Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 593 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
593.1.1
Γίνεται σκέψις ὥστε βασιλεῖ νομίμως τὴν Ζωὴν συζευχθῆναι. καὶ ἡ μὲν ἀγαγέσθαι ἔθελε Κωνσταντῖνον τὸν λεγόμενον Ἀρτοκλίνην· ἦν γὰρ καὶ τὸ εἶδος εὐπρεπής, ἐλέγετο δὲ καὶ πλησιάζειν αὐτῇ. ἀλλὰ τοῦτον μὲν ἡ σύνοικος, οὐχὶ μισοῦσα μέλλουσα δὲ αὐτοῦ στερεῖσθαι, τοῦ βίου ἐξάγει φαρμάκοις. ἔνθεν τοι καὶ τὸν Μονομάχον ἀπὸ τῆς ἐξορίας μεταπέμπεται, παρὰ τοῦ ὀρφανοτρόφου τὴν Μιτυλήνην κατακριθέντα οἰκεῖν· ἐφημίζετο γὰρ παρὰ πάντων ὡς ἐγκρατὴς ἔσται τῆς βασιλείας. καὶ οὕτω μὲν τῷ Σκυλίτζῃ περὶ τοῦ Μονομάχου διείληπται, λέγεται δὲ καὶ τοῦτο, ὅτι τῶν κρατούντων ἤδη παρελθόντων Λεσβόθεν τῇ βασιλίδι μεταπέμπεται· ἐξώριστο γὰρ ἐκεῖθεν παρὰ τοῦ Μιχαὴλ ἅτε τῇ βασιλίδι συμφθείρεσθαι λεγόμενος. ἐπανακέκληται οὖν, εἰ καὶ σβεσθῆναι παρὰ μικρὸν τὰς κόρας ἐκινδύνευε. συνάπτεται οὖν τῷ Μονομάχῳ νομίμως ἡ Ζωή, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς νέας, ἐν ἔτει ϛφνʹ. καὶ τηνικαῦτα προοιμίων ἀγαθῶν ἀπάρχεται, κρατήσας ἔτη ιβʹ. ἦν μὲν γὰρ ἀδαής, ὥς φασι, τὰ πολεμικά, τοσοῦτον δὲ μεγαλοπρεπὴς καὶ μεγαλόδωρος ὡς πάντας ἐπαπολαῦσαι τῶν χαρίτων αὐτοῦ. κατ' ἐκεῖνον δὴ τὸν καιρὸν ἐφάνη κομήτης ἀπὸ τῆς ἑώας πρὸς τὴν δύσιν τὴν πορείαν ποιού594 μενος, καὶ ὡρᾶτο μῆνα ὅλον λάμπων. προεμήνυε δὲ οὗτος μετὰ ἔτος ἓν τῆς αὐτοῦ βασιλείας φανεὶς τὰς μελλούσας γενέσθαι κοσμικὰς συμφοράς. ὅρα γὰρ ὅτι μετ' οὐ πολὺ στάσις ἐν Σερβίᾳ γέγονε. γράφει οὖν ὁ βασιλεὺς τῷ ἄρχοντι Δυρραχίου. καὶ ὃς ἐπισυνάξας ὡσεὶ χιλιάδας ξʹ εἰς Τριβαλῶν ἔρχεται, καὶ ἀνεπιστημόνως πάνυ τοῖς Σέρβοις προσβαλὼν ὡσεὶ χιλιάδας μʹ ποιεῖ ἐκεῖσε πεσεῖν καὶ στρατηγοὺς ζʹ. ἀλλὰ καὶ ὁ Μανιάκης Γεώργιος ἐν Ἰταλίᾳ διάγων (παρὰ γὰρ τοῦ Βασιλείου ἐκεῖσε προπεμφθεὶς ἔτυχεν) εἰς ἀποστασίαν χωρεῖ καὶ τὰ παράσημα τῆς βασιλείας ἐνδύεται καὶ εἰς Σερβίαν ἔρχεται. μανθάνει περὶ τούτου ὁ βασιλεύς, καὶ μὴ δυνηθεὶς διὰ γραμμάτων μεταποιῆσαι αὐτὸν χεῖρα βαρεῖαν ἀποστέλλει κατ' αὐτοῦ· ποδάγρᾳ γὰρ ὁ βασιλεὺς συνεχόμενος καὶ παρὰ δεμνίοις ἁπαλοῖς κείμενος δι' ἑαυτοῦ τοῖς τοιούτοις ἐφίστασθαι οὐκ ἠδύνατο. πόλεμος οὖν ἐν τῷ Ὀστροβῷ συγκροτεῖται, καὶ αἰφνίδιον πίπτει τοῦ ἵππου ὁ Μανιάκης, πολλὰ πρότερον τοῦ στρατοῦ κατατρέχων. τέμνεται τὴν κεφαλήν. τῷ βασιλεῖ στέλλεται, καὶ μέγας ἐπὶ τούτῳ θρίαμβος γίνεται. Ἀλλὰ καὶ Θεόφιλος ὁ Ἐρωτικὸς στρατηγῶν ἐν Κύπρῳ, καὶ μαθὼν τὰ περὶ τὸν Καλαφάτην καὶ ὅτι σύγχυσιν ἔχει τὰ πράγματα, τοὺς Κυπρίους ὑπανάπτει καὶ εἰς ἀποστασίαν 595 χωρεῖ. ἀλλ' ὁ βασιλεὺς ἀποστείλας χειροῦται αὐτόν, καὶ ἐν ἱπποδρομίᾳ θριαμβεύσας στολὴν ἐνδεδυμένον θήλειαν, καὶ πάντων ψιλώσας, ἀπέλυσε. τότε δὴ τότε καὶ ὁ πατριάρχης Ἀλέξιος καταλύει τὸν βίον, ἀναβιβάζεται δὲ ἀντ' αὐτοῦ Μιχαὴλ ὁ Κηρουλάρης, μοναχὸς ὤν. Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ οἱ Σκύθαι, τοῦτ' ἔστιν οἱ Ῥωσοί, διά τινα μικρὰν πρόφασιν κατὰ τῆς βασιλίδος ὁρμῶσι στόλῳ βαρεῖ. καὶ ὁ βασιλεὺς ὑπαντιάζει αὐτοῖς ἔν γε τῷ φόρῳ, καὶ οἱ τραπέντες ἐπαλινόστησαν, συμβολῆς γενομένης πλοίων κατεαγέντων καὶ ὡσεὶ χιλιάδες δεκαπέντε περὶ τὴν γῆν ἐκβρασθέντων, εἰ καὶ κατά τινα κόλπον τριήρεις Ῥωμαϊκαὶ διώκουσαι τὰ αὐτὰ πεπόνθασι, τὸν ἀριθμὸν κʹ καὶ δʹ οὖσαι. Ἐν ἔτει ϛφνβʹ, μηνὶ Μαρτίῳ θʹ, βουλεύεται ὁ βασιλεὺς ἀπελθεῖν εἰς προσκύνησιν τῶν ἁγίων μʹ. γίνεται οὖν δημοσία προπομπή, ἔρχεται περὶ τὸν Χριστὸν τὸν χαλκοῦν. καὶ τηνικαῦτα τὸ πλῆθος εἰς ἀποστασίαν χωρεῖ· φωνὴ γὰρ ἐκ μέσου αὐτοῦ ἐξεχύθη λέγουσα ἡμεῖς τὴν Σκλήραιναν βασίλισσαν οὐ θέλομεν, οὐδὲ δι' αὐτὴν αἱ μάνναι ἡμῶν αἱ πορφυρογέννητοι Ζωὴ καὶ ἡ Θεοδώρα θανοῦνται.» ταραχθὲν οὖν ἐπὶ πλέον τὸ πλῆθος ἐζήτει τὸν βασιλέα διαχειρίσασθαι, 596 καὶ φθόρος ἂν εὐθέως οὐκ ὀλίγος ἐγεγόνει, εἰ μήγε προκύψασαι ἄνωθεν αἱ βασίλισσαι τὴν τοῦ πλήθους ὀργὴν κατεστόρεσαν. ἐφ' ᾧ καὶ ἄκων ὁ βασιλεὺς ἐν βασιλείοις ὑποστρέφει. μετὰ δέ ταῦτα φροντίσι κοσμικαῖς ὑποπίπτει. καὶ ἄλλαι μὲν ἀλλαχοῦ κατὰ τὴν ἕω συμβαίνουσιν ἀντιστασίαι, καὶ Λέων δὲ Τορνίκιος πατρίκιος, ὁ στρατηγῶν ἐν Ἰβηρίᾳ, ἐπὶ τυραννίδι διαβάλλεται. παραλύεται οὖν τῆς ἀρχῆς καὶ ἀποκείρεται. ὁ δὲ μὴ εὐψύχως ταῦτα ὑπενεγκών, τοὺς ἐν Ἀδριανουπόλει καὶ μᾶλλον ὅσοι παρεωραμένοι καὶ ἄλλους τινὰς νεωτερισμοῖς χαίροντας οὐκ ὀλίγους ἐπισυνάξας, βασιλεὺς ἀναγορεύεται καὶ κατὰ τῆς βασιλίδος χωρεῖ. ὁ δὲ βασιλεὺς μὴ ἔχων ἀντιστῆναι ἅτε δυνάμεως ἱκανῆς ἀπορῶν, γράφει τῷ ἐν Ἰβηρίᾳ προβληθέντι Κωνσταντίνῳ, ὅτι μηδὲ τοῖς πολίταις ἐθάρρει ἅτε μὴ διακειμένοις εὐνοϊκῶς πρὸς αὐτόν, τὰ ἐν χερσὶ πάντα καταλιπεῖν καὶ μετὰ δυνάμεως ὅτι πολλῆς εἰς τὴν βασιλίδα καταλαβεῖν. ὃ δὴ καὶ γέγονε. πρὸ δέ γε τοῦ ἐλθεῖν αὐτοὺς οὐ μικρῶς ὁ Τορνίκιος τὴν βασίλειαν διετάραξε, τοσοῦτον καταπολεμήσας ἐκ τῶν ἐκτὸς τοὺς ἐντὸς ὡς καὶ τὸν βασιλέα τόξου γενέσθαι παρὰ μικρὸν παρανάλωμα. ἔκτοτε οὖν πρὸς Ἀρκαδίου πόλιν ἔρχεται. οὐ πολὺ τὸ ἐν 597 μέσῳ, καὶ ἐξ ἑώας τὰ στρατεύματα παρεγένετο. στρατηγὸς οῦν αὐτοῖς ὁ Ἰασίτης προβάλλεται. κατὰ τοῦ ἀποστάτου χωρεῖ, χειροῦται αὐτόν· καὶ παρευθὺς αὐτὸν μὲν ἐκτυφλοῦσι καὶ Βατάτζην τινά, τοὺς δὲ λοιποὺς δημεύουσι. Μετὰ δὲ ταῦτα οὐ διέλιπον κατά γε ἀνατολὰς παρὰ Τούρκων καὶ κατὰ δύσιν παρὰ Πατζινακῶν λεηλασίαι καὶ πόλεμοι. τότε καὶ Ῥωμανὸς ὁ Βοῖλος ὑψοῦται τὰ μέγιστα· ἀστεῖος γὰρ περὶ τὴν γλῶτταν ὢν καὶ εὐτράπελος γνωρίζεται τῷ βασιλεῖ, τιμᾶται, σύμβουλος καθίσταται. εἶτα τυραννίδος ἐπιθυμεῖ, ὑπέρχεται καί τινας, ὅσους ἠδύνατο. ἀλλ' ἐφωράθη ταῦτα τῷ βασιλεῖ, καὶ οἱ μὲν συνωμόται πάσχουσι κακῶς, αὐτὸς δὲ πρὸς μικρὸν ὑποκατιὼν πάλιν ἐπανάγεται. τότε δὴ καὶ παρὰ τοῦ τῆς Αἰγύπτου ἄρχοντος στέλλεται πρὸς τὸν βασιλέα ἐλέφας ζῶν καὶ καμηλοπάρδαλις. τότε καὶ σπουδὴν ἔθετο τοὺς Πατζινάκας τέλεον ἀναλῶσαι. στρατὸν οὖν πανταχόθεν ἐπισυνάξας ἐκπέμπει κατ' αὐτῶν. ἀλλὰ μέγα συμβαίνει κατὰ Ῥωμαίων ἐκεῖθεν τὸ ἀτύχημα. ὅθεν καὶ ἕτερον αὖθις συλλέγει στρατόν. πλὴν σπονδὰς πρὸς ἀλλήλους τίθενται καὶ τὰ τοῦ πολέμου λύονται μέχρι τριακονταετίας. πρὸς τούτοις δὲ μοναστήριον τὰ Μάγγανα οἰκοδομῶν, καὶ ἀφειδῶς τοῖς χρήμασι χρώμενος, εἰς τοσαύτην ἤλασεν ἔνδειαν 598 ὥστε καὶ πᾶσαν ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἀτόπους εἰσπράξεις ἐφευρηκέναι. φροντιστὰς οὖν ἀδίκους τοῦ δημοσίου ἐπιστήσας εξ ἀδίκων πόρων συνέλεγε χρήματα. καταλύει δὲ καὶ τὸν Ἰβηρικὸν στρατόν, ἀμφὶ τὰς νʹ χιλιάδας ἀριθμούμενον, καὶ ἀντὶ στρατιωτῶν φόρους πολλοὺς ἀπὸ τῶν χωρίων ἐκείνων πορίζεται. ἔνθεν τοι καὶ διὰ τὰς ἐκείνου κακίας καὶ ἀσωτίας τὰ τῶν Ῥωμαίων πράγματα εἰς τὸ κατόπιν χωροῦσιν, εἰ καί τινα τῶν αὐτοῦ μνήμης ὑπάρχουσιν ἄξια. ἡ γὰρ τῶν Μαγγάνων μονὴ καὶ οἱ ξενῶνες καὶ τὸ ἐπὶ τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ παρ' αὐτοῦ γεγονὸς ἐπαίνων οὐκ ἀμοιροῦσι. δι' ἔνδειαν γὰρ μὴ δυναμένης ἱερουργεῖσθαι ἐν σαββατοκυριάκοις γὰρ καὶ ταῖς ἐπισήμοις τῶν ἑορτῶν, τοῦτο οὖν ἰδὼν αὐτὸς καθ' ἑκάστην τοῦτο διὰ προσόδων γίνεσθαι ᾠκονόμησε, φαιδρύνας αὐτὴν καὶ λαμπροῖς ἀναθήμασι. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ λοιμικὴ νόσος ἐπὶ τοσοῦτον ἐνέσκηψεν ὥστε τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας μὴ δύνασθαι. ἀλλὰ καὶ χάλαζα ῥήγνυται, μὴ ζῶα μόνον ἀλλὰ καὶ ἀνθρώπους αὐτοὺς ἀποκτείνουσα. ὁ μέντοι βασιλεὺς τῇ συνήθει κακίστῃ νόσῳ, τῇ ποδάγρᾳ δηλονότι, κακουχούμενος ἔκειτο ἐν τῇ παρ' αὐτοῦ δομηθείσῃ μονῇ, ὡς δὲ καὶ δι' ἕτε599 ρόν τι σύμπτωμα ὁ θάνατος ἤγγισεν, ὅ τε λογοθέτης, ὁ πρωτονοτάριος καὶ ὁ κανικλείου, σκεψάμενοι περὶ τούτου, στέλλουσιν ἀγαγεῖν Νικηφόρον τὸν πρωτεύοντα· ἔτυχε γὰρ τότε τὴν τῶν Βουλγάρων ἐζωσμένος ἀρχήν. ἀλλὰ τοῦτο γνόντες οἱ τῇ Θεοδώρᾳ ὑπηρετούμενοι (ἡ γὰρ Ζωὴ προκατέλυσε τὸν βίον) εἰς τὸ παλάτιον αὐτὴν ἄγουσι καὶ ἀναγορεύουσιν αὐτοκρατόρισσαν. ἐφ' ᾧ καὶ ἀποστείλαντες κατέσχον ἐν Θεσσαλονίκῃ τὸν πρωτεύοντα. κἀκεῖθεν εἰς τὸ Θρᾳκήσιον ἄγουσι, καὶ ἐν τῇ μονῇ τοῦ Κουζινᾷ περιορίζουσιν. ὁ μέντοι Μονομάχος θνήσκει καὶ παρὰ τῇ διαληφθείσῃ μονῇ θάπτεται. Κρατεῖ λοιπὸν ἡ Θεοδώρα ἔτος ἕν, καὶ τηνικαῦτα προβάλλεται δομέστικον τῶν σχολῶν ἕνα τῶν εὐνούχων αὐτῆς ἐπὶ τῷ ἀναστέλλειν τῶν Τούρκων τὴν καταδρομήν, παραλύσασα τῆς στρατοπεδαρχίας Ἰσαάκιον τὸν Κομνηνόν. ἔφθασε γὰρ ὁ Μονομάχος ἐκεῖσε διαπεράσας τὰς Μακεδονικὰς δυνάμεις. ἐν οἷς ἦν στρατηγὸς καὶ Βρυέννιος· λόγος γὰρ παρὰ τοῖς Τούρκοις ἐφέρετο ὡς ὑπ' ἐκείνων καταλυθήσονται μεθ' ὧν ὁ Ἀλέξανδρος τοὺς Πέρσας κατέλυσεν. ὅλην τὴν ἰνδικτιῶνα θʹ τοῦ ϛφξδʹ ἔτους βιώσασα ἡ βασιλὶς ἀπέθανεν, εἰλεοῦ νοσήματι περιπεσοῦσα. οἱ δὲ ταύτης εὐνοῦχοι ἀναβιβάζουσι Μιχαὴλ γέροντα τὸν στρατιωτικόν, ἀφιλῆ ἄνδρα ὄντα.

Intertext edge

Open linked passage

Note