα μετακαλεσάμενος τοὺς βασιλικοὺς ὑπανοίγει θησαυρούς, ὥς φησιν ὁ Σκυλίτζης· καὶ ἀπό γε τῶν τοσούτων χρημάτων οὐδὲν ἄλλο εὕρηται ἢ χρυσοῦ κεντηνάρια τρία. ποῦ δὲ ταῦτα κενοτομηθῆναι ἔφθασε μαθὼν Βασίλειος οἰκονομεῖ καὶ πάλιν πρὸς τὸν δημόσιον ἀντιστραφῆναι. τὰ ἡμίση λοιπὸν ἀφ' ὧν ἔλαβεν ἀπὸ τοῦ Μιχαὴλ ἕκαστος ἀφαιρούμενος ἐπισυνάγει χρυσοῦ κεντηνάρια τʹ. Τοσοῦτον δὲ καλῶς ὁ Βασίλειος ἦρχε καὶ τοσοῦτον δικαιότατος ἦν, ὡς καὶ δικαστὰς τάξαι καὶ τὰς ὑποθέσεις ποιεῖν ἔν τε τῇ Μανναύρᾳ καθημένους καὶ τῷ ἱπποδρόμῳ. 548 ἐτύπωσε δὲ καὶ σιτηρέσια λαμβάνειν αὐτούς, ὥστε μὴ τῶν ὑποθέσεων καταφρονεῖν. ἔταξε δὲ καὶ τροφὴν τοῖς πενεστέροις τῶν τὰς δίκας ἐχόντων, ὡς μὴ τῷ λιμῷ τηκόμενοι τὰς δίκας ἀπαγορεύοιεν. λέγεται δὲ ὅτι καὶ κατιὼν ἐνταῦθά ποτε ὁ βασιλεὺς καὶ μηδέ τινα εὑρὼν ἐγκαλοῦντα, καὶ ὑποπτεύσας μή πως ἐμποδίζονται τοῦ πρὸς αὐτὸν εἰσέρχεσθαι οἱ ἀδικούμενοι, δορυφόρους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔπεμψε, ὧν δὴ καὶ ὑποστρεψάντων, καὶ μηδέ τινα τοιοῦτον λεγόντων εὑρεῖν, μεθ' ἡδονῆς ἀπέσταξε δάκρυον καὶ τῷ θεῷ χάριτας ὡμολόγει, εἴγε κατὰ τὴν αὐτοῦ βασιλείαν οὐκ ἔστιν ὁ ἀδικούμενος. Ὁ εἰς ἀδοξίαν ἀπὸ δόξης περιπεσὼν παραμυθίας ἀπολαυέτω, τὴν ἄνω καὶ κάτω φορὰν τῶν τῆς ἁμάξης τροχῶν συστρέφων καθ' ἑαυτόν· τῆς γὰρ ἀστάτου τῶν ἀνθρώπων εὐδαιμονίας εἰκὼν αὕτη ἐστὶ προφανής. ὁποῖον δὴ πάλαι πεποίηκε καὶ ὁ σουλδάνος ἐκεῖνος ὁ βάρβαρος. οὗτος γὰρ ὑπὸ τοῦ τῆς Φραγγίας ἄρχοντος κατασχεθεὶς καὶ διετίαν ἐν τῇ φρουρᾷ ποιήσας οὐκ ὤφθη γελάσας ποτέ. μετὰ δὲ ταῦτα γελάσαι τοῦτον ὁ Φράγγος μεμαθηκὼς ἐρωτᾷ τὴν αἰτίαν. καὶ 549 ὃς ἔλεγε τροχὸν ἰδεῖν ἁμάξης ποτὲ ἄνω ποτὲ δὲ κάτω φερόμενον, καὶ τούτῳ τὰ κατ' αὐτὸν παρεικάσας τὸ τοῦ βίου γελάσαι ἀνώμαλον. τῷ Φράγγῳ λοιπὸν ᾠκείωτο ἔκτοτε, καὶ σύμβουλος ἦν ἐκείνῳ διὰ τὴν αὐτοῦ σύνεσιν. Ὁ Βασίλειος δὲ μετὰ τὸ κρατῆσαι κατὰ Συρίας ὥρμησε· καὶ Γερμανικόπολιν δέ τινα λεγομένην Ἄδατα πολιορκῶν, καὶ ταύτην ὁρῶν τῆς πολιορκίας ὀλιγωροῦσαν ἔφη ἐφ' ὅτῳ πεποιθότες ἀμερίμνως οὕτως ἔχουσι;» γέρων δέ τις ἐκεῖθεν ἀπεκρίνατο οὐ παρὰ σοῦ, ὦ βασιλεῦ, ἡ πόλις ἡμῶν ἁλῶναι νυνὶ πέπρωται, παρὰ δέ του τῶν σῶν ᾧ Κωνσταντῖνος ὄνομα.» καὶ ὃς ὑποδείξας τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον, ἤκουσεν ὡς οὐκ ἔστιν αὐτός, ἀλλ' ἕτερός τις μετὰ χρόνον συχνὸν ἔκ σου ἀναφύς. καὶ ὁ Βασίλειος ἵνα τὴν πρόρρησιν διημαρτημένην ἐλέγξῃ, ἐπὶ πλέον τῇ πολιορκίᾳ προσέκειτο. ἀλλὰ μηδὲν ἀνύσας κενὸς ἐκεῖθεν ὑπέστρεψεν. Οὗτος ὁ Βασίλειος, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν μεθυστήν, οἷον ἐξιλασκόμενος τὸν θεόν, πολλαχοῦ τῆς πόλεως τῷ ἀρχιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς, ὧν εἷς καὶ ἡ ἐν τῷ παλατίῳ λεγομένη νέα. ἐδείματο δὲ κἀν τῷ φόρῳ ναὸν ἐπ' ὀνόματι τῆς θεοτόκου, ὡς ἂν ἔχοιεν οἱ πραγματευό550 μενοι οἶκον προσευχῆς. πολλὰ μὲν οὖν καὶ ἄλλα καινουργήσας ὁ Βασίλειος καὶ κινστέρναν ἀπεκάθῃρέ τινα, ἣν ὁ βασιλεὺς Ἡράκλειος ἀπέχωσε, κῆπον αὐτὴν ποιήσας λαχάνων. τοῦτο δὲ ἐποίησε καὶ ἐν ταῖς οὔσαις ἐντὸς τοῦ παλατίου, τῇ τε πρὸς τῆς Μανναύρας καὶ τῇ μεταξὺ Ἰουστινιανοῦ καὶ τοῦ Λαυσακοῦ. ὁ γὰρ Ἡράκλειος παρὰ Στεφάνου τοῦ φιλοσόφου τὴν γένεσιν αὐτοῦ πολυπραγμονήσαντος μαθὼν ὡς ἐξ ὕδατος αὐτὸν ἀνάγκη τελευτᾶν, τὰς τῶν κινστερνῶν, ὡς εἴρηται, προσχώσεις ἐποίησεν. Ὁ μέντοι τοῦ βασιλέως υἱὸς Κωνσταντῖνος νοσήσας ἀπέθανε. καὶ ὁ αὐτοκράτωρ τὸν αὐτοῦ θάνατον οὐ φέρων ἐζήτει ζῶντα τοῦτον ἐμφανισθῆναι αὐτῷ. μοναχὸς δέ τις Εὐχαϊτῶν πρόεδρος, ᾧ Σανταβαρηνὸς τὸ ἐπώνυμον, δεῖξαι λέγεται τῷ βασιλεῖ τεθνηκότα υἱὸν αὐτοῦ καθάπερ ζῶντά τινα· κατὰ γὰρ λόχμην τινὰ τὸν Κωνσταντῖνον ἔφιππον συναντῆσαι τῷ πατρὶ αὐτοῦ κατὰ φαντασίαν ἐποίησεν, ᾧ δὴ καὶ περιπλακῆναι δόξας ὁ βασιλεὺς καὶ καταφιλήσας οὐκέτι τοῦτον ἑώρα. καὶ ὁ μὲν βασιλεὺς μεγάλως περὶ τὸν μοναχὸν ἐφαντάζετο, ὁ δὲ ἕτερος υἱὸς αὐτοῦ Λέων ὁ φιλόσοφος φαρμακὸν ἐκάλει τὸν μοναχὸν καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. πληγεὶς οὖν 551 ἐπὶ τούτοις τὴν ψυχὴν ὁ Σανταβαρηνὸς τοιοῦτόν τι ἐπινοεῖται. πείθει τὸν Λέοντα, καὶ ξιφίδιον ἐντὸς τοῦ ὑποδήματος φέρειν παρασκευάζει ὁπηνίκα τῷ πατρὶ συνθηρεύων ἦν. οὐδὲ γὰρ τὸν δόλον ἐνόησεν. ἐφ' ᾧ καὶ ἐπίβουλον προσαγγέλλει αὐτόν. δεσμεῖται λοιπόν, καὶ ἐν ἑνὶ τῶν βασιλικῶν κατακλείεται θαλάμων, καὶ τὰ τοῦ κράτους ἀφαιρεῖται παράσημα. μετὰ δὲ ταῦτα συμπόσιον μετὰ τῶν ἐν τέλει ποιεῖται ὁ κρατῶν κατὰ τὴν παλαιὰν συνήθειαν. ψιττακὸς οὖν ἐκεῖσε ἀπῃωρημένος Λέον Λέον ἐβόα πυκνά· ὀδυρομένου καὶ γάρ τινος τὸν Λέοντα τὴν φωνὴν ἐμιμήσατο. ἀφορμῆς οὖν ἐντεῦθεν δραξάμενοι δέονται τοῦ βασιλέως περὶ τοῦ Λέοντος, λέγοντες ὡς εἰς κατηγορίαν ἡμῶν ἔσται τουτὶ τὸ ζῶον, εἴπερ αὐτὸ μὲν τὸν οἰκεῖον ἀνεκαλεῖτο δεσπότην, ἡμεῖς δὲ ἀμνημονοῦμεν ἐπὶ τοσοῦτον αὐτοῦ. ταύτῃ τοι καὶ οὐκ ἀποτυγχάνουσι τοῦ σκοποῦ. Πρόσεχε δέ, ἀγαπητέ, ὅτι διαφωνοῦσιν ἐνταῦθα πρὸς ἀλλήλους οἱ χρονογράφοι. ὁ γὰρ Σκυλίτζης φησὶν ὅτι γονῆς ἠπόρει φυσικῆς ὁ Μιχαήλ· οἱ γὰρ μέθαις ἀεὶ ἐνασχολούμενοι, καθά φασιν οἱ περὶ τὰ τοιαῦτα δεινοί, γόνιμον οὔμενουν ἔχουσι τὸ σπέρμα πρός γε τὰ τῆς Ἀφροδίτης μυστήρια. εἰ δὲ τοῦτο, πῶς λοιπὸν ὁ Λέων υἱὸς τοῦ Μιχαήλ; ὁ δὲ Ζωναρᾶς φησὶν ὅτι τῇ μὲν ἀληθείᾳ υἱὸς τοῦ Μιχαὴλ 552 ἦν, τοῦ Βασιλείου δὲ τῷ δοκεῖν· ἡ γὰρ μήτηρ τοῦ Λέοντος (Εὐδοκία δὲ ἦν αὕτη, τοῦ Ἴγκηρος θυγάτηρ) συμφθειρομένη πρότερον τῷ Μιχαήλ, ἔγκυος τῷ Βασιλείῳ παρ' αὐτοῦ συνεζεύγνυτο. τοσοῦτον γὰρ αὐτὸν ὁ Μιχαὴλ ᾠκειώσατο ὥστε καὶ διάδημα περιθεῖναι, τὴν ἀφορμὴν ἐκ τοῦ θρασέος ἵππου λαβών, ᾧ οὐδεὶς ἐπιβῆναι ἐτόλμα· θαυμαστὸς γὰρ ἦν Βασίλειος κατά γε εἶδος καὶ τόλμαν. Ὁ βασιλεὺς οὗτος Βασίλειός ποτε κυνηγετῶν εὐμεγέθει ἐντυγχάνει ἐλάφῳ. ἡνίκα γοῦν χεῖρα ξιφήρη κατὰ τῆς ἐλάφου ᾖρεν, ἀντέστη τὸ ζῶον καὶ τοῖς κέρασιν ἠμύνατο τὸν διώκοντα. καὶ τῇ ζώνῃ δὲ τοῦ βασιλέως ἐμπαρέντος τινὸς τῶν παραφυομένων κεράτων μετέωρος ἐκεῖνος τοῖς κέρασιν ἐφέρετο· καὶ τάχα ἂν ἠνάλωτο εἰ μή τις ξίφει τεμὼν τὴν ζώνην αὐτὸν διεσώσατο. ᾧ δὴ καὶ σῶστρα καλὰ δέδωκεν ὁ ὑπ' ἐκείνου σωθείς, τὴν τῆς κεφαλῆς ἐκτομήν, λέγων ὅτι κατὰ βασιλέως ξίφος ἐγύμνωσεν. Ἐπὶ τούτοις οὖν ὁ θεῖος Ἰγνάτιος τῶν ὧδε μεθίσταται. ὁ μέντοι Φώτιος ἀεὶ διψῶν τοῦ θρόνου, καὶ σπουδεύων ἐπιτεύξασθαι πάλιν τῆς ἐκκλησίας, τοιόνδε τι βαθύτροπον καὶ σκολιὸν τεχνᾶται. τῶν ὀνομάτων τὰς ἀρχὰς ἀπολαμβάνει 553 μόνας τοῦ βασιλέως, τῶν υἱῶν, ἀλλὰ καὶ τῆς Αὐγούστας, καὶ τὸ Βεκλᾶς συντίθησι. καὶ τοῦτο σαφηνίσας ἔδοξεν εἶναι βασιλεῖ μέγας ἐπὶ σοφίᾳ, καὶ πάλιν τὸν πολύζηλον κατακληροῦται θρόνον. καὶ περὶ μὲν τούτων οὕτως, οἱ δὲ Ῥωσοὶ ἐπὶ τούτου τοῦ βασιλέως εἰς τὴν ἀπλανῆ θρησκείαν ἦλθον. τηνικαῦτα καὶ ἀρχιερέα δέχονται, θεοσημίας πρότερον γεγονυίας· τὸ γὰρ ἅγιον εὐαγγέλιον πυρὶ μὲν παραδίδοται, οὐ κατακαίεται δέ. μετὰ ταῦτα διαρροίᾳ νόσῳ συσχεθεὶς ὁ Βασίλειος τελευτᾷ τὸν βίον, τὸν υἱὸν αὐτοῦ Λέοντα τὸν σοφὸν διάδοχον καταλιπών. Κρατεῖ οὖν ὁ Λέων μετὰ τὸν αὐτοῦ πατέρα ἔτη κϛʹ. θέλων οὖν ἀμύνασθαι τὸν Σανταβαρηνὸν βουλεύεται πρότερον τὸν Φώτιον καθελεῖν, οἰόμενος αὐτὸν μεγάλως προστήσασθαι τοῦ Σανταβαρηνοῦ· λόγος γὰρ ἐφέρετο ὡς ὁ Φώτιος τινι τῶν αὑτοῦ τὴν βασιλείαν μνηστευόμενος κοινολογεῖται τῷ Σανταβαρηνῷ περὶ τούτου καὶ οὕτως τὸν δόλον κατὰ τοῦ Λέοντος ῥάπτουσι. καὶ πρῶτα μὲν ὑπερόριον αὐτὸν ὁ Λέων ποιεῖ, εἶθ' οὕτως αἰκίσας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκκόπτει. κατὰ τοῦτον μέντοι τὸν καιρὸν γέγονεν ἡλίου ἔκλειψις περὶ ὥραν ἕκτην, ὡς καὶ ἄστρα φανῆναι, ἀνέμων τε βιαία πνοή, ἀστραπαὶ καὶ βρονταὶ φρικώδεις, σκηπτοὶ καυσώδεις, ὑφ' ὧν 554 ἄνδρες ἑπτὰ κατά γε τὸν φόρον ἐνεκρώθησαν. ὁ μέντοι Λέων ἀνεγείρας ναὸν ἐπ' ὀνόματι τοῦ ἁγίου Λαζάρου, μετακομίζει ἐν αὐτῷ τὸ τοῦ ἁγίου τε λείψανον καὶ τῆς Μαγδαληνῆς Μαρίας. συνήθους προελεύσεως γενομένης κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐν τῷ ἁγίου Μωκίου ναῷ, ἐπῆλθε μετὰ προόδου καὶ Λέων ὁ βασιλεύς· ἐν δὲ τῷ μέλλειν εἰσοδεύειν καὶ πλησίον γενέσθαι τῶν ἁγίων θυρῶν ἄνθρωπός τις ἐκ τοῦ ἄμβωνος ἐκπεπηδηκὼς ῥάβδῳ βαρείᾳ καὶ ἰσχυρᾷ κατὰ κεφαλῆς αὐτὸν ἔπαισε, καὶ ἐθανάτωσεν ἂν αὐτὸν αὐτίκα, εἰ μὴ τὸ ἄκρον τῆς ῥάβδου τῷ ἀπῃωρημένῳ λύχνῳ τῆς ἡμισείας ἀνεσχέθη φορᾶς. αἵματος οὖν σφοδροῦ τῆς ἐκείνου κεφαλῆς καταρρεύσαντος φυγὴ κατέσχεν τοὺς ἄρχοντας. ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς βασάνους ὑπομείνας, ὡς μηδένα ἔλεγεν εἶναι τῆς τόλμης ἐκείνης συμμέτοχον, κἂν ὁ τοῦ βασιλέως ἀδελφὸς Ἀλέξανδρος μὴ παρατυχὼν ἐκεῖσε διὰ τὸ νόσῳ συσχεθῆναι ὑπόνοιαν ἔδωκε, πόδας ὁμοῦ καὶ χεῖρας ἐκεῖνος ἐκτέμνεται, καὶ τῇ τοῦ ἱππικοῦ σφενδόνῃ πυρὸς ἔργον γίνεται. σχολάζει τηνικαῦτα καὶ ἡ τοιαύτη προέλευσις, κἂν ὁ σοφώτατος μοναχὸς Μάρκος καὶ τῆς τοιαύτης μονῆς οἰκονόμος, ὁ καὶ τὸ τετραῴδιον πληρώσας τοῦ μεγάλου Κοσμᾶ, πολλὰ κατεδεήθη τοῦ βασιλέως, λέγων μὴ ὀργίζου μηδὲ χαλέπαινε, ὦ βασιλεῦ· προγεγραμμένον γὰρ ἦν σοι παθεῖν παρὰ τοῦ καὶ Δαβίδ, εἰρηκότος ὅσα ἐπονη555 ρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. δεῖ οὖν σε, δέσποτα, ἐπ' ἄλλα ιʹ ἔτη κρατεῖν τῆς βασιλείας.» ὃ δὴ καὶ γέγονεν· ἀπέθανε γὰρ μετὰ δέκα χρόνους, κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν καὶ ἐπλήγη. ἡ μέντοι τοῦ Λέοντος γυνὴ Θεοφανὼ μὴ ζηλοτυπήσασα ὅτι γυναῖκα ἑτέραν ὁ Λέων ἠγάγετο, θαυματουργὸς ὕστερον ἀναδείκνυται. ἠγάγετο δὲ τὴν τετάρτην γυναῖκα Ζωὴν τὴν Καρβωνοψίαν, ἥτις ἐβίω χρόνον συχνὸν μετ' αὐτοῦ ἀστεφής. ἀπὸ γοῦν ταύτης ἐτέχθη τῷ βασιλεῖ παιδίον ἄρρεν. οὗπερ ἐν τῇ γεννήσει κομήτης ἐφάνη, τὰς ἀκτῖνας ἀπ' ἀνατολῆς ἀφιεὶς καὶ λάμπων ἄχρις ἡμερῶν μʹ. τηνικαῦτα δὲ καὶ Λέων εὐλογεῖται μετὰ Ζωῆς παρὰ Θωμᾶ τοῦ πρεσβυτέρου τινός, ὃς δὴ καὶ καθαιρέσει ὑπέπεσεν. ὁ δὲ πατρίκιος Σαμωνᾶς προεβλήθη παρακοιμώμενος, συνεργὸς ὢν Λέοντος εἰς πᾶσαν κακίαν. καὶ αὐτὸν δὲ τὸν πατριάρχην οἰκονομεῖ ἐξορισθῆναι, ἅτε τῆς ἐκκλησίας ἐπιβαίνειν παρ' αὐτοῦ κωλυόμενος. ἀνάγεται δὲ ἀντ' αὐτοῦ Εὐθύμιος ἀνὴρ θαυμαστός. ὁ μέντοι βασιλεὺς πολλὰ σπουδάσας νόμον τεθῆναι ὥστε τὸν ἄνδρα τρίτην λαμβάνειν ἢ καὶ τετάρτην γυναῖκα τὸ σπουδαζόμενον ἀνύσαι οὐκ ἴσχυσε, τοῦ τοιούτου 556 πατριάρχου τοῦτο παρεμποδίζοντος· ὅθεν καὶ στάσις ἐν τοῖς ἀρχιερεῦσιν οὐ μικρὰ γίνεται. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ περὶ ἑνώσεως ἐκγέγονε σύνοδος. Κωνσταντῖνον τὸν τοῦ Ἀνδρονίκου υἱὸν εἰς ἐκστρατείαν ὁ βασιλεὺς ἀποστέλλων, καὶ διὰ τοῦ τρικλίνου ἐξάγων αὐτόν, ἀτενίζει πρὸς τὰς ἄνωθεν τῆς πύλης ἐστηλωμένας εἰκόνας τοῦ Χριστοῦ καὶ τῆς θεομήτορος. καὶ ἀτενίσας οὕτως ἔλεγε πρὸς αὐτόν μή σε πλανάτω ὦ Κωνσταντῖνε τὸ ὄνομα, μηδὲ διὰ τοῦτο κατάρξαι Ῥωμαίων νόμιζε. ἡ βασιλεία γὰρ τῷ ἐμῷ Κωνσταντίνῳ υἱῷ παρὰ θεοῦ τεταμίευται· καὶ δῆλον καὶ τοῦτό μοι γέγονεν ἀπὸ θείων ἀνδρῶν, προορᾶν δεδυνημένων τὰ ἔμπροσθεν. γίνωσκε οὖν ὅτι τυραννήσαντός σου ἡ κεφαλὴ ἄτερ τοῦ σώματος διὰ τῆσδε τῆς πύλης εἰσελεύσεται.» ὃ δὴ καὶ γέγονε· μετὰ θάνατον γὰρ τοῦ Λέοντος τυραννίδι ἐπιθέμενος ὁ Κωνσταντῖνος ἀνῃρέθη, καὶ τηνικαῦτα τὴν αὐτοῦ κεφαλὴν διὰ τῆσδε τῆς πύλης ἦν ἰδεῖν εἰσαγομένην περιρρεομένην αἵμασι· τοιαῦτα καὶ γὰρ οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες πάσχουσι. Κατ' ἐκεῖνον δὴ τὸν καιρὸν ἔκλειψις ἡλίου μεγίστη γέγονεν· οὗ χάριν ὁ βασιλεὺς τὸν ἀρχιερέα Συνάδων Πανταλέοντα μετεκαλέσατο, ἔμπειρον ἀστρονομίας ὑπάρχοντα. καὶ τιʹ τὸ ἀποτέλεσμα τῆς ἐκλείψεως ἐρωτηθεὶς εἰς τὸ δεύτερον 557 ἔλεγε πρόσωπον τὴν κάκωσιν ἐπελθεῖν. ἀλλὰ καὶ αὐτὸς ὁ Σαμωνᾶς ἰδίᾳ τὸν σοφὸν παραλαβὼν καὶ ἐρωτήσας ἔμαθεν ὡς αὐτὸς κακωθήσεται· πλὴν εἰ τὴν τρίτην τοῦ Ἰουνίου παρελεύσεται ἀβλαβής, δεινὸν ἔκτοτε πάθοι οὐδέν. οὔπω ἡ προθεσμία ἐφέστηκεν αὕτη, καὶ κατάγουσι τὸν Σαμωνᾶν καὶ ἀποκείρουσι· διαβολεὺς γὰρ ἐλέγετο εἶναι τοῦ βασιλέως καὶ ὑβριστής. Μετὰ δὲ ταῦτα κρατεῖ ὁ τοῦ Λέοντος υἱὸς Κωνσταντῖνος ἔτη εʹ. καὶ τηνικαῦτα φαίνεται κομήτης ἐκ δύσεως, ὃν ξιφίαν καλοῦσιν οἱ περὶ τὰ τοιαῦτα δεινοί· ὃν ἔλεγον αἱμάτων χύσιν προσημαίνειν τῇ βασιλίδι. οὗτος πλάνοις καὶ γόησιν ἑαυτὸν ἐξέδωκε, τὴν βασιλείαν αὐτοῦ θέλων ἐντεῦθεν χρόνους φυλαχθῆναι μακρούς. οὗτος ὁ μάταιος ἱππικὸν ἐκτελέσας, τὰ τῆς ἐκκλησίας ἱερὰ κειμήλια καὶ πάντα κόσμον αὐτῆς ἀγαγὼν τὸν ἱππικὸν κατεκόσμησεν. οὗτος μετὰ θάνατον τοῦ θείου αὐτοῦ Ἀλεξάνδρου νέος ὤν, καὶ τὴν βασιλείαν ὕποπτον ἔχων, τὸν Ῥωμανὸν διὰ χρυσοβούλλου φύλακα ἑαυτοῦ ποιεῖ καὶ ἀντὶ πατρὸς ἐκεῖνον ἑαυτῷ καθίστησι, μήπω τινὸς ἑτέρου τούτῳ τιμηθέντος τῷ ἀξιώματι. μετ' οὐ πολὺ 558 δὲ Καῖσαρ ἀναγορεύεται καὶ διαδήματι στέφεται. ἐπίτροπος τοῦ βασιλέως Κωνσταντίνου Ῥωμανὸς ὁ Λακαπηνὸς κρατεῖ ἔτη κεʹ. Πολλὰ καὶ πολλάκις οἱ Βούλγαροι τὸν Συμεὼν ἔχοντες ἀρχηγὸν τῆς τῶν Ῥωμαίων χώρας κατέδραμον. εἶτα πρὸς καταλλαγὰς ἔρχεται. καὶ κατά γε τὸν τοῦ Κοσμιδίου αἰγιαλὸν ὅ τε διαληφθεὶς Συμεὼν καὶ ὁ βασιλεὺς Ῥωμανὸς προπροσώπως ἀλλήλους τεθέανται, καὶ ὁμιλοῦσι τὰ φίλια, καὶ οὕτως οἴκαδε πάλιν ὑπονοστοῦσι. τηνικαῦτα καὶ τέρας τι συμβαίνει γραφῆς ἄξιον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι κλάγξαι τε καὶ ἀλλήλοις συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην ἀποπτῆναι. τοῦτο δὲ οἱ περὶ τὰς ὀρνιθοσκοπίας ἐπτοημένοι οὐκ αἴσιον ἔκριναν οἰωνόν· διαλυθῆναι γὰρ καὶ αὖθις τὴν αὐτῶν εἰρήνην ἔφησαν. ἐγένετο δὲ καὶ τηνικαῦτα σεισμὸς ἐν τῷ θέματι τῶν Θρᾳκησίων καὶ χάσματα γῆς, ἀλλ' ἐπὶ τοσοῦτον ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταποθῆναι. τιʹ τὸ μετὰ ταῦτα; καὶ ποῦ τὰ τῶν ἀετῶν καταντᾷ καὶ ἡ ἐκείνων διαμάχη; Ἰωάννης τις ἀστρονόμος προσελθὼν τῷ βασιλεῖ ἔφη ὡς εἰ πέμψας ἀποκόψεις τὴν κεφαλὴν τῆς ἱσταμένης στήλης ἄνωθεν τῆς ἐν Ξηρολόφῳ ἁψῖδος καὶ πρὸς δύσιν βλεπούσης, 559 ἀποθανεῖται ὁ Συμεὼν τηνικαῦτα· αὐτῷ γὰρ ἐστοιχειῶσθαι τὴν τοιαύτην στήλην ἔλεγεν. ὁ δὲ τοῖς ἐκείνου λόγοις πεισθεὶς τὴν κεφαλὴν αὐτίκα τῆς στήλης ἀπέτεμε. καὶ αὐτῇ τῇ ὥρᾳ, καθὼς ἐπέγνω σημειωσάμενος ὁ βασιλεύς, ἐν Βουλγαρίᾳ ὁ Συμεὼν τέθνηκε, νόσῳ κατὰ καρδίας ἁλούς. κατ' ἐκεῖνο δὲ καιροῦ λίθος ἔπεσεν ἀπὸ τῆς ἐν τῷ φόρῳ ἁψῖδος, ὃν κομήτην καλεῖν εἰώθασι, καὶ ἀπέκτεινεν ἄνδρας ξʹ. Ῥωμανῷ τῷ γέροντι καὶ ἕτερος ἦν υἱός, Θεοφύλακτος τοὔνομα, διάκονος. καὶ ἐπεὶ νέος ὢν οὐ συνεχωρεῖτο εἰς τὸν πατριαρχικὸν ἀναχθῆναι θρόνον, χειροτονεῖται ἀντ' αὐτοῦ Τρύφων τις ὥστε διέπειν τὸν θρόνον ἕως ἂν ἡλικίας δεούσης ὁ Θεοφύλακτος γένηται. τοῦ ῥητοῦ δὲ χρόνου τελεσθέντος ὃν ἔθετο, Τρύφων ὁ πατριάρχης οὐκ ἤθελεν ἐκστῆναι τοῦ θρόνου, ὡς ὑπέσχετο, εἰ μὴ καὶ αἰτία τις ἀναφανῇ δικαίως τοῦτον κατάγουσα. ἀθυμεῖ ἐπὶ τούτοις ὁ βασιλεύς. προσέρχεται αὐτῷ Θεοφάνης ὁ Καισάριος, ὃν δὴ καὶ χοίρινον ἐκάλουν. ὑπισχνεῖται τὴν τοῦ Τρύφωνος κατάβασιν. ὑπέρχεται τὸν πατριάρχην. λέγει πολλὴ μέν, ὦ δέσποτα, κατά σου ἡ τοῦ βασιλέως ἐπίθεσις· πλὴν μηδὲν εὑρίσκοντες αἰτίαμα ἕτερον, μὴ εἰδέναι σε λέγουσι γράμματα. πληροφόρησον οὖν

Intertext edge

Open linked passage

Note