Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1.1
Καὶ χιτῶνας δερματίνους ἐνέδυσεν αὐτούς. ὁ μὲν οὖν θεῖος Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι χιτῶνας δερματίνους ἐπιβάλλει τοῖς πρωτοπλάστοις ὁ κύριος, οὐ δέρματα δέ. ποίων γὰρ ἀποσφαγέντων ζώων καὶ δαρέντων ἐπινοεῖται αὐτοῖς ἡ περιβολή; ἐκ τῆς τῶν ἀλόγων λοιπὸν φύσεως νεκρότητα ἐντέθεικεν οἰκονομικῶς τῇ εἰς ἀθανασίαν κτισθείσῃ φύσει, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν. ὁ δὲ χρυσορρήμων Ἰωάννης κατὰ τὸ γράμμα τοὺς τοιούτους ἐκλαμβάνων χιτῶνας καὶ τάδε φησίν. εἰ πόθεν εὑρέθησαν τὰ δέρματα μὴ σφαγέντων τῶν ζώων, φιλοτιμούμενοι λέγουσιν οἱ ἀλληγορηταί, οὐκοῦν ἀκούω κἀγὼ αἷμα ἐν Αἰγύπτῳ, καὶ ζητῶ πόθεν μετέβαλε τὸν Νεῖλον εἰς αἷμα, ποῖα ἔθυσε ζῶα; καὶ ὁ ποταμὸς γέγονεν εἰς αἷμα, καὶ οὐδὲν αἷμα ἐτύθη ζώων. δέρματα δύο γέγονε, καὶ ζητοῦσιν ἀπὸ ποίων ζώων ἐγένετο. ἀλλ' ὥσπερ ἐκεῖ ἐκτὸς ζώου αἷμα, οὕτως ἐνταῦθα ἐκτός ζώου δέρμα.» Γίνωσκε δὲ ὅτι οὐ τοσοῦτον ὁ πατὴρ ἐπὶ τῇ τῶν παίδων ἀνατροφῇ μεριμνᾷ ὡς ἡ μήτηρ, ὅτι καὶ αὐτὴ τότε ἤκουσεν ἐν λύπαις τέξῃ τέκνα· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου.» ἐγὼ ἁμαρτάνω, καὶ ἡ γῆ ταῖς ἀφορίαις μαστίζεται. ἐπικατάρατος ἡ γῆ διὰ τὰ ἔργα ἡμῶν, τουτέστιν οὐχ ἕτοιμα εὑρίσκονται ἀπὸ γῆς τὰ ἐκεῖθεν ἀναδιδόμενα ὥσπερ δὴ καὶ 8 τὸ πρότερον. καὶ ἔρραψαν φύλλα συκῆς, ἀπεδύσαντο τὴν ἀθανασίαν, ἡ στολὴ περιῃρέθη τῆς δόξης, ἐγυμνώθη τὸ σῶμα καὶ ἦν λοιπὸν πηλός. ὅθεν καὶ φύλλα συκῆς ῥάπτουσιν. ὅθεν δὲ τὴν ῥαπτικὴν εὗρε, μὴ ζήτει· εἰ γὰρ ἦν θεοῦ εἰκών, μὴ ἀμφιβάλλῃς περὶ τὴν γνῶσιν αὐτοῦ. Ἐνταῦθα μὲν οὖν ὁ χρυσορρήμων Ἰωάννης ἐμπαίζει καὶ τοῖς ἐν οὐρανῷ λέγουσι τὸν παράδεισον εἶναι καὶ πνευματικόν. εἰ γὰρ ἄνω ἦν, κατέρχεσθαι ἂν ἐλέγοντο οἱ ποταμοί, οὐ μὴν ἐξέρχεσθαι. ἐντεῦθεν οὖν ὁ κατάρατος Ὠριγένης ἀποπνιγόμενος φαίνεται, καὶ μᾶλλον ἐν οἷς ἐκενολόγησεν ἀσώματον τὸν Ἀδάμ. εἰ γὰρ ἀσώματος ἦν, οὐκ ἂν ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ ὁ θεὸς καὶ ᾠκοδόμησε τὴν γυναῖκα· πρόδηλον οὖν ὡς ἐπειδὴ πλευρὰν ἔλαβεν ἐξ Ἀδάμ, πλευρὰ δὲ τοῖς ἀσωμάτοις οὐ πρόσεστιν, οὐκ ἦν ἄρα κατ' ἐκεῖνον ἀσώματος ὁ πρωτόπλαστος. μετὰ μέντοι τὸ ἐκβληθῆναι τοῦ παραδείσου ὁ Ἀδὰμ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ γεννᾷ τὸν Κάϊν. ἔγνω δὲ πῶς; ἐμπαθῶς, τῆς ἀγγελικῆς ἐκπεσὼν ὁ ἄνθρωπος διαγωγῆς, ἐπειδὴ παραβάτης ὤφθη τῆς ἐντολῆς, τῷ κτηνώδει τούτῳ τρόπῳ καὶ ἐμπαθεῖ περιέπεσε. ταύτῃ τοι καὶ ὀδυρόμενος ὁ Δαβὶδ ἔλεγεν οἴμοι ὅτι ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε. παρασυνεβλήθη τοῖς ἀνοήτοις κτήνεσι καὶ ὡμοιώ9 θη αὐτοῖς.» κατὰ γὰρ τοῦτο καὶ ὁ μέγας Μάξιμος ἐν τοῖς πρὸς Θαλάσσιον ἔλεγεν ὅτι τὰ πάθη ταῦτα, ἤγουν ἡδονὴ λύπη ἐπιθυμία καὶ τὰ λοιπὰ πάντα, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθησαν, ἀλλὰ διὰ τὴν τῆς τελειότητος ἔκπτωσιν ἐπεισῆλθε ταῦτα τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως, δι' ὧν ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζώων ὁμοίωσις. ἔδει γὰρ τῆς ἀξίας τοῦ λόγου καλυφθείσης ὑφ' ὧν γνωμικῶς ἐπεσπάσατο τῶν ἀλόγων γνωρισμάτων, ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι, σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ θεοῦ τὸν ἄνθρωπον. πλὴν οὐκ ἀναγκαίως τῷ ὄντι κατέδησεν ἡμᾶς ὁ θεὸς μετὰ τὴν παράβασιν ταῖς ἐπιθυμίαις ταύταις, ὑφ' ὧν ἐπί τε βρώσεις καὶ πόσεις καὶ ἐπὶ ἀφροδίσια καταφερόμεθα. ἐντεῦθεν γὰρ τοῖς γεννητοῖς ἡμῶν σώμασι τὸ γεννᾶσθαί τε καὶ τρέφεσθαι καὶ διαμένειν ἕως πλείστου, καθ' ὅσον ἂν ἑκάστῳ τοῦ σώματος ἡ σύστασις ἐπιδέχηται. καὶ γὰρ ἐκ τεσσάρων αὐτὸ στοιχείων συγκείμενον ἐπακολουθοῦσαν ἐξ ἀνάγκης κέκτηται τὴν διάλυσιν. σύνθεσις γὰρ ἀρχὴ διαστάσεως, ὡς ὁ θεολόγος φησὶ Γρηγόριος. λέλυται οὖν ἐπὶ τισὶ μὲν τάχιον ἐπὶ τισὶ δὲ βράδιον. καὶ πείθου τῷ μεγάλῳ Κυρίλλῳ λέγοντι 210 εἴασε δὲ μετὰ τὴν ἀπόπτωσιν ἕκαστον ὁ θεὸς τὴν ἑαυτοῦ ζωὴν ἐκπληροῦν ὡς ἂν ἔτυχε κράσεως.» ἐπὶ γὰρ τούτῳ καὶ τὰ συστατικὰ τῆς ζωῆς ἡμῶν, καρδίαν δηλονότι ἐγκέφαλον ἧπαρ καὶ ὅσα τοιαῦτα, στερροῖς ἁπανταχόθεν ὀστέοις ἡ φύσις ἐφρούρησεν, ὥστε μὴ καὶ ταῖς τυχούσαις προφάσεσι καταβλαπτομένων αὐτῶν ἑτοίμως οὕτω τὸν θάνατον ἕπεσθαι. ταύταις μέντοι ταῖς ἐπιθυμίαις καὶ ἡδονὴν ὥσπερ τι δέλεαρ ἐγκατέμιξεν, ὡς ἐντεῦθεν ἡμᾶς ἑτοίμως καθέλκεσθαι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ βρώσεις καὶ πόσεις ἐτρέχομεν, οὐκ ἂν ἀφροδισίοις ὁλοσχερῶς προσεκείμεθα. εἰ δὲ μὴ τοῦτο, τάχα ἂν ἐξ ἀνάγκης τὸ γένος ἀπόλωλε τὸ ἀνθρώπινον. κατὰ τοῦτο μὲν οὖν καὶ ἡ γονή, περίττωμα οἷον οὖσα, κατεπείγει καὶ ἀνιᾷ καὶ ἀναγκάζει τὸ ζῶον ὁρμᾶν ἐπὶ τὴν ἀπόκρισιν αὐτῆς, εὐμεθόδως καὶ τοῦτο τοῦ θεοῦ συγχωρήσαντος ἕνεκα τῆς τοῦ γένους διαμονῆς. ταῦτα δὲ Μάνης καὶ Οὐαλεντῖνος ἠγνοηκότες, ὡς ἔοικε, κτίσμα τοῦ διαβόλου ἔλεγον εἶναι, ὑπ' αὐτοῦ τε πυροῦσθαι καὶ πρὸς ἀτιμίας ἀποκυλίεσθαι. πλὴν οὐκ ἀφῆκε πρὸς συναφείας ἡμᾶς ὁ θεὸς εἶναι πάντῃ κατωφερεῖς, οὐδὲ ζῆν ἀνεπαισθήτως εἴασεν ὡς τὰ ἄλογα. τῇ γὰρ ἡδονῇ καὶ ἀηδίαν συνέζευξεν καὶ σύμμικτον ταύτην ἐποίησεν, ὡς ἐκεῖθεν μὲν ἐπὶ τὴν τοῦ γένους αὔξησιν ἕλκεσθαι, ἐντεῦθεν δὲ ταλανίζειν ἑαυτούς, τῶν προτέρων ἐπιμεμνῆσθαι, καὶ 211 τῆς ἁμαρτίας μέγα καταβοᾶν, δι' ἣν τοῖς ἀνοήτοις παρασυνεβλήθημεν κτήνεσι. Πρὸς τούτοις εἰδέναι καὶ τοῦτό σε βούλομαι, ὅτι τὸ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς τῷ ἥπατι ἐγκαθίδρυται, τὸ δὲ θυμικὸν ἐν τῇ καρδίᾳ ποιεῖται τὴν οἴκησιν, τὸ δὲ λογικὸν ἐν αὐτῷ τῷ έγκεφάλῳ. τοῦτο μὲν οὖν τὸ λογικὸν ἐχαρίσατό σοι ὁ τῶν ὅλων πρύτανις, ἵνα συμμάχῳ καὶ τῷ θυμικῷ χρώμενος γενναίως ἀνθίστασαι κατὰ τῆς ἀλόγου καὶ βοσκηματώδους ψυχῆς, τῆς ἐπιθυμητικῆς δηλαδή· οἶδε γὰρ ὁ τῆς φύσεως δεσπότης ὅση περ ἐκείνης ἐστὶν ἡ ὁρμή. ὅτι δὲ τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν αὐτῷ τῷ ἥπατι ἐγκαθίδρυται, καὶ τὸν Τιτυὸν παράγει ὁ Γαληνὸς εἰς σύστασιν τούτου τοῦ λόγου, ἐν μὲν τῇ διαγνωστικῇ αὐτοῦ ὑπὸ ἀετοῦ λέγων αὐτοῦ κατεσθίεσθαι τὸ ἧπαρ, ἐν δὲ τῷ περὶ ἠθῶν ψυχῆς μονοβίβλῳ ὑπὸ γυπῶν. ὁ γὰρ Τιτυὸς οὗτος κατὰ τὴν ἔξω μυθολογίαν ἐρασθῆναι λέγεται τῆς Λητοῦς, ἐφ' ᾧ καὶ παρὰ τῶν παίδων αὐτῆς Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος κολάσει καθυποβληθῆ- ναι, καὶ κατὰ μὲν τὸν Γαληνὸν ὑπὸ ἀετοῦ εἴτε καὶ γυπῶν τὸ ἧπαρ ἐσθίεσθαι, κατὰ δέ τινας ἄλλους τοξευθῆναι αὐτὸν κἀντεῦθεν ἔχειν τὰ βέλη ἐμπεπαρμένα τῷ ἥπατι. εὔδηλον οὖν ἐντεῦθεν τῷ ἥπατι τὸ τῆς ψυχῆς ἐπιθυμητικόν ἐστι. 212 Πρόσεχε λοιπόν. ὅταν μὲν γὰρ τὸ λογιστικὸν ἄρχῃ, πειθόμενον μὲν ἑαυτῷ τὸ θυμοειδὲς ἔχον, ἀσθενὲς δὲ καὶ ταπεινὸν τὸ ἐπιθυμητικόν, οὔτε ἀκόλαστος ὁ τοιοῦτος βίος οὔτε οἷον οἱ λῃσταὶ βιοῦσι καὶ τύραννοι, ἀλλὰ σεμνὸς πάντῃ καὶ δίκαιος. καὶ τούτου χάριν ἀμφιβάλλειν οὐ χρή. εἰ μὴ γὰρ τοῦτο ἦν, εἰ μὴ ἐξ αὐτῆς τῆς σώματος κατασκευῆς οὗτος μὲν ὑπὸ παθῶν ἥττητο, ἐκεῖνος δὲ πάλιν ἐγκρατὴς αὐτῶν κατεφαίνετο, οὐκ ἂν ὁ μέγας Βασίλειος τὸν προφήτην Ἠσαΐαν ἐξηγούμενος εἰσῆγέ τινας ἐκ φύσεως ἔχοντάς τινα προτερήματα καὶ κατά γε τὴν σύγκρισιν τῆς σαρκὸς πολλῶν διαφέροντας εἰς ἀνάληψιν ἐπιστήμης ἢ ἄσκησιν ἀρετῆς. ἐντεῦθεν οὖν καὶ σώφρονα ἴδοι τις ἂν καὶ ἀκόλαστον, θυμώδη καὶ πρᾶον, ἐχέφρονα καὶ μὴ τοιοῦτον, ὥσπερ δὴ καὶ τοῖς ἔμπροσθεν εἴρηται. ταῦτα μὲν οὖν δύναιτ' ἄν τις ἐπὶ τὸ κρεῖττον μεταφέρειν ἀπὸ τοῦ χείρονος, καὶ ἐπὶ τὸ χεῖρον αὖ μετατρέπειν ἀπὸ τοῦ κρείττονος. καὶ δῆλον ἐξ ὧν ὁ θεολόγος Γρηγόριος ἔλεγεν ἀρκετὸν τῷ σώματι ἡ κακία αὐτοῦ. τί δὲ δεῖ τῇ φλογὶ πλείονος ὕλης, τῷ θηρίῳ δαψιλεστέρας τροφῆς; ἵνα δυσκάθεκτον γένηται καὶ τοῦ λογισμοῦ βιαιότερον.» πρόσεχε οὖν ὅσα βιάζουσιν ἑαυτοὺς οἱ θέλοντες μὲν σωφρονεῖν, ἔχοντες δὲ τὸ ἐπιθυμητικὸν ἰσχυρόν· ἡ μὲν γὰρ φύσις τὰ ἑαυτῆς ἐξ ἀνάγκης ἐπιζητεῖ, ὁ δὲ ἁγνεύειν αἱρούμενος τοῖς 213 θελήμασι τῆς σαρκὸς ἀντιπίπτει καὶ βίον ἀγγελικὸν μιμεῖσθαι φιλονεικεῖ. ὅσον δὲ βαρὺ τὸ πρὸς φύσιν μάχεσθαι, καὶ οἷον ἐντεῦθεν τὸ ἔπαθλον, ὁ τῆς Κλίμακος Ἰωάννης ὁ ἁγιώτατος ἐδήλωσεν οὕτως εἰπών ὁ σῶμα νικήσας φύσιν ἐνίκησεν· ὁ δὲ φύσιν νικήσας ὑπὲρ φύσιν ἐγένετο· ὁ δὲ τοῦτο γενόμενος βραχύ τι παρ' ἀγγέλους ἠλάττωται, ἵνα μὴ λέγω μηδέν.» πρόσεχε δὲ ὅτι καὶ σφόδρα βαρυαλγοῦσι καὶ ἄχθονται οἱ θέλοντες μὲν σωφρονεῖν, ἔχοντες δὲ τὸ ἐπιθυμητικὸν ἰσχυρὸν πολυπληθῆ τε τὴν γονήν, πρὸς ἔξοδον ἀεὶ ἐπειγομένου τοῦ ἐνοχλοῦντος αὐτοῖς. καὶ μὴ κατά τι ἀμφίβαλλε. εἰ γὰρ ὁ Διογένης ἐκεῖνος ὁ Κυνικὸς τὸ τῆς φύσεως βάρος οὐκ ἐνεγκών, καὶ ταῦτα τοσοῦτον ἀσκητικώτατος ὤν, γυναῖκα ζητῆσαι λέγεται ὥστε τὸ βαρῦνον ἀποθέσθαι καὶ τὸ ἑαυτοῦ σῶμα κουφίσαι, τί χρὴ καὶ λέγειν ὅσον ὑπομένουσι κάματον οἱ σφοδρὸν μέν, ὡς εἴρηται, λαχόντες τὸ ἐπιθυμητικόν, ἐν ἁγνείᾳ δὲ φυλάσσειν ἑαυτοὺς προθυμούμενοι. ἐντεῦθεν, ἀγαπητέ, τῶν ὁσίων τινές, ἵνα τὴν φυσικὴν ἀποσβέσωσι πύρωσιν, καὶ γυμνοὶ τὸ σῶμα μέσον ὑδάτων διημερεύοντες ὤφθησαν. μηδεὶς λοιπὸν ἐπὶ μέσου προσφερέτω τὴν γένεσιν, μηδεὶς οὐκ ἀγαθοὺς ἀστέρων προφασιζέσθω σχηματισμούς. ἀστέρων μὲν γὰρ κινήσεις, ἀνατολὰς καὶ δύσεις αὐτῶν, τοῖς προσήκουσι γίνεσθαι 214 καιροῖς ᾠκονόμησεν ὁ σοφῶς τὰ πάντα διευθετῶν, ὡς ἐντεῦ214 θεν ἀέρος μετατρεπομένου καὶ ὄμβρων καταρρηγνυμένων εὐκαίρως αὔξεσθαι τὰ φυτά. καὶ γὰρ τῶν τροφῶν ὡς ἐν κύκλῳ διηνεκῶς χορηγουμένων ἀνελλιπὴς καὶ ἡ τῶν προσφερομένων τοὺς καρποὺς διαμένει φύσις, ὡς εὑρίσκεσθαι μὲν ἐκεῖνα διὰ τοὺς καρπούς, τοὺς δὲ καρποὺς διὰ τὰ ζῶα καὶ τὸν ἄνθρωπον. οὐ γνώμας λοιπὸν οἱ ἀστέρες μετατρέπουσιν, οὐδὲ καθάπερ τι ἀνδράποδον τὸν κατ' εἰκόνα θεοῦ περιάγουσιν ἄνθρωπον. οὐδὲ γὰρ εἰς τοσοῦτον ἂν εὑρεθεῖεν ἄδικοι, τοὺς μὲν μοιχοὺς ποιοῦντες, τοὺς δὲ φονέας καὶ ἅρπαγας. ἀλλὰ καὶ πρὸ τῶν ἀστέρων ὁ δημιουργὸς αὐτῶν τὴν αἰτίαν ἀποφέρεται, εἴπερ τοιαῦτα κατεσκεύασεν ἃ τὴν ἐπιφορὰν ἡμῖν ἐξ ἀνάγκης τῶν κακῶν ἐπιτίθησι, καθὰ δὴ καὶ πρὸς Φαῦστον ὁ κορυφαῖος ἔλεγε Πέτρος, γενέσει καὶ εἱμαρμένῃ τὸ πᾶν ἐπιτρέποντα. Ὅρα λοιπὸν νουνεχῶς, καὶ μὴ ἐπὶ πλέον τοῖς λόγοις αὐτῶν θορυβοῦ. εἰ γὰρ καὶ λέγουσιν ὅτι ἡ ὥρα καθ' ἣν ἡ σύλληψις τοῦ συλλαμβανομένου γίνεται, ἐκείνη καὶ τὸ πλαστουργούμενον, εἴτε ἄρρεν εἴτε θῆλυ, διαπλάττειν ἄριστα εἴωθεν, ἀλλ' εὐθέως ἀνθυποφέρειν ἔχεις καὶ σύ, καὶ οὕτω λέγειν αὐτοῖς, ὡς εἴπερ ἐν μιᾷ ὥρᾳ καὶ τῇ αὐτῇ καταβολῇ τῶν διδύμων ἡ σύλληψις γίνεται, ἔπρεπε πάντως μὴ τὸ μὲν 215 αὐτῶν ἄρρεν τὸ δὲ θῆλυ, ἀλλ' ἄρρενα καὶ ἄμφω κατὰ τὴν ἐπικρατοῦσαν ὥραν ἢ θήλεα ταυτὶ διαπλάττεσθαι. οὕτω μὲν οὖν ἔδει μὴ τὸ μὲν αὐτῶν τάχιον τελευτᾶν τὸ δὲ βράδιον, ἀλλ' ὁμοῦ καὶ ἄμφω τῶν ὧδε μεθίστασθαι· κατὰ γὰρ ἐκείνους εἰπεῖν, ὁ αὐτὸς ἀστὴρ κἀκείνῳ καὶ τούτῳ τὴν ζωὴν ἐχαρίσατο. ἀλλὰ καὶ ἐπί τισι παθήμασι καὶ σινώμασιν ὑφ' ὧν ἁλίσκονται πολλάκις τὰ κατὰ μήτραν πηγνύμενα (τά τε γὰρ θήλεα σχῆμα πολλάκις ἀνδρῶν περί που τὰ γεννητικὰ φέρουσι μόρια, καὶ τοὐναντίον αὖθις τὰ ἄρρενα) τοὺς ἀστέρας αἰτίους ἥγηνται. ταύτῃ τοι καὶ ἑρμαφροδίτους τοὺς τοιούτους ἐπονομάζουσι. κομψεύονται γάρ, ἐπειδὰν ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη εὑρεθεῖεν ὁμόκεντροι, συνόντος αὐτοῖς τοῦ Κρόνου, πρὸς δὲ καὶ σχηματιζομένου τοῦ Ἄρεος, αἴτιοι τη- νικαῦτα καὶ τῶν παρὰ φύσιν παθῶν τοῖς τικτομένοις καθίστανται. ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἡ γὰρ διαπλάττουσα τὸ ἔμβρυον φύσις αἰτία πολλάκις τῶν τοιούτων εὑρίσκεται, καθὼς ἄνωθεν εἴρηται. ἀλλὰ καὶ ὁ παρ' αὐτοῖς τοῖς Ἕλλησι τιμώμενος Ἑρμῆς Ἄμμωνι τῷ σοφῷ ἐπιστέλλων αὐτοὺς αἰτιᾶται τοὺς ἀστέρας ἐπί τε τοῖς μαινομένοις καὶ τὸ φρόνημα κεκτημένοις παράφορον ὡς αἰτίους δῆθεν τοιούτων παθῶν. φησὶ καὶ γὰρ ὡς ἐπειδὰν ἐξ ἀγαθοῦ σχήματος ὁ τοῦ ἐγκεφάλου κυριεύων ἀστὴρ κατοπτεύει τὸ πλαστουργούμενον,