Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
588.1.1
θεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν ὠνούμενος τὴν μετάνοιαν. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ σεισμοῦ γεγονότος χάσματα γεγόνασιν ἐν Βουκελλαρίοις, καὶ κατεπόθησαν χωρία πέντε. ἔνθα καὶ Νικηφόρον πρόεδρον τὸν Κωνσταντίνου βασιλέως εὐνοῦχον διατρίβοντα μικροῦ δεῖν κινδυνεῦσαι συνέβαινεν ἄν, διαφυγόντα δὲ παρ' ἐλπίδα τὸν κίνδυνον ἀποκαρῆναι μοναχόν. τηνικαῦτα δὲ καὶ αὐχμοῦ γεγονότος ὡς ἐπὶ μῆνας ἓξ μὴ καταρραγῆναι ὑετόν, λιτανείας ἐποίησαν οἱ τοῦ βασιλέως ἀδελφοί, καὶ ὁ μὲν Ἰωάννης τὸ ἅγιον ἐβάσταζε μανδήλιον, ὁ δὲ μέγας δομέστικος τὴν πρὸς Αὔγαρον ἐπιστολὴν τοῦ Χριστοῦ καὶ τὰ ἅγια σπάργανα. καὶ πεζοὶ ὁδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφίκοντο μέχρι τῶν Βλαχερνῶν. οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζαι παμμεγέθεις καταρραγεῖσαι συνέτριψαν τά τε δένδρα καὶ τοὺς κεράμους τῆς πόλεως. ὁ μὲν οὖν βασιλεύς, κατατεινόμενος ὑπὸ τοῦ δαίμονος ἐπὶ πλέον, ἔπεμψεν ἐν τοῖς θέμασι καὶ ταῖς νήσοις τοῖς μὲν πρεσβυτέροις ἀνὰ νομίσματα βʹ, τοῖς δὲ μοναχοῖς ἀνὰ νομίσματα ἕν· ἐπὶ πλέον τὸ κακὸν ἐπετείνετο, συνεπιλαβομένης καὶ νόσου ὑδρωπικῆς. κατὰ τοῦτο καὶ ὁ βασιλεὺς διέτριβε τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλά, προσλιπαρῶν τῷ τάφῳ τοῦ καλλινίκου Δημητρίου τοῦ πάθους ἕνεκεν· τῶν γὰρ κοσμικῶν πραγμάτων οὐδαμῶς 589 ἐφρόντιζεν, ὑπὸ τοῦ Ἰωάννου τούτων διοικουμένων. ἐπὶ τούτοις δὲ καὶ συνεχῶς τὴν οἰκουμένην ὁ θεὸς ἔσειε, καὶ δείματα κατεῖχον αὐτήν, ἐν οὐρανῷ μὲν κομητῶν ἐπιτολαί, ἄνεμοι ἐναέριοι καὶ ὄμβροι ῥαγδαῖοι, ἐν γῇ δὲ βρασμοὶ καὶ κλόνοι· ἃ δὴ καὶ προεμήνυον τὴν μετ' οὐ πολὺ γενησομένην τῶν κρατούντων καταστροφήν. ὁ τοιοῦτος δὲ Ἰωάννης ὠνίους τὰς ἀρχὰς ποιούμενος μυρίων κακῶν τὴν οἰκουμένην ἐνέπλησε. διὰ γὰρ τοῦτο καὶ τοὺς Βουλγάρους ἀντιστῆναι πεποίηκε· τοῦ γὰρ Βασιλείου ἐν εἴδεσί τισι τὴν ἀπαίτησιν ποιουμένου καθὰ δὴ καὶ ὁ Σαμουήλ, ὁ Ἰωάννης οὗτος διὰ νομισμάτων ἐδασμοφόρει αὐτούς, ὅθεν καὶ εἰς ἀποστασίαν ἐχώρησαν. Τοιούτῳ δὲ τέλει χρησαμένου Μιχαήλ, τὸ πᾶν περιέστη κράτος ὡς εἰς κληρονόμον τὴν βασιλίδα Ζωήν. αὕτη δὲ διαλογισαμένη ὡς οὐκ ἄν ποτε τὰ κοινὰ διεξάγειν μόνη δύναιτο, τὸν τοῦ βασιλέως Μιχαὴλ ὁμώνυμον ἀνεψιόν, Καίσαρα ὄντα, πρὸς δὲ καὶ δραστήριον εἶναι δοκοῦντα, εἰσποιητὸν προσλαμβάνει υἱόν, καὶ βασιλέα τοῦτον ἀναγορεύει, κρατήσαντα δὲ ὡσεὶ μῆνας δʹ, ὅρκοις πρότερον αὐτὸν καταδεσμήσασα ὡς κυρίαν ἔχειν αὐτὴν καὶ μητέρα καὶ μὴ παρεμποδίζειν ἐφ' 590 οἷς ἂν καὶ ὅπως διαπράττεσθαι βούλοιτο. καὶ αὐτὸν δὲ πρότερον ὀρφανοτρόφον ἐκποδὼν ἐποιήσατο, καὶ Κωνσταντῖνον ὡσαύτως τὸν δομέστικον τῶν σχολῶν τῆς ἀρχῆς ἀπεστέρησε. κατ' αὐτὴν τὴν ὥραν καθ' ἣν ἀνεδεῖτο τῷ διαδήματι ὁ Μιχαήλ, σκοτώσει καὶ ἰλίγγῳ ληφθεὶς ἐγγὺς ἦλθέ που πεσεῖν, μόλις δὲ ἀνακαλεῖται μύροις καὶ ἀρώμασι. καὶ ὃς αὐτίκα δωρεαῖς περιποιεῖται τὴν σύγκλητον. μεταπέμπεται δὲ τῆς ἐξορίας καὶ Κωνσταντῖνον τὸν δομέστικον, καὶ οὕτω δῆθεν ἐν βεβαίῳ δόξας ἑστάναι παρευθὺς πίπτει. γράμμασι γὰρ τοῦ ὀρφανοτρόφου καὶ βουλαῖς τοῦ δομεστίκου, λεγόντων μὴ πιστεύειν τῇ βασιλίδι, ὡς ἂν μὴ πάθοι ὅσα δὴ καὶ Μιχαὴλ καὶ Ῥωμανὸς γοητείαις ἅτε παρ' αὐτῆς κατεργασθέντες, διεγείρεται καὶ ἐπιβουλὴν κατ' αὐτῆς μελετᾷ. θέλων δὲ καὶ τὸν λαὸν ἰδεῖν, εἴπερ εὐνοϊκῶς πρὸς αὐτὸν διάκειται, καὶ οὕτως ἐπιχειρῆσαι τῇ ἐπιβουλῇ, κελεύει γενέσθαι προέλευσιν. ἐφ' ᾗ καὶ πάντας ἰδὼν ὡς εἰ δυνατὸν καὶ τὰς ψυχὰς προϊέναι χάριν τιμῆς αὐτοῦ καὶ λαμπρότητος, ἅπτεται τῆς ἐπιβουλῆς. νυκτὸς οὖν κατασπᾷ τοῦ θρόνου καὶ ἐξορίζει αὐτὴν εἰς Πρίγκιπον, κελεύσας τοῖς ἀποκομίζουσι καὶ τὰς τρίχας αὐτῆς ἀποκεῖραι καὶ πρὸς αὐτὸν αὐτὰς ἀγαγεῖν. γίνεται ταῦτα, καὶ ἀναφορὰ διὰ τοῦ ἐπάρχου τῷ λαῷ ἀναγινώσκε591 ται ἐν τῷ τοῦ Κωνσταντίνου φόρῳ, περιέχουσα ὅτι κακόνους ἡ Ζωὴ περὶ τὴν βασιλείαν μου εὑρεθεῖσα ἐξορίζεται παρ' ἐμοῦ· ὑμεῖς δὲ εἴπερ εὐνοϊκῶς διάκεισθε πρός με, μᾶλλον ἀξιωθῆτε τιμῶν. καὶ παραχρῆμα φωνὴ ἐξακούεται οὕτω λέγουσα ἡμεῖς σταυροπάτην Καλαφάτην βασιλέα οὐ θέλομεν, ἀλλὰ τὴν κληρονόμον καὶ μητέρα ἡμῶν Ζωήν.» αλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐβόων ἀνασκαφείη τὰ ὀστᾶ τοῦ Καλαφάτου.» καὶ λαβόντες τὰ παρατυχόντα ξύλα παρὰ τοῦ ἐπάρχου φέρονται· καὶ ὃς φυγῇ χρησάμενος μόλις διεσώζετο. ὁ δὲ λαὸς εἰς τὴν ἐκκλησίαν καταλαβὼν ἐδυσφήμει καὶ μάλα τὸν βασιλέα, ἀνεκαλεῖτο δὲ τὴν Ζωὴν ὅλῃ ψυχῇ. μετὰ δὲ ταῦτα πρὸς τὸ παλάτιον ἔρχονται, καταγαγεῖν τὸν βασιλέα βουλόμενοι. ὃς καὶ πτοηθεὶς ἤγαγε τὴν Ζωήν, καὶ ἀποδύσας αὐτὴν τὰ μοναχικὰ βασιλικοῖς ἐκόσμησε περιβλήμασιν. εἶθ' οὕτως τῷ λαῷ δημηγορήσας καὶ μηδὲν ἀνύσας (ὕβρεσι γὰρ μᾶλλον ἐπλύνετο καὶ λίθοις καὶ τόξοις ἐβάλλετο) ἔγνω δεῖν ἐν τῇ μονῇ Στουδίου ἀπελθεῖν. ὁ δὲ δομέστικος οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ γενναίως ἀντιστῆναι παρέπεισε καὶ ἢ ὑπερισχῦσαι ἢ βασιλικῶς ἀποθανεῖν. ἑτοιμάζονται ὡς εἶχον δυνάμεως. τριχῇ οὖν οἱ τοῦ δήμου διαιρεθέντες, ὥσπερ δὴ καὶ οἱ περὶ τὸν Μιχαήλ, κατ' ἀλλήλων ἐχώρουν. 592 ἔνθεν τοι καὶ ἐκ τοῦ δήμου πίπτει λαὸς οὐκ ὀλίγος, ἄοπλοι 592 ὄντες καὶ πρὸς ξίφη παρατασσόμενοι. πίπτουσιν οὖν ὡσεὶ χιλιάδες τρεῖς. οἱ μέντοι πολῖται διὰ τὸ πλῆθος ὑπερισχύσαντες καὶ τὰς πύλας τοῦ παλατίου ἐκρήξαντες ἐντὸς εἰσέρχονται, καὶ αὐτίκα τὸ ἐν σεκρέτοις χρυσίον ἁρπάσαντες καὶ κατ' αὐτοῦ τοῦ βασιλέως ὁρμῶσιν. ὃς δὴ καὶ ἀπογνοὺς φυγὰς πρὸς τὴν μονὴν τοῦ Στουδίου ἔρχεται, καὶ σὺν τῷ θείῳ αὐτοῦ ἀποκείρεται. Προκάθηται οὖν καὶ αὖθις ἡ βασιλὶς Ζωὴ σὺν τῇ ἀδελφῇ αὐτῆς Θεοδώρᾳ. καὶ πρῶτα μὲν εὐχαριστεῖ τῷ λαῷ δι' ἣν ἐνεδείξαντο πρὸς αὐτὴν εὔνοιαν, ἔπειτα δὲ καὶ σκέψις περὶ τοῦ Μιχαὴλ γίνεται. τοῦ δὲ λαοῦ σταυρωθήτω τυφλωθήτω» ἀναβοῶντος ἡ μὲν Ζωὴ συμπαθὴς αὐτῷ κατεφαίνετό, ἡ δὲ Θεοδώρα τὸν ἔπαρχον καὶ τὸ πλῆθος πρὸς αὐτοὺς πείθει δραμεῖν. ὡς οὖν ἐκεῖνοι τῆς παρουσίας ᾔσθοντο τοῦ λαοῦ, εἰς τὰ ἄδυτα τοῦ ναοῦ καταφεύγουσιν. ἀλλ' ἐκεῖθεν ἁρπάζονται καὶ διὰ τῶν ποδῶν ἐν τῇ ἀγορᾷ σύρονται, κατὰ δέ γε τὸ Σίγμα τοὺς ὀφθαλμοὺς ἐκτυφλοῦνται, ὡς ἡ Θεοδώρα ἐνέσκηψεν. ἔκτοτε οὖν κρατεῖ ἡ Ζωὴ σὺν τῇ αὐταδέλφῃ αὐτῆς Θεοδώρᾳ ὡσεὶ μῆνα ἕνα. κἀντεῦθεν ἡ σύγκλητός τε καὶ τὸ κοινὸν διῃτᾶτο καλῶς, ἀπριάτων τῶν ἀρχῶν ἁπανταχοῦ τελουμένων καὶ μὴ ὠνίων, ὡς πρίν.