Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Annales
Michael GlycaAnna 600 · pg-scrape-grcMore by Michael Glyca
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca"> —
⋯
More
Original / primary: Pg Scrape Grc
600.1.1
Κρατεῖ οὖν ὁ στρατιωτικὸς Μιχαὴλ ἔτος ἕν. τοῦτο δὲ ποιοῦσιν οἱ εὐνοῦχοι ὡς ἄνευ αὐτῶν μηδέν τι γίνεσθαι. καὶ ὁ μὲν βασιλεὺς ἐκ Βυζαντίου μὲν ὥρμητο, στρατιωτικὰ δὲ μόνα μεταχειριζόμενος ἀφυὴς ἦν παντάπασι καταθωπεύειν λαόν. τότε δὴ τότε συνήθως ἔρχονται οἱ ἐξ ἑώας μεγιστᾶνες, ὅ τε μάγιστρος Ἰσαάκιος ὁ Κομνηνός, ὁ κεκαυμένος Κατακαλὼν καὶ ἕτεροι, ἐπὶ τῷ καὶ τιμῶν καὶ ἀξιωμάτων καὶ τῶν συνήθων δωρεῶν παρὰ τοῦ βασιλέως τυχεῖν. ἀλλ' αὐτοὺς κενοὺς ἐκπέμπει, πλύνας μᾶλλον ὕβρεσιν αὐτούς. ἐφ' ᾧ δόντες καὶ λαβόντες ὅρκους ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ συμφωνήσαντες τὸν Κομνηνὸν ἀναγορεῦσαι βασιλέα οἴκαδε ἀπῄεσαν. διὰ γοῦν ταῦτα ὁ βασιλεὺς δωρεαῖς μεγίσταις τοὺς πολίτας ἐμπεδοῖ, καὶ ἀραῖς βαρείαις συμφωνοῦντας μὴ προσδέξασθαι τὸν Ἰσαάκιον, τῇ βουλῇ ταύτῃ καὶ ὁμολογίᾳ καὶ αὐτῆς συγκλήτου κατατιθεμένης· τῇ γὰρ ἐξουσίᾳ πειθαρχοῦντες καὶ γραμματείῳ ταῦτα βεβαιοῦσιν. ἀλλ' εἰς οὐδὲν ὤνησε ταῦτα· τοῦ γὰρ Ἰσαακίου ἐπιθεμένου, καὶ τοῦ πατριάρχου συμβουλεύσαντος δῆθεν τῷ βασιλεῖ, αὐτὸς μὲν ἐξίσταται τῆς βασιλείας, ἀναγορεύεται δὲ ὁ βασιλεὺς Ῥωμαιων ὁ Κομνηνὸς Ἰσαάκιος, καὶ κρατεῖ ἔτη βʹ. 601 Τούτῳ μὲν οὖν τῷ τρόπῳ τὴν βασιλείαν ἀναζωσάμενος, καὶ τῇ ἑαυτοῦ ἀνδρείᾳ τὰ πάντα λογισάμενος, αὐτίκα τῷ βασιλικῷ νομίσματι σπαθηφόρος διαχαράττεται, μὴ τῷ θεῷ τὸ πᾶν ἐπιγράψας. τὸν πατριάρχην τὰ μέγιστα τιμᾷ καὶ τοὺς συναραμένους αὐτῷ. ἀλλὰ φειδωλίας κατάρχεται, τὰ τῶν φροντιστηρίων περιττὰ ἀποκόπτει, μόνα τὰ ἐπαρκοῦντα τούτοις ἀφείς, ἀκτημοσύνην δῆθεν αὐτοὺς ἐκδιδάσκων, καὶ μὴ βίον εὐλακεσμένον ζῆν. ὁ δὲ πατριάρχης ἐπὶ τῷ βασιλεῖ τὰ πλεῖστα θαρρῶν οὐκ εἶχεν ἐπικλινῆ ταῖς αὐτοῦ ἔστιν ὅτε αἰτήσεσι φορτικαῖς ἅτε πολλάκις οὔσαις· οὐκοῦν ἐπιτιμίοις ἀποτροπαίας ὑποβάλλει αὐτόν, ναὶ μὴν καὶ ἀπειλαῖς, τὸ δημοκοπούμενον τοῦτο λέγων ἐγώ σε ἔκτισα, φοῦρνε· ἐγώ σε καὶ καταλύσω.» βουλεύεται δὲ κοκκοβαφῆ περιβαλεῖν πέδιλα, τῆς παλαιᾶς ἱερωσύνης φάσκων εἶναι τὸ τοιοῦτον ἔθος, καὶ δεῖν τούτοις κἀν τῇ νέᾳ κεχρῆσθαι τὸν ἀρχιερέα· ἱερωσύνης γὰρ καὶ βασιλείας τὸ διαφέρον οὐδέν. ταῦτα μαθὼν ὁ βασιλεύς, καὶ δέον κρίνας δρᾶσαι μᾶλλον ἢ παθεῖν, ἐξορίζει ὸν πατριάρχην. ἀλλὰ καὶ τὴν αὐτοῦ καθαίρεσιν μελετῶν τις ἐκείνου ὁ πατριάρχης τελευτᾷ. ταύτῃ τοι καὶ μετανοίᾳ χρησάμενος ὁ βασιλεὺς ἐντίμως ἐπανάγει αὐτόν, 602 πάντων ἐκπλαγέντων ἐπὶ τῷ συμβεβηκότι τότε θαύματι· ἡ γὰρ τοῦ πατριάρχου δεξιὰ χεὶρ σταυροειδῶς σχηματισθεῖσα, ὡς ἡνίκα τὴν εἰρήνην ἐπεφώνει τῷ λαῷ, μεμένηκεν ἄτρεπτος, μὴ συναλλοιωθεῖσα τῇ νεκρώσει τοῦ σώματος. προχειρίζεται δὲ ἀντ' αὐτοῦ πατριάρχης Κωνσταντῖνος πρόεδροι ὁ Λειχούδης, πρωτοβεστιάριος ὤν· οὗ τῆς μεγαλοδώρου χειρὸς καὶ ἱκανῆς προνοίας οὐδεὶς ἔξω μεμένηκε. Μετὰ δὲ ταῦτα ταράσσεται τὸ Οὐγγρικόν. ἐξέρχεται κατ' αὐτῶν ὁ βασιλεύς, καὶ πάντες μὲν σπένδονται, μέρος δέ τι Πατζινακικὸν χεῖρας δοῦναι οὐκ ἤθελεν, ἐφ' ᾧ καὶ ἄρδην ἀπόλλυται. ὑπὸ τὸν Λιβιτζὸν δὲ σκηνοῖ ὁ βασιλεύς, καὶ ὑετοῦ καὶ νιφετοῦ πολλοῦ καταρραγέντος μηνὶ Σεπτεμβρίῳ, ἡμέρᾳ τῆς πρωτομάρτυρος Θέκλης, πολὺς τοῦ στρατοῦ γέγονε φθόρος. ὁ δὲ βασιλεὺς ὑπὸ δρῦν ἔστη τινὰ σκέπης ἕνεκεν, μετ' οὐ πολὺ δὲ ἠχῆς γενομένης ἐκ ῆς δρυὸς πρόεισι μικρὸν ὁ βασιλεὺς ὡς μὴ τῷ μήκει ταύτης καταλαμβάνεσθαι, καὶ ῥιζόθεν αὐτὴ ἀνασπασθεῖσα ὑπτα τῇ γῇ καταπίπτει. ὅθεν ἐννεὸς ὁ βασιλεὺς γέγονεν, ἰδὼν ὅθεν ἐρρύσθη. ἦν δὲ οὐκ ἀγαθὸς οἰωνὸς τὸ συμβάν, πρωίμιον δὲ τῶν ἐπισυμβησομένων αὐτῷ. Μετὰ δὲ ταῦτα κυνηγεσίοις ἐψυχαγωγεῖτο περὶ αὐτὴν 603 τὴν Νεάπολιν. περὶ δὲ ὥραν ἀρίστου φῶς ἀστραπηβόλον τοῖς τόποις ἐκείνοις ἐνέσκηψε. χοῖρος δέ ποθεν φανεὶς ἐφ' ἑαυτὸν τὸν βασιλέα ἐπεκαλέσατο· ὃν ἐπιδιώκων ὁ βασιλεὺς ἄχρι καὶ θαλάσσης ἐξήλαυνεν. ὡς οὖν ὁ χοῖρος τὴν θάλασσαν εἰσδὺς ἀφανὴς ἐγένετο, ὁ βασιλεὺς εὐθὺς τῷ ἀστραπηβόλῳ φωτὶ ληφθεὶς τοῦ ἵππου τε ἀπεσφαιρίσθη καὶ ἀφρίζων κατὰ γῆν ἐκυλίετο· ἐμβληθεὶς οὖν ἀκατίῳ πρὸς τὰ βασίλεια διεσώζετο. τούτῳ δὲ τῷ τρόπῳ κακουχούμενος ἐπὶ πολὺ μετανοίᾳ χρᾶται, καὶ τῆς βασιλείας, ἧς ἀδίκως ἐπελάβετο, ἑκὼν ἐξίσταται, καὶ ταύτην ἑτέρῳ δίδωσι, ῥάκια ἀμφιέννυται καὶ τῇ μονῇ τοῦ Στουδίου ἑαυτὸν ἐπιδίδωσι. τοσαύτῃ ταπεινώσει καὶ πρός γε τὸν προεστῶτα ὑποταγῇ ἐχρᾶτο ὡς καὶ θυρωρὸν αὐτὸν γενέσθαι. λέγεται δὲ σωφρονέστατον αὐτὸν εἶναι. στρατοπεδάρχου γὰρ ὄντος αὐτοῦ καὶ νεφρίτιδι συσχεθέντος ὡς καὶ πάρετον πάντῃ γενέσθαι, συνεβούλευον οἱ ἰατροὶ μετὰ μυρίας ἄλλας ἐπαγωγὰς καὶ γυναικὶ χρήσασθαι. ὁ δ' οὐκ ἐπείθετο. εἰπόντων δὲ εἰ μὴ τοῦτο ποιήσεις, ἀνάγκη σοι καυτηρίᾳ χρήσασθαι κἀντεῦθεν ἀπαιδίᾳ συσχεθῆναι,» ἀρκοῦσί μοι» ἔλεγεν ὁ Μανουὴλ καὶ ἡ Μαρία, οἱ ἤδη μοι χάριτι θεοῦ γενόμενοι· τούτων μὲν γὰρ ἄνευ τυχεῖν ἔστι τῆς βασιλείας τοῦ θεοῦ, σωφροσύνης δὲ δίχα 604 οὐδεὶς ὄψεται τὸν θεόν.» ἐπὶ τούτοις δὲ καὶ ἡ βασιλὶς Αἱκατερῖνα καὶ ἡ θυγάτηρ Μαρία παρὰ τῇ μονῇ τοῦ Μυλαίου διῆγον ἀσκητικὸν βίον βιοῦσαι. θνήσκει ὁ βασιλεύς. σορῷ κατατίθεται, ἥτις καὶ πλησθεῖσα ὕδατος ὑπονοεῖν ἅπασι δέδωκεν ὅτι δικην ἐνταῦθα ἔτισε διά γε τὸν ἐμφύλιον πόλεμον, τὰς τῆς συγκλήτου ἀποστερήσεις, τὰς τῶν μοναστηρίων, ὡς ἄνωθεν εἴρηται, καθαρπαγάς, καὶ ὅσα ἄλλα τοιαῦτα. θάπτεται δὲ τῇ μονῇ τοῦ Στουδίου, καὶ Αἱκατερῖνα μετονομασθεῖσα Ξένη. Κρατεῖ δὲ μετὰ τὸν Κομνηνὸν Κωνσταντῖνος πρόεδρος ὁ Δούκας ἔτη ζʹ, ἐπιεικὴς ἀνὴρ καὶ μέτριος, τὴν σύγκλητόν τε καὶ τὸ δημοτικὸν τιμῶν ἀξιώσας. ἐπανορθοῖ δὲ καὶ τοὺς ἐκπεσόντας τῶν οἰκείων τιμῶν παρὰ τοῦ Κομνηνοῦ. ἀπῆλθέ ποτε κατὰ τὴν μνήμην τοῦ μεγαλομάρτυρος Γεωργίου ἐν τῇ μονῇ τῶν Μαγγάνων, αἰδοῖ τοῦ ἁγίου. καὶ τηνικαῦτα βουλὴ κατ' αὐτοῦ· διὰ θαλάττης γὰρ ἐπανελθεῖν πρὸς τὰ βασίλεια μέλλοντα ἀποπνῖξαι αὐτὸν ἐμελέτων οἱ προύχοντες. ἀλλ' οὐδὲν ἤνυσαν· ἐγνώσθη γὰρ ἐκείνων τὸ βούλευμα. ὁ δὲ Δούκας οὐδενὸς ἄλλου ἐφρόντιζεν ἢ λόγων σεκρετικῶν δικανικῶν συκοφαντικῶν, ἐφ' ᾧ κἀν ταῖς δίκαις προσεδρεύων ἦν ἐπὶ τοσοῦτον, ὡς καὶ αὐτοὺς τοὺς στρατιώτας τὰ στρατιωτικὰ κα605 ταλεῖψαι καὶ λόγους δικανικοὺς ἐκπαιδεύεσθαι, ὃ δὴ καὶ τοὺς Τούρκους ἠρέθισε κατὰ Ῥωμαίων χωρεῖν καὶ ἀδεῶς τὰ ἐκείνων ληΐζεσθαι. καὶ τὰ μὲν κατὰ τὴν ἀνατολὴν οὕτως εἶχε, κατὰ δέ γε τὴν δύσιν ἔθνος Οὐζικὸν (Σκύθαι δὲ οὗτοι) καὶ τῶν Πατζινακῶν οἱ εὐγενέστεροι τὸν Ἴστρον διαπεραιώσαντες, ὡσεὶ μυριάδες ξʹ, καταδρομὴν ὅτι πολλὴν τῶν Ῥωμαίων ἠπείλουν. μανθάνει ταῦτα ὁ βασιλεύς, καὶ οἷα φιλοχρήματος καὶ τὸν ὀβολὸν παντὸς προτιμῶν, κἀντεῦθεν μηδὲ στρατὸν ἀξιόλογον ἔχων, ἐξέρχεται εἰς Χοιροβάκχους, μεθ' ἑαυτοῦ φέρων οὐχὶ πλείους ἢ ρνʹ στρατιώτας. πλὴν κελεύσει αὐτοῦ νηστείαις καὶ προσευχαῖς καὶ λιτανείαις πρὸς θεὸν πάντες ἐχρήσαντο, ἐφ' ᾧ καὶ μετ' οὐ πολὺ ὁ τῶν βαρβάρων μηνύεται ὄλεθρος, λοιμῷ καὶ λιμῷ θείᾳ προμηθείᾳ κατεργασθέντων αὐτῶν. ταῦτα δὲ συνέβη ἔτος ἕκτον τοῦ Κωνσταντίνου βασιλεύοντος, πρὸ δέ γε τοῦ ἔτους τούτου κατὰ Σεπτέμβριον μῆνα περὶ δευτέραν νυκτὸς φυλακὴν σεισμὸς ἐξαίσιος γέγονεν, τῶν πώποτε γενομένων ἐκπληκτικώτερος, ὡς καὶ οἰκίας καὶ ναοὺς ἀνατρέψαι. καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ κατὰ Ῥαιδεστὸν Πάνιόν τε καὶ τὸ Μυριόφυτον τὰ αὐτὰ γεγόνασιν, ὡς καὶ φόνον ἀνθρώπων πολὺν γενέσθαι. καὶ ἐν Κυζίκῳ δὲ τὸ Ἑλληνικὸν ἐκεῖνο καὶ θαυμάσιον ἵδρυμα κατεσείσθη τε καὶ 606 πλεῖον μέρος κατέπεσε, καὶ ταῦτα ὀχυρώτατον ὄν. τὰ αὐτὰ τούτοις καὶ κατὰ Νίκαιαν γέγονε· κατεσείσθησαν γὰρ ὅ τε τῶν ἁγίων πατέρων ναὸς καὶ ὁ ἐπ' ὀνόματι τῆς ἁγίας Σοφίας, καὶ αὐτὰ τὰ τείχη ἐκ βαράθρων αὐτῶν καταπεπλώκασι. καὶ ταῦτα μὲν καὶ ἁμαρτημάτων εἴσπραξις καὶ θεῖος χόλος ἐτύγχανεν, ᾐνίττοντο δὲ καὶ τὴν τοῦ ῥηθέντος ἔθνους ἐπέλευσιν καὶ κατάλυσιν· ἐν γὰρ ταῖς θεοσημείαις οὐ τὸ ἐνεστὸς μόνον ἀλλὰ καὶ τὸ μέλλον προθεωρεῖται καὶ προσημαίνεται. κατ' ἐκεῖνον δὲ τὸν καιρὸν καὶ κομήτης ἐφάνη κατόπιν ἡλίου δύνοντος, τὸ μέγεθος σεληναῖον φέρων, καὶ ἐδόκει μὲν τηνικαῦτα καπνὸν καὶ ὁμίχλην ἐκπέμπειν, ἐν δὲ τῇ ἐπιούσῃ ἤρξατο προδεικνύειν βοστρύχους τινάς, τὰς δὲ ἀκτῖνας πρὸς ἑώαν ἀπέτεινε, μέχρις ἡμερῶν μʹ φαίνων. Κωνσταντίνου δὲ πατριάρχου τελευτήσαντος Ἰωάννης μοναχὸς ὁ Ξιφιλῖνος προχειρίζεται, τὰ πάντα θαυμαστός, λόγῳ σοφίᾳ καὶ συνέσει καὶ ἀρετῇ, ἐκ Τραπεζοῦντος μὲν ὡρμημένος, ἀσκητικῶς δὲ κατ' Ὄλυμπον ζῶν, ἐφ' ᾧ καὶ βίᾳ πρὸς τὴν ἀξίαν ἕλκεται ἅτε τῶν ἄλλων ἔκκριτος ὤν. ὁ δὲ βασιλεὺς νόσῳ τηνικαῦτα περιπίπτει καὶ τὸν βίον ἐξάγεται, τῆς ὁσίας αὐτοῦ γενομένης ἐν τῇ μονῇ ἡ καλεῖται Μολιβωτόν. ἦσαν δὲ αὐτῷ παῖδες ἐξ Εὐδοκίας τῆς βασιλίδος, ἣν ἰδιωτεύων ἠγάγετο, Μιχαὴλ Ἀνδρόνικος καὶ Κωνσταντῖνος, ὃς 607 καὶ πορφυρογέννητος ἦν, πρὸς τούτοις δὲ Ἄννα Θεοδώρα καὶ Ζωή. Τελευτῶν δὲ πάντας ἀπῄτησεν ἔγγραφον ὡς οὐκ ἄν ποτε παρὰ τοὺς αὐτοῦ παῖδας βασιλέα ἕτερον διαδέξονται, καὶ αὐτὴν δὲ τὴν βασίλισσαν Εὐδοκίαν ὡς οὐκ ἂν πρὸς δεύτερον ἀπίδοι συνοικέσιον, ἐφ' ᾧ κρατεῖ σὺν τοῖς παισὶν αὐτοῦ μῆνας ζʹ, καὶ τοῦ ἐγγράφου ἀπαρτισθέντος, καὶ εἰς φυλακὴν τῷ πατριάρχῃ δοθέντος. εἶχε μὲν οὕτω ταῦτα, καὶ οἱ Τοῦρκοι πάλιν πᾶσά τε ἡ ἀνατολὴ ἐκυμαίνετο. δέονται λοιπὸν βασιλέως τὰ πράγματα, ἐφ' ᾧ καὶ ψηφίζεται μὲν Νικηφόρος ὁ Βοτανειάτης καὶ ἕτεροι πολλοί, νικᾷ δὲ ὅμως ἡ θεία βουλή, καὶ βασιλεὺς ἀναγορεύεται ὁ Βεστάρχης Ῥωμανὸς ὁ Κωνσταντίνου τοῦ Διογένους υἱός, εἰ καὶ πρότερον ἐπιβουλεύσας τῷ βασιλεῖ κἀντεῦθεν δεσμηθεὶς καὶ ἐλεγχθείς, εἶτα παρὰ πᾶσαν ἐλπίδα τοῦ κινδύνου λυτρωθείς. Κρατεῖ ὁ τοιοῦτος Ῥωμανὸς ἔτη γ μῆνας ηʹ. ἡ μέντοι βασιλὶς θέλουσα μὲν συζευχθῆναί τινι τῶν ἐπιφανῶν, δεδοικυῖα δὲ διά γε τὸ ἔγγραφον καὶ τοὺς ἐνυπογράψαντας αὐτῷ, ἔγνω δεῖν ὑπὲρ γυναῖκα φρονῆσαι καὶ δόλῳ τὸν πατριάρχην ὑπελθεῖν. κοινοῦται τὸ πρᾶγμά τινι τῶν πρὸς τὰ τοιαῦτα 608 ἐπιτηδείων. τιʹ γοῦν; ἀδελφὸς ἦν τῷ πατριάρχῃ Βάρδας τοὔνομα. πρόσεισι γοῦν τῷ πατριάρχῃ ὁ τομίας, ἀπαγγέλλει αὐτῷ μυστικῶς τὰ τοῦ πράγματος· εἴγε οἰκονομία τις γένηται περὶ τοῦ ἐγγράφου, ὁ σὸς ἀδελφὸς τῇ βασιλίδι μίγνυται καὶ βασιλεὺς ἀναγορεύεται.» κατέχεται οὖν ἐντεῦθεν ὁ πατριάρχης, καὶ ἕνα καθ' ἕνα τῆς συγκλήτου μετακαλούμενος ἔπειθε πάντας ὡς παράνομον τὸ ἔγγραφον, καὶ διὰ ζῆλον ἑνὸς ἀνδρὸς τὰ Ῥωμαίων οὐ χρὴ καταβλάπτεσθαι· ἀναγκαῖον οὖν τὴν βασιλίδα ζευχθῆναι ἀνδρὶ ὡς ἀναθηλῆσαι καὶ αὖθις τὰ πράγματα. ὡς οὖν ἔσχε πάντας συμψήφους ὁ πατριάρχης, ἔνοπλος ὁ Διογένης εἰς τὰ βασίλεια ἔρχεται καὶ τῇ βασιλίδι συζεύγνυται, καὶ οὕτω τῶν σκήπτρων ἐγκρατὴς γίνεται. εἶχεν ἐφέδρους τούς τε προγόνους αὐτοῦ καὶ Καίσαρα τὸν τοῦ προβεβασιλευκότος ἀδελφόν. καὶ τηνικαῦτα τὰ κατὰ τὴν ἑώαν μανθάνει, καὶ κατὰ τῶν Τούρκων χωρεῖ, καὶ εἰς Σεβάστειαν ἐλθὼν καὶ ἔνθεν κἀκεῖθεν παραγενόμενος μεγάλα κατὰ τῶν Τούρκων ἔστησε τρόπαια. ὑποστρέφει πρὸς τὴν βασιλίδα. καὶ τὰς συνήθεις ῥόγας τῇ συγκλήτῳ καὶ τῷ λαῷ ποιησάμενος ἐκστρατείας καὶ αὖθις ἐφάπτεται, μηδὲ αὐτὰς τὰς πασχαλίας ἡμέρας καρτερήσας. καὶ τοῖς Τούρκοις ἔνθεν κἀκεῖθεν πολλὰ συμπλακείς, καὶ ποῦ μὲν εὐτυχῶν ποῦ δὲ 609 ἀτυχῶν, τὴν βασιλίδα καταλαμβάνει, τὸν Κομνηνὸν δὲ Μανουὴλ κουροπαλάτην τιμήσας μετὰ καὶ παντὸς τοῦ στρατοῦ κατὰ τῶν Τούρκων ἐκπέμπει. πολλὰ λοιπὸν ἐντεῦθεν ἀτυχήματα τοῖς Ῥωμαίοις συμβαίνει· πολέμου γάρ που συγκροτηθέντος καὶ αὐτὸς ὁ Μανουὴλ κρατεῖται καὶ τοῦ στρατοῦ παντὸς ἀπώλεια γίνεται, εἰ καὶ ὁ κατασχὼν αὐτὸν Τοῦρκος διὰ φόβον τινὰ καὶ ἀποστροφὴν τοῦ σουλτάνου αὐτόμολος μετὰ καὶ Μανουὴλ προσῆλθε τῷ βασιλεῖ. διὰ γοῦν ταῦτα πάντα πρὸς ἐκστρατείαν ὁ βασιλεὺς καὶ αὖθις χωρεῖ. διεπεραιοῦτο λοιπὸν εἰς τὰ τῶν ἱερείων παλάτια. καὶ τηνικαῦτα περιστερά ποθεν ἀναφανεῖσα οὐ πάντῃ λευκή, τὸ πλεῖον δὲ μελάντερος, καὶ τῇ τριήρει τοῦ βασιλέως περιπταμένη, ταῖς αὐτοῦ χερσὶ περιπίπτει. ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα ἐκπέμπει αὐτήν. οὐ χρηστῆς δὲ ἀποβάσεως ἔδοξεν αὕτη. ἀπαίρει δ' ἐκεῖθεν ὁ βασιλεὺς οὐκ ἔν τινι τόπῳ διαφανεῖ, Ἑλεπόλει δέ τινι, ἣν οἱ ἀγροικότεροι Ἐλεεινοῦ πόλιν καλοῦσιν. οἰωνὸς δὲ καὶ τοῦτο ἀπαίσιος. πρὸς τούτοις καὶ ἕτερόν τι τοιοῦτον συμβαίνει· τὸ γὰρ ἐπέχον τὴν βασιλικὴν σκηνὴν ξύλον κατεαγὲν καταπεσεῖν ταύτην πεποίηκεν. χωρεῖ περαιτέρω τῆς ἕω· καὶ δειλαινόμενος τοῖς σημείοις ἐν ὑψηλοτέροις δώμασι τὴν ἀνάπαυσιν ἐποιεῖτο. 610 ἀλλὰ κακεῖ τὰ σημεῖα συντρέχουσι· δωμάτιον γάρ τι, ἐν ᾧ ἀνεπαύετο, πῦρ ἔνθεν κἀκεῖθεν περιέλαβεν, ἵππους τε καὶ βασιλικὰς ἐφεστρίδας κατέκαυσε. διαπεραιοῦται τὸν Ἅλυν, ἐνδότερον γίνεται. προβαίνουσι πολέμιοι. ἐπὶ τούτοις καὶ αὐτὸς ὁ σουλτάνος κατὰ τοῦ βασιλέως χωρεῖ. καὶ ὃς ἑτοιμασθείς, ὡς εἰκός, τοῦ σουλτάνου κατόπιν διώκει· οὐδὲ γὰρ αὐτὸς τὴν τοῦ βασιλέως ἐπέλευσιν ἔφερεν. ἐπὶ πολὺ οὖν διώξας ὁ βασιλεὺς ἔστη τῆς πρόσω φορᾶς, μή πως συμβῇ καί τι τῶν ἀδοκήτων. ὀπισθόπους λοιπὸν καὶ ἡ τοῦ βασιλέως σημασία χωρεῖ. ὃ δὴ καὶ ἰδόντα τὰ τάγματα, καὶ ἧτταν εἶναι τοῦ βασιλέως τὸ πρᾶγμα λογισάμενα, ἔνθεν κἀκεῖθεν διασκεδάζονται. ἀνηνέχθη τῷ σουλτάνῳ τὰ περὶ τούτου, καὶ τηνικαῦτα διώκων ὁ διωκόμενος γίνεται. εἶτα τιʹ; συμπλέκονται πρὸς ἀλλήλους, ἐπιτίθενται καὶ αὐτῷ τῷ βασιλεῖ· καὶ ὃς τὰ πολεμικὰ γενναῖος ὢν ἀνθίσταται τοῖς ἐχθροῖς καὶ διὰ χειρῶν πολλοὺς ἀναιρεῖ. εἶτα τὴν χεῖρα βάλλεται, ὁ ἵππος αὐτοῦ κατακοντίζεται. ἀλλὰ καὶ πεζεύσας γενναίως ἵσταται. ἀλλ' ὢ τοῦ πτώματος μετὰ γὰρ ταῦτα πάντα τοῖς ἐχθροῖς ἁλώσιμος γίνεται, τῷ σουλτάνῳ δέσμιος ἄγεται. καὶ ὃς τοῦ θρόνου ἀνέθορε, καὶ πατήσας τὸν αὐχένα συνήθως αὐτοῦ τῆς γῆς τοῦτον ἀνίστησι, καὶ περιπτυξάμενος μὴ δέδιθι,» 611 ἔφη ὦ βασιλεῦ· οὐδὲ γὰρ ἐγκύρσεις κινδύνῳ σωματικῷ, ἀξίως δὲ τιμηθεὶς τῆς τοῦ κράτους ὑπεροχῆς· ἄλογος γὰρ ἐμοὶ λογίζεται ἐκεῖνος ὁ μὴ τὰς ἀπροόπτους τύχας λογιζόμενός τε καὶ εὐλαβούμενος.» σύνθρονον οὖν αὐτὸν εἶχε καὶ ὁμοδίαιτον καὶ ὁμόδοξον, παντοίως αὐτὸν παρακαλῶν μέχρις ἡμερῶν ηʹ. ἐρωτήσαντος δέ ποτε τοῦ σουλτάνου τὸν βασιλέα τιʹ ἂν ἔδρασας εἰ ἔσχες ἐμὲ ὑποχείριον,» ἀνυποκρίτως καὶ ἀθωπεύτως ὁ βασιλεὺς ἀπεκρίνατο ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησα ἄν σου τὸ σῶμα. ἀλλ' ἐγώ» φησιν ὁ σουλτάνος οὐ μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπότομον. πλὴν ἀκούω ὅτι καὶ ὁ ὑμέτερος Χριστὸς εἰρήνην νομοθετεῖ καὶ ἀμνηστίαν κακῶν, ἀλλὰ καὶ ὑπερηφάνοις ἀντικαθίσταται.» μετὰ δὲ ταῦτα σπονδὴν ποιησάμενοι καὶ συνθήκας εἰρηνικὰς διηνεκεῖς, καὶ κῆδος ἐπὶ τοῖς παισὶ συστησάμενοι, διίστανται ἀπ' ἀλλήλων σὺν πολλῇ περιπλοκῇ καὶ εὐκτηρίῳ τιμῇ. ἐπανέρχεται ὁ βασιλεύς. γίνεται τοῦτο καὶ τοῖς ἐνταῦθα, Ἰωάννῃ τε τῷ Καίσαρι καὶ τοῖς τούτου υἱοῖς καὶ τοῖς λοιποῖς, ὅσοι τὰ αὐτὰ ἐφρόνησαν. καὶ τηνικαῦτα μὲν τὴν βασιλίδα καὶ μὴ βουλομένην ὑπερόριον τίθενται, ἀποκείραντες αὐτήν, τὸν δὲ Μιχαὴλ ἀναγορεύουσιν αὐτοκράτορα. ἔνθεν τοι καὶ γράφουσιν ἁπανταχοῦ τὸν Διογένην ἐπανιόντα μὴ ὑποδέξασθαι. ἤρξατο 612 δὲ τῆς τοιαύτης ἀποκηρύξεως ὁ ὑπέρτιμος πρῶτον Ψελλός. ταῦτα δὲ ὁ Διογένης μαθών, καὶ ὅτι κοινῶς ἀποκεκήρυκται, φρούριόν τι κατασχὼν ἐκεῖσε Δόκειαν λεγόμενον στρατοπεδεύειν ἤρξατο. ἀλλ' ὁ Καῖσαρ τὸν βραχύτατον υἱὸν κατὰ Διογένους ἐκπέμπει. συνάπτεται πόλεμος. φυγὰς ὁ Διογένης οἴχεται. ἔνθεν κἀκεῖθεν περινοστῶν πρὸς Κιλικίαν παραγίνεται. ὑποστρέφει ὁ Κωνσταντῖνος ἐπὶ τούτοις. στέλλεται ἀντ' αὐτοῦ κατὰ Διογένους ὁ τοῦ Καίσαρος υἱὸς Ἀνδρόνικος, πολιορκεῖ τὸν Ἄδανον, συνθῆκαι γίνονται. καὶ κείρεται τὴν τρίχα ὁ Διογένης, ἔξεισί τε τοῦ κάστρου μελανειμονῶν. λαβὼν δὲ μεθ' ἑαυτὸν τὸν Διογένη ὁ Ἀνδρόνικος νόστου μέμνηται, ἕλκων αὐτὸν ἐν εὐτελεῖ ὑποζυγίῳ διὰ τῶν χωρῶν ἐκείνων αἷς ἰσόθεος ἐγνωρίζετο. μέχρις οὐν τοῦ Κοτυαίου τὴν ὁδοιπορίαν ὀδυνηρὰν ποιησάμενος (ἦν γὰρ νοσηλευόμενος ἐκ κοιλιακοῦ ἐκ κωνείου προποθέντος αὐτῷ) ἐκεῖσε κατεσχέθη, ἕως οὗ τὸ ποιητέον ὁρισθῇ ἐπ' αὐτῷ. καταλαμβάνει ἡ ἀπόφασις. καὶ τῶν ἀρχιερέων τῶν ἐπὶ τῷ δοθῆναι λόγον συμπαθείας ἐπαρῆξαι μὴ δυνηθέντων (ὠμησταὶ γὰρ καὶ ἀπηνεῖς ἄνδρες ἀφήρπαξαν αὐτόν) ὀφθαλμοὺς ἐξορύσσεται. προαχθεὶς ἐν ὑποζυγίῳ μέχρι τῆς Προποντίδος, καὶ τὴν κεφαλὴν ἔχων ἐξῳδηκυῖαν καὶ τοὺς ὀφθαλμοὺς ὥσπερ σῶμα σεσηπός, κἀντεῦθεν σκωλήκων καὶ δυσωδίας πλησθείς, ἐπω613 δύνως καταστρέφει τὸν βίον, τῇ νήσῳ Πρώτῃ τὸν χοῦν ἀποθέμενος, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον. Κρατεῖ μετὰ τοῦτον Μιχαὴλ ὁ Παραπινάκης, ἔτη ϛʹ. χαῦνος πάντῃ ὁ ἀνὴρ καὶ οἷον εἰπεῖν θῆλυς πρὸς τὴν τοῦ κοινοῦ διοίκησιν, ἐφ' ᾧ καὶ Ἰωάννῃ τῷ μητροπολίτῃ Σίδης τὰ τῆς ἐξουσίας ἀνατίθησι. καὶ καλῶς μὲν τὰ πάντα παρ' αὐτοῦ οἰκονομοῦνται, ἀνδρὸς ἅτε ὄντος ἀγαθοῦ καὶ περιδεξίου τοῖς πράγμασιν, ἀλλὰ τῷ ἀγαθῷ τούτῳ σίτῳ παραμιγνύεται καὶ τι ζιζάνιον. Νικηφόρος γάρ τις εὐνοῦχος, ὁ καὶ Νικηφορίτζης λεγόμενος, ὁ ἐπὶ κακίαις μυρίαις πρὸ τοῦ Μιχαὴλ διαβληθεὶς κἀντεῦθεν ἐξόριστος ὤν, μεταπέμπεται παρὰ τοῦ Μιχαὴλ καὶ πᾶσαν ἐξουσίαν ἐνδύεται, ἀνὴρ μὲν εὐνοῦχος, δεινὸς συγχέειν πράγματα καὶ ἄνω τὰ κάτω ποιῆσαι. κατηγορίαι γὰρ πανταχοῦ, δημεύσεις καὶ ἀπαιτήσεις ἄδικοι, θρῆνος λοιπὸν καὶ οὐαὶ πανταχοῦ. κἀντεῦθεν ὀργὴ καταλαμβάνει θεήλατος. οἱ γὰρ Τοῦρκοι ἰδόντες ὡς ἄπρακτοι μεμενήκασιν αἱ πρὸς Διογένην συνθῆκαι, καὶ ὅτι ὃν αὐτοὶ τετιμήκασιν ὑπὸ χεῖρα λαβόντες, οὕτω κακῶς οἱ αὑτοῦ πρὸς αὐτὸν διετέθησαν, κἀντεῦθεν θυμοῦ πλησθέντες, ἄραντες ἐκ Περσίδος παμπληθεῖς τοῖς Ῥωμαϊκοῖς ἐπιστρατεύουσι θέμασι. συλλέγει λοιπὸν κἀνταῦθα στρατὸν ὁ Μιχαήλ, καὶ στρατηγὸν αὐτοῦ 614 τὸν Κομνηνὸν Ἰσαάκιον τίθησι· καὶ ὃς ἀπελθὼν καὶ κατὰ Καισάρειαν τοῖς Τούρκοις συμπλακεὶς αἰχμάλωτος αὐτίκα γίνεται, καὶ τὸ στρατόπεδον ἅπαν ἀπόλλυται. μανθάνει ταῦτα ὁ βασιλεὺς καὶ σκυθρωπάζει, ἀλλ' ὃ μὲν οὐ διορθοῦται τέλεον, ἅτε ταῖς Νικηφόρου ὑποθήκαις ἀγόμενος ὡς ἀνδράποδον. ὤνιος ὁ Ἰσαάκιος γίνεται. ἀντ' αὐτοῦ προβάλλεται στρατοπεδάρχης Ἰωάννης ὁ Καῖσαρ. ὅσα μὲν οὖν ἀτυχήματα τοῖς Ῥωμαίοις συνήντησεν ἐκ τῆς Τούρκων καταδρομῆς, οὐκ ἔστιν εἰπεῖν. καὶ αὐτὸς γὰρ ὁ Καῖσαρ δεσμηθείς, εἶθ' οὕτως ἀπολυθεὶς καὶ ὕποπτος δῆθεν τῷ βασιλεῖ γεγονὼς τὴν τρίχα κείρεται, καὶ οὕτω τὴν βασιλίδα καταλαμβάνει. Ταῦτα μὲν οὖν τὰ τοῦ Νικηφορίτζη ἀνδραγαθήματα. οὗτος μετὰ τῶν ἄλλων αὐτοῦ κακιῶν καὶ τοῦ κερδαλέου φροντίζων ἅτε ποριμώτατος ὢν εἰς κακίαν καὶ λιμὸν πραγματεύεται. τοὺς μὲν οὖν πωλοῦντας κωλύσας ἁπανταχοῦ ὁ Νικηφορίτζης εὐνοῦχος, αὐτὸς δὲ μόνος περὶ τὴν Ῥαιδεστὸν φούνδακα καὶ μονοπωλεῖον στησάμενος, ὡς ἐντεῦθεν καὶ ἐπώνυμον τῷ βασιλεῖ Μιχαὴλ περιποιήσασθαι τὸ Παραπινάκης λέγεται διὰ τὸ τηνικαῦτα τὸν μόδιον παρὰ πινάκιον πιπράσκεσθαι τῷ νομίσματι. Χαύνως οὖν καὶ παιδαριωδῶς τὴν βασιλείαν ἰθύνοντος 615 τοῦ Μιχαὴλ καὶ Σερβικαὶ χῶραι κατεξανέστησαν καὶ Φραγκικαὶ ὡσαύτως ἀφηνίασαν καὶ ἰδιόρυθμοι γεγόνασιν. ἐπὶ τούτοις ἐτέχθη ἐν Κωνσταντινουπόλει τρίπους ὄρνις καὶ παιδίον ἔχον κατὰ μέτωπον ὀφθαλμὸν ἕνα, τραγοσκελὲς τοὺς πόδας. κατὰ τοῦτον μέντοι τὸν καιρὸν καὶ λοιμὸς ἐγένετο βαρύς, ὡς μηδὲ τοὺς θνήσκοντας δυνατὸν θάπτεσθαι. ἀλλ' οὐδὲ ταῦτα τὴν τῶν κρατούντων ἀπληστίαν καὶ ἀδικίαν τὴν μέχρις αὐτῶν τῶν θείων σηκῶν (ἔπιπλα γὰρ καὶ σκεύη τίμια κἀκεῖθεν ἀφῄρητο ὁ μόνον ἰαμβίζειν ἐθέλων, καὶ ταῦτα μηδὲ τῆς τέχνης γευσάμενος, κἂν τῷ Ψελλῷ ἐνεπαίζετο) ἀναστεῖλαι ἴσχυεν. Οὕτω μὲν οὖν ἐχόντων τῶν πραγμάτων στρατηγοὶ τῆς ἀνατολῆς, ὅ τε Ἀλέξανδρος, ὁ Καβάσιλας καὶ ὁ Βοτανειάτης, ἣν ἀποστασίαν ὤδινον εἰς φῶς ἐξάγουσι, καὶ τὸν Βοτανειάτην Νικηφόρον βασιλέα ἀναγορεύουσι. καὶ τῷ βασιλεῖ οὐ μικρὰν ἀθυμίαν ἐνέσταξεν· ἦν γὰρ καὶ πρὸ τοῦ λεγόμενον ὅτι τὸ τεσσαρακοστὸν νικηθήσεται ὑπὸ τοῦ πεντηκοστοῦ. καὶ οὐ μέχρι τούτου ἡ κατὰ Μιχαὴλ ἀποστασία, ἀλλὰ καὶ μείζων ἄλλη κατὰ δύσιν ἐγένετο· ὁ γὰρ Βρυέννιος ἀπὸ τοῦ Δυρραχίου διεγερθεὶς καὶ συνάξας στρατὸν περὶ τὴν Ἀνδριανούπολιν ἔρχεται καὶ βασιλεὺς ἀναγορεύεται, προσβάλλει δὲ καὶ Κωνσταντινουπόλει. ἀλλ' οὐδὲν ἤνυσεν· ἡ γὰρ βασι616 λεύουσα σχεδὸν ἅπασα τῷ Βοτανειάτῃ προσέθετο, καὶ τὴν αὐτοῦ δὲ παρουσίαν ἐτάχυνε, καὶ τὰ βασίλεια καταλαβεῖν αὐτὸν ἐπέσπευδε. τὸν δὲ Μιχαὴλ καθαιροῦσι σὺν τῇ γυναικὶ καὶ τῷ υἱῷ αὐτοῦ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ, καὶ ἀποκείραντες τῇ μονῇ τοῦ Στουδίου ἐνιᾶσιν. Εἰσέρχεται οὖν ὁ Βοτανειάτης, καὶ παρὰ τοῦ πατριάρχου στέφεται, τοῦ διαδεξαμένου τὸν Ξιφιλῖνον Κοσμᾶ. καὶ κρατεῖ ὁ Βοτανειάτης ἔτη γʹ. ἐπεὶ δὲ καὶ ὁ Βρυέννιος τὰ κατὰ δύσιν ἐτάρασσε, πέμπει πρὸς αὐτὸν πρέσβεις καὶ ἅπαξ καὶ δὶς καὶ τρίς, τῆς μὲν ἀλόγου ὀρέξεως ἐκστῆναι, εἰς Καίσαρα δὲ τιμηθῆναι. ὁ δ' οὐκ ἀνέχεται. τί τὸ ἐπὶ τούτοις; ἡ σκηνὴ αὐτοῦ πίπτει τοῦ ὀρόφου παραλυθέντος ἀοράτοις χερσί. τηνικαῦτα καὶ σελήνης ἔκλειψις γίνεται εἰς αὐτὸν ἐπισκήψασα· τὰ γὰρ τοιαῦτα, ὡς οἱ ἀστρολόγοι τερατεύονται, τυραννούντων δηλοῦσι καθαιρέσεις. ἐπεὶ γοῦν ὁ Στραβορώμανος πρέσβυς ἀτίμως ὑπέστρεψε, διεγείρεται ὁ βασιλεὺς καὶ κατὰ τοῦ Βρυεννίου πέμπει στρατόπεδα, στρατηγὸν ἔχοντα τὸν νωβελίσιμον Ἀλέξιον τὸν Κομνηνὸν καὶ τιμηθέντα μέγαν δομέστικον, ἄνδρα συνέσει καὶ δυνάμει τότε διαφέροντα. συνάπτεται τῷ Βρυεννίῳ, καὶ κατὰ πρόσωπον ἀντι617 στάντων χειροῦται ὁ Βρυέννιος καὶ τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. ὁ μέντοι Βοτανειάτης, τῆς γυναικὸς αὐτοῦ τελευτησάσης, ἑτέραν ἠγάγετο τὴν τοῦ προβεβασιλευκότος Μαρίαν. καθαιρεῖται δὲ ὁ τὴν ἱερολογίαν δοὺς ἱερεὺς ἅτε μοιχείας ἐπὶ τούτῳ τολμηθείσης· ὁ δὲ Μιχαὴλ ψήφῳ κοινῇ ἀρχιερεὺς Ἐφέσου προβάλλεται. ἅπαξ οὖν ἐκεῖσε φοιτήσας ἐν τῇ μονῇ τοῦ Μανουὴλ διέτριβεν ἐργαζόμενος. Τὰ αὐτὰ δὲ τῷ Βρυεννίῳ καὶ ὁ Βασιλάκης φρονεῖ, λαὸν οὐκ ὀλίγον ἐγείρας ἐπὶ Θεσσαλονίκης ἔρχεται. τί τὸ ἐπὶ τούτοις; ἐκπέμπεται τῶν ὧδε ὁ νωβελίσιμος Ἀλέξιος καὶ σεβαστός, τὰς στρατικὰς δυνάμεις λαβών. μάχη οὖν ἰσχυρὰ γίνεται παρὰ τῇ Θεσσαλονίκῃ, καὶ τῶν ἐκεῖσε πάντων φρονούντων τῷ Βασιλάκῃ. ἀλλὰ χειροῦται αὐτὸν καὶ δέσμιον ὁ Ἀλέξιος ἐκπέμπει τῷ βασιλεῖ. καὶ ὃς ταῦτα μαθὼν ἀποστέλλει, κατ' αὐτὴν τὴν Χρυσούπολιν ἐκτυφλοῦσιν αὐτόν, ὡς ἔκτοτε τὸν τόπον ἐκεῖνον τὴν βρύσιν τοῦ Βασιλάκου λέγεσθαι. κατὰ τοῦτον δὴ καιρὸν κεραυνὸς ἐνσκήψας τῷ τοῦ μεγάλου Κωνσταντίνου κίονι οὗ ἄνω ἡ στήλη αὐτοῦ ἵστατο τοῦ Ἀπόλλωνος πρότερον ἀφίδρυμα, εἰς ὄνομα αὐτοῦ ὀνομασθεῖσα, μέρος τούτου διέτεμε καὶ ζωστῆρας τρεῖς. 618 Τότε δὴ τότε τὴν τῶν Κομνηνῶν εἰσέλευσιν Βοτανειάτης μαθὼν τῶν βασιλείων μὲν ἄπεισι, παρὰ δὲ τῇ τῆς περιβλέπτου μονῇ ἐπικείρεται καὶ ἄκων. βασιλεύσας γὰρ πάντας σχεδὸν ἀγοραίους τε καὶ χυδαίους λαμπρῶν ἀξιωμάτων ἐτίμησεν, αὐτὸς δὲ πρὸς ἀνέσεις τραπεὶς τὴν τῆς βασιλείας φροντίδα τοῖς αὐτοῦ δούλοις ἀνέθετο, ὅπερ πάντας ἐξέμηνε, καὶ αὐτοὺς δὴ τοὺς τότε πρωτεύοντας ἐπί τε γένει καὶ πλούτῳ, τοὺς ἀδελφόπαιδας τοῦ προβεβασιλευκότος Ἰσαακίου τοῦ Κομνηνοῦ Ἀλέξιον καὶ Ἰσαάκιον· ἔνθεν τοι καὶ ἀποσχισθεὶςὁ Ἀλέξιος καὶ λαὸν οὐκ ὀλίγον ἑλκύσας μεθ' ἑαυτοῦ τὴν βασιλίδα παρέλαβε προδοθεῖσαν αὐτῷ ὑπὸ τῶν ἐν τῇ Χαρσίου πόρτῃ φυλασσόντων Νεμίτζων. Κρατεῖ λοιπὸν μετὰ τὸν Βοτανειάτην ὁ Κομνηνὸς Ἀλέξιος ἔτη λζʹ καὶ τῷ διαδήματι στέφεται, ὁ δὲ Ἰσαάκιος τὰ δεύτερα τῆς τιμῆς εἶχε καινῷ ὀνόματι ἐπιφημισθεὶς αὐτῷ· σεβαστοκράτωρ γὰρ ἐπεκλήθη καὶ ὑπερεῖχε τοῦ Καίσαρος. παρ' αὐτοῖς οὖν ἡ βασιλεία καὶ τῇ μητρὶ αὐτῶν. ἦσαν δὲ τῷ βασιλεῖ καὶ ἕτεροι αὐτάδελφοι δύο νεώτεροι, ὧν τὸν μὲν Ἀνδριανὸν δηλαδὴ πρωτοσέβαστον καὶ μεγαδομέστικον, τὸν δὲ Νικηφόρον σέβαστον καὶ τοῦ στόλου δρουγγάριον. ἀλλὰ 619 καὶ κηδεστὰς εἶχεν ἐπ' ἀδελφαῖς τὸν Μελισσηνὸν Νικηφόρον καὶ Μιχαὴλ τὸν Ταρωνᾶν. ὁ μέντοι κρατῶν ἐπειδήπερ ἐσπάνιζε χρημάτων, τὰς ἐτησίους δόσεις ἐνέκοψε τὰς ἀνηκούσας δηλονότι τοῖς ἀξιώμασι, προσαφῃρεῖτο δὲ καὶ τὰς περιουσίας τῶν συγκλητικῶν. ὁ μέντοι ἁγιώτατος πατριάρχης Κοσμᾶς τῇ τῶν κοινῶν πραγμάτων μεταχειρίσει ἀπαρεσκόμενος καὶ ἀπεγνωκὼς τὴν διόρθωσιν, τῷ ὑπηρέτῃ ἆρον» εἰπὼν τὸ ψαλτήριον καὶ ἀκολούθει μοι,» τῆς ἐκκλησίας ἀναχωρεῖ. προχειρίζεται δὲ ἀντ' αὐτοῦ ἐκτομίας τις Εὐστράτιος, ἀφελὴς ἀνὴρ καὶ γωνίᾳ τὰ μάλιστα προσήκων. μετὰ δὲ ἔτη γʹ κατάγεται καὶ ἄκων. ἡ δὲ αἰτία οὐκ ἔγνωσται. ἀντ' αὐτοῦ δὲ ὁ γραμματικὸς ἀνάγεται Νικόλαος. μετὰ δὲ ταῦτα ἠγγέλθη Φραγγὸς Ῥομπέρτος ἐπὶ τὸν δάμνον διαπεραιούμενος. αὐτίκα τοίνυν ὁ βασιλεὺς ἐξεστράτευσε, καὶ ἡττηθεὶς ἀκλεῶς ἔφυγε, πολλῶν ἐκεῖσε πεσόντων, οὐ τῶν τυχόντων μόνον ἀλλὰ καὶ τῶν μεγιστάνων καὶ ἐξ αἱμάτων ὄντων βασιλικῶν. ἡττημένος οὖν ὑποστρέφει ὁ βασιλεύς. γαυριῶσιν ἐπὶ τούτοις οἱ βάρβαροι τινὰ τῶν πολισμάτων κατέχοντες. ἐκστρατεύει καὶ αὖθις βασιλεύς, καὶ τὸν Ἀνδριανὸν τὴν βασιλικὴν ἀμφιάσας ἐσθῆτα καὶ στήσας ἀπέναντι τοῦ Ῥομπέρτου πα6 ρήγγειλε νῶτα δοῦναι, εἴγε διώξει ὁ βάρβαρος. ὁ δε βασιλεὺς διὰ τόπων δυσβάτων κυκλώσας, καὶ τὴν παρεμβολὴν αὐτῶν καταλαβὼν ὑπὸ χεῖρ πάντα ποιεῖται. τοῦτο μαθὼν ὁ βάρβαρος ἀόρατος γίνεται. καὶ ἡ μὲν ἐπίθεσις αὐτοῦ πέπαυται, οἱ δὲ Τοῦρκοι καὶ αὖθις τῶν Ῥωμαίων κατέτρεχον. ἀλλὰ καὶ Τοῦρκός τις λεγόμενος Τζακατζᾶς τὰς νήσους Χίον Σάμον καὶ Ῥόδον κατέσχε. τότε δὴ τότε καὶ Κύπρος σὺν αὐτῇ Κρήτῃ ἀποστασίαν μὲν ἐνόσησαν, διὰ τάχους δὲ τῇ βασιλευούσῃ ὑπανασώζονται, ἐν μὲν τῇ Κύπρῳ τοῦ Καρύκου ἐν δὲ τῇ Κρήτῃ τοῦ Ῥαψαμάτου αὐτάραντος. ἐντεῦθεν ὁ βασιλεὺς ἀναλωμάτων δεόμενος τρόπους ἀπαισίους συλλογῆς χρημάτων ἐφεύρισκεν. ἐντεῦθεν ἀπογραφαὶ τῶν ἁπανταχοῦ κτήσεων, καὶ τὰ καινὰ τῶν ὀνομάτων ἐπινενόηται, τὰ ὑπέρτιμα δηλαδὴ καὶ τὰ ὑπέρπλεα, καὶ ἄλλοι τρόποι ἐπηρειῶν κατὰ τῶν ὑπηκόων ἐπεισήγοντο. γέγονε δὲ τηνικαῦτα καὶ κλόνος τῆς γῆς ἐξ ἡμέρας ἐν αὐτῇ τῇ μνήμῃ τοῦ ἁγίου Νικολαου, ὑφ' οὗ πολλαὶ οἰκίαι καὶ στοαὶ καὶ ναοὶ κατέπεσον, ὡς ἐντεῦθεν καὶ πολλοὺς συγχωσθῆναι καὶ ἀποθανεῖν. τηνικαῦτα καὶ Πατζινακῶν πλῆθος πολὺ τὴν Θρᾳκίαν καὶ Μακεδονίαν ἐλήϊζεν. ἐκστρατεύει κατ' αὐτῶν ὁ βασιλεύς, καὶ 621 πρῶτα μὲν ἡττῶνται οἱ στρατιῶται, εἶθ' οὕτως ἡττῶσι κατὰ κράτος αὐτοὺς ἅτε τῇ θείᾳ δυνάμει τὸ πᾶν ἐπιτρέψαντες. ἅπαξ καὶ δὶς ἐπιβουλαὶ κατ' αὐτοῦ, τοῦ βασιλέως δηλαδή· πέρας δὲ ταύταις οὐκ ἦν. Τότε δὴ καὶ τὸ τῶν Φράγγων ἔθνος ἐκ τῶν ἑσπερίων τὴν βασιλείαν καταλαμβάνει ὡς ἐκεῖθεν πρὸς ἕω διαπεραιώσασθαι. ὧν τὴν συγκίνησιν θεόσημόν τι προεμήνυσεν· ἀκρί- δων γὰρ ἄπειρον πλῆθος ἐκ τῆς ἑσπέρας τὴν γένεσιν ἐσχη- κὸς καὶ ὡς νέφος ἱππαζόμενον ἀπεικάζεσθαι καὶ σκιάζειν τὸν ἥλιον διὰ τῆς μεγίστης τῶν πόλεων καὶ τῶν ταύτης ὁρίων τὴν πτῆσιν ποιούμενον πρὸς τὴν ἑώαν ὥρμητο, κἀκεῖ κατέπαυσε. διαπεραιοῦνται οὖν οἱ Φράγγοι, καὶ τὴν Νίκαιαν παρὰ τῶν Τούρκων κατεχόμενοι ἀφαιροῦσι, καὶ τῷ βασιλεῖ ταύτην ὤνιον διδόασι. τότε ἡ τῶν Βογομίλων ἀνεφάνη αἵρε- σις, ἧς κατῆρχε Βασίλειος ὁ λεγόμενος ἰατρός. ἑτέρα δὲ πάλιν ἐπανάστασις παρά τινος γέγονε, Κομάνους μὲν ἐφεπομένους ἔχοντος καὶ εἶναι λέγοντος τοῦ προβεβασιλευκότος Διογένους. ἀναγορεύεται οὖν κατὰ τὴν Θρᾳκίαν ἀπατώμενος, ἀλλὰ κατέ- χεται καὶ τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. τὸ δὲ ὀρφανοτροφεῖον ἤδη ἐσχολακὸς ἀνακαινίζει ὁ διαληφθεὶς βασιλεύς. προφο- ρεῖ καὶ οἴκοθεν κτήματα, τὰ μέντοι φροντιστήρια καὶ τὸ τῶν 622 παίδων διδασκαλεῖον αὐτὸς προσεπιτίθησιν. ἑτέρα κατ' αὐτοῦ ἐπιβουλή, ἧς κατῆρχεν ὁ Ἀνεμᾶς Μιχαήλ. ἀλλ' αὐτίκα δια- μηνυθέντες παιδεύονται, ἁλωθέντες τὰς τρίχας τῆς κεφαλῆς οὐ ξυρῷ ἀλλὰ δρώπακι. Ἡ μέντοι τοῦ βασιλέως μήτηρ τὴν βασιλείαν ἅπασαν οἰκονομοῦσα ἦν, ἐφ' ᾧ καὶ ὁ κρατῶν ἠνιᾶτο ὡς ἔχων μόνον τὸ τῆς βασιλείας ὄνομα. τοῦτο οὖν ἡ μήτηρ γνοῦσα ἑκοῦσα ἐξέστη, καὶ εἰς τὴν τοῦ παντεπόπτου μονήν, ἣν αὕτη ἐδείματο, κα- τοικεῖ. πρὸς μέντοι τὴν κοινωνὸν τοῦ βίου ὁ κρατῶν οὔτε ἀποστόργως εἶχε πρὶν οὔτε παντοίως ταύτῃ προσέκειτο· ἀφροδισίων γὰρ ἡττώμενος οὐ πάνυ τὰ εἰς εὐνὴν ἐτύγχανε δίκαιος. ἐπεὶ δ' ὁ χρόνος προήκων τῷ αὐτοκράτορι τὰ ὑποφόρα βέλη τοῦ ἔρωτος ἤμβλυνε, τότε τῇ Αὐγούστῃ πρόσκειται τέλεον καὶ πᾶσαν αὐτῇ τὴν οὐσίαν ἀνατίθησι, ἡνίκα καὶ μᾶλλον ποδαλγῶν κλινοπετὴς ἦν. αὕτη δὲ τῷ μὲν υἱῷ καὶ βασιλεῖ Ἰωάννῃ μὴ φιλίως προσκειμένη, τὴν διάθεσιν πᾶσαν ἐπὶ τῇ πρώτῃ θυγατρὶ καὶ τῷ ἐπ' αὐτῆς κηδεστῇ Βρυεννίῳ ἐκέκτητο. ταύτῃ τοι καὶ τὸ συγκλητικὸν ἅπαν καὶ τὸ μὴ τοιοῦτον ἐπιτηδείως ὁ Ἰωάννης μετήρχετο. Εἷς μέντοι τῶν πρὸς ἑώαν διαβάντων Λατίνων ὁ Βαι- μοῦνδος συνθήκας μετὰ τοῦ κρατοῦντος ποιήσας μυρία τε 623 χρήματα λαβών, καὶ τῇ Ἀντιοχείᾳ προσβαλών, τῇ πολιορκίᾳ τε ταύτην ἑλὼν τῶν συνθηκῶν ἐπιλανθάνεται, καὶ χεῖρα μᾶλλον αἴρει κατὰ Ῥωμαίων. μέλλων δὲ πρὸς ἑσπέραν ἔρ- χεσθαι καὶ μήπω κατασχεθῇ πτοηθείς, θάνατον ἑαυτοῦ κα- ταψεύδεται, κἂν ὕστερον σπένδεται τῷ βασιλεῖ. μετὰ δὲ ταῦτα νοσεῖ ὁ κρατῶν τοσοῦτον ὡς ἐκλελοιπέναι δοκεῖν. προσ- κομίζεται αὐτῷ τὸ τοῦ σωτῆρος ἡμῶν ἐκτύπωμα τοῦ κατὰ τὴν Χαλκῆν ἀνεστηλωμένου, ὅπερ ἦν ἐν πέπλῳ τινὶ πρὸ τῆς εἰκόνος ἀπῃωρημένον. ὑφαπλοῦται τῇ κλίνῃ, καὶ ὁ κάμνων ἀνέρρωται. ἐπὶ τούτῳ φόβος ὑποσείει οὐ μόνον τὸ δημοτικὸν ἀλλὰ καὶ αὐτοὺς τοὺς ἐν τέλει· φήμη γὰρ αὐτοὺς κατεκράτει ὡς ὁ κρατῶν κατ' ἐκεῖνο τὸ μέγα τεθνήξεται σάββατον. ἀλλ' ἡ τοιαύτη φήμη καὶ αὐτὴν τὴν τοῦ βασιλέως κατέσεισε ψυχήν. ψευδὴς δὲ ὅμως ἠλέγχετο. ὁ μὲν οὖν βασιλεὺς ἔκ- τοτε περὶ Φιλιππούπολιν διέτριβεν ἔαρ ὅλον καὶ θέρος. τὸ δὲ αἴτιον ἡ μετὰ τῶν Μανιχαίων διάλεξις, οὓς Παυλικιάνους ἡ δημώδης ὀνομάζει φωνή. πολὺ δὲ τὸ γένος τοῦτο ἐν τῇ χώρᾳ ταύτῃ κατῴκισται, τοῦ βασιλέως Ἰωάννου τοῦ Τζιμισχῆ ἐκ τῆς ἑώας καταγαγόντος αὐτὸ κἀν ταύτῃ ἐγκατοικίσαν- τος· οἷς δὴ καὶ διαλεγόμενος πολλοὺς πρὸς τὴν ὀρθόδοξον πίστιν μετήνεγκε. κατ' ἐκεῖνο καὶ πολλοὶ γεγόνασιν ἐμπρη624 σμοί. κατὰ δὲ τὸ ἔαρ ἔπνευσεν ἄνεμος τοσοῦτον βιαῖος ὡς καὶ ἄλλα μὲν συμβῆναι συμπτώματα, καταπεσεῖν δὲ καὶ τὴν ἐν τῷ κατὰ τὸ πλακωτὸν κίονι ἱδρυμένην στήλην καὶ πολλοὺς τῶν ἐκεῖσε παρατυχόντων ἀνελεῖν, καὶ ὄμβρον δὲ ῥαγδαῖον ἐν τῇ μνήμῃ τῶν ἁγίων ἀποστόλων τοσοῦτον καταρραγῆναι ὡς καὶ οἰκίας καταπεσεῖν ἀνθρώπους τε καὶ ζῶα ἀποπνιγῆναι. ἐν τούτοις ἐπιδρομὴν Τούρκων κατὰ Ῥωμαίων. ὁ δὲ κρατῶν μὴ ἰσχύων δι' ἑαυτοῦ ἐκστρατεῦσαι ἅτε κλινοπετὴς ὤν, στρατὸν ἐκπέμπει οὗ ἀρχηγὸς ὁ Καμύτζης Εὐστάθιος, ὃς δὴ καὶ προσβαλὼν τοῖς Τούρκοις αἰχμάλωτος ἄγεται καὶ τὸν στρατὸν ἀπόλλυσιν. οὐκέτι οὖν ἀνέχεται ὁ κρατῶν, ἀλλ' ἐκεῖσε καταλαμβάνει καὶ τοὺς Τούρκους ὡσεὶ καπνὸν διαλύει. καὶ οἱ τὸν Καμύτζην κατέχοντες αὐτόμολοι σὺν αὐτῷ προσέρχονται τῷ βασιλεῖ. μετὰ ταῦτα ὁ τῶν Τούρκων ἄρχων σπένδεται τῷ βασιλεῖ, καὶ ὁ καθ' ἕνα οἴκαδε ἄπεισιν. ἐπεὶ δὲ μετὰ ταῦτα τὰ τῆς νόσου ηὔξανε, κοινῇ γνώμῃ τῶν ἰατρῶν σίδηρον κατὰ στομάχου φλογόεντα δέχεται. ἐπεὶ δὲ ὁ ἀὴρ ὁ ἐν ἀνακτόροις ἀὴρ οὐκ εὔκρατος ἐδόκει ἅτε νοτιώτερος ὤν, εἰς τὰ τῶν Μαγγάνων ἀποκεκόμισται ἀνάκτορα τοῦ χρεών, 625 ὡς ἔοικε, καθέλκοντος· τὸ γὰρ ἐν ἀκεσωδύνοις πεσεῖται» περὶ αὐτοῦ γεγράφθαι φασὶν οἱ περὶ τὰ τοιαῦτα δεινοί. θνή- σκει οὖν ἐκεῖσε τῆς βασιλείας διάδοχον καταλιπὼν τὸν υἱὸν αὐτοῦ τὸν Κωμνηνὸν Ἰωάννην.

Intertext edge

Open linked passage

Note