Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
560.1.1
αὐτοὺς δι' ἐπιγραφῆς τοῦ ὀνόματός σου, καὶ οὕτως αὐτῶν ἀποφράξεις τὰ στόματα.» πείθεται ὁ πατριάρχης, καὶ γραμματεῖον ἄγραφον εἰληφώς, ἐπ' ὄψει πάσης τῆς συνόδου ὑπέγραψεν οὕτως Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης.» καὶ γράψας ἐκπέμπει διὰ τοῦ πρωτοθρόνου τῷ βασιλεῖ. ὅπερ λαβὼν ἀνὰ χεῖρας οὗτος, καὶ ἄγραφον ἕτερον χάρτην ἄνωθεν προανυφάνας, παραίτησιν ἔγραψεν, ὡς ἀνάξιος ὢν ἀφίσταται τῷ βουλομένῳ τοῦ θρόνου παραχωρῶν. οὗτος ὁ τόπος δι' οὗ καθεῖλον τὸν Τρύφωνα. Κατὰ ταύτας τὰς ἡμέρας ἐξ Ἀρμενίας ἐφοίτησε τέρας ἐν τῇ βασιλευούσῃ, παῖδες ἄρρενες συμφυεῖς ἐκ μιᾶς προσελθόντες γαστρός. ἐξηλάθησαν δὲ τῆς πόλεως ὡς πονηρὸς οἰωνός, ἐπὶ δὲ Κωνσταντίνου πάλιν εἰσῆλθον. ἐπεὶ δὲ συνέβη τὸν ἕνα τελευτῆσαι, ἐπειράσθησαν οἱ ἐμπειρότατοι τῶν ἰατρῶν τὸ νεκρωθὲν ἀποτεμεῖν μέρος· οὗ τμηθέντος τὸ ζῶν ἐπιβεβιωκὸς ἐτελεύτησεν. Ὁ μέντοι Ῥωμανὸς φρικωδεστάτοις ὅρκοις ἑαυτὸν καταδεσμήσας ὡς φύλαξ μὲν ἐσεῖται τοῦ πορφυρογεννήτου Κωνσταντίνου, βασιλείας δὲ οὐκ ἂν ἐρασθείη ποτέ, οὐκ ἐνέμεινε τούτοις, ἀλλὰ πάντα κατὰ νῶτον θέμενος βασιλέα ἑαυτὸν 561 ἀνηγόρευσεν, εἶτα τὸν πορφυρογέννητον. ἔνθεν τοι καὶ ὁ Ῥωμανὸς τὸ τέλος ἄξιον εὕρατο· κατάγεται γὰρ τῆς βασιλείας, καὶ ἐπὶ τὴν νῆσον Πρώτην ἀχθεὶς ἀποκείρεται, δρουγγάριος πρότερον τῶν πλωΐμων ὤν. Ὁ μέντοι υἱὸς αὐτοῦ τοῦ Λέοντος Κωνσταντῖνος ὁ πορφυρογέννητος κρατήσας ἔτη ιδʹ ἀναξίως ἴθυνε τὴν ἀρχήν· χαῦνός τε γὰρ ἐφαίνετο, οἴνου ἥττητο, ἀσυμπαθὴς τοῖς πταίουσιν ἦν, χυδαίοις τισὶ τὰς ἀρχὰς ἐνεπίστευσε, τῆς γαμετῆς αὐτοῦ Ἑλένης καὶ Βασιλείου παρακοιμωμένου τὰς ἀρχὰς ὠνίους παρασκευαζόντων ποιεῖν. οὗτος μὲν οὖν ὁ Βασίλειος ἐκ παλλακῆς γεννᾶται Ῥωμανῷ τῷ Λακαπηνῷ, ὃν δὴ καὶ πατρίκιον παρακοιμώμενον ἐτίμησεν ὁ διαληφθεὶς οὗτος Κωνσταντῖνος, ὃς δὴ καὶ πράξεων ἀγαθῶν οὐ παντάπασιν ἄμοιρος ἦν· τὰς γὰρ ἐπιστήμας, ἀριθμητικὴν μουσικὴν ἀστρονομίαν γεωμετρίαν καὶ πᾶσαν ἁπλῶς φιλοσοφίαν, ἐκ μακροῦ χρόνου τῇ ἀμαθείᾳ καὶ ἀμελείᾳ τῶν κρατούντων ἀπολωλυίας οἰκείᾳ σπουδῇ ἀνεκτήσατο. οὗτος ὁ Κωνσταντῖνος τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ νυμφεύεται γυναῖκα δευτέραν, ἅτε τῆς πρώτης ἀποθανούσης, οὔ τινα τῶν ἐπιφανῶν, ἐκ χυδαίων δὲ φυεῖσαν καὶ τὴν τέχνην καπήλων, Ἀναστασὼ καλουμένην, εἰς Θεοφανὼ δὲ τηνικαῦτα μετονομασθεῖσαν. Τοῦ ἀμηρᾶ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥωμαίων 562 ποιησαμένου, καὶ ἐν τῇ κώμῃ τῇ Ἡρακλέους λαὸν πεπομφότος εἰς προνομήν, πρεσβύτερος [γάρ] τις, ᾧ Θέμελος ὄνομα, τὴν ἀναίμακτον ἐπιτελῶν λειτουργίαν, ὡς ἔγνω τὴν τῶν Σαρακηνῶν ἔφοδον, λιπὼν τὴν ἱερουργίαν καὶ ὡς εἶχε στολῆς ἐξελθών, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος τῆς ἐκκλησίας, τοὺς ἐπιόντας διὰ τούτου ἠμύνατο, καὶ πολλοὺς μὲν ἐτραυμάτισεν ἱκανοὺς δὲ ἀπέκτεινε, καὶ τοὺς λοιποὺς εἰς φυγὴν ἔτρεψε. παρὰ τοῦ ἐπισκόπου λοιπὸν τῆς λειτουργίας τούτου χάριν ἀποκλεισθείς, ἐπεὶ μὴ ἔπειθε συγχωρηθῆναι, τοῖς Ἀγαρηνοῖς προσελήλυθε καὶ τὸν Χριστιανισμὸν ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἔγγιστα ταύτης ἠφάνιζε θέματα, ἀλλὰ καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ἀσίας ἔφθασεν. Ὁ μέντοι τοῦ γέροντος Ῥωμανοῦ υἱὸς Θεοφύλακτος ἓξ καὶ δέκα ἐτῶν ὤν, ἡνίκα τοὺς τῆς ἐκκλησίας ἀκανονίστως παρείληφεν οἴακας, οὐδὲν ἐνέλιπεν ὃ μὴ μετεχειρίζετο χείριστον. ἔρως δὲ ἵππων τοσοῦτον κατέσχεν αὐτὸν ὡς ὑπὲρ β αὐτοὺς κεκτῆσθαι. τῆς μέντοι κομιδῆς φροντίζων αὐτῶν οὐ χόρτον παρετίθη ἀλλὰ κόναρα πιστάκια φοίνικας σταφίδας καὶ ὅσα τοιαῦτα, παραμιγνὺς αὐτοῖς καὶ οἶνον εὐώδη βάλσαμόν τε καὶ κινάμωμον. φασὶ δὲ καὶ τοῦτο, ὅτι λειτουρ563 γοῦντί ποτε κατὰ τὴν μεγάλην πέμπτην ὁ ἱπποκόμος ἐπιστὰς ἔλεγεν ὡς ἄρα τετοκυῖα εἴη ἐπίσημος φορβάς. ὁ δ' ὑπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπόλοιπον ὡς ἔτυχεν ἀποπληρώσας, δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ τὸν τεχθέντα πῶλον ἑωρακὼς πάλιν ὑπέστρεψε, τὴν τῶν ἁγίων παθῶν ἐκτελέσων ὑμνῳδίαν. βιοτεύων οὖν ἀτάκτως καταστρέφει τὸν βίον ἔν τινι τείχει τῶν παραθαλαττίων, θραυσθεὶς ἱππαζόμενος καὶ αἷμα διὰ τοῦ στόματος ἀναγαγών· ἐντεῦθεν γὰρ δυσὶν ἔτεσι νοσηλευόμενος καὶ ὑδέρῳ περιπεσὼν ἐτελεύτησεν, εὐνοῦχος ὢν καὶ τὰς Ῥουφινιανὰς οἰκοδομήσας, ὡς γέγραπται. προχειρίζεται γοῦν ἀντ' αὐτοῦ τίμιος ἀνήρ, Πολύευκτος τοὔνομα, μοναχὸς ὢν καὶ παιδόθεν ὑπὸ γονέων εὐνουχισθείς, οὐ τοῦ Ἡρακλείας, ὡς ἔθος, ἀλλὰ Βασιλείου τοῦ Καισαρείας τὴν χειροθεσίαν πεπληρωκότος· Νικηφόρος γὰρ ὁ τῆς Ἡρακλείας πρόεδρος, τῷ βασιλεῖ κατά τι προσκεκρουκώς, οὐ συνεχωρήθη τὴν χειροθεσίαν ποιήσασθαι. ὅθεν καὶ ψόγος οὐχ ὁ τυχὼν προσετρίβη οὐ τῷ προτρέψαντι καὶ χειροτονήσαντι μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ χειροτονηθέντι ὡς καταδεξαμένῳ τὴν ἀκανόνιστον χειροθεσίαν. Ῥωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεω564 τέρας ἤδη ἁψάμενος ἡλικίας, καὶ μὴ φέρων ὁρᾶν τὰ πράγματα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβουλεύσατο, κἂν τὸ ἐγχείρημα πέρας οὐκ ἔλαβε· τὸ γὰρ δηλητηριῶδες φάρμακον περιτραπὲν καὶ τύχῃ τινὶ χυθὲν διὰ τὴν ὀλιγότητα θανατῶσαι τοῦτον οὐκ ἴσχυσεν. ἐγκοτῶν μὲν οὖν τῷ πατριάρχῃ καὶ τὴν αὐτοῦ καθαίρεσιν φανταζόμενος τελευτᾷ. πρὸ δέ τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς ἐπί τινα χρόνον συχνὸν ἑσπέρας καταλαμβανούσης λίθοι ἄνωθεν καταφερόμενοι καὶ ἐντὸς τῶν αὐτοῦ διαιτημάτων σὺν πολλῷ ῥοίζῳ πίπτοντες ἐξαισίους ἀπετέλουν κτύπους. πολλὰ δὲ συντηρήσας οὐκ ἐπέγνω πόθεν οἱ λίθοι καὶ παρά τινος ἐβάλλοντο· ἐκ θείας γάρ, ὡς ἔοικεν, οὗτοι ὀργῆς. Διαδέχεται τοίνυν αὐτὸν Ῥωμανὸς ὁ υἱὸς αὐτοῦ, κρατήσας ἔτη τρία. καὶ τὴν μὲν ἐξουσίαν πᾶσαν Ἰωσὴφ ἀνατίθησι τῷ πραιποσίτῳ, αὐτὸς δὲ μετὰ βεβήλων ἀνδραρίων συνδιῆγε καὶ τὰ χείριστα συνεπράττετο. τοίνυν καὶ κληρικόν τινα ἐκτομίαν ὄντα, διά τινας ἀσέμνους πράξεις ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως ἀπειληθέντα καὶ μοναχικὸν ἀμφιασάμενον σχῆμα κἀντεῦθεν κρυπτόμενον, ὡς ἤδη ἐπελάβετο τῆς ἀρχῆς, τὸ μοναχικὸν μὲν αὐτὸν ἐκδιδύσκει ἀμφίον, καὶ 565 τὸ τῶν κληρικῶν σχῆμα μετενδύσας τοῖς ἑαυτοῦ θαλαμηπόλοις κατέταξεν. ὁ μέντοι Πολύευκτος ζήλου πλησθεὶς ἠνάγκαζε τὸν βασιλέα τοῦτον ἀπώσασθαι. ὡς δὲ ἐκεῖνος ἀνθίστατο μὴ τὸ μοναχικὸν ἐπάγγελμα μετ' εὐχῆς δέξασθαι, διὰ φόβον δὲ τοῦ βασιλέως, τούτου χάριν ἀφίεται. Νικηφόρον μὲν οὖν τὸν Φωκᾶν, δομέστικον τηνικαῦτα ὄντα τῶν σχολῶν καὶ πολλὰ τρόπαια στησάμενον κατὰ τῶν ἑώων Σαρακηνῶν, καὶ κατ' αὐτῶν δὴ τῶν ἐν Κρήτῃ Σαρακηνῶν ἐκπέμπει· καὶ ὃς πολλὰ μὲν εἰπὼν πλείω δὲ οἰκονομήσας, καὶ τὴν νῆσον αὐτὴν πολιορκῶν καὶ εἰς χεῖρας ἤδη ἔχων ἔμελλεν ἂν ἐπὶ πλέον αὐτὴν καταδουλῶσαί τε καὶ καταχειρώσασθαι. φήμης δὲ κρατούσης ὅτι ὁ κατασχὼν αὐτὴν Ῥωμαῖος ἐξ ἀνάγκης βασιλεύσει Ῥωμαίων, ἅμα τῷ γνωσθῆ- ναι τὴν τῆς νήσου κατάσχεσιν, ταῖς τοῦ Ἰωσὴφ ὑποθήκαις ἀποστείλας ὁ Ῥωμανὸς τὸν Νικηφόρον ἐκεῖθεν μετεκαλέσατο. τηνικαῦτα καὶ Λέοντα Φωκᾶν τὸν τοῦ Νικηφόρου ἀδελφὸν ἐξαπέστειλεν εἰς ἀνατολήν, καὶ ὃς τοσαύτην καταδρομὴν ἐποιήσατο τῶν Σαρακηνῶν καὶ τοσαύτας ἀριστείας κατ' ἐκείνων ἔστησεν ὡς μηδὲ λόγῳ δύνασθαι ταύτας διαλαβεῖν· πᾶσαν γὰρ τὴν ἀνατολὴν σχεδὸν ἐχειρώσατο. ἐφ' ᾧ καὶ μετὰ θριάμβου λαμπροῦ ὁ βασιλεὺς αὐτὸν ὑποδέχεται. 566 Κατὰ ταύτας δὲ τὰς ἡμέρας ἀνήρ τις ἀνεφάνη Φιλώραιος καλούμενος, ὑπασπιστὴς ὢν Ῥωμανοῦ μαγίστρου του Μωσηλὲ τοῦ ἐγγόνου Ῥωμανοῦ τοῦ γέροντος. οὗτος ἄνωθεν ἵππου ὠκυτάτου ἐπὶ τῆς ἐφεστρίδος ἱστάμενος ὄρθιος, τοῦ ἵππου τρέχοντος ὅσον ἠδύνατο, κατὰ τὴν ἱπποδρομίαν ἄνω καὶ κάτω ἐφέρετο. τότε δὴ τότε καὶ τὸ λοιμικὸν ἐπέδωκε πάθος, ἐπιόν τε αὖθις καὶ διαφθεῖρον τοὺς βόας· ὃ Κράβα κατονομάζεται. φασὶ δὲ τὴν ἀρχὴν τοῦτο λαβεῖν ἐπὶ τῶν ἡμερῶν Ῥωμανοῦ τοῦ γέροντος. ἔγγιστα γὰρ τῆς Βόνου κινστέρνης ἀναψυχὴν ἑαυτῷ τῆς θερινῆς θέρμης παλάτιον τοῦ Ῥωμανοῦ ἀναγείραντος, καὶ τῶν θεμελίων καταβαλλομένων, βοός φασιν εὑρεθῆναι μαρμαρίνου κεφαλήν, ἣν εὑρόντες καὶ συντρίψαντες εἰς τὴν τοῦ τιτάνου κάμινον βάλλουσιν. ἐξ ἐκείνου δὲ καὶ μέχρι τῶν τῇδε χρόνων οὐκ ἐπαύσατο πανταχοῦ τῆς γῆς, ὁπόσην ἡ τῶν Ῥωμαίων περιέχει δυναστεία, τὰ τῶν βοῶν διαφθείρεσθαι γένη. Ὁ μέντοι Φωκᾶς Νικήφορος, ὡς ἔμπροσθεν εἴρηται, προσταχθεὶς ἀπὸ Κρήτης ἐπανελθεῖν οὐ συνεχωρήθη πρός γε τὴν βασιλεύουσαν εἰσελθεῖν, ἀλλ' ἐν τῇ ἀνατολῇ ἐκελεύσθη παραγενέσθαι μετὰ παντὸς τοῦ στρατοῦ διὰ τὸν Ἀποχαυδᾶν καὶ μᾶλλον τὴν ἑαυτοῦ ἧτταν ὥσπερ ἀνακαλούμενον. πάλιν οὖν κατὰ Συρίας ὁρμήσας ὁ Φωκᾶς κατὰ κράτος τε αὐτὸν 567 ἥττησε, καὶ λείαν πολλὴν ἐκεῖθεν ἀφείλετο, καὶ τῶν αἰχμαλώτων ἠλευθέρωσε Χριστιανῶν ὅτι πολλούς. Ἐπὶ τούτοις ὁ βασιλεὺς τελευτᾷ Ῥωμανός, ἐτῶν κδʹ, καὶ διαδέχονται τὴν αὐτοῦ βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανῷ τῇ μητρὶ αὐτῶν, καὶ κρατοῦσιν ὡσεὶ μῆνας εʹ. ὁ δὲ Φωκᾶς εἰσέρχεται ἐν Κωνσταντινουπόλει κελεύσει τῆς βασιλίσσης, εἰ καὶ τὰ τοιαῦτα κωλύων ἦν ὁ τὰ πρῶτα τηνικαῦτα παρὰ τοῖς κρατοῦσι φέρων Ἰωσήφ. δεδιὼς οὖν ἐπὶ τούτοις ὁ Φωκᾶς εἰσέρχεται λάθρα πρὸς τὸν Ἰωσήφ, καὶ δεικνύει αὐτῷ ὅπερ ἐντὸς ἐνεδέδυτο τρίχινον, πληροφορῶν αὐτόν, καὶ λέγων ὡς πάλαι ἂν ἐξέστη τῶν βιωτικῶν συρφετῶν δι' ἔρωτα μοναχικόν, εἰ μήγε τὸ τῶν κρατούντων φίλτρον συνεκράτει αὐτόν. τοῦτον οὖν ὁ Βρύγγας ἰδὼν Ἰωσὴφ πίπτει παρὰ τοὺς πόδας αὐτοῦ λέγων ὡς οὐκ ἄν ποτε πιστεύσειέ τινι κατ' αὐτοῦ λέγοντι. ἔξεισιν οὖν ἐκεῖθεν ὁ Φωκᾶς. καὶ τηνικαῦτα τὸν Ἰωσὴφ μετάμελος ἔσχηκεν, ὅτι τὸ θήραμα ἐντὸς ἔχων ἀρκύων ἀπώλεσε. γράφει λοιπὸν πρὸς τὸν Τζιμισχῆν Ἰωάννην, στρατηγὸν τηνικαῦτα τῶν ἀνατολῶν ὑπάρχοντα, ἄνδρα θυμώδη καὶ δραστήριον καὶ μετὰ τὸν Φωκᾶν ἐν στρατηγοῖς ἐπισημότατον. ὁμοίως δὲ καὶ πρὸς ἑτέρους ἔγραψεν, ὡς εἴγε διαναστάντες τὸν Φωκᾶν καθαιρήσουσι καὶ μοναχὸν ἀποκείρουσι, τὸν μὲν Ἰωάννην δομέστικον τῆς ἀνατολῆς, ὁ δὲ αὖθίς τινα προβα568 λεῖται τῆς δύσεως. ἀλλὰ πάντες οὗτοι σχετικῶς ἔχοντες πρὸς τὸν Νικηφόρον ὑποδεικνύουσιν αὐτῷ τὰ γράμματα καὶ διεγερθῆναι πρὸς ἀλκὴν ἀναπείθουσιν. ἔκτοτε λοιπὸν ὑπὸ τῶν τῆς ἀνατολῆς στρατευμάτων ἁπάντων παρακεκινημένων ὑπὸ τοῦ Τζιμισχῆ βασιλεὺς ἀναγορεύεται ὁ Φωκᾶς, ἔρωτα δὴ καὶ πάλαι τῆς βασιλείας ἔχων μάλιστα τῆς βασιλίσσης Θεοφανοῦς. ἔρχεται οὖν οὕτως ἔχων πρὸς Χρυσόπολιν, κἀκεῖθεν διαπεραιοῦται πρὸς τὸ Ἕβδομον, καὶ μετὰ παντὸς τοῦ λαοῦ διὰ τῆς χρυσῆς πόρτης πρὸς τὴν ἐκκλησίαν εἰσέρχεται, καὶ παρὰ τοῦ Πολυεύκτου τῷ διαδήματι στέφεται, καὶ κρατεῖ ἔτη ϛʹ. τὴν μέντοι Θεοφανὼ πρῶτα μὲν τῶν βασιλικῶν κατάγει ὁ Φωκᾶς καὶ ἐξόριστον τίθησιν, ὥσπερ δὴ καὶ τὸν Ἰωσήφ, τὸν δὲ πατέρα αὐτοῦ προχειρίζεται Καίσαρα. μετὰ δὲ ταῦτα τὸ προσωπεῖον καὶ τὴν σκηνὴν ἀποθέμενος ἄγεται νόμιμον γυναῖκα τὴν Θεοφανώ. τότε δὴ καὶ κρεῶν ἀπεγεύσατο, πρότερον ἀπεχόμενος κρεωδαισίας, ἐξ ὅτου Βάρδος ὁ ἐκ τῆς προτέρας αὐτοῦ γαμετῆς ἀποτεχθεὶς υἱός, ἱππαζόμενος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψιῷ τῷ Πλεύσῃ, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. τοῦ γάμου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον νέᾳ ἐκκλησίᾳ, ἐπείπερ ἔμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κα569 τέχων αὐτὸν ὁ Πολύευκτος καὶ ταῖς ἱεραῖς ἐγκύρσας κιγκλίσιν εἴσεισι μὲν ἐκεῖνος εἰς τὰ ἄδυτα, τὸν δὲ Φωκᾶν ὄπισθεν ἐξωθεῖ ἐπειπὼν ὅτι οὐκ ἔξεστί σοι εἰσελθεῖν, εἰ μὴ ἐπιτίμια δέξῃ δευτερογαμοῦντος. διεδίδοτο δὲ καὶ λόγος ἁπανταχοῦ, ὃς οὐ μικρῶς διετάραξε τὴν ἐκκλησίαν, ὅτι περ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένετο τῶν τῆς Θεοφανοῦς ἑνὸς παιδίου. ταῦτ' ἄρα καὶ ὁ πατριάρχης ἐπὶ πλέον ἀνέτεινεν. ἔτι δὲ ἀναβαλλόμενον τὸν Πολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ Καῖσαρ ἐπληροφόρησεν. ἀλλὰ καὶ Στυλιανὸς ὁ πρωτοπαπᾶς τοῦ μεγάλου παλατίου, ἀφ' οὗ καὶ μᾶλλον ἡ τοιαύτη φήμη κατέσχεν ἅπαντας, δι' ὅρκων ἐβεβαιοῦτο μηδέν τι τοιοῦτον ἐπισυμβῆναι τῷ Φωκᾷ. ὁ μέντοι Πολύευκτος, καίπερ φανερῶς ἐπιορκοῦντα εἰδὼς τὸν Στυλιανόν, τὸ τῆς συντεκνίας ἔγκλημα συγκεχώρηκε, καὶ ὁ πάλαι ἐνιστάμενος δευτερογαμίας ἐπιτίμια θεῖναι καὶ τὸ μέγα τοῦτο παρῆκεν ἁμάρτημα. Ὁ μέντοι Φωκᾶς καὶ βασιλεύων κατὰ Συρίας ὁρμᾷ, καὶ πόλεις πολλὰς καταστρέψας ἐκεῖθεν ὑπέστρεψε, φέρων μεθ' ἑαυτοῦ καὶ τὸν ἔχοντα ἀχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἅγιον κέραμον, ὃν εὗρεν ἐν Ἱεραπόλει, ταύτην πεπορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτιστοῦ Ἰωάννου βόστρυχον ἐμπεπιλημένον αἵματι. τοιοῦτος δὲ 570 ὁ Νικηφόρος ὢν καὶ ἐπὶ τοσοῦτον τὰ Ῥωμαίων αὐξήσας πράγματα (κατέσχε γὰρ πόλεις πλέον τῶν ρʹ καὶ φρούρια Κιλικίας Συρίας καὶ Φοινίκης, ὧν μέγιστα καὶ ἐπίσημα ἡ Ἀνάβαρζα, ἡ Ἀδάνα, καὶ τὰ λοιπὰ ἡ Μάμιστα ἡ καὶ Μό- ψου ἑστία λεγομένη, ἡ Ταρσός, τὸ Παγρά, τὸ Συνέφιον, τὸ Χάλεπ, ἡ Λαοδίκεια, ἔθετό τε ὑποφόρους τὴν ἐν Φοινίκῃ τε Τρίπολιν καὶ τὴν Δαμασκόν) ἀλλ' ὅμως μισητὸς παντὶ ἀνθρώπῳ γέγονε, καὶ πάντες τὴν αὐτοῦ καταστροφὴν ἐδίψων ἰδεῖν· εἰ γὰρ καὶ πλεῖστα ἐπέλαμπον αὐτῷ τὰ κάλλιστα, ἀλλὰ καὶ δύο κακὰ κατεσπίλουν αὐτόν, ἥ τε τῆς Θεοφανοῦς ἀθέμιτος μῖξις καὶ τὸ πρὸς πάντας αὐτοῦ μικρολόγον καὶ ἀφιλότιμον. λιμὸς καὶ γὰρ τὴν πόλιν κατέσχε ποτέ, ὡς ἕνα μέδιμνον χρυσέῳ πωλεῖσθαι νομίσματι. μανθάνει τοῦτο Φωκᾶς, καὶ μικροπρεπῶς τὸ πάθος ἰᾶται· τὰς δημοσίας καὶ γὰρ σιτοθήκας ἀνοίξας δύο μεδίμνους τῷ νομίσματι πωλεῖσθαι ἐκέλευσεν, οὐ τὸν Μακεδόνα Βασίλειον ἐν τούτῳ μιμησάμενος· οὗτος γὰρ τοὺς Βυζαντίους πενθοῦντας ἰδών, καὶ μαθὼν ὡς ὁ λιμὸς αἴτιος τοῦ πενθεῖν αὐτούς, δώδεκα μεδίμνους κελεύει πωλεῖσθαι τῷ νομίσματι. ἀλλὰ καὶ τοῦ βασιλέως Φωκᾶ κατ' ἐκεῖνο δὴ καιροῦ͂ ἐξελθόντος ὥστε γυμνάσαι τὸν στρατόν, ἐπεί τις ἦλθε πολιὸς τὴν τρίχα καὶ ἐπειρᾶτο συναριθμηθῆναι τοῖς στρατιώταις, φησὶ πρὸς αὐτόν 571 σὺ δέ, ὦ ἄνθρωπε, γέρων ὢν πῶς τοῖς ἐμοῖς στρατιώταις ἐπείγῃ συναριθμηθῆναι;» ὁ δ' εὐστόχως ὑπολαβὼν πολλῷ δυνατώτερός εἰμι νῦν» ἔφη ἢ ὅτε ἤκμαζον.» ὁ αὐτὸς δὲ καὶ πῶς τοῦτο» ἐρόμενος, ἔφη ὅτι τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις ἐπεφόρτιζον, ἐπὶ δὲ τῆς σῆς βασιλείας δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων φέρω. συνεὶς οὖν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείς. Ἀλλὰ καὶ τὰς ἀριθμηθείσας ἄνωθεν πόλεις καθελών, τὴν Ἀντιόχειαν μόνην ἀφῆκε παρελθών, καὶ ταῦτα δυνάμενος αὐτὴν καθελεῖν. ἐξεπίτηδες δὲ πάντως ἀφῆκε, δεδιὼς τὸν φημιζόμενον λόγον· ἐλέγετο γὰρ ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιοχείας καὶ ὁ βασιλεὺς τεθνήξεται. ὅθεν καὶ περὶ τὰ μέρη ἐκεῖνα τὸν Μιχαὴλ Βούρτζην ἀφεὶς φύλακα καὶ Πέτρον τινὰ εὐνοῦχον στρατοπεδάρχην, καὶ ἐνσκήψας αὐτοῖς μηδαμοῦ τῇ Ἀντιοχείᾳ προσβαλεῖν, πρός γε τὴν βασιλεύουσαν ἔρχεται. ἀλλ' ὁ Βούρτζης θέλων αὑτῷ περιποιήσασθαι ὄνομα τῶν μὲν ἐκείνου λόγων καταφρονεῖ, παντοίως δὲ τὴν πόλιν πολιορκήσας κατέσχεν αὐτήν. ταῦτα πυθόμενος ὁ Φωκᾶς, καὶ οὐκ ὀλίγα δυσχεράνας, ὕβρεσί τε πλύνει τὸν Βούρτζην καὶ τῆς ἀρχῆς παραλύει. ἐντεῦθεν οὖν τὸ κατ' αὐτοῦ μῖσος λαμβάνει ἀρχήν. πρὸς τούτοις δὲ καὶ τοὺς ὑπὸ χεῖρα τοῖς συχνοῖς ἐκάκου ταξειδίοις, κατὰ μηδὲν αὐτοὺς παραμυ572 θούμενος. ἀλλὰ καὶ τὰ παρὰ βασιλέων τινῶν εἰς εὐαγεῖς ναοὺς τυπωθέντα δίδοσθαι τέλεον ἔκοψε, προφάσει τοῦ τὸ δημόσιον σπανίζειν. χωρὶς αὐτοῦ ἐπίσκοπος οὐκ ἐψηφίζετο. ἀλλὰ καὶ θανόντων ἐπισκόπων βασιλικὸς ἄνθρωπος ἐκεῖσε ἐστέλλετο. ἐσπούδαζε δὲ καὶ νόμον θεῖναι τοὺς ἐν πολέμοις θνήσκοντας τιμᾶσθαι ὡς μάρτυρας, τὴν ψυχικὴν σωτηρίαν ἐν μόνῳ πολέμῳ θέμενος καὶ οὐκ ἐν ἄλλῳ τινί. πρὸς ὅπερ ἡ σύνοδος ἀντέστη, τὸν τοῦ μεγάλου Βασιλείου κανόνα σύμμαχον ἔχουσα τὸν ἐκτεθέντα διά γε τοὺς ἐν πολέμῳ θνήσκοντας. πολλὰ δὲ καὶ τὴν πόλιν ἐκάκωσε, τὸ τεῖχος κτίζων τῶν παλατίων. τοῦτο δὲ ἐποίει δεδιὼς τὰ τηνικαῦτα λεγόμενα· τοῦ παλατίου καὶ γὰρ ἐντὸς θανεῖν αὐτὸν προετεθέσπιστο. κατ' ἐκεῖνο δὲ καιροῦ καὶ ἡλίου ἔκλειψις γέγονε περὶ τρίτην ὥραν τῆς ἡμέρας, ὥστε καὶ ἄστρα φανῆναι. ἡ μέντοι Θεοφανὼ τὴν τοῦ Νικηφόρου συνουσίαν ἀπεστρέφετο. τίνος ἕνεκεν; ὅτι βίον ἐκεῖνος εἶχε σώφρονα, σαρκικῶν ἀπείχετο μίξεων, χαμευνίαις ἔχαιρεν. ὅθεν οὐκ ἀρεσκομένη τούτοις ἡ Θεοφανὼ τὸν Τζιμισχῆν μεταπέμπεται, κατά γε τὴν ἑαυτοῦ καθήμενον οἶκον· ἔφθασε γὰρ ὁ Φωκᾶς διά τινα ὑποψίαν παραλύσας αὐτὸν τῆς τοῦ δομεστίκου ἀρχῆς. νυ573 κτὸς οὖν ιαʹ τοῦ Δεκεμβρίου μηνός, λόγου ιγʹ, ἔτει ϛυοηʹ ἀποστείλασα ἄγει τοῦτον πρὸς τὸν χειροποίητον κάτωθεν τοῦ παλατίου λιμένα, κἀκεῖθεν ἀνάγει τοῦτον διὰ κοφίνου σὺν πᾶσι τοῖς ὑπ' αὐτόν, Μιχαὴλ τῷ Βούρτζῃ, Λέοντι ταξιάρχῃ τῷ Ἀβαλάντῃ, τῷ τοῦ Τζιμισχῆ Ἀτζιποθεοδώρῳ καὶ ἑτέροις τισί. καταλαμβάνουσιν οὖν αὐτὸν ἐπ' ἐδάφους κοιμώμενον. ἔνυξεν ὁ Τζιμισχῆς τὸν πόδα αὐτοῦ, καὶ δὴ μικρὸν ἀνεκάθισε. καὶ τηνικαῦτα κατὰ τοῦ κρανίου αὐτοῦ κατάγει ὁ Ἀβαλάντης τὴν σπάθην. εἶτα πρὸς τὸν Τζιμισχῆν ἐπὶ τῆς βασιλικῆς κλίνης καθίσαντα φέρουσιν αὐτὸν ἐμπαροινοῦντες καὶ βλασφημοῦντες εἰς αὐτόν, μηδὲν ἄλλο λέγοντα ὴ κύριε ἐλέησον» καὶ θεοτόκε βοήθησον.» ἐπεὶ δὲ ὑπὸ τῶν παρακοίτων ἤδη κατεφωράθησαν καὶ πολλοὺς ἑώρων βοηθήσαντας, τὴν κεφαλὴν αὐτοῦ ἀποτέμνουσι καὶ διὰ θυρίδος αὐτὴν ὑποδεικνύουσιν. ὅθεν καὶ ἔνθεν κἀκεῖθεν διεσκεδάσθησαν. Κρατεῖ οὖν μετὰ τὸν Φωκᾶν ὁ Τζιμισχῆς ἔτη ἕξ, συμβασιλεύοντας ἔχων αὐτῷ τοὺς υἱοὺς Ῥωμανοῦ Βασίλειον καὶ Κωνσταντῖνον. μεταπέμπεται δὲ Βασίλειον παρακοιμώμενον ἅτε δραστήριον ὄντα παντάπασιν καὶ ἱκανόν, ὃν δὴ καὶ ὁ Φωκᾶς πρόεδρον ἐτίμησε. τότε δὴ τότε τοῦ ἀξιώματος παρ' αὐτοῦ εὑρεθέντος, ἔρχεται τηνικαῦτα πρὸς τὴν μεγάλην ἐκκλησίαν. ἀλλ' οὐ προσδέχεται αὐτὸν ὁ Πολύευκτος, λέγων 574 εἰ μὴ ἄξια ποιήσεις μετανοίας, οὐκ ἐπιβήσῃ τοῦ θείου ναοῦ.» ἔνθεν τοι καὶ πάντα ὑπέσχετο ποιῆσαι. εἶπε δὲ μὴ αὐτόχειρα γενέσθαι αὐτὸν τοῦ Φωκᾶ, Ἀβαλάντην δὲ καὶ Ἀτζιποθεόδωρον κελεύσει τῆς δεσποίνης. ἣν δὴ καὶ ἐξορισθῆναι συναινεῖ ὁ πατριάρχης. γίνεται ταῦτα, καὶ οὐ μόνον ἡ μοιχαλὶς ἀλλὰ καὶ οἱ αὐτόχειρες τοῦ Φωκᾶ τῆς πόλεως ἐκδιώκονται. ῥήγνυσι δὲ καὶ τὸν τόμον ὁ Τζιμισχῆς, ὃν ἐπὶ συγχύσει τῆς ἐκκλησίας ὁ Φωκᾶς ἔθετο. ταύτῃ τοι καὶ τῷ διαδήματι παρὰ τοῦ Πολυεύκτου στέφεται. μετὰ δὲ ταῦτα τοὺς Βουλγάρους καταγωνισάμενος χαριστήρια τῶν τροπαίων ἀποδίδωσι τῷ θεῷ. ἐφ' ᾧ καὶ ἄνωθεν τῆς ἁψῖδος τῆς χαλκῆς ναὸν ἀνοικοδομεῖ ἐκ καινῆς. προστάσσει δὲ καὶ τὴν εἰκόνα τοῦ σωτῆρος τῷ νομίσματι ἐγγράφεσθαι, μὴ πρότερον τούτου γενομένου. τηνικαῦτα καὶ κομήτης ἐφάνη ὁ καλούμενος πωγωνίας, κατὰ μῆνα Αὔγουστον, καὶ ἐφαίνετο ἄχρις Ὀκτωβρίου, σημαίνων τὸν τοῦ βασιλέως θάνατον καὶ τὰς ἐπελευσομένας τοῖς Ῥωμαίοις συμφοράς. τινὲς μὲν οὖν τῶν πόλεων, ἃς ὁ Φωκᾶς προλαβὼν ἐπεκτήσατο, τὴν Ῥωμαίων ἐξουσίαν ἀπεσείσαντο. ἔξεισι λοιπὸν ὁ βασιλεὺς κατ' αὐτῶν, καὶ ἄπεισι μέχρι Δαμασκοῦ, καὶ πάντα καλῶς πειθοῖ τε καὶ πολέμῳ ἀποκαταστήσας πρὸς τὴν βασιλίδα ὑπέστρεφε. διερ575 χόμενος οὐν κατά γε τὴν Ανάβαρζαν καὶ τὸν Πονδαδόν, κἀκεῖσε κτήσεις ἰδὼν πολυτελεῖς καὶ χωρία πάμφορα, ἠρώτα τοὺς παρευρημένους τίνος ἂν εἶεν αὗται. ὡς οὐν ἐμάνθανεν ὅτι Βασιλείου τοῦ παρακοιμωμένου εἰσὶ πᾶσαι, ἀφ' ὧν αἱ μὲν τῇ Ῥωμαίων προσεκτήθησαν παρὰ Νικηφόρου τοῦ Φωκᾶ, αἱ δὲ τοῦ δομεστίκου καὶ αὗται παρὰ σοῦ, ὦ βασιλεῦ, ἐντεῦθεν περιαλγὴς γενόμενος (τὰ γὰρ καταλειφθέντα τῷ δημοσίῳ οὐδενὸς ἄξια λόγου ἐτύγχανε) καὶ βύθιον στενάξας δεινὸν ὦ παρόντες»· ἔφη, εἰ τὰ δημόσια καταναλίσκονται χρήματα καὶ τὰ Ῥωμαϊκὰ ταλαιπωροῦνται στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους ἀναδέχονται κόπους, τὰ δ' ἐκ τοσούτων προσκτώμενα μόχθων ἑνὸς εὐνούχου γίνονται κτῆμα.» καὶ ὁ μὲν βασιλεὺς ταῦτα, τὶς δὲ τῶν παρόντων τῷ Βασιλείῳ τηνικαῦτα τὸν τοῦ βασιλέως λόγον διαπορθμεύσας ἠρέθισε πρὸς ὀργήν. ὑπέρχεται οὖν τὸν οἰνοχοοῦντα τῷ βασιλεῖ, δηλητήριον κίρνησι. πλὴν οὐ τῶν δραστικωτέρων ἦν· ἐφ' ᾧ καὶ κατ' ὀλίγον νοσηλευόμενος ὁ βασιλεύς, καὶ τοὺς ὤμους ἀνθρακιάσας, αἵματος αὐτοῦ πολλοῦ ῥυέντος διὰ τῶν ὀφθαλμῶν κατέλυσε τὴν ζωήν. Κρατεῖ μετ' αὐτὸν Βασίλειος ὁ πορφυρογέννητος ἔτην, εἰ καὶ τὸ πᾶν τηνικαῦτα παρὰ Βασιλείου προέδρου ἐνεργούμενον ἦν διά γε τὸ ἁπαλὸν τῆς τοῦ βασιλέως νεότητος. ἔκτοτε 576 οὖν τὰ τοῦ ἐμφυλίου πολέμου κατὰ τὸν προφανέντα κομήτην λαμβάνει ἀρχήν. κατὰ τοῦτον μέντοι τὸν καιρὸν καὶ ἔκλειψις ἡλίου γέγονεν, ὥστε καὶ ἄστρα φανῆναι. πρόσεχε δέ, ἀγαπητέ, ὅτι τῶν Βουλγάρων ἅμα τῇ τελευτῇ τοῦ βασιλέως Ἰωάννου ἀποστατησάντων ἄρχειν αὐτῶν προχειρίζονται τέσσαρες ἀδελφοί, Δαβὶδ Μωσῆς Ἀαρὼν καὶ Σαμουήλ, καὶ οὐ διέλιπον ἔκτοτε πόλεμοί τε πανταχοῦ καὶ σφαγαί. ἐν ἔτει ϛυϟδʹ, Ὀκτωβρίῳ μηνί, ἐγένετο κλόνος μέγας, καὶ κατέπεσον οἰκίαι καὶ ναοὶ πολλοί, καὶ μέρος τῆς σφαίρας τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας, ὅπερ ὁ βασιλεὺς φιλοτίμως ἐπανωρθώσατο, δαπανήσας εἰς μόνας τὰς μηχανὰς τῆς ἀνόδου, δι' ὧν οἱ τεχνῖται ἱστάμενοι καὶ τὰς ὕλας ἀναγομένας δεχόμενοι ᾠκοδόμουν τὸ πεπτωκός, κεντηνάρια ιʹ. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τὰ Βοδενὰ φρούριόν ἐστιν ἐπὶ πέτρας ἀποτόμου κείμενον, δι' ἧς κατέρρει τὸ τῆς λίμνης τοῦ Ὀστροβοῦ ὕδωρ ὑπὸ γῆς κάτωθεν ῥέον ἀφανῶς, κἀκεῖσε πάλιν ἀναδυόμενον. ὁ μέντοι Βασίλειος συχνοὺς πολέμους κατὰ Βουλγάρων στησάμενος καὶ διαφόρως αὐτοῖς συμπλακείς, καὶ τρόπαια στήσας κρείττονα λόγου, καὶ τὸν Σαμουὴλ πολλάκις καταλύσας, ἐπὶ τὴν βασιλίδα ἔρχεται. καὶ δόγμα τηνικαῦτα ἐξέθετο τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας τελεῖσθαι 577 παρὰ τῶν δυνατῶν. κατωνομάσθη δὲ ἡ τοιαύτη σύνταξις ἀλληλέγγυον. τοῦ πατριάρχου Σεργίου, τῶν μητροπολιτῶν καὶ πολλῶν ἄλλων ἀσκητῶν δεηθέντων ἐκκοπῆναι τουτὶ παράλογον ἄχθος, ὁ βασιλεὺς οὐχ ὑπήκουσε. Κατ' ἐκεῖνον δὲ καιρὸν χειμὼν γέγονεν ἐπαχθέστατος, ὡς ἀποκρυσταλλωθῆναι πάντα ποταμὸν καὶ λίμνην καὶ αὐτὴν τὴν θάλασσαν. ἀλλὰ καὶ κατὰ Ἰανουάριον μῆνα γέγονε σεισμὸς φρικωδέστατος, καὶ διεκράτησε κλονουμένη ἡ γῆ μέχρι τῆς θʹ τοῦ Μαρτίου μηνός. ἐν ταύτῃ δὲ περὶ δεκάτην ὥραν τῆς ἡμέρας γέγονε βρασμὸς καὶ κλόνος φρικτὸς κατά γε τὴν βασιλίδα καὶ τὰ λοιπὰ θέματα, καὶ πεπτώκασιν αἱ σφαῖραι τοῦ ναοῦ τῶν ἁγίων τεσσαράκοντα καὶ τῶν ἁγίων πάντων, ἃς ὁ βασιλεὺς εὐθὺς ἀνεκτίσατο. ταῦτα δὲ προεμήνυσε τὴν γενομένην ἐν Ἰταλίᾳ στάσιν· ἠγέρθησαν γὰρ καὶ οὗτοι σὺν Λογγιβάρδοις κατὰ Ῥωμαίων. καθ' ὧν ὁ Μέλης παρὰ τοῦ βασιλέως ἐκπέμπεται, κοὶ λαμπρὸν ἵστησι τρόπαιον. ὁ μέντοι βασιλεὺς οὐ διέλιπε καθ' ἕκαστον ἔτος εἰσιὼν ἐν Βουλγάροις. ὁ δὲ Σαμουὴλ μὴ δυνάμενος κατὰ τὸ ἐμφανὲς ἀντιτάσσεσθαι, ἔγνω δὲ τάφροις καὶ θριγγίοις τὴν Βουλγάρων κατοχυρῶσαι, κἂν διὰ κενῆς αὐτῷ ἀπέβαινε τὰ τεχνάσματα. συνάπτει οὖν μετὰ ταῦτα καὶ τῷ Σαμουήλ, καὶ τοῦτον κατα 578 κράτος ἡττᾷ, μόλις μόνον διασωθέντα εἴς τι φρούριον τὸν Πρίλαπον. ὁ δὲ βασιλεὺς τοὺς ἑαλωκότας τῶν Βουλγάρων ὡσεὶ ιεʹ, ὥς φασιν, ὄντας χιλιάδας ἀποτυφλώσας, καὶ ἑκάστην ἑκατοντάδα πεπηρωμένην ὑφ' ἑνὸς μονοφθάλμου ὁδηγεῖσθαι κελεύσας, πρὸς τὸν Σαμουὴλ ἐκπέμπει. οὓς ἐκεῖνος ἰδών, καὶ τὸ πάθος οὐκ ἐνεγκών, λειποθυμίᾳ καὶ σκότει βάλλεται καὶ εἰς γῆν πίπτει. ὕδατι οὖν καὶ μύροις οἱ παρόντες τὴν πνοὴν αὐτοῦ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκασιν. ἀνενεγκὼν δὲ ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν. λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιωγμῷ, καὶ μετὰ δύο ἡμέρας θνήσκει. ἔνθεν τοι καὶ παραλαμβάνει τὴν τῶν Βουλγάρων ἀρχὴν ὁ υἱὸς αὐτοῦ Γαβριήλ, ὁ καὶ Ῥωμανός, ῥώμῃ μὲν καὶ ἰσχύϊ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος. οὕτω μὲν οὖν τὴν τῶν Βουλγάρων ἀρχὴν κατέλυσεν ἅπασαν, ὧν μὲν κτανθέντων ὧν δὲ ἄλλων χειρωθέντων, καὶ ἑτέρων αὖθις τῶν ὁπωσδήποτε καταληφθέντων καὶ μὴ βουλομένων αὐτῷ προσελθόντων. καὶ αὐτὴν δὲ τὴν Ἀκρίδα, καθ' ἣν τὰ βασιλεια τῶν Βουλγάρων ἐτύγχανε, κατέσχεν· ἀφ' ἧς καὶ χρήματα πολλά, λίθους δηλαδὴ καὶ μαργάρους καὶ χρυσοῦ κεντηνάρια ρʹ, ἀφείλετο. μετὰ ταῦτα δὲ πάντα ἐν Ἀθήναις γενόμενος, καὶ τὰ τῆς νίκης εὐχαριστήρια τῇ θεοτόκῳ ἀποδούς, καὶ ἀναθήμασι πολλοῖς λαμ579 προῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναόν, ὑπέστρεψεν εἰς Κωνσταντινούπολιν, καὶ διὰ τῶν μεγάλων πυλῶν χρυσῷ στεφάνῳ λόφον ἐφύπερθεν ἔχοντι ἐθριάμβευσεν ἐστεφανωμένος, προηγουμένης Μαρίας τῆς τοῦ Βλαδισθλάβου γυναικὸς καὶ τῶν τοῦ Σαμουὴλ θυγατέρων καὶ τῶν λοιπῶν Βουλγάρων, καὶ οὕτω μετὰ τροπαίων ἐν τῇ ἐκκλησίᾳ εἰσῆλθεν. ὃν δὴ καὶ πολλὰ τηνικαῦτα κατελιπάρει ὁ πατριάρχης Σέργιος σβέσαι τὸ ἀλληλέγγυον· ἦν γὰρ ὑποσχόμενος ποιῆσαι τοῦτο, εἰ τῶν Βουλγάρων ὑπερισχύσειεν. ἀλλ' οὐκ ἔπεισε. ταῦτα μὲν οὖν πάντα τελέσας ὁ βασιλεὺς καὶ κατὰ τῆς Σικελίας ἐκστρατεῦσαι ἐβούλετο. ἀλλ' ἐκωλύθη· νόσῳ γὰρ αἰφνιδίῳ συσχεθεὶς ἀπεβίω, καὶ θάπτεται ἐν τῷ κατὰ Ἕβδομον ναῷ τοῦ θεολόγου, Ἀλέξιον μοναχὸν ἀπὸ μονῆς τοῦ Στουδίου πατριάρχην ἐνθρονιάσας. ἔτυχε γὰρ εἰς ἐπίσκεψιν αὐτοῦ ἐλθεῖν μετὰ τῆς τιμίας κεφαλῆς τοῦ προδρόμου· τοῦτον καὶ γὰρ εἶχε σύμβουλον πρὸς τὴν τοῦ κοινοῦ διοίκησιν. Μετὰ δὲ Βασίλειον τὴν ἅπασαν τῆς βασιλείας ἐξουσίαν ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος διαδέχεται, κρατήσας ἔτη γʹ, εἰ μὴ καὶ κατ' ἐκεῖνον ταύτην ἐκόσμησε, γυναιξὶ χαίρων ὀρχηστρίαις καὶ φιλοπαίγμοσιν· ἀλλὰ καὶ πρὸς ἱπποδρομίας ὡς οὐδεὶς ἕτερος κεχηνὼς τὴν τοῦ κοινοῦ φροντίδα ὡς οὐδὲν ἡγούμενος ἦν. καὶ οὓς μὲν εὗρεν ἄνδρας ἀξιολόγους, κατήγαγε καὶ 580 ἀπετύφλωσε, πρὸς δὲ τὰς ἀρχὰς ἑτέρους ἀνεβίβαζεν ἀφελεῖς καὶ ἀξίους γέλωτος. συνέτριψε δὲ οὐ μόνον πένητας ἀλλὰ καὶ πλουσίους. ἐν τρισὶ γὰρ ἔτεσιν, ἐν οἷς καὶ τὸ πᾶν τῆς αὐτοῦ βασιλείας, πέντε δασμοφορίας ἀπῄτησε· τὰς γὰρ δύο ἔτυχεν ἀφεὶς ὁ ἀδελφὸς αὐτοῦ. μετὰ δὲ ταῦτα αἰφνιδίῳ νόσῳ συσχεθεὶς σκέπτεται τίνα καταλείψει διάδοχον. πρός τινων οὖν ἐκδιδαχθεὶς ὡς εἰς Ῥωμανὸν τὸ κράτος μετ' αὐτὸν φοιτήσειεν, ἕνα μὲν ὄντα τῶν τῆς συγκλήτου, λεγόμενον δὲ Ἀργυρόπουλον, ἐξ ἀνάγκης τὸν τοιοῦτον μεταπέμπεται, ᾧ καὶ ἀνάγκη ἐπέκειτο ἢ διαζυγῆναι τῆς νομίμου γυναικὸς καὶ τῇ τοῦ βασιλέως θυγατρὶ συναφθῆναι καὶ οὕτω βασιλεὺς ἀναγορευθῆναι, ἢ πηρωθῆναι τοὺς ὀφθαλμούς. τοῦ δὲ ἰλιγγιῶντος καὶ ἀναδυομένου πρὸς αὐτῶν ἑκάτερον, ἡ σύνοικος δείσασα περὶ τοῦ ἀνδρός, μή τι καὶ πάθῃ δεινόν, τὴν κοσμικὴν ἑκουσίως ἀπέθετο τρίχα, καὶ οὕτως τῷ συζύγῳ πρὸς τῇ ὄψει καὶ τὴν βασιλείαν ἐχαρίσατο. τριῶν θυγατέρων οὐσῶν τῷ βασιλεῖ Κωνσταντίνῳ ἡ μὲν πρώτη ἀπεκείρατο, ἡ δὲ τρίτη ἀπηνήνατο. συνάπτεται οὖν τῇ δευτέρᾳ, ἥτις Ζωὴ ἐκαλεῖτο, καὶ οὕτως αὐτοκράτωρ ἀναγορεύεται, κρατήσας ἔτη εʹ. καὶ τηνικαῦτα προοιμίων ἀγαθῶν ἀπάρχεται· τῇ γὰρ θεοῦ μεγάλῃ ἐκκλησίᾳ ἐκέλευσε δίδοσθαι κατ' ἔτος ἀπὸ τῶν βασιλι581 κῶν ταμείων χρυσοῦ λίτρας πʹ. κόψας καὶ τὸ ἀλληλέγγυον, ἐκκενοῖ τε καὶ τὰς φυλακάς, καὶ ἄλλα πολλὰ τοιαῦτα ποιεῖ. Ὀκτωβρίῳ δὲ μηνί, κατὰ τὴν λά, χύσις ἀστέρος ἐγένετο ἐκ δυσμῶν πρὸς ἀνατολὰς τὴν πορείαν ποιοῦντος, καθ' ἣν ἡμέραν καὶ πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ, στρατηγοῦντος τῆς μεγάλης Ἀντιοχείας Μιχαὴλ τοῦ Σπονδύλου. ἐγένετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, κρατήσασα ἕως αὐτοῦ τοῦ Μαρτίου μηνός, τῶν ποταμῶν ἐκχυθέντων καὶ τῶν κοίλων πελαγισάντων, ὡς ἀποπνιγῆναι σχεδὸν πάντα τε τὰ ζῶα καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῇ, κἀντεῦθεν ἐπακολουθῆσαι λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον δεινόν. τὸ μέντοι τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἀτύχημα κατὰ Συρίαν ἐγένετο. κατ' ἐκεῖνο δὴ καιροῦ καὶ τεράστιόν τι γέγονεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων περὶ τὰς ὑπωρείας τοῦ ὄρους τοῦ Κουζινᾶ, ἐν ᾧ πηγή ἐστι διειδοῦς ὕδατος, καθ' ἣν ἤκουστο φωνή τις οἰκτρὰ μετὰ ὀδυρμῶν καὶ οὐαὶ καὶ θρῆνος παρεμφερὴς ὁλοφυρμῷ γυναικῶν. καὶ οὐχ ἅπαξ ἢ δὶς τοῦτο γινόμενον ἦν, ἀλλ' ἀπὸ Μαρτίου μηνὸς ἕως Ἰουνίου αὐτοῦ, καθ' ἡμέραν καὶ νύκτα. ἀπιόντων δέ τινων ἐπὶ τῷ κατασκοπῆσαι τὸν τόπον ἐν ᾧ ἡ φωνὴ ἐξηχεῖτο, ἀλλαχοῦ μετέπιπτεν ἡ ὀλολυγή. τοῦτο δέ, ὡς ἔοικε, προεμήνυε τὴν φθάσασαν γενέσθαι τοῖς 582 Ῥωμαίοις ἀτυχίαν ἐν Κοίλῃ Συρίᾳ. τοῦ γὰρ βασιλέως Νικηφόρου τοῦ Φωκᾶ τὰς πλείστας τῆς Συρίας καὶ Φοινίκης πόλεις τῇ Ῥωμαίων ἀποκαταστησαμένου, καὶ τοῦ μετ' αὐτὸν Ἰωάννου τὰ ἑαλωκότα κρατυναμένου καὶ μέχρι γε Δαμασκοῦ τὴν ἐπικράτειαν παρατείναντος, ἐπείπερ ὁ μετ' αὐτοὺς βασιλεὺς ἐμποδιζόμενος μὲν καὶ ὑπὸ τῶν ἐμφυλίων πολέμων, κατατρέχων δὲ καὶ τῶν Βουλγάρων δι' ὅλου, τὰ τῆς ἕω καλῶς ἀσφαλίσασθαι οὐκ ἴσχυσεν· ἐν φαντασίᾳ γὰρ καὶ μόνῃ παραγενόμενος ἐκεῖσε τηνικαῦτα ὑπέστρεψεν, ἀσχολίαν ἔχων ἔμμονον τὸ τῶν Βουλγάρων καθυποτάξαι γένος. ἐντεῦθεν οὖν ἀδείας οἱ περὶ τὴν ἕω δραξάμενοι τὴν ἑαυτῶν ἐλευθερίαν ἀναζητῆσαι διενοήσαντο. ταύτῃ τοι καὶ ἐμελετᾶτο μὲν ἡ ἀποστασία ἐπὶ τοῦ Βασιλείου, ἐκρύπτετο δέ. ἐπὶ δὲ Κωνσταντίνου τὴν βασιλείαν ἀμελῶς ἰθύνοντος οἱ Σαρακηνοί, μηδενὸς ὄντος τοῦ κωλύοντος, ἐπόρθουν ἀδεῶς τὰ ἐν ταῖς πόλεσι φρούρια, πολλὴν ἁπανταχοῦ καταδρομὴν ποιησάμενοι. οὕτω μὲν οὖν τῶν πραγμάτων ἐχόντων ὁρμᾷ κατὰ τῶν Σαρακηνῶν ὁ βασιλεύς. πρὸς τὸ Φιλομίλιον ἔρχεται. πέμπονται πρὸς αὐτὸν πρέσβεις ἀπὸ Βερροίας, συμπάθειαν ἐξαιτούμενοι καὶ τὴν προτέραν δούλωσιν καὶ δασμοφορίαν καταδεχόμενοι. ὁ δὲ Ῥωμανὸς θέλων ἐνδείξασθαί τι γενναῖον 583 κατὰ Συρίας, ὡς οἱ πρὸ αὐτοῦ βασιλεῖς, τοὺς πρέσβεις οὐ δέχεται, ἀλλ' ὁρμᾷ κατ' αὐτῶν, μήτε τὴν τοῦ ὕδατος σπάνιν ἀναλογισάμενος, μήτε τοὺς Σαρακηνοὺς αὐτοὺς ὡς ἀκάθεκτοι μᾶλλον ἐν θερινῷ καιρῷ διὰ τὸ ἔθος τυγχάνουσι. συνάπτεται τοιούτοις, καὶ ἧτταν ἡττᾶται οἵαν ὁ λόγος παραστῆσαι οὐ δύναται. ὑποστρέφει πρὸς Ἀντιόχειαν, τοῦ στρατοῦ κοιλιακῷ συσχεθέντος νοσήματι καὶ τῷ δίψει κακωθέντος. ἐπιτίθενται καὶ αὖθις αὐτοῖς οἱ Σαρακηνοί, καὶ τοσοῦτον φθόρον ἐποίησαν ὥστε καὶ τὸν βασιλέα μόλις διασωθῆναι. Ὁ δὲ βασιλεὺς τὸν οἶκον τοῦ Τριακονταφύλλου ἐξωνησάμενος εἰς μοναστήριον μετεσκεύασεν ἐπ' ὀνόματι τῆς θεοτόκου, συντρίψας τῇ προφάσει ταύτῃ τὸ ὑπήκοον καὶ κακώσας ἐν ταῖς τῶν ὑλῶν μετακομιδαῖς. καταλαμπρύνει δὲ καὶ τὰ κιονάκρανα τῆς μεγάλης ἐκκλησίας καὶ τῶν Βλαχερνῶν ἀργύρῳ καὶ χρυσῷ. Μετὰ δὲ ταῦτα ἦλθε πρὸς τὸν βασιλέα Ῥωμανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίτου υἱὸς Ἄμερ, ἐξαιτῶν ἀνανεῶσαι τὴν εἰρήνην καὶ τοὺς πρόσθεν παρέχειν φόρους. καὶ δὴ στέλλεται Θεοφύλακτος πρωτοσπαθάριος ὁ Ἀθηναῖος, καὶ τὰς σπονδὰς ἐβεβαίωσε. κατ' ἐκεῖνο δὲ καιροῦ περὶ δευτέραν ὥραν τῆς νυκτὸς χύσις ἐγένετο ἀστέρος ἀπὸ μεσημβρίας 584 πρὸς ἄρκτον πᾶσαν τὴν γῆν περιαστράψαντος. ἐφ' ᾧ καὶ μετὰ μικρὸν ἀγγέλλονται τὰ κατασχόντα τὴν Ῥωμαίων ἀτυχήματα, Ἄραβες ληϊσάμενοι τὴν Μεσοποταμίαν ἄχρι Μελιτηνῆς, Πατξινάκαι δὲ τὸν Ἴστρον διαβάντες καὶ τὴν Μυσίαν κακῶς διαθέμενοι. τηνικαῦτα δὲ καὶ ἡ ἰδιόγραφος ἐπιστολὴ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ πρὸς Αὔγαρον πεμφθεῖσα τὸν τοπάρχην, ἐστάλη πρὸς τὸν βασιλέα. οὗτος μὲν οὖν ὁ βασιλεὺς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν, τὰ ὑπὸ σεισμοῦ κακῶς παθόντα πτωχοτροφεῖα παντάπασιν ἀνανεούμενος. εἶτα νόσῳ χρονίᾳ βάλλεται καὶ τριχορρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὥς φασιν, ὑπὸ Ἰωάννου τοῦ τηνικαῦτα ὀρφανοτρόφου. οὗτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρέτει τῷ Ῥωμανῷ. ταύτῃ τοι κὶ τοῦ κράτους ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἔσχεν. ἦσαν δὲ τῷ Ἰωάννῃ καὶ ἕτεροι ἀδελφοί, Μιχαὴλ Νικήτας Κωνσταντῖνος καὶ Γεώργιος. ἀλλ' ὁ μὲν Κωνσταντῖνος καὶ Γεώργιος σὺν τῷ Ἰωάννῃ εὐνοῦχοι ὄντες ἀγυρτικὴν μετῄεσαν τέχνην, ἀλλὰ διὰ τοῦ Ἰωάννου πάντες οὗτοι τῷ βασιλεῖ ᾠκειώθησαν. ἡ μέντοι Ζωὴ τὸν Ῥωμανὸν ὁρῶσα βίον ὑπερχόμενον σώφρονα, καὶ ἀπαρεσκομένη τῷ πράγματι σφαδασμοῖς ἅτε σαρκικοῖς ὑποθερμαινομένη, ἐρωτικὸν ἐνορᾷ πρὸς τὸν διαληφθέντα Μι585 χαήλ, εὐπρεπέστατον τὴν ὄψιν ὑπάρχοντα, καὶ οὕτω κρυφίως αὐτῷ ἐπεμίγνυτο. ἐφ' ᾧ καὶ κατεργάζεται ὁ βασιλεὺς ἅτε τῆς βασιλίδος τὸν Μιχαὴλ εἰς τὸν βασιλικὸν θρόνον σπευδούσης ἀναγαγεῖν. βραδυθανάτοις δὲ φαρμάκοις κατεργασθείς, καὶ χρόνον συχνὸν κείμενος κλινοπετής, ὅλῃ ψυχῇ ἐπεκαλεῖτο τὸν θάνατον. κατὰ δέ γε τὴν μεγάλην πέμπτην τὰς ῥόγας τῶν συγκλητικῶν ποιησάμενος, καὶ ἐπιθυμήσας λούσασθαι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον, καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται ὑπὸ τῶν περὶ τὸν Μιχαὴλ ἐν τῇ κολυμβήθρᾳ τοῦ λουτροῦ. κατὰ ταύτην μὲν οὖν τὴν νύκτα μηνύεται ὁ πατριάρχης Ἀλέξιος ὑπὸ τοῦ βασιλέως δῆθεν Ῥωμανοῦ. ἀλλ' ὁ πατριάρχης ἐλθὼν αὐτὸν μὲν εὑρίσκει νεκρόν, ἡ δὲ βασιλὶς Ζωὴ ἐν τῷ χρυσοτρικλινίῳ προκαθίσασα ἐξάγει τὸν Μιχαήλ, καὶ καταναγκάζει τὸν πατριάρχην ἱερολογῆσαι τοῦτον αὑτῇ. ὁ δὲ πατριάρχης ἐπὶ τῷ πράγματι ἐκπλαγεὶς τὴν ἱερολογίαν, ὡς εἰκός, ἐνεδοίαζεν. ἔνθεν τοι καὶ ὁ Ἰωάννης σὺν τῇ Ζωῇ νʹ μὲν χρυσοῦ λίτρας τῷ πατριάρχῃ νʹ δὲ ὁμοίως τῷ κλήρῳ ἐπιδοὺς ἔπεισε ἱερολογίας ἀξιῶσαι αὐτούς. καὶ ὁ μὲν Ῥωμανὸς ἐν τῇ ὑπ' αὐτοῦ νεουργηθείσῃ ἐκκλησίᾳ θάπτεται τῆς περιβλέπτου. Κρατεῖ δὲ ὁ Μιχαὴλ σὺν τῇ Ζωῇ ἔτη
560.2.1
ἀλλ' ἡ Ζωὴ 586 αὕτη ἐλπίζουσα τῷ Μιχαὴλ ἀντὶ δούλου κεχρῆσθαι ἀστοχεῖ τοῦ σκοποῦ. ὁ γὰρ Ἰωάννης δραστήριος ὤν, καὶ δεδιὼς περὶ τοῦ ἀδελφοῦ αὐτοῦ, πάντας μὲν τοὺς προσόντας αὐτῇ θαλαμηπόλους, ναὶ μὴν καὶ τὰς οἰκειοτάτας θεραπαινίδας ἐξ αὐτῆς ἀποσπᾷ, καὶ οὐδὲ τὸ τυχὸν παρ' αὐτῆς ἐνεργεῖται εἰ μήγε κατὰ γνώμην Ἰωάννου. οὗτος μὲν οὖν καὶ τὸ ὑπήκοον ἐξημέρου παντοίως καὶ πάντα μετεχειρίζετο. ὅτι δὲ τὰ γεγονότα οὐκ ἀρεστὰ ἦν τῷ θεῷ, δέδεικται καὶ ἐκ προοιμίων αὐτῶν· κατὰ γὰρ τὴν ιαʹ ὥραν τῆς ἁγίας μεγάλης κυριακῆς χάλαζα κατηνέχθη ἀφόρητος καὶ γενναία, ὡς συντριβῆναι μὴ μόνα τὰ δένδρα, τά τε κάρπιμα καὶ τὰ ἄκαρπα, ἀλλὰ δὴ καὶ οἰκίας καταπεσεῖν καὶ ναούς. γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν μετὰ τὸ πάσχα κυριακήν, περὶ ὥραν τρίτην τῆς νυκτός, τῇ ὑπερβολῇ τῆς λαμπρότητος τοὺς ἀστέρας πάντας ἀποκαλύψαντος ὡς καὶ ἥλιον ἀνατεῖλαι δοκεῖν· ὁ μέντοι βασιλεὺς ἐλήφθη δαιμονίῳ, ὃ καὶ σεμνολογοῦντες οὶ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα. καὶ παρέμεινε τὸ τοιοῦτον ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς. Κατ' ἐκεῖνο δὴ καιροῦ καὶ τοιοῦτόν τι συνέβη ἐν τῷ θέματι τῶν Θρᾳκησίων. Βαράγγων διεσπαρμένων γυναῖκά τις ἐγχωρίαν εὑρὼν ἐπ' ἐρημίας ἐπειρᾶτο τῆς σωφροσύνης αὐτῆς, 587 ὡς δὲ οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν. ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τοῦ ἀνδρὸς παίει κατὰ καρδίαν τὸν Βάραγγον, καὶ εὐθὺς ἀναιρεῖ. τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ, συναθροισθέντες οἱ Βάραγγοι τήν τε γυναῖκα στεφανοῦσι καὶ τὴν ἅπασαν οὐσίαν τοῦ βιαστοῦ ταύτῃ διδόασι, κἀκεῖνον ἄταφον ῥίπτουσι. Τότε δὴ καὶ σεισμοῦ γενομένου κακῶς ἔπαθε τὰ Ἱεροσόλυμα, τεθνηκότων ἀνθρώπων πολλῶν ἐν τοῖς τῶν ἐκκλησιῶν καὶ οἰκιῶν συμπτώμασι, σειομένης τῆς γῆς ἄχρις ἡμερῶν μʹ. τῷ δέ γε Σεπτεμβρίῳ μηνί, ϛφμγʹ ἔτει, ἰνδικτιῶνος τρίτης, πυρὸς ἐφαίνετο στῦλος κατὰ τὴν ἑώαν, τὴν κορυφὴν κεκολλημένην φέρων πρὸς μεσημβρίαν· καθ' ἣν ἡμέραν καὶ οἱ Σαρακηνοὶ ᾖραν τὰ Μύρα, καὶ ἄλλα δὲ δεινὰ πολλὰ συνέβησαν. ὁ μέντοι βασιλεὺς Μιχαὴλ πᾶσαν αὐτοῦ τὴν ζωὴν ἀποκλαιόμενος ἦν τὴν εἰς τὸν Ῥωμανὸν ἁμαρτάδα, τὸν θεὸν ἰλασκόμενος δι' ἀγαθοεργιῶν καὶ κτίσεως μοναστηρίων, καὶ ἄλλας δὲ πρὸς τούτοις πράξεις ἐτέλει χρηστάς. αὗται δὲ ἀνύσιμοι ἂν ἦσαν, εἰ τὴν βασίλειάν τε ἀπέρριψε δι' ἣν τὰ τοιαῦτα κακά, καὶ εἰ τὴν μοιχάδα ἀπώσατο καὶ καθ' ἑαυτὸν ἀπεκλαίετο τὴν ἁμαρτίαν. τούτων δὲ μηδὲν πεπραχώς, ἀλλ' ἐκείνῃ συνὼν καὶ τῆς βασιλείας ἀντεχόμενος, κἀκ τῶν δημοσίων καὶ κοινῶν τὰς δοκούσας εὐποιίας ἀποπληρῶν, κἀντεῦθεν νομίζων τυχεῖν συγχωρήσεως, ἀνόητον διελογίζετο τὸ