Annales
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-glyca" aria-label="More works by Michael Glyca">
—
⋯
Original / primary: Pg Scrape Grc
88.1.1
Οὐ χρὴ θαυμάζειν εἴγε ταῖς τῆς σελήνης αὐξομειώσεσι μεταβάλλεται ὁ ἀήρ, ὅπου γε καὶ ἐν ζώοις τισὶν ἔστι τοῦτο ἰδεῖν. φασὶ γὰρ τὴν ἶβιν μηδαμοῦ ὁρᾶν ὅτε ἀσέληνος ὁ οὐρανός, μύειν δὲ καὶ ἄσιτον μένειν. ὁ δὲ κέρκωψ προδηλοτέρας ἔχει τὰς ἐνεργείας· ὅτε γὰρ αὔξει ἡ σελήνη, ὁ τῶν ὀφθαλμῶν κύκλος τούτῳ εὐρύνεται, ὅτε δὲ μειοῦται, συστέλλεται. ἀλλὰ καὶ ἡ γαλῆ λειψιφωτούσης τῆς σελήνης ἥπατος λείπεται· αὐξιφωτούσης δὲ πάλιν αὐτῆς τὸ τοιοῦτον αὐτῆς προσεπαύξεται μόριον. φασὶ δὲ καὶ ἐν ποταμῷ τῷ Ὑδάσπῃ γεννᾶσθαι λίθον λίχνην καλούμενον, ὃς σελήνης αὐξομένης ἦχον μελῳδίας ἀποτελεῖ. καὶ ἐν ποταμῷ δὲ Κελτικῷ διαιτᾶσθαι ἰχθὺν κλωπίαν ἐγχωρίως καλούμενον, ὃς αὐξομένης τῆς σελήνης λευκαίνεται μειουμένης δὲ μελαίνεται. ταῦτα δὲ τῇ ἐξαημέρῳ αὐτοῦ συμπεριείληφεν ὁ μέγας Ἀναστάσιος. Ἀλλὰ καὶ διὰ τοὺς ἀπιστοῦντας ἢ μᾶλλον εἰπεῖν ἐπιγελῶντας τῇ ἀναστάσει, καθά φησιν ὁ μέγας Ἐπιφάνιος, παράδοξά τινα προῳκονόμησαν γίνεσθαι. ἡ φάσκα θνήσκει ἡμέρας τεσσαράκοντα, καὶ πάλιν ἀνίσταται. ὁ μύωψ θνήσκει μῆνας ἕξ, καὶ πάλιν ἀνίσταται. ὁ φοῖνιξ ὁ Ἀραβικὸς ὄρνις λέγεται εἶναι μονογενής, ἄζυγος ἐν τῇ δημιουργίᾳ, κατὰ ἔτη πεντακόσια τοῦτο πάσχει ὃ καὶ φαιδρὰν προϊστᾷ τὴν ἀνά89 στασιν. αὐτοὶ καὶ γὰρ οἱ Ἕλληνες περὶ αὐτοῦ διηγοῦνται ὅτι προγνοὺς τὸ τέλος αὐτοῦ ἔρχεται περὶ τὴν Αἴγυπτον καὶ ἀντικρὺ τοῦ ἡλίου ἵσταται, εἶτα τεφροῦται, καὶ ἀπὸ τοῦ χοὸς αὐτοῦ σκώληξ γεννᾶται, καὶ αὐτὸς αὖθις εἰς πτηνὸν μεταβάλλεται. τὸν φοίνικα δὲ τοῦτον, ὡς εἴπομεν, μετὰ ἔτη πεντακόσια εἴωθε γίνεσθαι. ὁ δὲ στρουθὸς ὁ Λιβυκὸς ὄρνις μέν ἐστι, πτερωτὸς δέ, οὐ πέταται δὲ διὰ τὸ τὰ πτερὰ αὐτοῦ μὴ χρησιμεύειν εἰς πτῆσιν· τριχοειδῆ γάρ. καὶ δίπους μέν ἐστιν ὡς ὄρνις, διχηλεῖ δὲ ὡς τετράπους. ἀλλὰ καὶ μονότοκον οὐδὲν τῶν ὀρνίθων ἐστίν, εἰ μὴ μόνος ὁ κόκκυξ διὰ τὸ ψυχρὸν τῆς αὐτοῦ φύσεως. ὅτι δὲ ψυχρός, δῆλον ἐκ τῆς δειλίας αὐτοῦ· καὶ γὰρ εἰ μὴ ἦν δειλός, οὐκ ἂν ὑπὸ πάντων ἐδιώκετο τῶν ὀρνέων, κἀντεῦθεν ἐν ἀλλοτρίαις ἔτικτε νεοττιαῖς. πανταχοῦ δὲ ἡ ψυχρότης αἰτία δειλίας. Ἀλλ' οὐδὲ τοῦτό σε παραδραμεῖν, ἀγαπητέ, βούλομαι, παραδοξότερον καὶ μάλιστα τῶν ἄλλων ὄν, ὃ περὶ ὄρνιθος τοῦ καλουμένου μέροπος ὁ Αἰλιανὸς ἱστορεῖ, μέροψ» λέγων τὸ ὄρνεον εἰς τοὐπίσω πέταται.» καὶ ἔπεισί μοι θαυμάζειν τὴν ἐπίσημον ἀναφορὰν ἣν ἐκεῖνο ἄγει τὸ ζῶον. τὸ δὲ τὸ ἀλεκτρυόνα νυκτὸς ᾄδειν ἐν ὡρισμένοις καιροῖς οὐ πρὸ πολλοῦ τῆς τοῦ ἡλίου ἀνατολῆς τινὲς μὲν ἐφυ90 σιολόγησαν οὕτως, ὅτι θερμότατον ὂν τὸ ζῶον καὶ λίχνον περὶ τὰς τῶν τροφῶν ὀρέξεις τῇ μὲν ἐμφύτῳ θερμότητι ταχύτερον πέπτει τὴν διδομένην τροφήν, τῇ δὲ λιχνείᾳ τῆς φύσεως προαναφωνεῖ τὴν περὶ ταῦτα ὄρεξιν, οἱονεὶ προσκαλούμενος τὸν σιτίζοντα. ἕτεροι δέ φασιν ὅτι καὶ ἕκαστον τῶν ἐνταῦθα ὄντων καὶ γινομένων ἑκάστῳ τῶν φωστήρων ἀνάκειται, ὥσπερ ὁ λωτὸς τὸ φυτὸν ἡλιακόν ἐστιν, ὅθεν ἀνατέλλοντι μὲν τῷ φωστῆρι ἐξαπλοῖ τὰ φύλλα, δύνοντι δὲ συστέλλει. οὕτω μὲν οὖν καὶ ὁ ἀλεκτρυὼν ὑπὸ τὴν ἡλιακὴν τάξιν ἐστί. ταύτῃ τοι καὶ πρὸς ἀνατολὴν ἐπανιόντι τῷ ἰδίῳ ἀρχηγέτῃ ἀπορρήτως καὶ φυσικῶς ἐπιγάννυται, καὶ ὥσπερ ᾠδὴν αὐτῷ ποιούμενος ἀπολαμπρύνει τε τὴν φωνὴν καὶ μέγα βοᾷ. καὶ οὗτοι μὲν οὕτως· σὺ δέ, ἀγαπητέ, τὰς τοιαύτας φωνὰς μετὰ τῶν μύθων ἀριθμεῖν μὴ δέδιθι. τὸν γὰρ ἀλεκτρυόνα νυκτὸς ἔταξεν ᾄδειν ὁ κηδεμὼν πάντων θεός, ὡς ἐντεῦθεν ἡμᾶς ἄκοντας τῆς κλίνης ἐγείρεσθαι καὶ μὴ τὴν νύκτα καταναλίσκειν ὅλην ἐπὶ κενοῖς, ἀλλὰ τοὺς μὲν εἰς ἐργασίαν ἐκτρέπεσθαι, τοὺς δὲ πρὸς θείαν δοξολογίαν ἀνίστασθαι· τοιαῦτα γὰρ τοῦ θεοῦ καὶ διὰ λόγων καὶ διὰ ζώων οὐκ ἀναινομένου παιδεύειν. καὶ πρόσχες τῷ Σολομῶντι λέγοντι ἴθι πρὸς τὸν μύρμηκα ὦ ὀκνηρέ.» Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τὴν μυῖαν Ἀττικῷ μέλιτι μὴ ἐπικαθῆσθαι φασί. θύμοις καὶ γὰρ τὴν Ἀττικὴν κομῶσαν 91 ἔστι θεάσασθαι, οἷς ἐφιζάνουσιν Ἀττικαὶ συχνότερον μέλισσαι. ἐντεῦθεν καὶ δριμυτέραν ἔχει τὴν ὄσφρησιν. διὸ καθάπερ ἱερῷ τινὶ Ἀττικῷ μυῖα οὐκ ἐπικάθηται μέλιτι. Γίνωσκε δὲ πρὸς τούτοις ὅτι μυῖαι καὶ μέλισσαι καὶ μύρμηκες ὑπὸ ἐλαίου ἀπόλλυνται, διότι τὰ ἀναπνευστικὰ στενὰ ἔχει, τὸ δὲ ἔλαιον γλίσχρον ἐμφράττει αὐτά. πάσχουσι δὲ τοῦτο καὶ οἱ ὄφεις ὑπὸ τῶν βαρυόδμων· τὸ γὰρ παρ' αὐτοῖς στενόπορον τῶν ἀναπνευστικῶν ἐμφράττεται ὑπὸ τῆς τῶν θυμιωμένων παχύτητος. ἐπὶ γὰρ τούτῳ καὶ τὸ τῆς ἐλάφου κέρας θυμιώμενον φεύγει καὶ μᾶλλον ὁ ὄφις· λειποθυμεῖν γὰρ αὐτὸν ἀναγκάζει. Ἐπὶ πᾶσι δὲ τούτοις τοῖς ὀρνέοις οὐρηδόχον κύστιν καὶ νεφροὺς ἡ φύσις οὐκ ἔδωκεν, ὅτι πολλῆς ὑγρότητος ἔδει πρὸς γένεσιν τῶν πτερῶν. ἀλλὰ καὶ τὸ γυμνάζεσθαι κατὰ τὴν πτῆσιν ἐξαναλίσκει ταύτην. ἔχουσι δὲ καὶ τὴν κόπρον ἐξιοῦσαν σὺν ὑγρότητι οὐ μετρίως. καὶ τούτου χάριν οὐρηδόχον κύστιν ἡ φύσις τοῖς ὀρνέοις οὐκ ἔδωκεν. Ἔχεις ἰδοὺ καὶ τὰ τῆς πέμπτης ἡμέρας. Ἐν δὲ τῇ ἕκτῃ ἡμέρᾳ ἐκ τῆς γῆς ἐξάγει τὰ τετράποδα· καὶ εἶπε» γάρ φησιν ὁ θεὸς ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶ92 σαν.» ἀλλ' ἐπιπηδῶσιν οἱ Μανιχαῖοι κἀνταῦθα, ψυχὴν ἐντιθέντες τῇ γῇ. ματαιάζουσι δὲ προφανῶς· οὐδὲ γὰρ ἐπειδὴ εἶπεν ἐξαγαγέτω ψυχήν,» τὸ ἐναποκείμενον αὐτῇ προσήνεγκεν, ἀλλ' ὁ δοὺς τὸ πρόσταγμα καὶ τὴν τοῦ ἐξαγαγεῖν αὐτῇ δύναμιν ἐχαρίσατο. οὔτε γὰρ ὅτε ἤκουσεν ἡ γῆ βλαστησάτω βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν,» κεκρυμμένον ἔχουσα τὸν χόρτον ἐξήνεγκεν, οὐδὲ τὸν φοίνικα ἢ τὴν δρῦν ἢ τὴν κυπάρισσον κάτω που κεκρυμμένην ἐν ταῖς ἑαυτῆς λαγόσιν ἀνῆκε πρὸς τὴν ἐπιφάνειαν, ἀλλ' ὁ θεῖος λόγος φύσις τῶν γινομένων ἐστίν. ἐξάγει λοιπὸν ἡ γῆ οὐχ ὅπερ ἔχει, ἀλλ' ὅπερ σήμερον κτᾶται, θεοῦ δωρουμένου τῆς ἐνεργείας τὴν δύναμιν. εἰ γὰρ καὶ φυσικῷ λογῷ τὰ πάντα γίνεται σήμερον, ἀλλ' ἐκεῖθεν ἐσχήκασι κατ' ἀρχὰς τὴν ὁρμήν. κατὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος λέγει ὅτι ποιεῖ μὲν ἡ φύσις ἅπαντα κατὰ τὴν ἀκολουθίαν, θείῳ δὲ προστάγματι διὰ πάσης ἀρχῆθεν λαληθέντι τῆς κτίσεως. Ἐξάγει μὲν οὖν κατὰ τὴν ἕκτην ἀπὸ τῆς γῆς τὰ τετράποδα. Ἀλλ' ἐνταῦθα ζητῆσαι ἄξιον, ἀγαπητέ, τίνος ἕνεκεν τοὺς μὲν ἰχθύας εὐλογίας ἠξίωσεν ὁ θεός, αὐξάνεσθαι καὶ πληθύνεσθαι εἰπών, ἐπὶ δὲ τοῖς χερσαίοις τοῦτο οὐκ ἐποίησε. καὶ λέγομεν ὅτι διὰ τὴν ἐπὶ τῷ ὄφει μετ' οὐ πολὺ γενησο93 μένην κατάραν. ἐπειδὴ γὰρ προεῖδεν ὁ θεὸς ὅτι διὰ τοῦ ὄφεως ἀπατηθήσεται ὁ ἄνθρωπος κἀντεῦθεν αὐτὸς ὁ ὄφις ἀρᾷ ὑποπεσεῖται, τούτου χάριν εὐλογίας ἀξιῶσαι τὰ χερσαῖα οὐκ ἔφθασεν, ἵνα μὴ εὑρεθείη τὰ αὐτὰ εὐλογῶν καὶ καταρώμενος, ὡς θειότατός φησιν Ἀναστάσιος. ἀλλ' ἡ μὲν τῶν ἰχθύων φύσις εὐτελεστέρας δοκεῖ μετέχειν ζωῆς διὰ τὸ ἐν τῇ παχύτητι τοῦ ὕδατος διαιτᾶσθαι· καὶ γὰρ ἀκοὴ παρ' ἐκείνοις βαρεῖα, καὶ ὁρῶσιν ἀμβλύ, καὶ οὔτε τις μνήμη παρ' ἐκείνοις οὔτε φαντασία οὔτε συνήθους ἐπίγνωσις. ἐπὶ δέ γε τοῖς χερσαίοις τί χρὴ καὶ λέγειν; αἵ τε γὰρ αἰσθήσεις τετράνωνται, καὶ ἀκριβεῖς μνῆμαι τῶν παρελθόντων ἐν αὐτοῖς. οἶδε τὴν συνήθη φωνὴν ὁ ὄνος, οἶδεν ὁδὸν ἣν πολλάκις ἐβάδισε, καί που καὶ ὁδηγὸς ἐνίοτε ἀποσφαλέντι τῷ ἀνθρώπῳ γίνεται· τὸ δὲ ὀξυήκοον τοῦ ζώου οὐδὲν ἄλλο τι λέγεται τῶν χερσαίων ἔχειν. τὸ δὲ τῶν καμήλων μνησίκακον καὶ βαρύμηνι διαρκὲς πρὸς ὀργὴν πῶς ἄν τις εἴπῃ; πάλαι ποτὲ πληγεῖσα κάμηλος, μακρῷ χρόνῳ ταμιευσαμένη τὴν μῆνιν, ἐπειδὰν εὐκαιρίας λάβηται, τὸ κακὸν ἀντιδίδωσι. τοῦτο καὶ ἐπὶ ἐλέφαντος ἱστορούμενον εὕρομεν. ποτὲ γὰρ εἰς ἱπποδρομίαν ἐλέφας ἀπαγόμενος καταλλάκτην τινὰ καθήμενον ἐν τῷ μιλίῳ φόνου πεποίηκε παρανάλωμα διὰ τῶν ὀδόντων αὐτοῦ, ἀναιδῶς πως καὶ ἀτάκτως ὁρμήσας κατ' αὐτοῦ. τὸ δ' αἴτιον ὅτι πρὸ δέκα 94 ἐνιαυτῶν ὁ τοιοῦτος καταλλάκτης σιδήρῳ ἔπληξεν αὐτον ἀπαγόμενον καὶ τότε εἰς ἱπποδρομίαν διὰ τοῦ αὐτοῦ τόπου. καὶ τὰ μὲν τοῦ ἐλέφαντος τοιαῦτα· αἱ δὲ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργήν, καὶ πεφύκασι μᾶλλον τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. ἀλλὰ καὶ ἐν χάρτῃ ἰδοῦσαι τυπωθέντα ἄνθρωπον, ὥς πού φησιν ὁ μέγας Βασίλειος, τὸν χάρτην σπαράττουσιν. Ἱκανῶς δὲ θαυμάσειεν ἄν τις καὶ τὰ τοῦ λέοντος, τὸ μοναστικὸν αὐτοῦ τῆς ζωῆς, τὸ ἀκοινώνητον πρὸς τὸ ὁμόφυλον. οἷον γάρ τις τύραννος τῶν ἀλόγων διὰ τὴν ἐκ φύσεως ὑπεροψίαν τὴν πρὸς τοὺς πολλοὺς ὁμοτιμίαν οὐ καταδέχεται, ὥστε οὐδὲ χθεσινὴν τροφὴν προσίεται. ᾧ καὶ τηλικαῦτα ὄργανα ἡ φύσις ἐνέθηκεν ὥστε πολλὰ τῶν ζώων ὑπερβάλλοντα τῇ ταχύτητι μόνῳ πολλάκις ἁλίσκεται τῷ βρυχήματι. καὶ τοῦτο Δαβὶδ ὁ προφήτης ὑπεμφαίνειν λέγων ὁ λέων ἐνεδρεύει ἐν ἀποκρύφῳ.» αἴφνης γὰρ ἐκπηδήσας ἐκεῖθεν καὶ μέγα βοήσας τὰ παροδεύοντα τῶν ζώων ἵστασθαι ποιεῖ, καὶ οὕτως ἐσθίει καταλαμβάνων αὐτά. καλῶς οὖν ὁ προφήτης ἔλεγε σκύμνοι ὠρυόμενοι» καὶ τὰ λοιπά. Οὐ τοσοῦτον δὲ ἡμεῖς οἱ λόγῳ τετιμημένοι, ὅσον αὐτὰ δήπου τὰ ἄλογα ζῶα τὴν οἰκείαν οἴδασι σωτηρίαν, καὶ ὅθεν 95 αὐτοῖς παθαινομένοις ἡ ὑγεία προσγίνεται. ἄρκτος γὰρ πολλάκις βαρυτάταις κατατρωθεῖσα πληγαῖς ἑαυτὴν ἰατρεύει, τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παραβύουσα. ἴδοις δ' ἂν καὶ ἀλώπεκα τῷ δακρύῳ τῆς πίτυος ἑαυτὴν ἰατρεύουσαν. χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφορηθεῖσα διὰ τῆς ὀριγάνου ἀντιπαθείας φεύγει τὴν βλάβην τοῦ ἰοβόλου. καὶ ὄφις τὴν ἐν τοῖς ὀφθαλμοῖς βλάβην ἐξιᾶται βοσκηθεὶς μάλαθρα. οἶδε δὲ καὶ ὁ ἔλαφος, καθά φησιν Αἰλιανός, θεραπεύειν ἑαυτὸν ἄνθει τινί, ἐάν ποτε ὑπὸ τοῦ βέλους τρωθῇ. οἶδε δὲ καὶ κάμηλος κεκαυμένους χυμοὺς ἐξεμεῖν, εἰ φύλλων ὑγρῶν ἐφάψοιτο δρυός. ἀλλὰ καὶ κύων οὐκ ἀγνοεῖ χολῆς μελαίνης χλωρὰν ἄγρωστιν εἶναι καθάρσιον. ἀλλὰ καὶ τράγοι τὴν ἀσκαμωνίαν τῆς ἀπεψίας ἀλεξητήριον οἴδασι. καὶ πάρδαλις λύθρον αἰγὸς ἀγρίου σωτήριον οἴεται. καὶ πτηνὸς ἱέραξ τὸν ὀπὸν τῶν πικροφύλλων θριδακίων ὀπτικὸν ἀχλύος ἐπίσταται φάρμακον. καὶ κύκνοι δὲ βατράχους ἐσθίοντες τοῦ λυποῦντος ἀπαλλαγὴν εὑρίσκουσι. φεύγουσι καὶ γῦπες καὶ κάνθαροι τὴν τῶν ῥόδων ὀσμήν. ἀλλὰ καὶ ὄφις ὁ Λιβυκὸς ἀποστρέφεται πήγανον· ψυχρὰν γὰρ καὶ ξηρὰν καὶ νευρώδη τὴν φύσιν κληρωσάμενος ὑπὸ τοῦ ξηροτάτου ὄντος λειποψυχεῖν ἀναγκάζεται, ὥσπερ ὑπὸ κραιπάλης τινὸς καὶ σκοτοδινίας ταῖς ὑπερβολαῖς τῆς ξηρότητος ἀπονεκρούμενος. φεύγει 96 τοίνυν ὁ ὄφις τὸ πήγανον ἐντεῦθεν, καθὰ δήπου καὶ τὸν χειμῶνα διὰ τὴν ὑπερβολὴν τῆς ψυχρότητος. Οὕτω μὲν οὖν τὰ ζῶα πάντα φυσικῶς οἶδε τό τε σωτήριον τό τε ὀλέθριον. αἱ δὲ παρ' αὐτοῖς προγνώσεις τῆς περὶ τὸν ἀέρα μεταβολῆς ποίαν οὐχὶ σύνεσιν λογικὴν ἀποκρύπτουσιν; ὅπου γε τὸ μὲν πρόβατον χειμῶνος προϊόντος λάβρως ἐπεμβάλλεται τῇ τροφῇ ὥσπερ ἐπισιτιζόμενον πρὸς τὴν μέλλουσαν ἔνδειαν. ἤδη δέ τις τῶν φιλοπόνων καὶ τὸν χερσαῖον ἐχῖνον ἐτήρησε διπλᾶς ἀναπνοὰς τῇ ἑαυτοῦ καταδύσει μηχανησάμενον, καὶ μέλλοντος βορέου πνεῖν ἀποφράσσοντα τὴν ἀρκτῴαν, νότου δὲ πάλιν μεταβάλλοντος εἰς τὴν προσάρκτιον μεταβαίνοντα. Ἀλλὰ καὶ τὴν τῶν αἰσθητηρίων περιουσίαν μεγάλην παρὰ τοῖς ζώοις ἴδοι τις ἄν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἀρνειὸς ἐν μυρίοις προβάτοις τῶν σηκῶν ἐξαλλόμενος τήν τε χροιὰν καὶ φωνὴν τὴν τῆς μητρὸς ἐπέγνω καὶ πρὸς ἐκείνην ἠπείγετο, καὶ ταῦτα πολλὰ παραδραμὼν οὔθατα βαρυνόμενα. ἔστι καὶ γὰρ παρ' αὐτοῖς αἴσθησις τῆς ἡμετέρας καταλήψεως ὀξυτέρα, καθ' ἣν ἑκάστῳ πάρεστι τοῦ οἰκείου διάγνωσις. οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόματος ἀμύνεται τὸν λυπήσαντα. οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ 97 οἶδε ποῦ τὰ ὅπλα αὐτῷ ἐκφυήσεται. καλῶς οὖν ὁ Ἱπποκράτης ἔλεγε φύσεις ζώων ἀδίδακτοι.» Τὸ δὲ τοῦ κυνὸς μνημονευτικὸν τίνα τῶν πρὸς τοὺς εὐεργέτας ἀχαρίστων οὐ καταισχύνει; ὅπου γε καὶ φονευθεῖσι δεσπόταις κατ' ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημονεύονται. ἤδη δέ τινες ἐπὶ θερμῷ τῷ πάθει καὶ ὁδηγοὶ τοῖς ἐκζητοῦσι τοὺς φονέας ἐγένοντο, καὶ ὑπὸ δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν. κύων γάρ τις ἐν πανδοχείῳ τὸν φονέα ἰδὼν τοῦ κυρίου αὐτοῦ, κἀντεῦθεν ἀκρατεῖ κατ' αὐτοῦ χρησάμενος ὑλακῇ, οὐκ ἀγαθὴν ὑποψίαν ἔδωκε τοῖς περὶ αὐτοῦ, ἐφ' ᾧ καὶ εἰς κρίσιν αὐτὸν ἀχθέντα ὡς κακοῦργον ἐκόλασαν. Ἀλλ' ὅρα σοφίαν θεοῦ, πῶς τοῖς σαρκοφάγοις ζώοις ὀξεῖς τοὺς ὀδόντας ἐνήρμοσε· τοιούτων γὰρ χρεία ἦν αὐτοῖς πρὸς τὸ τῆς τροφῆς εἶδος. ἃ δὲ ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσι, πολλαῖς καὶ ποικίλαις ἀποθήκαις τῶν τροφῶν παρεσκεύασε· διὰ γὰρ τὸ παρὰ τὴν πρώτην μὴ ἀρκούντως καταλεπτύνεσθαι τὴν τροφήν, ἔδωκεν αὐτοῖς τὸ καταποθὲν πάλιν ἀναπεμπάζεσθαι, ὥστε καταλεανθὲν τῷ μηρυκισμῷ προσοικειοῦσθαι τῷ τρεφομένῳ. Ἀλλὰ καὶ τοῖς ὅπλοις αὐτοῖς τὰ ζῶα πρὸς ἄλληλα διενήνοχε. κατὰ τὰ ἤθη γὰρ τῶν ψυχῶν, καθὰ καὶ ὁ Ἀριστοτέλης 98 φησί, δίδωσιν ὁ θεὸς καὶ τὰς τοῦ σώματος διαπλάσεις τε καὶ ἐνεργείας. οἷον τί λέγω; τῷ λαγωῷ καὶ τῷ ἐλάφῳ δειλοῖς οὖσι κατὰ ψυχὴν δρόμον ἔδωκεν, ἵνα τὰς τῶν κυνηγούντων χεῖρας ἐκφεύγωσι. τῷ χοίρῳ θυμώδει καὶ πολεμιστῇ ὄντι τοὺς χαυλιόδοντας, τῷ ταύρῳ κέρας χαρίζεται, καὶ τῷ λέοντι ὀδόντας καὶ ὄνυχας. καὶ οὕτω μὲν τὰ πάντα προσφόρως καθώπλισε, τὸν δὲ ἄνθρωπον γυμνὸν εἰς τὸν βίον παραγαγὼν τῇ περιουσίᾳ τοῦ λόγου παρεμυθήσατο· ἐν γὰρ τῷ λόγῳ τὸ πάντων ἄρχειν αὐτῷ πρόσεστι. διὰ λόγου τὰ πτηνὰ ἐξ ἀέρος κατάγει, τοὺς ἰχθύας ἐξ ὑδάτων ἀνέλκει. διὰ λόγου τὰ πάντα ποιεῖ ὅσα πρὸς σύστασιν τῆς ζωῆς αὐτοῦ, οἰκίας ἄμφια περιβολὴν ὅπλον, καὶ ὅσα τοιαῦτα. κατὰ τοῦτο καὶ χεῖρας αὐτῷ δέδωκεν ὁ θεός, ὡς ἐντεῦθεν ἀκωλύτως τὸν προσόντα λόγον αὐτῷ πάντα πράττειν ὅσα καὶ βούλεται. ταύτῃ τοι καὶ ὁ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν ἑρμηνείᾳ περὶ τούτων οὕτω φησὶ τοῖς μὲν ἀλόγοις εὔκολον δέδωκε τὴν πρὸς τὸ ζῆν ἀφορμήν, τροφὰς αὐτομάτους καὶ σκέπην αὐτοφυᾶ, καὶ τὰ τῶν τριχῶν καὶ πτερῶν ἐνδύματα ἡ πάντα οἰκονομοῦσα δύναμις ἐχαρίσατο· τὸν δὲ ἄνθρωπον γυμνὸν παραγαγοῦσα λόγον ἔδωκεν ἀντὶ πάντων αὐτῷ, δι' οὗ αἱ ποριστικαὶ συνεστήσαντο τέχναι, οἰκοδομητικὴ ὑφαντικὴ καὶ αἱ λοιπαί, τὸ τοῖς σώμασι δέον ἀναπλη99 ρούσης τῆς ψυχῆς τῇ περιουσίᾳ τοῦ λόγου.» εἶχε μὲν οὖν συνυπογεννηθῆναι τῷ ἀνθρώπῳ τὰ πάντα μετὰ καὶ τοῦ λόγου αὐτοῦ κατὰ πλείονα φιλοτιμίαν. ἀλλ' οὐμενοῦν ἡ τοῦ λόγου χάρις ἐντεῦθεν ἐδείκνυτο. ἀνάγκης γὰρ μὴ οὔσης τίνι ἂν ἡ αὐτοῦ ἐνέργεια διάδηλος γέγονε; κατὰ τοῦτο δὲ παρὰ τοῖς ἀλόγοις ζώοις καὶ αἰσθήσεις, ἅτε λόγου μὴ ὄντος, τετράνωνται· τὸ γὰρ ἐλλεῖπον τοῦ λόγου τῇ περιουσίᾳ τῶν αἰσθήσεων πανσόφως ὁ τῶν ἁπάντων παρεμυθήσατο πρύτανις. Ἀλλ' ὅρα κἀν τούτοις τὴν κηδεμονίαν τοῦ θεοῦ. μακρὸς ὁ τράχηλος τῆς καμήλου τίνος ἕνεκεν; ἵνα τοῖς ποσὶν ἐξισάζηται, καὶ ἐφικνῆται τῆς βοτάνης ἐξ ἧς ἀποζῇ. ὅσα δὲ τῶν ζώων οὐκ ἀπὸ τῆς πόας τὴν ζωὴν ἔχει, οὐδὲ πρὸς γῆν κυπτάζειν καταναγκάζεται ἅτε δὴ σαρκοβόρα ὄντα, βραχὺν καὶ τοῖς ὤμοις ἐνδεδυκότα ἔσχε τὸν τράχηλον. διὰ τοῦτο καὶ ἡ προνομαία δεδώρηται τῷ ἐλέφαντι, τὴν βρῶσιν καὶ πόσιν ἀντὶ τοῦ τραχήλου κομίζουσα. ἐπεὶ δὲ εἰς ἔκπληξιν τῶν ὁρώντων τὸ σῶμα αὐτοῦ καὶ πάνυ μέγα ἐσκεύαστο, δι' αὐτὸ τοῦτο καὶ ἀδιάρθρωτοι αὐτοῦ οἱ πόδες καθάπερ τινὲς κίονες τὸ βάρος ὑποστηρίζοντες· εἰ γὰρ χαῦνα αὐτῷ καὶ δίυγρα ὑπετέθη τὰ κῶλα, συνεχεῖς ἂν ἐγένοντο τῶν ἄρθρων αἱ ἐκτροπαί. ἀλλὰ καὶ τριακόσια ἔτη ἱστοροῦσί τινες βιοῦν τὸν ἐλέφαντα. οὐ μᾶλλον δέ, φησίν, ἄγαμαι τὸν ἐλέφαντα τοῦ 100 μεγέθους ἕνεκεν, καὶ τὸν μῦν, ὅτι φοβερός ἐστι τῷ ἐλέφαντι, ὥσπερ δὴ καὶ τὸ λεπτότατον ἄγαμαι τοῦ σκορπίου κέντρον πῶς ἐκοίλανεν ὥσπερ αὐλὸν ὁ τεχνίτης, ὥστε δι' αὐτοῦ τὸν ἰὸν τοῖς τρωθεῖσιν ἐνίεσθαι. ἀλλὰ καὶ τὸν ἐλέφαντα μὴ πρότερον πίνειν λέγουσιν, ἐὰν μὴ θολώσῃ τῇ προνομαίᾳ τὰ νάματα. τίνος ἕνεκεν; ὅτι μορμολύττεται σκιὰν ἐλέφας ἐν ὕδατι τὴν ἑαυτοῦ θεώμενος. διὸ καὶ τοὺς Ἰνδοὺς ἐπιτηρεῖν ἀσέληνον νύκτα φασίν, ὁπηνίκα διαπορθμεύουσι τουτὶ δι' ὑδάτων τὸ ζῶον. καὶ τούτου χάριν ὑποθολοῦσι τῇ προνομαίᾳ τὰ νάματα πίνοντες. ἔτι καὶ τοῦτο πρόσεστι θαυμαστὸν τοῖς ἐλέφασι. τὸν γὰρ Ἰνδὸν ποταμὸν ἔστιν ὅτε διαπεραιούμενοι οὐχ ἁπλῶς καὶ ὡς ἔτυχε τὴν ἐκεῖσε ποιοῦνται διάβασιν, ἀλλ' ὁ μικρότατος πάντων τῆς περαιώσεως πρῶτος ἀπάρχεται, μετὰ τοῦτον ὁ μείζων αὐτοῦ, ἔπειτα καὶ ὁ ἀμφοτέρων ἐπέκεινα. καὶ καθεξῆς ὡσαύτως τῇ τοιαύτῃ τάξει χρώμενοι τὸν ποταμὸν ἀκωλύτως διέρχονται. ἐὰν γὰρ οἱ μείζους τῆς πορείας ἀπήρχοντο, τάχα ἂν τῇ βαθύτητι τῶν ποδῶν βόθρους ἐπ' αὐτῆς τῆς ἰλύος ἐργαζόμενοι προοδεύειν οὐκέτι συνεχώρουν τοὺς τὸ σῶμα σμικρότατον φέροντας, μᾶλλον μὲν οὖν καὶ τῷ τοῦ ποταμοῦ τέλματι κατηνάγκαζον τοὺς τοιούτους ἀποπνίγεσθαι. τὸ δὲ τὸν ἐλέφαντα μὴ ἄλλως πως εἰς συνδυασμὸν ἔρχεσθαι, καθά φασιν οἱ περὶ τὰ τοιαῦτα δεινοί, εἰ μὴ τοῦ μανδραγόρου γεύσαιντο (οὐδὲ γὰρ ἐπιθυ101 μία μίξεως πρότερον κεῖται, ἐφ' ᾧ ἡ θήλεια λαβοῦσα μανδραγόραν καὶ φαγοῦσα δίδωσι καὶ τῷ ἄρρενι, καὶ οὕτω πρὸς μῖξιν ἔρχονται) φανερῶς εἰς τοὺς πρωτοπλάστους ἀνάγεται· κἀκεῖνοι γὰρ πρὸ μὲν τῆς τοῦ φυτοῦ γεύσεως ἰσάγγελον βίον εἶχον, μετὰ δὲ τὴν τοῦ ξύλου γεῦσιν καὶ τῆς παρακοῆς εἰσαχθείσης ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἔτεκε τὸν Κάϊν. Περὶ δὲ τοῦ μυρμηκολέοντος τί χρὴ καὶ λέγειν; γέγραπται γὰρ ἐν τῷ Ἰὼβ μυρμηκολέων ἀπώλετο διὰ τὸ μὴ ἔχειν βοράν.» ὁ μυρμηκολέων ζῶόν τί ἐστιν ἐκ μύρμηκος μὲν καὶ λέοντος τικτόμενον, εὐθέως δὲ τελευτῶν διὰ τὸ μὴ εὑρίσκειν τροφὴν κατάλληλον· ὡς μὲν γὰρ λέων κρέατα ἐπιζητεῖ, ὡς δὲ μύρμηξ πάλιν σῖτον, καὶ διὰ τοῦτο εὐχερῶς ἀπόλλυται. ταῦτα δὲ πάντως εἰς αὐτὸν ἀνάγεται τὸν διάβολον, ὅστις ἀπὸ μικροῦ μὲν ἄρχεται, εἰς μεγάλα δὲ καταντᾷ. ἐφ' ᾧ καί τις τῶν πατέρων ἔλεγε τὰ μικρὰ τῶν ἁμαρτημάτων εὐτελίζειν οἶδεν ὁ διάβολος· ἄλλως γὰρ ἐπὶ μεῖζον κακὸν ἀγαγεῖν σε οὐ δύναται.» ὅθεν ἀπόλλυται καὶ οὗτος, καὶ οἷον εἰπεῖν θνήσκει κατὰ τὸν μυρμηκολέοντα, μὴ τροφὴν εὑρίσκων παρ' ἡμῶν καὶ ἀνάπαυσιν. Ὁ μέντοι ἐλέφας πίπτων ἐγερθῆναι οὐ δύναται διὰ τὸ μὴ ἔχειν ἁρμογὰς εἰς τοὺς πόδας αὐτοῦ. ἀλλὰ καὶ μονοτόκα 102 ταῦτα δὴ τὰ σώματα τὰ μέγιστα φέροντα. ἔδει μὲν δι' αὐτὸ τοῦτο πολύτοκα μᾶλλον εἶναι, ἐλέφαντα λέγω καὶ ἵππον καὶ κάμηλον· ἀλλὰ δαπανωμένης τῆς τροφῆς εἰς τὴν τοῦ σώματος αὔξησιν πλῆθος ἐμβρύων θρέψαι οὐ δύναται. καὶ περὶ μὲν τούτων οὕτως, τοὺς δὲ λαγωούς φασι τὰ μὲν τῶν ἐγγόνων ὠδῖναι, τὰ δὲ τετοκέναι, ἔνια δὲ ἡμιτελῆ φέρεσθαι τῇ γαστρί. τὸ δὲ αἴτιον ὅτι γονιμωτάτη τῶν λαγωῶν ἡ φύσις καθέστηκεν· ὅρα γὰρ ὅτι λαγωοῦ πιτύα γυναικὶ ἐντεθειμένη ἄπαιδι ἐγκύμονα ταύτην θᾶττον ἐποίησε, καὶ παῖδα ὑπομάζιον στείρᾳ χαρίζεται. ἡ τοίνυν σύλληψις οὐκ ἔστιν ἐν λαγωοῖς ὡρισμένη, ἀλλ' ἔτι κυοφορουμένων τῶν ἐγγόνων ἐπισύλληψις αὐτοῖς ἐγγίνεται. οὐκοῦν ἃ μὲν τέτοκεν ὁ λαγωὸς τῶν ἐγγόνων, ἃ δὲ ὠδίνει, ἃ δὲ ἡμιτελῆ ἐπιφέρει τῇ γαστρί· ταῦτα γὰρ ἡ ἐπισύλληψις ἐξ ἀνάγκης ποιεῖ. κατὰ τοῦτο δὲ καὶ δασύπους ὁ λαγωός, καθά φησιν ὁ Ἀριστοτέλης, ὡς πλήρης περιττωμάτων ὤν· ἡ γὰρ δασύτης σημεῖον πλήθους περιττώματος. ὅθεν καὶ ἐπικυΐσκεται τοῦτο τὸ ζῶον. διὸ καὶ τῶν ἀνθρώπων οἱ δασεῖς ἀφροδισιαστικοὶ καὶ πολύσπερμοι μᾶλλόν εἰσι τῶν λείων. καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ Αἰλιανὸς παράδοξόν τι καὶ λίαν διέξεισι περὶ τοῦ λαγωοῦ· τὸ γὰρ ἐκ τούτου γεννώμενον ἔμβρυον ἐντὸς ἐπιφέ103 ρει ἕτερον ἔμβρυον. ὡσαύτως λέγουσι τόν τε λαγωὸν καὶ τὴν ὕαιναν ἀρρενόθηλυν γίνεσθαι. ἀλλὰ καὶ δειλὸς ὁ λαγωός. τίνος ἕνεκεν; ὅτι μεγίστην ἔχει καρδίαν, ὥσπερ δὴ ἔλαφος μῦς ὕαινα ὄνος πάρδαλις γαλῆ, καὶ ἁπλῶς πάνθ' ὅσα φανερῶς εἰσι δειλὰ ἢ διὰ φόβον κακοῦργα. μεγίστων γὰρ ἐν αὐτοῖς τῶν καρδιῶν οὐσῶν διαχέεται τὸ πῦρ καὶ οὐ συνῆκται· ἐφ' ᾧ καὶ τυγχάνει δειλά. τὰ μέντοι μικρὰν ἔχοντα τὴν καρδίαν συνηγμένον ἐξ ἀνάγκης τὸ ἔμφυτον ἔχοντα πῦρ· ἐφ' ᾧ καὶ πρὸς μάχην ὑπάρχει τὰ τοιαῦτα ὀξύρροπα. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι διετὴς ὁ τῶν ἐλεφάντων τόκος. τίνος ἕνεκεν; ὅτι τὰ μείζονα κυήματα πλείονος χρόνου δεῖται πρὸς τελείωσιν· τὰ μὲν γὰρ δεκάμηνα, τὰ δὲ ἐνιαύσια, καθάπερ ἐπὶ ἵππου. κατὰ τοῦτο τοίνυν πολυχρόνιός ἐστι καὶ ὁ τῶν ἐλεφάντων τόκος. διετὴς γὰρ ἡ κύησις αὐτῶν διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους, ὡς Ἀριστοτέλης φησίν. Ἡ ἔλαφος ἀποβαλοῦσα τὰ κέρατα κρύπτεται, αἰδουμένη ὥσπερ διὰ τὴν ἐκείνων γύμνωσιν. ἐπὰν δὲ ταῦτα εἰς αὔξησιν ἔλθῃ, παρρησιάζεται πάλιν καθὰ καὶ πρότερον. οὕτω καὶ ὁ δίκαιος ἐκτραπεὶς ὁπωσδήποτε τοῦ καθήκοντος καὶ τῶν ἀρετῶν γυμνωθεὶς κρύπτεται ἀπὸ θεοῦ, καθάπερ ποτὲ Ἀδὰμ 104 ἐν τῷ παραδείσῳ πέπονθεν, ἡνίκα γυμνὸν ἑαυτὸν ἑώρα διὰ τὴν παράβασιν. ἐπὰν δὲ ἀγωνισάμενος διορθώσηται καὶ τὰς ἀρετὰς ἐπαυξηθείσας θεάσηται, τότε δὴ πρὸς θεὸν ἐπανάγεται καὶ παρρησίας τῆς πρὶν μέτοχος δείκνυται. καὶ τοῦτο δηλῶν ὁ Δαβὶδ ἔλεγε τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.» καὶ οὗτοι μὲν οὕτως, ἕτεροι δέ φασιν ὡς οὐ τὴν ἀποβολὴν αὶ ἔλαφοι τῶν κεράτων αἰσχυνόμεναι τὰς συνήθεις δραπετεύουσι διατριβάς, ἀλλ' ἑαυτῶν μάλιστα προνοούμεναι. ἔστι γὰρ αἴσθησις καὶ ἐν τοῖς ἀλόγοις ζώοις, καθ' ἣν τῆς οἰκείας σωτηρίας ἀπειλήφασι τὴν διάγνωσιν. οἶδεν ἡ σηπία τῆς ἀχλύος τὸ σόφισμα, καί που θηραταῖς ἀορασίαν ἄγρας πολλάκις ἐνέθηκεν. οἶδε τὰ γαμψώνυχα τὴν διὰ τῶν ὀνύχων ἀκήν. οἶδεν ὁ λαγωὸς διὰ τοῦ δρόμου καὶ τῆς τῶν ποδῶν ὀξύτητος κυνηγετῶν ἐπιβουλὰς ἀποπέμπεσθαι. οἶδεν ἡ ἔλαφος ἀποκειραμένη τὰ κέρατα ἀσθενεστέραν τὴν φύσιν ἀμύνεσθαι τοὺς λυπήσοντας· οὐκοῦν ἀποκρύπτεται οἷά τις τῶν στρατιωτῶν ἄνοπλος δεδιὼς παρατάττεσθαι. μόνη δὲ ἡ ἔλαφος ἀποβάλλεται τὰ κέρατα χάριν ὠφελείας, ὡς Ἀριστοτέλης φησί· βάρος γὰρ ἐξ ἀνάγκης κουφίζεται, διότι καὶ ναστὰ ταῦτα δι' ὅλου τυγχάνει. τῶν δ' ἄλλων τὰ κέρατα μέχρι τινὸς κοῖλα, τὰ δ' ἄκρα στερεὰ διὰ τὸ ταῖς πληγαῖς χρησιμεύειν. 105 Γίνωσκε δὲ τοῦτο, ὅτι γεννήτορες τοῦ ἀρώματος μόσχου οἱ ἐν Ἰνδίᾳ νεμόμενοι ἔλαφοι. οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ πολυθρύλλητον τοῦτο ἄρωμα ἢ αἷμα ἐλάφου ἐσπαργανωμένον ἐν τῷ ὀμφαλῷ· περὶ μέντοι τὰ τέλη τοῦ ἔαρος ῥίπτεται ὥσπερ τι περίττωμα. εὐῶδες οὐδέν τι μέρος αὐτοῦ συλλεγόμενον· ἀλλ' ἐπειδὰν χρόνῳ ταμιευθῇ καὶ εἰς ἑτέραν ἤπειρον μετακομισθῇ, τηνικαῦτα τὸ εὐῶδες πνεῦμα ἀφίησι. λέγεται δὲ ὅτι ἡ ἔλαφος θελγομένη ἤχῳ αὐλῶν καὶ κροτάλοις τὸν ἐγγὺς τοξότην οὐχ ὁρᾷ καὶ τοξεύεται. οὕτω καὶ ἡμεῖς ὑπὸ τῶν τοῦ κόσμου τερπνῶν καταυλούμενοι οὐδαμοῦ συνορῶμεν τὸν καθ' ἡμᾶς ἀοράτοις βέλεσι χρώμενον. ἀλλὰ καὶ συνεχῶς ἐπὶ δρόμῳ τὴν ἔλαφον τὰ τέκνα γυμνάζειν αὐτῆς λέγουσι. τοῦτο δὲ ᾠκονόμησε πάντως ὁ θεὸς τοὺς νωθροτέρους ἐντρέπειν γονεῖς. Ἀλλ' ὅρα κἀνταῦθα κηδεμονίαν θεοῦ. ἐπειδὴ γὰρ τουτὶ τὸ ζῶον, ἡ ἔλαφος δηλονότι, δειλόν ἐστι καὶ διὰ τοῦτο φυγαῖς ἀεί ποτε κέχρηται, προκατεσκεύασεν αὐτὴν ὁ θεὸς ὥστε παρακατέχειν ἀσφαλῶς ἐν τῇ μήτρᾳ τὰ ἔγγονα αὐτῆς. καὶ δῆλον ἐν τοῖς τῶν περιεχομένων τῷ Ἰὼβ τῷ μακαρίῳ ἐκείνῳ ἀνδρί. τηνικαῦτα κριθῆναι μετὰ θεοῦ ἐζήτει, καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν ὁ θεὸς ἐφύλαξας ὠδῖνας ἐλάφων, ἠρίθμη106 σας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ;» θαῦμα καὶ γὰρ πῶς ἡ ἔλαφος φεύγουσα καὶ ἐπὶ τοσοῦτον πηδῶσα οὐκ ἀμβλώσκει. Πρός γε τοῖς εἰρημένοις καὶ τοῦτο περὶ ἐλάφου λέγουσιν, ὅτι τῶν ῥινῶν πνεύματι ἀναφέρει τοὺς ὄφεις ἀπὸ τοῦ φωλεοῦ καὶ κατεσθίει, τῷ φόβῳ δὲ τοῦ ἰοῦ καρκίνους ἐσθίει καὶ οὐ βλάπτεται. Ὁ δέ γε κάστωρ ὅταν ὑπὸ κυνηγετῶν διώκηται διὰ τὰ γεννητικὰ αὐτοῦ μόρια, καὶ γνῷ ὅτι καταλαμβάνεται, κόπτει ταῦτα καὶ ῥίπτει τῷ κυνηγῷ. εἰ δὲ καὶ μετὰ ταῦτα παρ' ἑτέρου διώκεται κυνηγοῦ, ῥίπτει ἑαυτὸν ὕπτιον· καὶ νοήσας ἐντεῦθεν ὁ κυνηγὸς ὅτι ἀναγκαῖα οὐκ ἔχει, ἀναχωρεῖ ἀπ' αὐτοῦ. Ἔτι δὲ καὶ τοῦτο ζητεῖς, ἀγαπητέ, τίνος ἕνεκεν ἐπὶ τῶν τετραπόδων καὶ τῶν λοιπῶν ζώων ἁπλῶς τὰ ἔγγονα τοῖς γονεῦσιν ὁμοιότητα φέρουσιν, ἐπὶ δὲ τῶν ἀνθρώπων οὐ τοσοῦτον; διότι ὁ μὲν ἄνθρωπος πολλαχῶς διατίθεται τὴν ψυχὴν ἐν αὐτῷ τῷ τῆς συναφείας καιρῷ· καθὼς οὖν ὅ τε πατὴρ καὶ ἡ μήτηρ διατεθῶσιν, οὕτω ποικίλλεται καὶ τὰ τικτόμενα. τὰ δὲ λοιπὰ ζῶα καθότι οὐδὲν ἕτερον διανοοῦνται κατά γε τὸν τῆς συναφείας καιρόν, κατὰ τοῦτο καὶ τὰ ἔγγονα παντάπασιν ὅμοια τίκτουσιν. μὴ θαύμαζε δὲ εἴγε παρὰ τοῖς ἀνθρώποις αὐ107 τοῖς ὁμοιώσεις τε καὶ ἀνομοιώσεις πρὸς τοὺς γεννήτορας τὰ τικτόμενα φέρουσιν. οἷον μὲν γὰρ τῶν σπερμάτων ἐν τῇ ἀναφύρσει καὶ ἀναμίξει ἐπικρατέστερον γένηται, πρὸς ἐκεῖνο καὶ τὸ τοῦ πλαττομένου εἶδος φέρει τὴν ὁμοιότητα. εἰ δὲ τὰ σπέρματα συγκραθέντα ἐπ' ἴσης ἔχει πρὸς ἄλληλα, τότε τὸ γενόμενον ἴσην ἔχει πρός τε τὸ θῆλυ καὶ τὸ ἄρρεν τὴν ὁμοιότητα, τουτέστι πατρομητρόμοια τὰ γεννώμενα τίκτεται. πολλάκις δὲ καὶ τῆς γυναικὸς φαντασίαν ἐν ταῖς ὁμιλίαις λαβούσης τοῦδε ἢ τῆσδε πρὸς τὸ φαντασθὲν ἀπεικάζεται τὸ γινόμενον. ὃ δὴ καὶ ἄρρητόν τινα καὶ θαυμαστὸν ἔχει τὸν λόγον. καὶ ἄκουε τί φησι Διοσκουρίδης περί τινος Στρατονίκου τῆς Σικελίας ἀρχηγοῦ χρηματίσαντος. ἐκεῖνος γὰρ καὶ ἡ αὐτοῦ σύζυγος δυσειδεῖς μὲν ὄντες, ἐφιέμενοι δὲ παιδίων εὐειδῶν χρηματίσαι γεννήτορες, τοιοῦτόν τι ἐμηχανῶντο· ἑώρων τὰ εἴδωλα, ἤγουν αὐτὰ τὰ ἀγάλματα, καὶ οὕτω μιγνυμένων αὐτῶν πρὸς τὴν τῶν ἀγαλμάτων ὁμοίωσιν τὸ βρέφος αὐτοῖς διεπλάττετο. τοῦτο δὲ καὶ ἐπὶ κυνῶν ἔστιν ἰδεῖν· τῆς γὰρ ὀχείας αὐτοῖς γινομένης πρὸς ὃ τοὺς ὦπας ἀπερείσει τὸ θῆλυ, πρὸς ἐκεῖνο καὶ ἡ ὁμοίωσις γίνεται. ἀλλὰ γὰρ τὸν σοφώτατον Γαληνὸν εὑρίσκομεν τῷ κεφαλαίῳ τῷδε συνομολογοῦντα, καὶ οὕτω κατὰ ῥῆμα λέγοντα ἐμοὶ δὲ καὶ λόγος τις ἀρχαῖος ἐμήνυσεν ὅτι τῶν ἀμόρφων τις δυναστῶν εὔμορφον γεννῆσαι θέλων 108 παιδίον ἐποίησε γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον, καὶ ἔλεγε τῇ γυναικὶ αὑτοῦ συμπλεκόμενος πρὸς ἐκεῖνον τὸν τύπον τῆς γραφῆς ὁρᾶν. ἡ δὲ ἀτενὲς βλέπουσα, καὶ ὡς ἔστιν εἰπεῖν ὅλον τὸν νοῦν ἐκεῖσε προσεπιφέρουσα, οὐχὶ τῷ γεννήσαντι ἀλλὰ τῷ γεγραμμένῳ ὅμοιον ἀπέτεκε τὸ παιδίον κατὰ τὴν ὄψιν.» Εἰ δὲ καὶ περὶ φύσεως ὄφεων βούλει μαθεῖν τινων, ὁ Νίκανδρος πρὸ τῶν ἄλλων διδάξει σε. αὐτίκα γὰρ ἐν τοῖς ἔπεσιν αὐτοῦ καὶ τάδε περὶ τῶν ἐχιδνῶν ἱστορεῖ. ἡ θήλεια ἔχις διὰ τοῦ στόματος αὑτῆς δεχομένη τὴν κεφαλὴν τοῦ ἄρρενος καὶ οὕτω συνευναζομένη ἀναιρεῖ αὐτόν. εἰς ἐκδίκησιν οὖν, ὡς ἔοικε, τοῦ πατρὸς ἀναιροῦσι τὴν μητέρα τὰ ἔγγονα· ἐν γὰρ τῷ τοῦ τοκετοῦ καιρῷ τὴν μητρῴαν διαρρήσσουσι νηδὺν καὶ οὕτως ἐξέρχονται. κατὰ τοῦτο καὶ ὁ τοῦ κυρίου πρόδρομος γεννήματα ἐχιδνῶν τοὺς Ἰουδαίους ἐκάλει, ἅτε δὴ τοὺς προφήτας καὶ πατέρας· αὐτῶν ἀποκτείναντας. εἰ δὲ περὶ τοὺς ὄφεις οὕτως ἔχει, πῶς νοητέον τὸ εὐαγγελικὸν ῥητὸν τὸ λέγον γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί;» πονηρὸς μὲν οὖν ὁ ὄφις καὶ κάκιστος ἀληθῶς, ἀλλὰ καί τινα κέκτηται εἰς ἃ βλέπειν ἐγκελευόμεθα καὶ ταῦτα μιμεῖσθαι, ἐπεὶ καὶ ἡ μέλιττα θανατηφόρῳ ἐφιζάνουσα, ὃ μὲν χρήσιμον ἐκεῖθεν ἐκλέγεται, ὃ δὲ χείριστον ἐκεῖσε ἀφίησι. πρόσεχε οὖν. ὁ ὄφις τυπτόμενος τὸ μὲν ἅπαν 109 αὑτοῦ σῶμα προδίδωσι, τὴν δὲ κεφαλὴν αὑτοῦ κρύπτει, ἐπειδὴ τὴν ἑαυτοῦ ζωὴν εἰδὼς ἑαυτῷ περιέχεσθαι. οὕτω καὶ ἡμεῖς ἐν καιρῷ διωγμοῦ ὀφείλομεν ποιεῖν, πάντα μὲν προϊέναι, τὴν κεφαλὴν δὲ φυλάσσειν, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ ἡ πίστις ἡμῶν. ὄφις γηράσας ὡς τὰ πολλὰ καὶ ἀμβλυωπίαν νοσήσας πρῶτον μὲν ἐγκρατεύεται καὶ νῆστις διαμένει, εἶθ' οὕτως διὰ στενωποῦ τινὸς καταδυόμενος καὶ δέρμα παραδόξως ἅπαν ἀπεκδυόμενος νέος αὖθις γίνεται. οὕτω καὶ ἡμεῖς τῇ ἁμαρτίᾳ καταγηράσαντες διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ βαδίζειν, καὶ οὕτως ἀνανεούμενοι εἰς τὴν ἀρχαίαν πάλιν ἀποκατάστασιν ἔρχεσθαι. ὄφις διψήσας ποτὲ καὶ ἐν φρέατι μέλλων ὕδατος ἅψασθαι πρῶτα μὲν ἐξεμεῖ τὸν ἰόν, εἶθ' οὕτως τῇ πηγῇ προσέρχεται. οὕτω καὶ ἡμεῖς τῷ θείῳ μέλλοντες προσελθεῖν ποτηρίῳ, ἅτε δὴ τὴν ἐκκαίουσαν ἡμᾶς ἁμαρτίαν ἰάσασθαι, πᾶσαν κακίαν πρότερον ἀπορρίπτειν ὀφείλομεν, καὶ οὕτω τοῖς μυστηρίοις προσέρχεσθαι. καλῶς οὖν ἐπὶ τούτοις ὁ κύριος ἔλεγε γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις.» καὶ περὶ μὲν τούτων οὕτως. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι διάφορά εἰσι καὶ ποικίλα γένη τῶν ὄφεων. οἱ μὲν γὰρ αὐτῶν θᾶττον ἀναιροῦσιν οἱ δὲ βραδύ, καὶ ἄλλοι μὲν δήγμασι τὸν ὄλεθρον φέρουσιν ἕτεροι δὲ καθ' ἕτερον τρόπον. αὐτίκα ὁ ὄφις καλούμενος βασιλί110 σκος, οὗ καὶ ὁ σοφὸς μέμνηται Γαληνὸς περὶ θηριακῆς πρὸς Πίσωνα τὸν λόγον ποιούμενος, καὶ ἀπὸ μόνης ὄψεως ἀναιρεῖ τοὺς ἑωρακότας αὐτόν. ἔνθεν τοι τὸν βάσκανον ὀφθαλμὸν τοῦ τοιούτου ὄφεως διενηνοχέναι φησὶν ἡ γραφή· καθάπερ γὰρ ἀπὸ τοῦδε τοῦ θηρὸς ὀλέθριόν τι ῥεῦμα ἐκφέρεται παραχρῆμα διαφθείρειν δυνάμενον, οὕτω καὶ ἐξ αὐτῶν τῶν τοῦ βασκάνου ὀφθαλμῶν. καὶ τὸ δὴ θαυμαστόν, ὅτι καὶ αὐτοῖς ἐνίοτε τοῖς οἰκείοις καὶ συνήθεσι τὸν ὄλεθρον φέρουσι. καὶ καινὸν ἐπὶ τούτοις οὐδέν· ὃ γὰρ πεφύκασιν, οὐχ ὃ βούλονται ποιοῦσι. καὶ μὴ θαύμαζε τούτου ἕνεκεν· εἰ γὰρ ἑαυτῷ, καθά φησι Πλούταρχος, ὁ Εὐτελίδας ἐβάσκηνε τὴν ὄψιν αὑτοῦ κατιδὼν ἐν ὕδατι καὶ τῆς ὥρας ἐκπλαγείς, πολλῷ μᾶλλον ἑτέροις ἐπάξει τὸν ὄλεθρον ὁ βάσκανος ὀφθαλμός, βέλος ὥσπερ ἰῶδες τοῖς ὁρωμένοις τούτῳ ἐνιείς. καὶ ταῦτα μὲν ἡ πεῖρα καὶ ὁ χρόνος ἀνέκαθεν ἔδειξεν· οἱ γὰρ ὀφθαλμοὶ καὶ δρῶσι καὶ πάσχουσι, ποτὲ μὲν πέμποντες ποτὲ δὲ δεχόμενοι, ὡς ἐπὶ τῶν ἐρωμένων ἔστιν ἰδεῖν. ὁ δὲ μέγας Βασίλειος ἐν οἷς ἐπεξηγεῖται τὴν τοῦ τριακοστοῦ τρίτου ψαλμοῦ ἐπιγραφήν, καὶ τάδε φησίν ἀλλ' ἐγὼ τοῦτο μέντοι, τὸ βέλος ἰῶδες ἐκπέμπειν τοὺς ὀφθαλμούς, ἀποπέμπομαι ὡς δημῶδες καὶ τῇ γυναικωνίτιδι παρεισαχθὲν ὑπὸ γραΐδων· ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας 111 ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως, ὥστε καὶ τοῖς ὀφθαλμοῖς τῶν βασκάνων.» Διαληφθεὶς οὖν ὁ ὄφις, τουτέστιν ὁ βασιλίσκος, οὐ μόνον τῷ βλέμματι τοὺς ἐνορῶντας αὐτὸν καταβλάπτει, ἀλλὰ καὶ συριγμῷ τοὺς ἀκούοντας. ὑπόξανθος δὲ ὁ τοιοῦτος ὄφις ἐστίν, ὥσπερ φησὶ Γαληνός, ἔχων ἐν τῇ κεφαλῇ ἐπαναστήματα τρία. σὺν τῷ τοιούτῳ δὲ καὶ ἑτέρων ὄφεων μέμνηται λέγων ἡ δρύϊνος ὄφις πάνυ κακίστη, ἡ καὶ ἐν δρυσὶ τὸν βίον ποιουμένη. ταύτης εἴ ποτέ τι καὶ ἐπιβαίη, τοὺς πόδας εὐθὺς ἐκδέρεται καὶ ὀγκοῦται. ἀλλὰ καὶ ὁ θεραπεῦσαι τούτους θελήσας ὁμοίως πάσχει τὰς χεῖρας. ὁ δέ γε αἱμόρρους καὶ ἡ αἱμορροῒς τοῖς ἑαυτῶν ὀνόμασιν ὁμοίαν ποιοῦνται τὴν τῶν ἀνθρώπων διαφθοράν· αἱμορροοῦντες γὰρ διά τε μυκτήρων καὶ στόματος καὶ παντὸς ἁπλῶς τοῦ σώματος οὕτως ἀπόλλυνται, ὥσπερ καὶ ὑπὸ τῆς διψάδος δηχθέντες ὑπὸ τοῦ καύσου διαφθειρόμενοι κακῶς· καὶ γὰρ οὗτοι διψῶντες πάνυ καὶ διακαιόμενοι, ἔτι καὶ διαρρηγνύμενοι, τελευτῶσιν. ὁ δὲ ἀκοντίας ἐκτείνας ἑαυτὸν πάνυ, καὶ ὥσπερ τι ἀκόντιον ἐφαλλόμενος τοῖς σώμασιν, οὕτως ἀναιρεῖ. καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς ἀναστείλασα τὸν τράχηλον καὶ συμμετρησαμένη τοῦ διαστήματος τὸ μῆκος, ὥσπερ καὶ τότε λογικὸν γενόμενον τὸ θηρίον, εὐστόχως ἐμπτύει τοῖς 112 σώμασιν ἰόν. τριπλοῦν δὲ λέγουσιν εἶναι τὸ εἶδος τῶν ἀσπίδων, ἡ λεγομένη τε χερσαία, ἡ χελιδοναία, καὶ αὕτη ἡ πτυάς. τούτων ἑνὶ τῶν τριῶν τὴν βασιλίδα Κλεοπάτραν ἀναιρεθῆναί φασι, λαθεῖν βουληθεῖσαν τοὺς φυλάσσοντας, ταχέως τε καὶ ἀνυπόπτως ἀποθανεῖν. ὁ γὰρ Αὔγουστος Καῖσαρ νενίκηκε ταύτην, καὶ βουληθεὶς Ἀντωνίῳ παραδοῦναι αὐτῇ, πρὸς δὲ καὶ θριαμβευθῆναι, οὐ καλὸν αὐτῇ προυξένησε μόρον. συνεῖσα γὰρ ἐκείνη τὸ δρᾶμα, κἀντεῦθεν ἐξ ἀνθρώπων γενέσθαι δίκαιον κρίνασα, διά τινων δύο γυναικῶν αὐτῆς, Ναείρας καὶ Χαρμιόνης, τὸν ἑαυτῆς θάνατον μελετᾷ. διὰ γοῦν καλαθίσκου τινὸς σῦκα καὶ σταφυλὰς ἔχοντος, χάριν τοῦ λαθεῖν τοὺς αὐτὴν φυλάσσοντας, εἰσάγεται τὸ θηρίον· καὶ πρῶτα μὲν αὐτὸ ταῖς γυναιξὶ δοκιμάζει, εἶτα γνοῦσα ὡς ὀξὺ τὸ θηρίον εἰς ἀναίρεσιν, θέλουσα δὲ καὶ εὐγενῶς ἀποθανεῖν, τὴν βασιλικὴν ἐνδύεται στολήν, καὶ οὕτως τὸ θηρίον προσβαλοῦσα τῷ ἀριστερῷ μαζῷ (ᾔδει γὰρ ἐκεῖσε νεύειν τὴν καρδίαν) βασιλικῶς ἀποθνήσκει· καὶ γὰρ λέγουσιν αὐτῆς εὑρεθῆναι τὴν δεξιὰν χεῖρα ἐπικειμένην τῇ κεφαλῇ καὶ τὸ διάδημα κρατοῦσαν, ἵνα μέχρι τότε τοῖς ὁρῶσι βασιλὶς οὖσα βλέπηται. τούτων μέντοι τῶν θηρίων ἐμνημόνευσεν ὁ Γαληνός, τὴν ἐξ ὅλου τοῦ σώματος αὐτῶν διδάσκων διαφθοράν, καὶ ὡς οὐ χρὴ τῷ φαρμάκῳ, τῇ θηριακῇ δηλονότι, 113 τοιαῦτα παραμίγνυσθαι. ἐφ' ᾧ τὰς ἐχίδνας παραλαμβάνομεν, σὺν τῷ οὐραίῳ τὰς κεφαλὰς ἀποτέμνοντες, ἐν οἷς ὁ κακίων χυμός, τουτέστιν αὐτὸς ὁ ἰός. τὰς μέσας οὖν σάρκας ἐκβάλλοντες ἰσχυρότερον ποιοῦμεν τὸ φάρμακον. Εἰ δὲ καὶ ὅθεν ἐπενοήθη τῶν ἐχιδναίων σαρκῶν ἡ ἐπίμιξις ἐθέλεις μαθεῖν, ὁ παρὰ πᾶσι σχεδὸν φερόμενος λόγος καὶ τοῦτο ἤδη διδάξει σέ. λέγεται γὰρ ὅτι κατὰ τὴν πρεσβυτέραν Ῥώμην ὥρᾳ θέρους ἄνδρες τινὲς στάχυας ἔτιλλον. καὶ τοῦτο ποιοῦντες δίψει γίνονται κάτοχοι. ταύτῃ τοι καὶ πρὸς ἀγγεῖον ἔτρεχον οἴνου μεστόν, ἐλπίζοντες ἐκεῖθεν ἀπαλλαγὴν τῆς δίψης εὑρεῖν. ἀλλ' ἐσφάλησαν τοῦ σκοποῦ· ἔχις γὰρ ἐκεῖθεν αἰφνηδὸν ἐκπηδήσασα τῆς ὁρμῆς αὐτοὺς ἀνεχαίτισε. τί τὸ ἐπὶ τούτοις; λαμβάνουσι τὸν οἶνον καὶ ἀνθρώπῳ τινὶ λελωβημένῳ διδόασιν, ὡς ἐντεῦθεν αὐτὸν θᾶττον ἐκστῆναι τῶν ὧδε καὶ μὴ τὸ ζῆν οὕτως ἔχειν ἐπώδυνον. δέχεται τὸν οἶνον ἐκεῖνος, μεθ' ἡδονῆς ἐκροφᾷ, καὶ παραχρῆμα τῆς νόσου λύτρωσιν εὕρατο. ἔκτοτε οὖν αἱ τῆς ἐχίδνης σάρκες ἐμβάλλονται τῷ φαρμάκῳ. ἀλλὰ καὶ θηριακὴν τὸ τοιοῦτον διὰ τὰς τῶν θηρίων σάρκας ἐπονομάζουσι, καὶ ὅτι τοῖς ἀπὸ τῶν ὄφεων δήγμασι καὶ μάλα τὸ τοιοῦτον ἁρμόττει. τῆς δὲ τοιαύτης ἐπινοήσεως Ἀνδρόμαχός τις γέγονεν αἴτιος, καθά φησι Γαληνός, συνακμάσας τῷ Νέρωνι. 114 Πρὸς δέ γε τοῖς εἰρημένοις, ἑλιττομένους ἀλλήλοις γίνωσκε τοὺς ὄφεις ὀχεύεσθαι, καθὰ δὴ καὶ τοὺς ἐχίνους ὀρθίους ἱσταμένους διὰ τὴν ἄκανθαν. εἰ δὲ καὶ τὴν αἰτίαν βούλει μαθειν δι' ἣν οἱ ὄφεις χειμῶνος μὲν τῇ γῇ καταδύονται, θέρους δὲ τοὺς ἄνω τόπους ἐπιζητοῦσι, σαφὴς ὅτι καὶ αὕτη ἐστί. ψυχρὸς ὁ ὄφις ἐστὶ καὶ ξηρὸς καὶ νευρώδης καὶ ὀλιγόαιμος, ἐφ' ᾧ καὶ τοὺς θερμοὺς ἀεὶ τόπους ἐξ ἀνάγκης ἐπιζητεῖ· καὶ ἐπειδὴ χειμῶνος μὲν ἡ θερμότης κάτω χωρεῖν εἴωθε, θέρους δὲ ἄνωθεν ἐπιπολάζει, διὰ τοῦτο καὶ τὰς ἑαυτοῦ νομὰς πρός γε τὴν τοῦ ἀέρος κατάστασιν ὑπαλλάττει ὁ ὄφις. ὅρα γὰρ ὅτι καὶ τὰ φρεατιαῖα ὕδατα θέρους μὲν τυγχάνει ψυχρά, χειμῶνος δὲ θερμά. τηνικαῦτα καὶ γὰρ τῆς ψυχρότητος ἄνωθεν ἐπιπολαζούσης εἰς τὸ βάθος ἡ θερμότης χωρεῖ, ὅθεν καὶ θερμὰ τυγχάνει κατά γε τὸν χειμῶνα τὰ ὕδατα. τήν τε γὰρ ψυχρότητα καὶ θερμότητα κατά γε τὸν αὐτὸν τόπον καὶ χρόνον ἅμα μένειν ἡ φύσις οὐκ ἐνομοθέτησεν. Ἀλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰδέναι σε βούλομαι. τοὺς μεγίστους ὄφεις δράκοντας εἴωθε καλεῖν ἡ γραφή, καὶ μᾶλλον ἡνίκα περὶ τῆς ῥάβδου λέγει τοῦ Μωσέως, μεταβληθῆναι μὲν εἰς ὄφιν τὸ πρότερον, εἶθ' οὕτως εἰς δράκοντα, κἀντεῦθεν τὰς ῥάβδους τῶν ἐπαοιδῶν τοῦ Φαραὼ καταπιεῖν, καὶ αὐτὰς δῆθεν εἰς ὄφεις μεταβληθείσας. ἀλλὰ καὶ 115 ὁ προφήτης Δαυὶδ τὸ κηταῖον ὑπεμφαίνων γένος οὕτω φησὶ δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.» τοιοῦτον δὲ γένος ὁποῖον ἄρα φημίζουσιν οἱ πολλοί, μέχρι καὶ τήμερον γεγραμμένον οὐχ εὕρομεν· οὐ γὰρ ἐπὶ τούτῳ τὸ ἀστραπαῖον ἄνωθεν καταρρήγνυται πῦρ, ἐπὶ τῷ τοὺς τοιούτους δράκοντας ἐμπιπρᾶν. τὸ μὲν οὖν δρακόντειον γένος ξηρόν τε τὴν φύσιν ἐστὶ καὶ [τὴν φύσιν] διάπυρον· πῦρ γὰρ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἀποβλέπουσι. καὶ ὃν δὲ ἐξεμοῦσιν ἰόν, καπνώδης ἐστί, καὶ διαιρεῖ τὰ σώματα ψαύσας αὐτῶν. ἔνθεν τοι καὶ εὔπρηστος ἐστὶν ὁ δράκων, δι' ἣν ἔχει ξηρότητα, καὶ πρὸς κατάφλεξιν ἐπιτήδειος. πεφόβηται οὖν διὰ ταῦτα τὸν κεραυνόν, καὶ ἁλλόμενός ἐστιν ὅτε δι' ἀέρος φέρεται, τόπους τε καθύγρους ἐπιζητεῖ καὶ ἐπὶ λίμνας καταφεύγει· οἶδε γὰρ ὅτι διὰ τὴν ἐνοῦσαν αὐτῷ ξηρότητα καὶ ἀπὸ διαστήματος τῷ κεραυνίῳ πυρὶ καταφλέγεται. ἔνθα που τύχοι λοιπὸν ὁ δράκων συρίττων καὶ διιών, ἐπειδὰν ὑπὸ τοῦ πυρὸς ἐλαύνεται, τότε δὴ τὰ παρακείμενα μέρη συγκαταφλέγεται. πολλάκις γὰρ καὶ δράκοντος ἄτερ ἦχοί τινες ἐξακούονται ἄσημοι, τοῦ πυρὸς ἄνωθεν καταρρηγνυμένου καὶ σώμασι τοιοῖσδε ἢ τοιοῖσδε προσπίπτοντος. ὅσοι δέ φασι τῶν ἐντετυχηκότων ταῖς τοιαύταις καύσεσιν ὅτι τεθέανται χοῖρον γρυλλίζοντα ἢ μηκάζον αἰπόλιον ἢ βοῦν μυκώμενον, ἑαυτῶν τε καὶ τῶν ἀκροατῶν καταψεύδονται· οὐδὲν γὰρ τεθέανται, ἀλλ' ὁ φό116 βος αὐτοῖς τὰς τοιάσδε μορφώσεις εἰδωλοποίησεν. εἰ δ' ἴσως καὶ βάσκανος δαίμων τὸ σῶμα τοῦ δράκοντος ἐνδυσάμενος εἰς ἐκεῖνα τῶν μερῶν ἄγει τὸν θῆρα ὑπὸ τοῦ πυρὸς ὥσπερ διωκόμενον, οἷς δὴ βασκαίνειν ἐξ ἀρχῆς εἴωθεν, οὐδ' οὗτος ὁ λόγος ἀπόβλητος. ἀρχαῖον γὰρ αὐτῷ ἐνδιαίτημα τὸ τοιοῦτον γένος, ἡνίκα καὶ μᾶλλον ἡμᾶς ἐξορίστους δι' αὐτοῦ τοῦ παραδείσου πεποίηκεν, ὅθεν καινὸν οὐδὲν εἴγε καὶ τῆς γῆς ταύτης ἀπώσασθαι φιλονικεῖ διὰ φθόνον ἡμᾶς. Καὶ περὶ μὲν τούτων οὕτως· εἰ δὲ τὴν αἰτίαν ἐπιζητεῖς δι' ἣν αἴλουροι καὶ νυκτερίδες νύκτα καὶ μόνην ἀκριβῶς ὁρῶσιν, αὕτη ἐστί. τὸ ὀπτικὸν πνεῦμα πάντως λεπτότατον ἔχουσιν. ἐν τῇ νυκτὶ οὖν μετρίως παχυνόμενον τῇ ἀπουσίᾳ τοῦ ἡλίου πρὸς τὴν τῶν ὁρατῶν ἀντίληψιν ἐπιτήδειον γίνεται· κατὰ γὰρ τὴν ἡμέραν ὡς λεπτότατον διαφορεῖταί τε καὶ σκεδάννυται. τοῦτο δὲ καὶ ἐν ἄλλοις ἔστιν ἰδεῖν καὶ ἐν αὐτοῖς τοῖς λέουσιν. ἔνθεν τοι καὶ τὰς ἡλιακὰς μαρμαρυγὰς οἱ λέοντες φεύγοντες δι' ὅλης ἡμέρας καὶ ἄκοντες κρύπτονται· εἰ μὴ γὰρ τοῦτο ἦν, τάχα ἂν ἀκωλύτως ἐν ἡμέρᾳ περιπατοῦντες οὐ μικρῶς ἔβλαπτον τοὺς αὐτοῖς ἐντυγχάνοντας. Γίνωσκε καὶ τοῦτο, ὅτι ὁ λέων διωκόμὲνος συστέλλει τὰ ἴχνη αὐτοῦ. οὕτω ὁ κύριος κατερχόμενος ἐπὶ τῆς γης τὸν τῆς παρουσίας καιρὸν πάντῃ συνέστειλε διὰ τὸν διάβολον 117 πάλαι τὰς παρθένους ἐπιτηροῦντα. ὁ τοῦ λέοντος σκύμνος νεκρὸς μὲν γεννᾶται, ἐμφυσώμενος δὲ παρὰ τοῦ πατρὸς αὐτοῦ ζωογονεῖται. οὕτω καὶ ὁ θεὸς πρῶτα μὲν ἐπὶ τῷ Ἀδὰμ ἐποίησεν, ὕστερον δὲ καὶ ἐπ' αὐτῷ τῷ υἱῷ αὐτοῦ δι' ἡμᾶς νεκρωθέντι ποιεῖ. ὅθεν καὶ ὁ Ἰακὼβ ἔλεγεν ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡσεὶ σκύμνος· τίς ἐγερεῖ αὐτόν;» εἰ δὲ καὶ λέων καὶ σκύμνος ὁ αὐτὸς λέγεται, οὐ καινόν· ἦν γὰρ καὶ βασιλεὺς ὁ Χριστὸς καὶ βασιλέως υἱός. Ὁ λύκος φοβεῖται τὸ φυτὸν τὴν σκίλλαν. τοῦτο εἰδυῖα ἡ ἀλώπηξ παρὰ τῷ τοιούτῳ ὑπνώττει φυτῷ, εἴ ποτε τοῦ φωλεοῦ αὐτῆς ἔξω τύχῃ διατρίβουσα, ἵνα μὴ ὑπὸ λύκων βρωθῇ. εἰ δὲ ἡ ἀλώπηξ οὕτω ποιεῖ, πὸλλῷ μᾶλλον ἡμεῖς ἐκείνοις ὀφείλομεν συνεῖναι δι' ὧν ὁ νοητὸς λύκος διώκεται. τίνα δὲ ταῦτα; προσευχὴ καὶ νηστεία· τὸ γένος γάρ, φησί, τοῦτο οὐκ ἐκβάλλεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἡ δέ γε καμηλοπάρδαλις ἐν Λιβύῃ καθορᾶσθαι ἱστόρηται. αἰτία δὲ τῆς τοιαύτης ἐπιμιξίας ἡ τῆς χώρας ἀνυδρία· περὶ γὰρ τὰ ἐκεῖσε ὕδατα ὀλιγοστὰ ὄντα ἀθροίζεται πολυειδῆ ζῶα, κἀντεῦθεν ἀλλήλοις ἐπιμιγνυμένων αὐτῶν θηρία πολύμορφα τίκτεται. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τὰ τοιαῦτα σύνθετα ζῶα, καθὰ δὴ καὶ οἱ ἡμίονοι, οὐκ εὔθετά εἰσι πρὸς σύλληψίν τε 118 καὶ γέννησιν. τίνος ἕνεκεν; ὅτι ἐξ ἀλλοτρίων συνεστηκότα ταῦτα γενῶν διεφθαρμένην τὴν πρὸς τὸ τίκτειν ἀπειλήχασι δύναμιν. καὶ εἰκότως· οὔτε γὰρ ἡ γῆ κατ' ἀρχὰς ἐξήγαγε ταῦτα, καθὰ δὴ καὶ τὰ λοιπὰ ζῶα (καὶ γὰρ ἐξ ἐπινοίας ὕστερον ἀνθρωπίνης ἡ τῶν ὄνων τε καὶ ἵππων ἐπενοήθη σύζευξις), οὔτε τῆς θείας ἐκείνης φωνῆς ἤκουσαν τῆς οὕτω λεγούσης αὐξάνεσθε καὶ πληθύνεσθε.» ἔνθεν τοι καὶ τὴν πρὸς τὸ τίκτειν δύναμιν διεφθαρμένην ἐσχήκασιν. Ὁ μονόκερως ζῶόν ἐστι καὶ πάνυ ἄγριον, μήτε θηραταῖς μήτε ἄλλως πως ἀγρευόμενον. παρθένῳ δὲ γυναικί, καὶ ταῦτα λαμπρειμονούσῃ καὶ ποικίλως ἐστολισμένῃ, καὶ περιέρχεται τὸ δυσθήρατον ζῶον καὶ παρὰ τοῖς γόνασιν αὐτῆς ἀναπαύεται. τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀοράτου καὶ ἀθηράτου θεότητος καὶ τῆς ὄντως καὶ μόνης παρθένου ἔστιν ἰδεῖν· εἰ μὴ γὰρ ὁ καθαρώτατος οὗτος εὑρέθη ναός, οὐκ ἂν ὁ θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁ μύρμηξ ἐπὶ τὸν στάχυν ἀνερχόμενος ὀσφραίνεται, καὶ ἐὰν κριθή, φεύγει ἀπ' αὐτοῦ καὶ ἐπὶ τὸν τοῦ σίτου στάχυν ἔρχεται. εἰ δὲ ὁ μύρμηξ οὕτω ποιεῖ, πολλῷ μᾶλλον ἡμεῖς τὴν ἑτεροδοξοῦσαν διδασκαλίαν φεύγειν ὀφείλομεν, ἐπὶ δὲ τὸν σῖτον ἔρχεσθαι, τὸν ὀρθότατον δηλαδὴ λόγον. εἰ γὰρ ἣν ὁ λύκος ἔχθραν πρὸς τὰ πρόβατα κέκτηται, κἀντεῦ119 θεν ἔστιν ἰδεῖν· εὑρισκομένης γὰρ τῆς χορδῆς αὐτοῦ ἐν κιθάρᾳ, αἱ λοιπαὶ τῶν προβάτων χορδαὶ σιγῶσι καὶ οὐ φθέγγονται. τοῦτο δὲ καὶ ἐπὶ τυμπάνων ἔστιν ἰδεῖν. τίνος δὲ χάριν τὸ παράδοξον τοῦτο γίνεσθαι κατ' ἀρχὰς συγκεχώρηται; ὡς ἐντεῦθεν ἀριδηλότερον φαίνεσθαι τὴν ἔχθραν ἣν ὁ νοητὸς λύκος πρὸς τὰ τοῦ Χριστοῦ θρέμματα κέκτηται. Ὁ μὲν οὖν Αἰλιανὸς λέγει τὸν χαμαιλέοντα ποικίλον φαίνεσθαι τῇ μορφῇ ἅτε τὰς τῶν ὁρώντων ὄψεις ἐκκρουόμενον, κατὰ μίμησιν τοῦ εἰς ἄγγελον φωτὸς μετασχηματιζομένου Σατάν. ὁ δὲ Ἀριστοτέλης φησὶν ὅτι ἰσχνότατος ὁ χαμαιλέ- ων τῶν ᾠοτόκων καὶ πεζῶν, διότι ὀλιγαιμότατός ἐστι. τοῦτο δὲ αἴτιον καὶ τοῦ τῆς ψυχῆς ἤθους τοῦ ζώου· πολύμορφον γὰρ γίνεται διὰ τὸν φόβον· ὁ γὰρ φόβος δι' ἔνδειαν θερμότητος. Ὁ ἄρρην ὗς χαυλιόδοντας ἔχει ὡς ὀξύτερος εἰς τὸ πλήσσειν, τὸ δὲ θῆλυ οὐκ ἔχει, ἐφ' ᾧ καὶ ἀμυνόμενον δάκνει. οὕτω μὲν οὖν καὶ ἐπὶ τῶν ἐλάφων· ὁ μὲν γὰρ ἄρρην φέρει κέρατα, ἡ δὲ θήλεια οὐκέτι. ἀλλὰ καὶ οἱ ἐκτεμνόμενοι ὕες χαυλιόδοντας οὐκ ἔχουσι, διότι τὴν φύσιν πρὸς τὸ θηλυπρεπὲς μεταμείβουσι· καὶ γὰρ αἱ θήλειαι τούτων ἐστέρηνται. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι αἱ ἄγριαι ὕες ἁπλῇ τροφῇ 1 χρώμεναι ἅπαξ τοῦ ἐνιαυτοῦ τίκτουσιν, αἱ δὲ ἥμεραι δὶς διὰ τὴν παχεῖαν δίαιταν. αἱ πιανθεῖσαι ὕες λειποτριχοῦσι· πιαινόμεναι γὰρ σαρκοῦνται, μᾶλλον δὲ τοιαῦται αἱ πέπτουσαι, πέπτουσαι δὲ λείπονται τοῦ περιττώματος, αἱ δὲ τρίχες ἐκ τῶν περιττωμάτων. Ἡ δὲ αἰτία δι' ἣν ὁ ὗς τε καὶ ὁ ἵππος ἀφρὸν παρὰ τῷ στόματι φέρουσιν, αὕτη. ἡ θερμότης ὡσαύτως καὶ ἡ κίνησις λευκαίνειν εἴωθε τὰ ὑγρά. καὶ ὅρα τὴν θάλασσαν· κινουμένη γὰρ ὑπ' ἀνέμων λευκαίνεται. ὅρα τοὺς ὑποκαιομένους λέβητας. ὅρα τὴν ἐν τῷ ἀέρι ὑγρότητα· χειμῶνος γὰρ ὑπ' ἀνέμων κινουμένη λευκαίνεται, λευκαινομένη δὲ διὰ τὴν τηνικαῦτα ψῦξιν πήγνυται, καὶ οὕτως ἡ χιὼν καταφέρεται· ἡ γὰρ χιὼν οὐδὲν ἄλλο ἐστὶν ἢ ὕδωρ ἡμιπαγές. οὕτω μὲν οὖν καὶ παρὰ τῷ σϋὶ καὶ ἵππῳ ὑγρὰ λεπτυνόμενα εἰς πομφόλυγας διὰ θερμότητα καὶ κίνησιν εἰς ἀφρὸν μεταβάλλονται. Εἰ δὲ καὶ τὸν λόγον ἐθέλεις μαθεῖν οὗ χάριν οἱ κύνες μόνοι λυττῶσι κατά γε τὸ θέρος, σαφὴς ἰδοὺ καὶ οὗτός σοι πρόκειται. λυττῶσιν οἱ κύνες διὰ τὴν πρόληψιν τῆς ξηρᾶς κράσεως. φύσει δέ εἰσι ξηροί, καὶ πλέον τοῖς καύμασι. θερμαινόμενα οὖν καὶ καταξηραινόμενα ἐκπυροῦται τὰ ἐν αὐτοῖς ὑγρά, κἀντεῦθεν διὰ τὴν ἄγαν ξηρότητα μαίνονται, καθάπερ 121 οἱ φρενητιῶντες. ὅθεν καὶ τὸ σίελον αὐτοῖς ἰῶδες γίνεται καὶ ξηρότερον. οτι δὲ ἐκπυροῦνται, δῆλον ἐκ τοῦ ἀσθμαίνειν πυκνῶς καὶ πυρώδη τὰ ὄμματα ἔχειν καὶ ἠνεῳγμένον τὸ στόμα πρὸς ἔμψυξιν ἀέρος. λυττῶσι δὲ οὐ πάντες οἱ κύνες, ἀλλ' ὅσοιπερ ἐν τούτοις ξηρότεροι. τινὲς δέ φασι καὶ τὸν κύνα τὸ ἄστρον συμβάλλεσθαι κατά τινα ἀπόρροιαν τούτοις πρὸς τὴν λύσσαν. λυττήσαντες, καθά φησι Παῦλος ὁ Σινόπτης, καὶ βρῶσιν καὶ πόσιν ἀποστρέφονται, σίελον δὲ καὶ δαψιλὲς καὶ ἀφρῶδες ἀφιᾶσι, καὶ ἄφωνοι τοὐπίπαν εἰσίν, πρὸς δὲ καὶ ἄφρονες, ὡς μηδὲ τοὺς οἰκείους γνωρίζειν. ἐφορμῶσι δὲ κατὰ παντὸς χωρὶς ὑλακῆς καὶ δάκνουσι, καὶ δάκνοντες οὐδὲν ὀχληρὸν παραχρῆμα φέρουσι, πλὴν ὅσον ὀδύνην τὴν ἐκ τοῦ τραύματος. ὕστερον δὲ πάθος ἐμποιοῦσι τὸ καλούμενον ὑδροφόβιον· φεύγουσι γὰρ τὸ ὕδωρ οἱ λυσσόδηκτοι καὶ ὁρῶντες αὐτὸ καὶ προσφερόμενοι. ἔνιοι δὲ αὐτῶν καὶ ὥσπερ κύνες ὑλακτοῦσι καὶ δάκνουσιν ἐπιόντες, καὶ δάκνοντες αἴτιοι τοῦ αὐτοῦ πάθους κατέστησαν. ἡ δὲ τῶν συμπτωμάτων αἰτία τῶν μὲν ἄλλων εὔδηλος· κατειληφὼς γὰρ ἰὸς τὰ μόρια πάντα καὶ αὐτὸν τὸν ἐγκέφαλον τοιαῦτα φέρει συμπτώματα. τοῦ δὲ φοβεῖσθαι τὸ ὕδωρ τινὲς μὲν ἔφησαν διὰ τὴν ἄμετρον γίνεσθαι ξηρότητα, οἷα παντελῶς ἠλλοτριωμένης 122 τῆς ὑγρᾶς οὐσίας· ὁ δέ γε Ῥοῦφος μελαγχολίας αὐτοῖς εἶδος τὸ τοιοῦτον ἀπεφήνατο γίνεσθαι, τοῦ ἰοῦ τὸν χυμὸν ἐκεῖνον μιμησαμένου καθ' ὃν ἄλλα πεφόβηνται. καὶ τί χρὴ πολλὰ λέγειν; ὃν γὰρ τρόπον ἐπὶ τῶν μελαγχολικῶν οἱ μὲν ἄλογα ζῶα δοκοῦσιν εἶναι κἀντεῦθεν τὰς ἐκείνων μιμοῦνται φωνάς, οἱ δὲ σκεύη δοκοῦσιν εἶναι ὀστράκινα κἀκ τούτου κατεαγῆναι καὶ πάνυ δειλαίνονται, ἕτεροι τὸν Ἄτλαντα νομίζουσιν ἐπάνω πίπτειν αὐτῶν καὶ διὰ τοῦτο μέγα βοᾶν ἀναγκάζονται, οὕτω καὶ ἐπὶ τῶν λυσσοδήκτων ἔστιν ἰδεῖν. ὁ γὰρ τοῦ κυνὸς ἰός, καθάπερ τις χυμὸς μοχθηρός, τὸν ἐγκέφαλον αὐτῶν κατασχὼν φοβεῖσθαι ποιεῖ τὸ ὕδωρ αὐτούς, φοβουμένους δὲ τὸν δακόντα κύνα φαντάζεσθαι, καὶ οὕτω σπᾶσθαι καὶ τελευτᾶν. ταύτῃ τοι καὶ σοφόν τινα λυσσόδηκτον εἰσελθεῖν ἐν βαλανείῳ λέγουσι, καὶ ἰδόντα τὸν κύνα ἐν τῇ λεκάνῃ καὶ μὴ καταπτοηθέντα εἰπεῖν τί κυνὶ κοινόν ἐστι καὶ βαλανείῳ;» καὶ περὶ μὲν τούτων οὕτως. Ἡ δέ γε ἄρκτος σάρκα τίκτει μήτε τύπον μήτε μορφὴν ἔχουσαν, τῷ δὲ στόματι λείχουσα ἄρθρα ἀποτελεῖ. ἀλλὰ καὶ οἱ σκύμνοι αὐτῆς οὐ θηλάζουσι, μυζῶντες δὲ τοὺς πόδας αὐτῶν ἐντεῦθεν αὐξάνουσι. τίκτει δὲ πρὸ τοῦ καιροῦ, ἵνα τῷ ἄρρενι συνέρχηται. ἀλλὰ καὶ ἐν τῷ τίκτειν κινδυνεύει ἡ ἄρκτος. ἐν δὲ νυκτὶ ὠδίνουσα προσέχει τῷ τῆς ἄρκτου ἄστρῳ, 123 καὶ οὕτω τίκτει εὐχερῶς. πολυφάγος μὲν ἄρκτος ἐστίν, ἐν δὲ χειμῶνι παρακαθημένη τῷ φωλεῷ καὶ πεινῶσα λείχει τὸν πόδα καὶ τρέφεται. μόνη δὲ αὕτη ἐν γῇ πάσχει τοῦτο, καὶ ἐν θαλάσσῃ ὁ πολύπους. Ἀλλὰ καὶ τῶν ὀνάγρων αἱ νομάδες ἐπειδὰν τέκωσιν ἄρρενα, τέμνουσι τὰ αἰδοῖα αὐτῶν, ἵνα μὴ σπερματίζωσι. κατάξηρον δὲ ζῶον ὁ ὄναγρος, ἐφ' ᾧ καὶ διψαλέον· κατὰ γὰρ τοῦτο καὶ ὁ Δαβὶδ περὶ ὑδάτων διεξιὼν οὕτω φησί προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.» Λέγεται δὲ καὶ τὴν ἀλώπεκα βρωμάτων ἀποροῦσαν ὑπτίαν πίπτειν ὡσεὶ νεκρὰν καὶ φυσᾶσθαι, κἀντεῦθεν διογκουμένην αὐτὴν ὁρῶντα τὰ πετεινὰ ἐπιβαίνουσιν αὐτῆς καὶ ὡσεὶ νεκρᾶς ἅπτονται. ἐκπηδήσασα οὖν αἴφνης ἡ νεκρὰ συλλαμβάνει καὶ κατεσθίει αὐτά. Ἀλλὰ αἴγαγρος ταχύτατόν ἐστι ζῶον καὶ παρὰ τοῖς κρημνοῖς διάγον, διωκόμενον δὲ ἅλλεται κατὰ κεράτων, καὶ οὐ διαθλᾶται. Γίνωσκε δὲ ὅτι ἑκάστῳ τῶν ζώων, καθὰ δὴ καὶ ὁ Νεμέσιός φησι, φυσικὴν οὐ λογικὴν ἐνέθηκε σύνεσιν ὁ θεός. τισὶ δὲ καὶ πανουργίας ἐνέβαλεν ὑπὲρ τοῦ καὶ τὰς ἐνεστώσας ἐπιβουλὰς ἐκκλίνειν καὶ τὰς μελλούσας προφυλάττεσθαι. ὅτι δὲ φυσικῶς τὰ τοιαῦτα καὶ οὐ λογικῶς ἐνεργοῦσι τὰ ζῶα, 124 δῆλον ἐκ τοῦ κατ' εἶδος ἕκαστον ζῶον ὁμοίως ταῦτα ποιεῖν, καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς ἐνεργείας, ἀλλὰ καὶ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι· πᾶς γὰρ λαγωὸς ὁμοίως τεχνάζεται, καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ, καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται. ὅπερ οὐκ ἔστιν ἐπ' ἀνθρώπων· μυρίαι γὰρ τῶν ἀνθρωπίνων πράξεων αἱ ὁδοί. ἐλεύθερον γάρ τι καὶ αὐτεξούσιον τὸ λογικόν, ὅθεν οὐχ ἓν καὶ τὸ αὐτὸ πᾶσιν ἔργον ἀνθρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζώων. φύσει γὰρ μόνῃ ταῦτα κινεῖται, τὰ δὲ φύσει κινούμενα ὁμοίως παρὰ πᾶσιν ἐστίν· αἱ δὲ λογικαὶ πράξεις ἄλλαι παρ' ἄλλοις, καὶ οὐκ ἐξ ἀνάγκης αἱ αὐταὶ παρὰ πᾶσι. τὸ μέντοι πρόβατον διὰ τοῦτο λέγεται καὶ παρὰ τῇ γραφῇ ἄκακον, ὅτι σύνεσιν ἰδίαν οὐκ ἔχει ὥστε νομὰς εὑρίσκειν καὶ ποτόν, ἂν μή τις ὁ ποιμαίνων αὐτά. πολλὰ δὲ τῶν ζώων καὶ συνέσεως ἀνθρωπίνης ἐγγύς ἐστι. καὶ ὅρα τὸν χερσαῖον ἐχῖνον δύο κατασκευάζοντα ἐπὶ τοῦ φωλεοῦ ἀναπνοάς, πρός τε τὸν νότον ἀντιφραττούσας καὶ τὸν βορρᾶν. εἰ καὶ φυσικῷ λόγῳ πρὸς τὰ τοιαῦτα τῶν ἀλόγων γένη κεκίνηται. οὐδὲ γὰρ αὐτεξούσια τὰ ζῶα, καθὰ δὴ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης φησίν, ὅτι μηδὲ λογικά. λογικῇ γὰρ πάσῃ 125 φύσει καὶ τὸ αὐτεξούσιον πάντως ἐμπέφυκε θέλημα· εἰς τί γὰρ ἕξει τὸ λογικόν, μὴ αὐτεξουσίως λογιζομένη; τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζώοις ὁ δημιουργὸς ἐνέσπειρε, πρὸς σύστασιν τῆς οἰκείας φύσεως ἄγουσαν ἠναγκασμένως αὐτά. λόγου γὰρ ἀμοιροῦντα οὐ δύνανται ἄγειν, ἀλλ' ἄγονται ὑπὸ τῆς φυσικῆς ὀρέξεως, ὅτε ἅμα ἡ ὄρεξις γένηται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή. οὐ γὰρ λόγῳ ἢ βουλῇ ἢ σκέψει ἢ κρίσει κέχρηνται. ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινοῦνται καὶ μακαρίζονται, οὔτε ὡς κακίαν πράττοντα κολάζονται. ἡ δὲ λογικὴ φύσις ἔχει μὲν τὴν φυσικὴν ὄρεξιν κινουμένην, ὑπὸ δὲ τοῦ λόγου ἀγομένην τε καὶ ῥυθμιζομένην. τοῦ γὰρ λόγου τὸ προτέρημα ἡ αὐτεξούσιός ἐστι θέλησις, ἣν δὴ φυσικὴν ἐν τῷ λογικῷ φαμὲν κίνησιν. διὸ καὶ ὡς ἀρετὴν μετιοῦσα ἐπαινεῖται καὶ μακαρίζεται, καὶ ὡς κακίαν μετιοῦσα κολάζεται. Εἰ δὲ καὶ τοῦτο ζητεῖς, τίνος ἕνεκεν αὐτά τε τὰ ζῶα καὶ ὁ ἄνθρωπος πόδας ἀρτίους ἔχουσι, γίνωσκε ὅτι διὰ τὸ μὴ ἀτάκτως ἅλλεσθαι. οὕτω καὶ γὰρ διὰ μὲν τοῦ ἑνὸς ἱστάμενος ὁ ἄνθρωπος, ὥσπερ πάλιν τὰ ζῶα διὰ δύο ποδῶν, ἠρέμα διὰ τῶν ἑτέρων ποιοῦνται τὴν βάδισιν. 126 Ὄντως, ἀγαπητέ, τὸ ἔθος φύσις ἐπί τισι γίνεται. ὅρα γὰρ ὅτι τὰ Λιβυκὰ θηρία τοῦ μὲν θέρους οὐ πίνει, ὅτε μάλιστα δίψα γίνεται, χειμῶνος δὲ πίνουσιν, ὅταν ἧττον διψῶσι. τοῦτο δὲ γίνεται πάντως διὰ τὸ μή γίνεσθαι ὕδατα θέρους ἐν τῇ Λιβύῃ. τοῦ δὲ χειμῶνος διὰ τὸ γίνεσθαι πίνει. ὃ γοῦν ἐκεῖσε εἴθισται, τοῦτο καὶ ἐν ἄλλοις τόποις τὰ ζῶα ταῦτα παραγενόμενα σώζει τὸ ἔθος. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ ταῦτα, ἤγουν μετὰ τὴν τῶν χερσαίων παραγωγήν, πλάττει τὸν ἄνθρωπον ὁ θεός, καὶ τίθησιν αὐτὸν ἐν τῷ παραδείσῳ. ἀλλὰ κἀνταῦθα πρόσχες, ἀγαπητέ. εἰ γὰρ καὶ λέγουσί τινες ὅτι μετὰ τὴν ἑβδόμην ἔκτισε τὸν παράδεισον ὁ θεός, τῇ Μωσαϊκῇ δῆθεν ἱστορίᾳ ἑπόμενοι, ἀλλὰ πεπλάνηνται προφανῶς ἅτε δὴ παροδευτικῶς ἐπερχόμενοι καὶ οὐκ ἐρευνητικῶς τὴν γραφήν. καὶ ἄκουε τί φησιν ὁ θεόπτης Μωσῆς καὶ συνετέλεσεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ· ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν.» οὐκοῦν εἰ μετὰ τὴν ἑβδόμην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε, πῶς λοιπὸν ἔκτισε μετὰ τὴν ἑβδόμην τὸν παράδεισον; ἔοικε μὲν ἡ γραφὴ λέγειν ὅτι μετὰ τὴν ἑβδόμην ἔκτισται ὁ παράδεισος· ἀλλ' οὐκ ἔχει καὶ τὰ τοῦ σκοποῦ, καθὼς ὑποπτεύουσι πολ127 λοί. καὶ πείθου τῷ χρυσορρήμονι Ἰωάννῃ ἐν τῇ εἰς τὴν ἑξαήμερον δωδεκάτῃ αὐτοῦ ὁμιλίᾳ λέγοντι ὅτι τῶν κατὰ συντομίαν ἱστορηθέντων ἔμπροσθεν ἀνακεφαλαίωσιν ποιεῖ ὁ Μωσῆς ὕστερον, τοιαῦτα καὶ φρονεῖν καὶ λέγειν τοὺς ἁπλουστέρους ἐποίησεν.» ἄλλως τε εἰ μετὰ τὴν ἑβδόμην, ὥς φασιν, ἔκτισται ὁ παράδεισος, ἀνάγκη πᾶσα καὶ τὴν ἀπὸ τοῦ χοὸς πλάσιν τοῦ Ἀδάμ, ὥσπερ δὴ καὶ τὴν ἀπὸ πλευρᾶς τῆς Εὔας οἰκοδομήν, μετὰ τὴν ἑβδόμην εἰπεῖν γεγενῆσθαι. τίνος ἕνεκεν; ὅτι καὶ ταύτην ὕστερον ὁ Μωσῆς, ἤγουν μετὰ τὴν ἑβδόμην, διηγούμενος εὕρηται. πρὸ τοῦ Ἀδὰμ λοιπὸν ὁ παράδεισος. καὶ ἄκουε τί φησιν ὁ Δαμασκηνὸς Ἰωάννης ἐν τῷ περὶ παραδείσου κεφαλαίῳ αὐτοῦ. ἐπεὶ δὲ ἔμελλεν ὁ θεὸς ἐξ ἀοράτου τε καὶ ὁρατῆς φύσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατ' οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν, ὥσπερ τινὰ βασιλέα ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ, προκαθίστησιν αὐτῷ οἷόν τι βασίλειον τὸν παράδεισον, ὡς ἐντεῦθεν αὐτὸν μακαρίαν καὶ πανολβίαν ἔχειν ζωήν.» πρόσεχε οὖν· ἐπειδὴ γάρ, ὡς εἴρηται, πρὸ τοῦ πλασθῆναι τὸν Ἀδὰμ καθίστησιν αὐτῷ τὸν παράδεισον, εὔδηλον πάντως ὅτι ἐν τῇ ἕκτῃ ἡμέρᾳ καὶ τοῦτον ἐφύτευσεν ὁ θεός, εἴγε καὶ μᾶλλον ἔστη μετὰ τὴν ἑβδόμην τοῦ δημιουργεῖν, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι. 128 Φυτεύει τοίνυν ἔν τε τῇ ἕκτῃ πρὸ τοῦ Ἀδὰμ τὸν θεῖον παράδεισον κατὰ ἀνατολὰς ἐν Ἐδέμ. ἐξ ἁπάσης γὰρ τῆς γῆς, ὥσπερ φησὶ Θεοδώρητος ὁ μέγας τε Βασίλειος καὶ ὁ Δαμασκηνὸς Ἰωάννης, τόπον τινὰ κατὰ ἀνατολὰς ἐκλεξάμενος, ὀνομαζόμενον μὲν Ἐδέμ, ἐν περιόπτῳ δὲ κείμενον καὶ πάσης τῆς γῆς ὑψηλότερον, φυτεύει ἐν αὐτῷ τὸν παράδεισον, ὡς ἐντεῦθεν τρυφερὸν οἷον αὐτὸν εἶναι καὶ θαλερὸν εἰσαεί, καθά φησι Σεβηριανός· τρυφὴ γὰρ ἡ Ἐδὲμ ἑρμηνεύεται. ἐν ᾧ δη τιμῆσαι βουληθεὶς γεγονότα τὸν ἄνθρωπον ἔταξεν οἰκεῖν ὁ θεός· καὶ ἔθετο» γάρ φησιν αὐτὸν ἐν τῷ παραδείσῳ.» ἀλλ' ἐντεῦθεν, ἀγαπητέ, καὶ τοῦτο μανθάνομεν, ὅτι ἐξ ἑτέρας μὲν ἔπλασε γῆς τὸν Ἀδάμ, μετὰ δὲ ταῦτα ἐν τῷ παραδείσῳ ἔθετο. καὶ ἄκουε τί φησιν ἡ γραφή καὶ ἐξαπέστειλεν ὁ θεὸς τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη.» διὰ τί δὲ καὶ τίνος ἕνεκεν ἔξω τοῦ παραδείσου πλάττει τὸν ἄνθρωπον ὁ θεός, εἶθ' οὕτως εἰσάγει αὐτὸν ἐν αὐτῷ; ὥστε μαθεῖν ἐντεῦθεν αὐτόν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν, ὅσης ἠξίωτο παρὰ θεοῦ τῆς τιμῆς, καὶ ὅση παρ' αὐτοῦ ἡ ἀπόλαυσις αὐτῷ ἐχαρίζετο. ὅρα γὰρ ὅτι καὶ οἱ ἐξ ἐλαχίστης τάξεως ἐπὶ τὴν ἄνω τε καὶ πρώτην ἀναβιβαζόμενοι οἴδασιν ἐξ ἀνάγκης τίνες πρότερον ἦσαν καὶ ὅπου κατήντησαν ὕστερον, ὃ δὴ καὶ οὐ μικρᾶς ἀγαλλιάσεως γίνεται πρόξενον. 129 Πλάττει μὲν οὖν ὡς εἴρηται, ταῖς ἰδίαις χερσὶ τὸν ἄνθρωπον ὁ θεός. καὶ ἔλαβε» γάρ φησι χοῦν ἀπὸ τῆς γῆς ὁ θεός, καὶ ἔπλασε τὸν ἄνθρωπον, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.» εὐλόγως οὖν τὰ μὲν χερσαῖα πάντα θνητὰ τυγχάνει· ἐξῆλθε γάρ, φησιν, ἀπὸ τῆς γῆς σὺν αὐτῇ τῇ ψυχῇ· ἐξαγαγέτω» γάρ φησιν ἡ γῆ ψυχὴν ζῶσαν.» ὁ δὲ ἄνθρωπος μόνος ἀθανασίας μετέσχηκεν, ὅτι διὰ τοῦ θείου ἐμφυσήματος καὶ οὐκ ἀπὸ γῆς ἔλαβε τὴν ψυχήν· ἐνεφύσησε» γάρ φησιν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,» αὐτὴν τὴν νοερὰν δηλονότι ψυχήν. οὐδὲ γὰρ ἀπὸ γῆς αὕτη. καὶ πείθου τῷ θεολόγῳ Γρηγορίῳ περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως οὕτως κατὰ ῥῆμα διεξιόντι καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ' ἑαυτοῦ δὲ πνοὴν ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν θεοῦ οἶδεν ὁ λογος, παράγει τὸν ἄνθρωπον.» πρόσεχε οὖν. ἐπειδὴ γὰρ ἡ νοερὰ ψυχὴ δι' ἐμφυσήματος τῷ ἀνθρώπῳ ἐντέθειται παρὰ θεοῦ, διὰ τοῦτο καὶ ἀθάνατός ἐστιν. ἡ δὲ τῶν ἀλόγων ζώων ψυχὴ ἀπὸ γῆς ἐξελθοῦσα κατὰ τὴν θείαν φωνὴν γεώδης ἐστί, διὰ τοῦτο καὶ θνητή. καὶ περὶ μὲν τούτων οὕτως. Ἀναγκαῖον δὲ εἰδέναι σε, ἀγαπητέ, καὶ τί φησιν ἐπὶ 130 τούτοις ὁ τὴν γλῶτταν χρυσοῦς. καὶ τὰ μὲν τετράποδα ποιῶν ὁ θεὸς ὁμοῦ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς παρήγαγε, τὸν δὲ ἄνθρωπον πλάττων πρῶτον κατασκευάζει τὸ σῶμα ὡς ὄργανον, καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν· οὐ γὰρ θέλει τὴν ψυχὴν παρεῖναι τῇ δημιουργίᾳ, ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ.» πρόσεχε οὖν. ἐνεφύσησε γάρ φησι· τουτέστι τὸ σῶμα τοῦτο τὸ ἀπὸ τοῦ χοὸς ἠβουλήθη καὶ προσέταξε ζωτικὴν ἔχειν δύναμιν, ἥτις ἐγένετο τὸ ζῶον εἰς ψυχὴν ζῶσαν, ἤγουν ἐνεργοῦσαν καὶ τὴν αὐτὴν τέχνην δεικνύουσαν διὰ τῆς τῶν μελῶν κινήσεως. οὐκοῦν, ἀγαπητέ, συγκαταβάσεως ταῦτα τὰ ῥήματα, ὥσπερ οὖν καὶ τὸ ποιήσωμεν ἄνθρωπον.» μὴ γὰρ βουληθεὶς ὁ θεὸς δεῖται καὶ σκέψεως, ἀλλὰ τῷ προσχήματι τοῦ ῥήματος ἐνδείξασθαι βούλεται ἡμῖν τὴν ὑπερβάλλουσαν τιμήν, ἧς ἀξιοῦται παρ' αὐτοῦ ὁ πλαστουργούμενος. ποιεῖ τοίνυν τὸν ἄνθρωπον κατὰ τὴν νεκρὰν εἰκόνα, ὡς ὁ χρυσορρήμων φησίν. ἔκειτο γὰρ τὸ σῶμα τηνικαῦτα νεκρόν, τοῦ κινοῦντος αὐτὸ δεόμενον. ἔπειτά φησι καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς.» ταῦτα μὲν οὖν ὁ θειότατος Ἰωάννης ἔλεγε καὶ λίαν εὐμεθόδως, ἐντρέπων τοὺς λέγοντας αὐτὸν ὅτι τὰ Ὠριγένους φρονεῖ. ἀπὸ γὰρ τῶν διαληφθέντων ῥημάτων ἀνασπᾶν ἔοικε πρόρριζον τὴν προΰπαρξιν τῶν ψυχῶν, ἣν ὁ ματαιόφρων Ὠριγένης ἐδόξαζε. 131 Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. ἀλλ' ἐνταῦθα τὸ ἐνεφύσησέ τινες ἀκούσαντες, καὶ μὴ λογισάμενοι τὴν τῶν λέξεων παχύτητα καὶ ὅτι δι' ἑτέρων ἕτερα παρίστησιν ἡ γραφή, ἐνόμισαν τὴν ψυχὴν οὐσίας μετέχειν τῆς αὐτῆς τῷ θεῷ. ἀλλ' ἐσφάλησαν τοῦ σκοποῦ. εἰ γὰρ τοῦτο δώσωμεν, εὑρεθείη ἂν ὁ θεὸς αὐτὸς ἑαυτὸν ἐν τῇ γεέννῃ κολάζων τοῦ πυρός, εἴ γε κατὰ τὸ ἱερὸν γράμμα σὺν τῷ σώματι τὴν ψυχὴν ἐκεῖσε παραδίδωσιν αἰωνίως κολάζεσθαι. μὴ φοβηθῆτὲ» γάρ φησιν ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ὑμῶν μὴ δυναμένων ἀποκτεῖναι, ἀλλὰ φοβήθητε τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἐν γεέννῃ ἀπολέσαι.» τὸ μὲν οὖν ἐμφύσημα μὴ μεταβληθὲν εἰς ψυχὴν ἐδημιούργησε ψυχήν, ὥσπερ οὖν καὶ ἡ χεὶρ γράφει μὲν γράμμα, οὐ μεταβάλλεται δὲ ὅμως εἰς γράμματα, ἀλλ' ἡ μὲν χεὶρ μένει χείρ, τὰ δὲ γράμματα γράμματα. Ὅρα λοιπὸν νουνεχῶς. τὸ γὰρ ἐνεφύσησεν ἐνταῦθα εἶπεν, ἵνα σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ δημιουργὸν ἀποδείξῃ τοῦ ἀνθρώπου καὶ τὸ πνεῦμα τὸ ἅγιον. φησὶ γὰρ καὶ εἶπεν ὁ θεός" 3ποιήσωμεν ἄνθρωπον." 3 καὶ λαβὼν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον.» τίς ὁ εἰπών; ὁ πατήρ. καὶ τίς ὁ λαβών; ὁ υἱός. ἵνα γοῦν μὴ τὸ πνεῦμα τὸ ἅγιον ἀλλότριον φαίνηται τῆς τοῦ ἀνθρώπου δημιουργίας, τὴν ἐνε132 φύσησε λέξιν καὶ πάνυ θαυμασίως παρείληφε, δι' αὐτῆς ὑπεμφαίνων, ὡς εἴρηται, τὸ πνεῦμα τὸ ἅγιον, καὶ ὅτι τῆς τοῦ παναγίου πνεύματος χάριτος, ὡς ὁ θειότατός φησι Κύριλλος, μέτοχος ὁ ἄνθρωπος τηνικαῦτα παρήγετο, κἂν ἡ παράβασις ὕστερον τὴν τοιαύτην ἠμαύρωσε δωρεὰν καὶ συνέχεεν. ταύτῃ τοι καὶ ἀναστὰς ὁ κύριος ἐκ νεκρῶν ἐνεφύσησε τοῖς μαθηταῖς καὶ εἶπε λάβετε πνεῦμα ἅγιον.» οὐδὲ γὰρ ἠνέσχετο καὶ αὖθις ἡμᾶς ἀποδεῖξαι τοῦ παναγίου μετέχοντας πνεύματος. ὃ δὴ καὶ τήμερον ἐμφυσᾷ τῷ βαπτιζομένῳ ὁ ἱερεύς, ζωογονῶν ὥσπερ τὴν αὐτοῦ ψυχὴν νενεκρωμένην ἤδη τῷ τοῦ Ἀδὰμ παραπτώματι. Ἀλλ' ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου καὶ αὖθις ἐπανιτέον. ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. ἡ μὲν οὖν ἡμετέρα καὶ ἀληθεστέρα δόξα περὶ τῆς εἰς τὸ σῶμα τῆς ψυχῆς ἑνώσεως ἁπλῆ τίς ἐστι καὶ σαφής. τὸ μὲν γὰρ σῶμα ἐκ. χοός, ἡ δὲ ψυχὴ ἀμέσως ἐκ θεοῦ παράγεται. κἀντεῦθεν καὶ ἀλλήλων συναπτομένων ζῶον ἓν σύνθετον γίνεται, καὶ τοῦτό ἐστιν ἡ καθ' ὑπόστασιν ἕνωσις, ἡ ἀμφύπαρκτος τῶν ἑτερουσιῶν κατ' αὐτὸν συνδρομή. ὃ δὴ καὶ θαυμάζων ὁ τὴν γλῶτταν χρυσοῦς ἔλεγε πῶς ἐν μήτρᾳ ὁ ἄνθρωπος διαπλάττεται; καὶ πῶς ἀθρόον ἡ θεοείκελος ψυχὴ τῷ σώματι συμπαρυφίσταται;» οἱ δέ γε σοφίᾳ τῇ ἔξωθεν ἐγκαυχώμε133 νοι ἐπειδὴ τὸν τοῦ ἀνθρώπου πλάστην ἠγνόησαν, καὶ περὶ τὴν πλάσιν αὐτὴν ἐξ ἀνάγκης ἐσφάλησαν. ἀπὸ γῆς μὲν οὖν, ὡς εἴρηται, ὁ χοῦς, ἐκ θεοῦ δὲ ἡ ψυχή. καὶ τοῦτό ἐστιν ὅ φησιν ἡ γραφὴ καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.» πρόσεχε οὖν. εὔδηλον γὰρ ἐντεῦθεν ὅτι μία τίς ἐστιν ἡ ψυχὴ δυνάμεις ἔχουσα διαφόρους. ὅθεν καὶ διὰ παντὸς μὲν ἡ δίκη τοῦ σώματος, ἑκάστου δὲ μορίου καταλλήλως ἐφάπτεται. αὐτίκα γὰρ τὸ μὲν θυμικὸν αὐτῆς ἐν τῇ καρδίᾳ λέγουσι ποιεῖσθαι τὴν οἴκησιν, τὸ δὲ ἐπιθυμητικὸν ὁμοίως ἐν τῷ ἥπατι. ἡ δὲ λογικὴ αὐτῆς δύναμις αὐτοῦ καθαπτομένη τοῦ ἐγκεφάλου δι' αὐτοῦ τοῖς πᾶσιν ἐπιλάμπει καὶ δείκνυται. καί τινες μέν, ὧν εἷς ἐστὶ καὶ Ἀπολλινάριος ὁ τῆς Λαοδικείας ἐπίσκοπος, δύο δοξάζουσιν ἐπὶ τοῦ ἀνθρώπου ψυχάς. καθ ἑαυτὴν γὰρ εἶναι λέγουσι τὴν ἀλογίαν, αὐτὸ δηλαδὴ τὸ ἀλογώτερον μέρος τῆς ψυχῆς ἡμῶν, ὡς ἄλογον ψυχὴν οὖσαν καὶ οὐ μέρος τῆς λογικῆς, πρῶτον μὲν ὅτι καὶ καθ' ἑαυτὴν ἐν τοῖς ἀλόγοις ζώοις εὑρίσκεται, ἐξ οὗ δῆλον ὅτι τελεία τίς ἐστι καὶ οὐ μέρος ἄλλης, εἶθ' ὅτι τῶν ἀτοπωτάτων ἐστὶ τῆς λογικῆς ψυχῆς μέρος εἶναι τὸ ἄλογον. ἀλλ' οὗτοι μὲν οὕτως δύο δοξάζουσιν ἐπὶ τοῦ ἀνθρώπου ψυχάς, ἐλέγχονται δὲ τῇ λεγούσῃ θείᾳ γραφῇ καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶ134 σαν·» οὐδε γὰρ εἶπεν εἰς ψυχὰς ἀλλ' εις ψυχὴν ζῶσαν. ἀλλὰ καὶ Πλωτῖνος ὁ σοφός, ᾧ δὴ καὶ Ἀπολλινάριος ὁ Λαοδικεὺς ἠκολούθησεν, ἐκ τριῶν λέγει συνεστηκέναι τὸν ἄνθρωπον, ἔκ τε νοὸς καὶ ψυχῆς καὶ σώματος. ἀλλὰ κἀνταῦθα πεπλάνηται· ὁ γὰρ νοῦς, καθά φησιν ὁ μέγας Βασίλειος, ταυτοφυής ἐστι τῇ ψυχῇ, καὶ καθάπερ ὀφθαλμὸς ἐν σώματι, οὕτω καὶ ὁ νοῦς ἐν αὐτῇ τῇ ψυχῇ. τὸ γὰρ καθαριώτερον καὶ κυριώτερον μέρος αὐτῆς νοῦς ἐπονομάζεται· καθὸ δὴ καὶ νοερὰ λέγεται ἡ τοῦ ἀνθρώπου ψυχή, τῇ μεθέξει πάντως αὐτοῦ τοῦ νοός. Καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ἐντεῦθεν οὖν ὁρμώμενος ὁ διαληφθεὶς θεῖος ἀνὴρ περὶ ψυχῆς καὶ τάδε διέξεισι διττὴν ἔγωγε οἶμαι τὴν δύναμιν τῆς ψυχῆς εἶναι μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης, τὴν μὲν τοῦ σώματος ζωτικήν, τὴν δὲ ἑτέραν τῶν ὄντων θεωρητικήν, ἣν δὴ καὶ νοερὰν ὀνομάζομεν. ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν, ἐπεὶ συγκέκραται τῷ σώματι, ἡ ψυχὴ φυσικῶς διὰ τὴν σύγκρασιν οὐκ ἐκ προαιρέσεως χορηγεῖ· ἡ δὲ θεωρητικὴ δύναμις εν προαιρέσει τὴν κίνησιν ἔχει.» ταῦτα μὲν οὖν καὶ ὁ θειότατος ἐπεξηγούμενος Μάξιμος τὸ μὲν τῆς ψυχῆς, ὃ δὴ καὶ καθαρώτερον, ἀπαθές φησι καὶ ἀμέριστον, νοητῶς τὰ νοητὰ διανοούμενον, τὸ δὲ τῆς ψυχῆς παθητὸν καὶ μεριστόν· ὃ δὴ καὶ ταῖς αἰσθήσεσι μεριζόμενον συναλγεῖ μὲν ἀλγυνο135 μένῳ τῷ σώματι, ἡδυνομένῳ δ' αὖ συνηδύνεται· συμφύεται γάρ, ὡς εἴρηται, ἡ ψυχή, καθὰ δὴ καὶ ὁ Νύσσης φησί, διὰ τῶν σωματικῶν αἰσθήσεων πρὸς τὰ ἡδέα τοῦ βίου. τῇ γὰρ εὐχροίᾳ τῆς ὕλης διὰ τῶν ὀφθαλμῶν ἐπιτέρπεται, καὶ τῇ ἀκοῇ πρὸς τὰ ἡδέα τῶν ἀκουσμάτων τὴν ῥοπὴν ἔχει, κἀν τοῖς λοιποῖς ὁμοίως ἑκάστῃ τῶν αἰσθήσεων συνδιατίθεται. κατὰ τοῦτο καὶ ὁ Δαμασκηνὸς Ἰωάννης ἔλεγε τὸ ἀλογώτερον μέρος τῆς ψυχῆς παθητὸν εἶναι καὶ ὀρεκτικόν. καὶ αὖθις ἡ ψυχὴ παθητὴ οὖσα τοῦ σωματος τεμνομένου αὐτὴ μὲν οὐ τέμνεται, καθὰ δὴ καὶ τὸ σῶμα, συναλγεῖ δὲ ὅμως καὶ συμπάσχει τῷ πάσχοντι. ἔνθεν τοι καὶ κοιναὶ μὲν ἡδοναὶ ψυχῆς καὶ σώματος αἱ ἀπὸ τῶν συναφειῶν καὶ τῶν ἐδωδίμων γινόμεναι, ὡς ὁ διαληφθεὶς ἔφη θεῖος ἀνήρ· αἱ δὲ ἀπὸ τῶν μαθημάτων ἰδίᾳ μόνης εἰσὶ τῆς ψυχῆς, μόνου δὲ σώματος ἡδονὰς οὐκ ἄν τις εὕρῃ ποτέ. ὅτι δὲ καὶ παθητὸν μέρος κέκτηται ἡ ψυχή, δι' οὗ συμπάσχει τῷ σώματι πάσχοντι, κἀντεῦθεν ἀδημονεῖται καὶ λυπεῖται καὶ τὰ λοιπὰ πάθη δέχεται οἷς μετὰ τὴν ἁμαρτίαν περιέπεσε, δῆλον ἐξ ὧν ὁ κύριος ἔλεγε νῦν ἡ ψυχή μου τετάρακται.» συγκεχώρηται γὰρ τῇ ἁγίᾳ αὐτοῦ ψυχῇ, καθὰ δὴ καὶ τῷ σώματι, πάσχειν ἔστιν ὅτε τὰ ἴδια, καὶ τῆς κενώσεως μέτρον τετήρηκεν ἁπανταχοῦ, 136 ὡς ὁ θειότατος ἔφησε Κύριλλος. τὰ πάθη καὶ γὰρ ταῦτα, ἤγουν ἡδονὴ καὶ λύπη καὶ ἀθυμία προηγουμένως, οὐμενοῦν τῇ τῶν ἀνθρώπων φύσει κατ' ἀρχὰς συνεκτίσθησαν, ἀλλ' ὡς ὁ θειότατός φησι Μάξιμος, ὕστερον ἐπεισήχθη ταῦτα διὰ τὴν τελειότητος ἔκπτωσιν, τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως. τούτοις μὲν οὖν ἀκολούθως καὶ ὁ μέγας διέξεισι Βασίλειος, λέγων σκόπει τίς ἡ ἀπὸ σαρκὸς πρὸς ψυχὴν ἐπανιοῦσα συμπάθεια, πῶς δέχεται μὲν τὴν ζωὴν ἐκ τῆς ψυχῆς τὸ σῶμα, δέχεται δὲ ἀλγηδόνας ἀπὸ τοῦ σώματος ἡ ψυχή.» καὶ οὗτοι μὲν οὕτως· ὁ δὲ Ἀριστοτέλης ἀνθρωπίνοις λογισμοῖς ἐρειδόμενος ἐν αὐτῇ διισχυρίζεται τῇ καρδίᾳ τὸν ἡγεμόνα νοῦν ποιεῖσθαι τὴν οἴκησιν, ὡς ἐντεῦθεν τὴν προαιρετικὴν αὐτοῦ δύναμιν εὐπετῶς ἐφ' ἅπαν τὸ σῶμα διαμερίζεσθαι. ἕτεροι δ' αὖ ὥσπερ ἀκρόπολίν τινα τὴν κεφαλὴν δεδομῆσθαι παρὰ τῆς φύσεως λέγουσιν, ὡς ἐν αὐτῇ τὸν ἡγεμόνα νοῦν ἐνδιαιτᾶσθαι, καθάπερ τινὰ βασιλέα τοῦ παντὸς ὑπερκαθήμενον σώματος. οἱ δέ γε τὸ τῆς ἐκκλησίας πρεσβεύοντες ὀρθόδοξον φρόνημα τὴν κατ' εἰκόνα θεοῦ κτισθεῖσαν νοερὰν ἡμῶν ψυχὴν ἔν τινι τόπῳ τοῦ σώματος, ἀσώματον οὖσαν, τοπικῶς περιορίζειν οὐκ ἴσασιν· ὅλη καὶ γὰρ δι' ὅλου διήκει τοῦ σώματος, ὅλον αὐτὸ ψυχοῦσα καὶ ὅλον ὅλη καταφωτίζουσα. καὶ καθάπερ ὁ θεὸς οὗ καὶ κατ' 137 εἰκόνα δεδημιούργηται αὕτη, οὐ μέρος ἐν μέρει ἀλλ' ὅλος ὅλῳ τῷ κόσμῳ κατ' οὐσίαν περίεστιν, οὕτω καὶ ἡ τοῦ πρωτοτύπου εἰκὼν ἀμερὴς οὖσα καὶ ἀδιάστατος ἀμερῶς καὶ ἀδιαστάτως ὅλη ὅλῳ τῷ σώματι πρόσεστι. καὶ τούτου χάριν μὴ θαύμαζε· ἵσταται μὲν γὰρ αὕτη ἐφ' ἑαυτῆς καθάπερ ἡλιακή τις σφαῖρα οὐκ ἔξω τοῦ σώματος ἀλλ' ὑπερφυῶς ἐν αὐτῷ, συμπλέκεται δὲ τούτῳ ταῖς ἀφ' ἑαυτῆς προϊούσαις αὐγαῖς, αἵτινες καὶ τεμνομένου τοῦ σώματος ἀπαθεῖς καὶ ἀδιάτμητοι μένουσιν, ὥσπερ δὴ καὶ τοῦ ἀέρος ταῖς τῶν ἀνέμων πνοαῖς κινουμένου καὶ μεταπίπτοντος τὸ ἡλιακὸν φῶς ἅπαξ αὐτῷ συμπλακὲν οὔτε τομὴν οὔτε ῥεῦσιν οὔτε μετάστασιν ὑφίσταται. Καὶ ὁ μὲν νοῦς ἀσώματός ἐστιν ἀληθῶς καὶ ἀόρατος, ἀλλ' ὅμως ὡς ἐν ὀργάνῳ τῷ σώματι τὴν οἰκείαν ἐνέργειαν δείκνυσι. καὶ εἴωθε μὲν ὁ νοῦς ἐνεργεῖν ἐν οἷς ὑγιῶς τὸ σῶμα διάκειται, ἐπὶ δὲ τῶν ἀσθενῶς ἐχόντων τὴν τεχνικὴν αὐτοῦ δύναμιν δέξασθαι ἄπρακτος πάντῃ καὶ ἀνενέργητος φαίνεται. πλὴν οὐ καθ' ἑαυτὸν αὐτὸς παραβλάπτεται, καθάπερ τισὶ τῶν ἔξωθεν ἔδοξεν· οὐδὲ γὰρ ἁρμονίας ὀργάνου τινὸς ὁπωσδήποτε διεφθορυίας ἀνάγκη πᾶσαν καὶ αὐτὴν τοῦ τεχνίτου τὴν τέχνην συνδιαφθείρεσθαι. καὶ ὅτι μὲν τῷ σώματι σύνεστιν ἡ ψυχή, οἶδα, τὸ δὲ πῶς ἐν σώματι τὸ ἀσώ138 ματον οὐκ οἶδα· οὐδὲ γὰρ αἰδεσθήσομαι τὴν ἄγνοιαν ἐπὶ τούτοις ὁμολογῶν. εἰ γὰρ ἐξηπλῶσθαι ταύτην εἴπῃ τις ὅλῳ τῷ ὄγκῳ τοῦ σώματος, καθάπερ δὴ καὶ ὁ χρυσορρήμων φησί, καὶ οὐκ ἔχει λόγον τὸ λεγόμενον· τοῦτο καὶ γὰρ ἴδιον τῶν σωμάτων ἐστίν. ἄλλως τε εἰ ἐξηπλοῦτο τῷ τοῦ σώματος ὄγκῳ, καὶ συνετέμνετο ἄν, τῶν χειρῶν πολλάκις καὶ τῶν ποδῶν ἐκκοπέντων. ἀλλ' οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἔν τινι δὲ μέρει αὐτοῦ συνείλεκται. οὐκοῦν ἀνάγκη νεκρὰ τὰ λοιπὰ γίνεσθαι μέρη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν. ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. ὅτι μὲν γὰρ ἐν τῷ σώματί ἐστιν ἡμῶν, οἴδαμεν, τὸ δὲ πῶς οὐκ οἴδαμεν. καὶ ὅτι μὲν ἄϋλός ἐστι καὶ ἀσώματος ἡ ψυχή, οἶδα (ἤκουσα γάρ), τί δὲ τὸ εἶδος αὐτῆς καὶ ποταπὴ τὴν οὐσίαν, οὐκ οἶδα, ὅτι καὶ ἀνερμήνευτον τοῦτο μεμένηκε. πῶς γὰρ ἂν καὶ εἰδείη τις τὴν κατ' εἰκόνα κτισθεῖσαν τοῦ ἀπερινοήτου καὶ ἀκαταλήπτου θεοῦ; ἐὰν ἡ τῆς ψυχῆς οὐσία κατελαμβάνετο, κατελαμβάνετο ἂν καὶ αὐτὸ τὸ τῆς εἰκόνος πρωτότυπον· εἰ δὲ τὸ πρωτότυπον ἀκατάληπτον, ἀκατάληπτος ἐξ ἀνάγκης καὶ ἡ τοῦ πρωτοτύπου εἰκών. ἔνθεν τοι καὶ πολλὰ μὲν ἐφιλοσοφήθη περὶ αὐτῆς, οὐδεὶς δὲ τὴν ταύτης οὐσίαν ἠδυνήθη καταλαβέσθαι 139 ποτέ, κατ' εἰκόνα, ὡς εἴρηται, κτισθεῖσαν τοῦ ἀκαταλήπτου καὶ ἀπερινοήτου θεοῦ. ἀλλὰ καὶ παιδεύων ἡμᾶς ὁ θεὸς ὥστε ταπεινὸν ἔχειν φρόνημα καὶ μὴ τὰ περὶ ἡμᾶς ὅλως φαντάζεσθαι, τοιαύτην ἀκαταληψίαν ἐνέθηκε τῇ ψυχῇ. Πρόσεχε δέ, ἀγαπητέ. φθάσας μὲν γὰρ ὁ λόγος ἔδειξεν ὅτι ἀθρόον ἐν τῇ μήτρᾳ ἡ θεοείκελος τῷ σώματι συμπαρυφίστατο ψυχή, κἀντεῦθεν ἓν ζῶον σύνθετον ἀποτελεῖται ὁ ἄνθρωπος. καὶ τοῦτ' ἔστιν ἡ καθ' ὑπόστασιν ἕνωσις, τοῦτ' ἔστιν ἡ ἀμφύπαρκτος τῶν ἑτερουσίων κατ' αὐτὸν συνδρομή. καθ' ὃν τοίνυν τρόπον ἀθρόον ἀλλήλοις ἐν τῇ μήτρᾳ συντρέχουσι τό τε σῶμα καὶ ἡ ψυχή, κατὰ τὸν αὐτὸν αὖθις ἀθρόον ἀλλήλων διίστανται κατά γε τὸν τοῦ θανάτου καιρόν. ὁ τοίνυν οἰόμενος τὴν ψυχὴν κατὰ βραχὺ τοῦ σώματος ὑπαναχωρεῖν ἐν τῷ τοῦ θανάτου καιρῷ διὰ τὸ κατεψῦχθαί τε καὶ παντάπασιν ἀναισθητεῖν τὰ ἄκρα τῶν μὴ ἐξάπινα τελευτώντων, ὥσπερ ἀπὸ τῶν περάτων τοῦ σώματος ἀρχομένης αὐτῆς συστέλλεσθαι καὶ κατὰ μέρος ἑλίττεσθαι, ἵνα ἐπειδὰν ὅλη πρὸς τὴν καρδίαν συσπειραθῇ, ὁ τοιοῦτος ἠπάτηται· οὐ γὰρ οὕτως ἔχει, ἀλλ' ὥσπερ ἀχρόνως ἐπιλάμπει τῷ σώματι δίκην ἡλίου ἐξάπινα τὸν ἀέρα καταφωτίζοντος, κατὰ τὸν αὐτὸν λόγον καὶ ἐκεῖθεν ἀφίπταται. οὔκουν ἐκτείνεται τοῦτο, καθὰ ἄνωθεν εἴπομεν, οὐδὲ διίσταται, ἀλλὰ καὶ ὅλον δι' ὅλου 140 ψυχοῦσα οὐδὲν ἧττον εφ' ἑαυτῆς ἕστηκε. τί δέ εστι τὸ συνεκτεταμένον τῷ σώματι καὶ ζωοῦν αὐτό; ἡ φύσις καὶ ἡ ἄλογος ζωή. οὐδὲ γὰρ ἦν εὐπρεπὲς τῷ παχεῖ προσομιλῆσαι σώματι τὴν ψυχὴν ἄνευ τινὸς προσφυοῦς τοῖς ἄκροις μεσότητος. καὶ αὕτη μὲν πρὸ τῆς παντελοῦς ἀποπνεύσεως τοῖς ἀκρωτηρίοις συναποσβέννυται, οὐ μὴν ἐκεῖθεν ὑποχωρεῖ. ἦν γὰρ ἂν ἀθάνατος ἐπανερχομένη πρὸς ἑαυτήν. ἡ δέ γε ψυχὴ τοῦ μέσου τούτου δεσμοῦ διαλυθέντος, ὥσπερ ἐν ἀτόμῳ ἢ ῥιπῇ ὀφθαλμοῦ, ὅ φησιν ἀπόστολος, τοῦ σώματος ἔξεισι. καὶ τοσαῦτα μὲν ὁ λόγος ἤδη διείληφε περὶ αὐτῆς τῆς ψυχῆς. Ἀναγκαῖον δὲ προσδιατρῖψαι μικρὸν καὶ τοῖς ἔκπαλαι περὶ αὐτοῦ φυσιολογηθεῖσι τοῦ σώματος. τίνος ἕνεκεν; ὅτι κατὰ τὴν αὐτοῦ διάθεσιν εἴωθεν ἡ ψυχὴ ἐνεργεῖν. καθάπερ γὰρ ὁ λαμπρὸς οὗτος ἥλιος κατὰ τὴν τοῦ ἀέρος εἴτε παχύτητα εἴτε λεπτότητα πρὸς ἡμᾶς τὰς ἀκτῖνας ἀφίησιν, οὕτω καὶ νοερὰ ψυχὴ κατὰ τὴν ὀργάνου διάθεσιν τὴν ἑαυτῆς ἐνέργειαν δείκνυσιν. ἐντεῦθεν καὶ μωρὸν ἔστιν ἰδεῖν καὶ μὴ τοιοῦτον, ὑπνηλὸν καὶ γρήγορον, θυμώδη καὶ πρᾶον, ἀνδρεῖον καὶ δειλόν, καὶ ὅσα τοιαῦτα. καὶ μὴ μῦθον ἡγοῦ τὰ λεγό141 μενα· ἔχεις γὰρ τὸν Σιναΐτην θεῖον Ἀναστάσιον λέγοντα μη τὸν θεὸν εἶναι τῶν τοιούτων αἴτιον, αὐτὴν δὲ μᾶλλον τὴν φύσιν καὶ τὴν τῶν τεσσάρων στοιχείων συνδρομὴν καὶ συνέλευσιν. ἂν γὰρ εὑρεθῇ πλημμύρα τοῦ θερμοῦ στοιχείου ἐν τῇ ὥρᾳ τῆς τοῦ βρέφους συλλήψεως, θερμῆς κράσεως τὸ τικτόμενον γίνεται· ἐὰν δὲ τὸ ψυχρὸν καθυπερτερήσῃ στοιχεῖον, ψυχροτέρας ἕξεως εὑρίσκεται τὸ τικτόμενον. ἐντεῦθεν λοιπὸν ὅ τε θυμώδης καὶ ὁ πρᾶος, ὁ ἀνδρεῖος καὶ δειλός. καὶ ὅρα τὸν σῦν καὶ τὸν ἔλαφον, τὸν μὲν πρὸς πόλεμον ἕτοιμον διὰ θερμότητα, τὸν δὲ τὴν μάχην φεύγοντα διὰ τὴν ἐκ ψυχρότητος αὐτῷ προσοῦσαν δειλίαν. ἐὰν δὲ τὸ ξηρὸν ὑπερτερήσῃ στοιχεῖον, νηφάλιόν τινα καὶ γρήγορον ἀποτίκτει ἄνθρωπον. ἐφ' ᾧ καί τις σοφός, ᾧ ὄνομα Ἡράκλειτος, ἔλεγε ψυχὴ ξηροτέρη σοφωτέρη,» ψυχὴν ἐνταῦθα τὴν τοῦ ἐγκεφάλου καλέσας οὐσίαν. ἐὰν δὲ τὸ ὑγρὸν πλεονάσῃ στοιχεῖον, νωθρόν τινα ποιεῖ καὶ δυσκίνητον. κατὰ ταῦτα λοιπὸν ἡ ἐκ φύσεως πραότης φρόνησίς τε καὶ σωφροσύνη οὐκ ἀρεταὶ τοῖς θείοις πατράσι κρίνονται, φυσικὰ δὲ πλεονεκτήματα. καὶ πρόσχες αὐτῷ τῷ μεγάλῳ Βασιλείῳ λέγοντι πολλοὺς ἔγνων φύσει μισοῦντας τὸ μίγνυσθαι γυναικί. ἆρ' οὖν σώφρονας αὐτοὺς ὀνομάσομεν; οὐδαμῶς· σωφροσύνη γάρ ἐστιν αὐτὴ ἡ ἐγκράτεια καὶ τὸ μαχόμενον περιγενέσθαι τῶν ἡδονῶν.» καὶ περὶ μὲν τούτων οὕτως. 142 Διὰ τί δὲ πλάττων ὁ θεὸς τὸν ἄνθρωπον οὐκ ελαβε βῶλον, ἀλλὰ χοῦν τὸ λεπτότατον; ὁμοῦ μὲν ἐκ τούτου καὶ τὸ φύσημα καταστέλλων ἡμῶν, ὁμοῦ δὲ καὶ διδοὺς ἐντεῦθεν ἐλπίδα τῆς ἀναστάσεως. ἐπειδὴ προῄδει ὅτι μέλλει τελευτᾶν τὸ ζῶον καὶ εἰς χοῦν καταντᾶν, προλαβὼν ἐν τῇ δημιουργίᾳ τὴν ἐλπίδα τῆς ἀναστάσεως δίδωσι. λαμβάνει χοῦν ἀπὸ τῆς γῆς, ἵν' ὅταν ἴδῃς ἐν τάφῳ χοῦν, γνῷς ὅτι ὁ ἐκεῖνον πλάσας καὶ τοῦτον ἀνίστησιν. ἀλλὰ καὶ τίνος ἕνεκεν, ἐπιζητεῖς, διπλοῦν πλάττει τὸν ἄνθρωπον ἔκ τε ψυχῆς νοερᾶς καὶ σώματος; ὥστε σύνδεσμον εἶναι τοῦ τε νοητοῦ κόσμου καὶ τοῦ αἰσθητοῦ. ἐπειδὴ γὰρ οἱ δύο κόσμοι οὗτοι τῇ οὐσίᾳ διεστήκασιν, ἵνα μὴ διαφόρους εἰσαγάγῃ δημιουργούς, διπλοῦν ζῶον ἐν τῷ κόσμῳ τὸν ἄνθρωπον τέθεικεν, ὡς ἐντεῦθεν ἕνα δημιουργὸν τῶν ἄνω τε καὶ τῶν κάτω κηρύττεσθαι. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν. διὰ τί τὸ ἐκ σώματος καὶ ψυχῆς συντεθὲν ζῶον ἄνθρωπον ὠνόμασεν ἡ γραφή; ὁ ἄνθρωπος τῇ Ἑβραΐδι διαλέκτῳ πῦρ λέγεται. καὶ ἐπειδὴ προῄδει ὁ θεὸς ὅτι ἀπὸ ἑνὸς ἀνθρώπου ἀνθρωπίνων σωμάτων πληροῦται τῆς οἰκουμένης τὰ πέρατα, εἷς λύχνος ἐξάπτει τοσαύτας λαμπάδας, διὰ τοῦτο τὸ τοιοῦτον ζῶον ἐκάλεσεν ἄνθρωπον, τουτέστι πῦρ. τῶν γὰρ ἄλλων 143 στοιχείων ἕκαστον ὡς ἔστι μένει. οἷον ἐὰν λάβῃς βῶλον τῆς γῆς, ὡς ἔστι μένει. ὕδωρ ἐὰν λάβῃς μέτρῳ τινί, τὸ αὐτὸ μένει ὕδωρ καὶ προσθήκην οὐ λαμβάνει. ἀέρος ἐὰν πληρώσῃς ἀσκόν, ἄλλον ἀσκὸν ἐξ ἐκείνου πληρῶσαι οὐ δύνασαι. τὸ δὲ πῦρ, ὡς ἔστιν, οὐ μένει, ἀλλ' ὅσην ἐὰν λάβῃς ὕλην, πλεονάζει τὸ πῦρ. καὶ λύχνους δὲ πολλοὺς ἐὰν ἐξ ἑνὸς λύχνου ἅψῃς, οὐ καινοτομήσεις αὐτόν. προσφόρως οὖν αὐτὸν ἐκάλεσεν ἄνθρωπον. κατὰ τοῦτο δὲ καὶ τῷ τοῦ Ἀδὰμ ὀνόματι προσηγόρευσεν αὐτόν. ἐπειδὴ γὰρ ἤμελλεν τὰ τέσσαρα κλίματα ἐξ αὐτοῦ πληροῦσθαι, τὸ τοιοῦτον αὐτῷ προσεπιτίθησιν ὄνομα. καὶ ὅρα τὰ τοῦ τοιούτου ὀνόματος γράμματα. τὰ τέσσαρα γὰρ ὑπεμφαίνουσι κλίματα· ἄλφα ἀνατολή, δέλτα δύσις, ἄλφα ἄρκτος, μῦ μεσημβρία. καλῶς οὖν τὸ τοιοῦτον ζῶον καὶ Ἀδὰμ καὶ ἄνθρωπον προσηγόρευσεν· ἐξ αὐτοῦ γάρ, ὡς προείρηται, τὰ τέσσαρα πεπλήρωται κλίματα. λέγει γὰρ ἡ γραφή καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς.» διὰ τί δὲ μὴ εἰς ἄλλο κλίμα τὸν παράδεισον ἐφύτευσεν, ἀλλὰ κατ' ἀνατολάς; ὅθεν ἡ ἀρχὴ τοῦ δρόμου τῶν φωστήρων, ἐκεῖθεν καὶ ἡ διαγωγὴ τῶν ἀνθρώπων. προμηνύει ὁ θεὸς τὸ μέλλον. κατὰ ἀνατολὴν ἐν τῷ παραδείσῳ τίθησι τὸν ἄνθρωπον, ἵνα δείξῃ ὅτι ὥσπερ οὗτοι οἱ φωστῆρες ἀνατέλλουσι καὶ τρέχουσιν εἰς δύσιν καὶ δύνουσιν, οὕτως καὶ τοῦτον δεῖ ἀπὸ τῆς ζωῆς εἰς θάνατον δραμεῖν 144 καὶ δῦσαι κατὰ τὸν τύπον τῶν φωστήρων, καὶ ἄλλην ἀνατολὴν πάλιν λαβεῖν ἐξανάστασιν ἐκ νεκρῶν. ἔδραμεν ὁ Ἀδὰμ εἰς δύσιν, ἔδυσεν εἰς τάφον. ἦλθεν ὁ Χριστός, καὶ ἐποίησεν ἀνατεῖλαι τὸν δύσαντα. διὰ τοῦτο λέγει ὁ προφήτης ἀνατολὴ ὄνομα αὐτῷ.» Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ὁ ἐξερχόμενος ἐκ τοῦ παραδείσου ποταμὸς εἰς τέσσαρας ἀρχὰς μερίζεται, τουτέστι πηγάς, ἀφ' ὧν οἱ τέσσαρες ποταμοί. καὶ ἐὰν οἱ τέσσαρες οὗτοι ποταμοὶ ἐξ ἑνὸς ἔχουσι ποταμοῦ τὴν ἀρχήν, διὰ τί μὴ καὶ τὸ ὕδωρ αὐτῶν ἕν; διὰ τί μὴ καὶ ἡ ποιότης αὐτοῖς μία; μεταλαμβάνουσι τῆς γῆς καὶ τῆς ποιότητος τῶν τόπων δι' ὧν παρέρχονται, καὶ διὰ τοῦτο παρηλλαγμένην ἔχουσι τήν τε γεῦσιν αὐτῶν καὶ ποιότητα. ὅρα γὰρ ὅτι καὶ αὐτὸ τὸ ὕδωρ μίαν μὲν ἔχει τὴν φύσιν καὶ τὴν ποιότητα, ἀλλ' ἐὰν ἐμβληθῇ αὐτῷ ἀψίνθιον, ἄλλην ποιότητα ποιεῖ, ἐὰν ἄνηθον, ἄλλην, καὶ ἑτέραν αὖθις, ἐὰν πήγανον. διέρχεσθαι δὲ τοὺς ποταμοὺς διά τινων ὑπονόμων τόπων ᾠκονόμησεν ὁ θεός, καὶ ἐξ ἑτέρων ἀρχῶν αὐτοὺς ἀναφαίνεσθαι, ἵνα μὴ ταῖς ὄχθαις αὐτῶν ἀκολουθοῦντές τινες αὐτὸν ἐπιχειρῶσι καταλαβεῖν τὸν παράδεισον. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τοῦτο μετὰ τῶν ἄλλων ζητεῖς, τί δή ποτε περὶ οὐρανοῦ καὶ γῆς καὶ πάντων ἐφεξῆς διεξιὼν Μωσῆς τῆς τῶν ἀγγέλων δημιουργίας οὐδαμοῦ μεμνημένος 145 φαίνεται. γίνωσκε οὖν ὅτι οὐδὲν στερεὸν οὐδὲ βέβαιον εἶχον οἱ νομοθετούμενοι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκεῖνοι καὶ τοσαῦτα θεασάμενοι θαύματα τὴν εἰκόνα τοῦ μόσχου θεὸν ἀνηγόρευσαν. οἱ δὲ ῥᾳδίως οὕτω τὰ τῶν κτηνῶν ἰνδάλματα θεοποιήσαντες τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο; τοῦ Μωσέως λοιπὸν τὰ περὶ τούτων πάντῃ σιωπήσαντος ὁ προφήτης Δαβὶδ μετὰ χρόνους ὕστερον ἱκανοὺς μνήμην ποιεῖται τῆς δημιουργίας αὐτῶν, εἰ καὶ παροδευτικῶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν, καί φησιν αὐτὸς εἶπεν, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» ὁ δέ γε θεοφάντωρ καὶ μέγας Διονύσιος πλατύτερον περὶ τῶν ἀοράτων διέξεισι φύσεων, ἅτε πρὸς αὐτοὺς ἐκείνους τὴν διδασκαλίαν ποιούμενος τοὺς τοιαῦτα δεδυνημένους χωρεῖν. τήν τε γὰρ στάσιν αὐτῶν, τὴν τάξιν, τὴν γνῶσιν, τὸν φωτισμόν, τὴν πρὸς ἀλλήλας διαφορὰν καὶ τὴν ἑκάστῃ προσοῦσαν ἐνέργειαν θαυμασίως διείληφεν, ὃ τοὺς ἀγνοοῦντας ἐδίδαξεν. Ἔτι δὲ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰδέναι σε βούλομαι, ὅτι τὰ τῶν ἄνω διακοσμήσεων τάγματα ἐννέα τυγχάνει τὸν ἀριθμόν, ἃ καί εἰσι ταῦτα, Χερουβίμ, Σεραφίμ, θρόνοι, κυριότητες, δυνάμεις, ἐξουσίαι, ἀρχαί, ἀρχάγγελοι, ἄγγελοι. εἰ δὲ καὶ ἕτερα τάγματα ἐν οὐρανοῖς ἐστίν, περὶ ὧν ἐν τῷ μέλλοντι αἰῶνι καὶ ἀκοῦσαι καὶ μαθεῖν μέλλομεν, ὁ μα146 κάριος οἶδε Παῦλος οὕτως εἰπών ἐκάθισεν ὁ Χριστὸς ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου μὴ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι.» τὰ μέντοι διαληφθέντα ἐννέα τάγματα εἰς τρεῖς ἀφορίζει διακοσμήσεις ὁ θεῖος Διονύσιος, καὶ πρώτην μὲν εἶναί φησι τὰ Σεραφὶμ τὰ Χερουβὶμ καὶ τοὺς θρόνους, ἀμέσως καὶ προσεχῶς παριστάμενα τῷ θεῷ, δευτέραν δὲ τὴν τῶν κυριοτήτων καὶ τῶν δυνάμεων καὶ τῶν ἐξουσιῶν, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων. τὸ μέντοι ἐν αὐτοῖς ὕστατον τάγμα, ὡς προείρηται, ἰδίως ἄγγελοι καλεῖται ὡς τὰς θείας ἐκφαντορίας ἀγγέλλον τε καὶ διαβιβάζον πρὸς ἡμᾶς. τῆς τοιαύτης δὲ ἀγγελικῆς ἐπωνυμίας καὶ πᾶσαι αἱ νοεραὶ φύσεις ἠξίωνται διὰ τὸ πρώτως αὐτοῖς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν, καὶ οὕτω δι' αὐτῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας· καὶ ὁ νόμος γὰρ αὐτὸς δι' ἀγγέλων ἡμῖν ἐδωρήθη, καὶ τοὺς κλεινοὺς καὶ πρὸ νόμου καὶ μετὰ νόμον πατέρας ἄγγελοι πρὸς τὸ θεῖον ἀνῆγον· καὶ γὰρ διὰ τὸν πρῶτον τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγονται. οὐ μόνον δὲ αἱ περὶ ἡμᾶς νοεραὶ φύσεις εἰσίν, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ὁμοταγέσιν ἱεραρχίαις πρῶται καὶ μέσαι καὶ τελευταῖαι τάξεις εἰσί, καὶ τῶν ἡττόνων οἱ θειότεροι χειραγωγοὶ ἐπὶ τὴν θείαν προσαγωγὴν καὶ 147 ἔλλαμψιν γίνονται. καὶ τὰ μὲν ἁγιώτατα τῶν ὑπερτάτων οὐσιῶν τάγματα καὶ ἀγγέλους καλοῦσιν οἱ θεολόγοι, ὡς εἴρηται (καὶ γάρ εἰσιν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμψεως)· τὴν δὲ τελευταίαν τάξιν τῶν οὐρανίων νοῶν, τουτέστι τοὺς ἀγγέλους, οὐκ ἔχει λόγον Χερουβὶμ ἢ Σεραφὶμ ἢ θρόνους ὀνομάζειν· οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερτάτων δυνάμεων. πρὸς ἐπὶ τούτοις καὶ δυνάμεις καλοῦσι τὰς νοερὰς πάσας φύσεις ὡς τῶν σωματικῶν παθῶν ἐλευθέρας κἀντεῦθεν πληροῦν τὰ κελευόμενα δυναμένας· δυνατοὶ» γάρ φησιν ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ.» ἀλλὰ καὶ κατὰ πᾶσαν ἱερὰν διακόσμησιν αἱ μὲν ὑπερβεβηκυῖαι τάξεις ἔχουσι καὶ τὰς τῶν ὑφειμένων διακοσμήσεων ἐλλάμψεις καὶ δυνάμεις, ἀμέθεκτοι δὲ τῶν αὐτὰς ὑπερκειμένων αἱ τελευταῖαί εἰσιν. Ἀναγκαῖον δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο εἰδέναι σε, ὅτι πᾶσα ἡ τῶν ἐπουρανίων νοῶν ἐπωνυμία δήλωσιν ἔχει τῆς ἑκάστου θεοειδοῦς ἰδιότητος Ἑβραϊκῇ φωνῇ, καθὰ δὴ καὶ ὁ χρυσορρήμων Ἰωάννης φησὶν ἐν τῷ περὶ ἀκαταλήπτου τρίτῳ λόγῳ αὐτοῦ. τὸ μὲν αὐτῶν Χερουβίμ, τὸ δὲ Σεραφὶμ καλούμενα. τὰ τοιαῦτα καὶ γὰρ ὀνόματα τὰς ἐνεργείας αὐτῶν ὑπεμφαίνουσι, καὶ καθάπερ ἄγγελος λέγεται διότι τὰς θείας ἐκφαντορίας ἀναγγέλλει ἡμῖν, καὶ ἀρχάγγελος ἐπειδὴ τῶν ἀγγέλων ἄρχει, οὕτως αἱ τοιαῦται προσηγορίαι τὴν σοφίαν αὐ148 τῶν καὶ καθαρότητα δηλοῦσιν ἡμῖν. καὶ ὥσπερ αἱ πτέρυγες 148 τὸ ὕψος δηλοῦσι τῆς φύσεως (καὶ γὰρ ὁ Γαβριὴλ πετόμενος φαίνεται οὐκ ἐπειδὴ πτερὰ περὶ τὸν ἄγγελον, ἀλλ' ἵνα μάθῃς ὅτι ἐκ τῶν ἀνωτάτων χωρίων ἐπὶ τὴν ἀνθρωπίνην ἀφῖκται φύσιν), οὕτω δὴ καὶ ἐπὶ τῶν Χερουβὶμ καὶ Σεραφὶμ οὐδὲν ἄλλο δηλοῖ τὰ πτερὰ ἢ τὸ ὕψος τῆς φύσεως, καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικὸν αὐτῶν. ὡσαύτως τὸ διὰ παντὸς ἀνυμνεῖν τὸ ἄγρυπνον αὐτῶν ὑπεμφαίνει καὶ γρήγορον. οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν αὐτῶν δηλοῖ, τῶν δὲ τὴν καθαρότητα· τί γάρ ἐστι Χερουβὶμ ἢ πεπληθυσμένη γνῶσις; τί δὲ Σεραφὶμ ἢ ἔμπυρα στόματα; ἡ δὲ τῶν θρόνων κλῆσις οὐδὲν ἄλλο ἢ τὸ ἀπὸ πάντων τῶν περιπεζίων ἐξῃρημένον αὐτῶν ὑπεμφαίνει, καὶ τὸ περὶ τὰς θείας ὑποδοχὰς ἀναπεπταμένον καὶ ἕτοιμον. οὗτος μὲν οὖν ὁ πρῶτος διάκοσμος παρ' αὐτῆς τῆς οὐσιοποιοῦ θεαρχίας ἀμέσως μυούμενος· ἡ δὲ τῶν κυριοτήτων ἐπωνυμία δηλοῖ ἀδούλωτόν τινα καὶ πάντῃ ἐλευθέραν ἀναγωγὴν τῆς ὄντως κυριαρχίας ἀκαταλήκτως ἐφιεμένην. ἡ δὲ τῶν δυνάμεων ἀρρενωπόν τινα καὶ ἀκατάσειστον πρὸς πάσας τὰς θεοειδεῖς ἐνεργείας παρίστησιν, ἡ δὲ τῶν ἐξουσιῶν εὔκοσμόν τινα καὶ ἀσύμφυρτον περὶ τὰς θείας ὑποδοχὰς. εὐταξίαν. αὕτη μὲν οὖν ἡ μέση τῶν οὐρανίων νοῶν διακόσμησις τελεσιουργεῖται μὲν καὶ φω149 τίζεται διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως, διαπορθμεύει δὲ τῇ μετ' αὐτὴν τὰς ἐλλάμψεις. ἡ δέ γε τῶν ἀρχῶν ἐπωνυμία τὸ θεοειδὲς αὐτῶν ἐμφαίνει καὶ ἡγεμονικὸν καὶ τὸ πρὸς τὴν ἀρχοποιὸν ἀρχὴν ὡς δυνατὸν ἀποτυποῦσθαι. ἡ δὲ τῶν ἀρχαγγέλων ἐπωνυμία τῶν ἄκρων ἀντιλαμβάνεσθαι δηλοῖ· ταῖς γὰρ ἀρχαῖς καὶ τοῖς ἀγγέλοις κοινωνεῖ, ταῖς μὲν ὅτι πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπέστραπται, τοῖς δὲ ὅτι καὶ τῆς ὑποφητικῆς ἐστὶ τάξεως τὰς θεαρχικὰς ἐλλάμψεις διὰ τῶν πρώτων ὑποφαινομένη δυνάμεων καὶ τοῖς ἀγγέλοις αὐτὰς ἀπαγγέλλουσα. ἡ δὲ τῶν ἀγγέλων ἐπωνυμία τὴν ἐκφαντορικὴν αὐτῶν λειτουργίαν παρίστησιν. Ἔδειξεν οὖν ὁ λόγος ὡς αἱ πρῶται μὲν τάξεις ἀμέσως ἐκ θεοῦ τὰς ἐλλάμψεις δέχονται, παρὰ δὲ τῶν πρώτων αἱ δεύτεραι καὶ καθεξῆς αἱ λοιπαί, τουτέστι παρὰ τῶν δευτέρων αἱ τρίται. ὅτι δὲ διαφορά τίς ἐστι παρὰ ταῖς ἄνω δυνάμεσι, καὶ ὅτι κατά γε τὴν στάσιν καὶ τάξιν αὐτῶν καὶ τὴν γνῶσιν ἔχουσι, καὶ ὁ θειότατος ὑπέδειξε Κύριλλος ἐν τῇ βίβλῳ τῶν θησαυρῶν οὕτως εἰπών παντὶ λογικῷ συμμεμέτρηται ἡ γνῶσις, ὡς ἑτέραν μὲν εἶναι πιστεύειν ἐν ἀγγέλοις, μείζονα δὲ ἐν ἀρχαγγέλοις, καὶ ἔτι ταύτας ὑπερέχουσαν ἐν ταῖς ἀνωτέρω δυνάμεσιν.» ἀλλὰ καὶ ὁ Δαμασκηνὸς Ἰωάν150 νης περὶ τούτων οὕτως φησί διαφέρονται δὲ ἀλλήλων αἱ ἄνω δυνάμεις τῷ φωτισμῷ καὶ τῇ στάσει, εἴτε πρὸς τὸν φωτισμὸν τὴν στάσιν ἔχοντες, εἴτε πρὸς τὴν στάσιν τοῦ φωτισμοῦ μετέχοντες, καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον τῆς τάξεως ἢ φύσεως.» δῆλον δέ, ὡς καὶ ἄνωθεν εἴρηται, ὅτι οἱ ὑπερέχοντες τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ τε φωτισμοῦ καὶ γνώσεως. Πρὸς τοῖς εἰρημένοις δὲ καὶ τοῦτό φησιν, ὅτι καὶ φυλάττουσι μέρη τῆς γῆς αἱ ἄνω δυνάμεις, καὶ ἐθνῶν καὶ τόπων προΐστανται, καθὼς ὑπὸ τοῦ δημιουργοῦ ἐτάχθησαν. ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὁ ἐν πατριάρχαις ἁγιώτατος Γερμανὸς ἀριδηλότερον τοῦτο παρίστησιν. ἐν γὰρ τῷ εἰς τὴν κοίμησιν τῆς θεομήτορος λόγῳ αὐτοῦ καὶ τάδε περὶ τούτου φησίν. ἅμα τῷ συστῆναι τὰ τῶν ἀνθρώπων γένη, ἄγγελοι τῆς τούτων ζωῆς ἐπιτροπεύειν ἐτάχθησαν. ἔστησε γάρ φησιν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. ἡνίκα δὲ εἰς εἰδωλολατρείαν οἱ ἄνθρωποι ἐξέκλιναν, διέστησαν ἀπ' αὐτῶν καὶ οἱ ἄγγελοι. καθ' ὃν δὲ λοιπὸν ἔτικτε καιρὸν ἡ πανάμωμος, ἡνώθησαν τὰ ἐν οὐρανῷ τοῖς ἐπὶ γῆς, καὶ σύμφωνον πολίτευμα γέγονεν ἀγγέλοις καὶ ἀνθρώποις, καὶ μία δοξολο151 γία.» τοιοῦτον δέ τι καὶ ὁ χρυσορρήμων Ἰωάννης περὶ τῶν ἀγγέλων διέξεισι. φησὶ καὶ γὰρ ὅτι ὁ προφήτης Δανιὴλ μέγα τι χρῆμα λέγει τοὺς ἀγγέλους εἶναι, προστάγματι δὲ θεοῦ πᾶσαν τὴν κτίσιν διαλαχεῖν καὶ τῶν ἐθνῶν ἐπιστατεῖν, καὶ τούτων τὸν μὲν τοὺς Πέρσας ἐφορᾶν, τὸν δὲ ἀρχάγγελον Μιχαὴλ τὸν ἐκ περιτομῆς λαὸν φρουρεῖν. συστῆναι δὲ τοῖς ἐφόροις ἄμφω διαπληκτισμόν, οὐ κατὰ πάθος ὀργῆς, ἀλλὰ κατὰ θεῖόν τινα καὶ ἀπόρρητον λόγον, τοῦ μὲν δουλεύειν Ἰουδαίους Πέρσαις ἀναγκάζοντος ὡς τοῦ θεοῦ δῆθεν καταφρονητάς, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος καὶ λέγοντος παῦσαι, Περσῶν προστάτα· ὁ γὰρ θεὸς ἔπληξε μὲν ἁμαρτάνοντας, ἐπιστρεφομένους δὲ οὐκ ἀποστρέφεται.» Ὅτι δὲ θεῖος ἄγγελος ἑνὶ ἑκάστῳ προσεδρεύει τῶν πιστῶν φυλακῆς ἕνεκεν, διείληπται μὲν καὶ τῷ μεγάλῳ Βασιλείῳ λέγοντι ὡς τὰς μελίσσας φυγαδεύει καπνὸς καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ τὸν. φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφ' ἡμῶν διίστησιν ἁμαρτία.» οὐχ ἧττον δὲ τὰ περὶ τούτου καὶ αὐτῷ τῷ Θεοδωρήτῳ δεδήλωται. ἐν γὰρ τῇ θεραπευτικῇ αὐτοῦ τάδε φησίν. ἐπαρθεὶς ὁ διάβολος λέγεται πεπτωκέναι, εἶτα κατὰ τῶν ἀνθρώπων ὡς. εἰκόνι θείᾳ τετιμημένων λυττῆσαι, καὶ τὸν κατὰ τούτων ἀναδέξασθαι πόλεμον. ἔνθεν τοι καὶ 152 τὸν ποιητὴν τῇ τῶν ἀγγέλων ἐπιστασίᾳ τὸ τῶν ἀνθρώπων φρουρῆσαι γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος, ἀοράτως ἐπιών, οὓς διὰ φθόνον ἐμίσησεν, ἀδεῶς διαφθείρῃ.» ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι τῶν πιστῶν ἕκαστος ἄγγελον φύλακα κέκτηται, καὶ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ διείληπται. λέγει γάρ ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῶν διηνεκῶς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.» καὶ περὶ μὲν τούτων οὕτως. Ἔτι δὲ καὶ τοῦτο παρά τισιν ἠπόρηται, εἴτε πρὸ τῆς παραγωγῆς τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἴτε μετὰ τὴν δημιουργίαν αὐτῶν αἱ νοεραὶ δυνάμεις παρήχθησαν. ὁ μὲν οὖν Θεοδώρητος, ναὶ μὴν καὶ ὁ Γεννάδιος πρὸ τῶν ἀοράτων φύσεων διισχυρίζονται τὸν ὁρατὸν τουτονὶ κόσμον παραχθῆναι· ἐπειδὴ γὰρ περίγραπτοί εἰσιν οἱ ἄγγελοι, ἔπρεπε πάντως καὶ τόπον εἶναί τινα, ὡς ἐντεῦθεν αὐτοὺς ἐν αὐτῷ περιγράφεσθαι. ἀλλ' ὁ λοιπὸς τῶν πατέρων κατάλογος οὐμενοῦν αὐτὸ καταδεχόμενος φαίνεται. καὶ τηνικαῦτα τοῦ μεγάλου Βασιλείου ἐν τῇ ἑξαημέρῳ αὐτοῦ λέγοντος ἄκουε ἦν τις πρεσβυτέρα τῆς τοῦ κόσμου γενέσεως κατάστασις, ταῖς ὑπερκοσμίοις δυνάμεσι πρέπουσα. δημιουργήματα δὲ ἐν αὐτῇ ὁ τῶν ὅλων δημιουργὸς ἀπετέλεσε φῶς νοητόν, πρέπον τῇ μακαριό153 τητι τῶν φιλούντων ἀγγέλων τὸν κύριον.» ἀλλὰ καὶ τοῦ θεολόγου Γρηγορίου λέγοντος οὕτως ἄκουε καὶ πρῶτον μὲν ἐννοεῖ τὰς ἀγγελικὰς οὐρανίους δυνάμεις, καὶ τὸ ἐννόημα ἔργον ἦν, λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον· δεύτερον δὲ ἐννοεῖ κόσμον ὑλικὸν καὶ ὁρώμενον.» ὅμοια δὲ τούτῳ διέξεισι καὶ ὁ ἀδελφὸς αὐτοῦ Καισάριος πᾶσαι» λέγων ἐν φωτὶ διῆγον αἱ ἄσαρκοι τῶν ἀγγέλων χορεῖαι καὶ πρὸ τοῦ γενέσθαι τὸν κόσμον.» καὶ ὁ θειότατος Ἀναστάσιος ὁ Σιναΐτης περὶ τούτων οὕτω φησί θεὸς ἡμῶν ὁ ἀεὶ ὢν πρὸ πάσης κτίσεως ἐννοεῖ καὶ ποιεῖ τὰς ἀγγελικὰς καὶ οὐρανίους δυνάμεις, ὡς μόνος αὐτὸς οἶδεν.» ἀλλὰ καὶ ὁ Σεβῆρος, ναὶ μὴν καὶ ὁ Διόδωρος αὐτός τε ὁ μέγας Ἀμφιλόχιος πρεσβυτέραν ἀποδείκνυσι τοῦ ὁρωμένου τούτου κόσμου καὶ αἰσθητοῦ τὴν τῶν ἀοράτων φύσεων δημιουργίαν. ὁ δὲ Δαμασκηνὸς Ἰωάννης περὶ τούτου καὶ τάδε φησίν ἕτεροι μὲν οὖν μετὰ τὸν πρῶτον οὐρανὸν τὰς ἀοράτους φασὶ παραχθῆναι δυνάμεις, ἐγὼ δὲ τῷ θεολόγῳ Γρηγορίῳ συντίθεμαι· ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι, καὶ τότε τὴν αἰσθητήν, καὶ οὕτως ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον.» παράγει μὲν ὁ θεὸς τὰς ἄνω δυνάμεις, ὡς εἴρηται, πρότερον, ἔπειτα δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς. τέλος πάντων ταῖς οἰκείαις χερσὶ πλάττει 154 τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ἐμφυσήσας αὐτῷ, καθάπερ ἄνωθεν εἴρηται. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς γῆς. διὰ τί πρῶτον ἐνταῦθα τῶν ἰχθύων ἐμνημόνευσε, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων τῆς γῆς» εἰπών; κατὰ τὴν τάξιν τῆς δημιουργίας· πρῶτον γὰρ οἱ ἰχθύες ἐκ τῆς θαλάσσης ἐγένοντο, εἶτα τὰ πετεινά, μετὰ ταῦτα δὲ ἀπὸ τῆς γῆς τὰ τετράποδα. Καὶ τοῦτο δὲ ζητοῦσιν, ἀγαπητέ, τίνος ἕνεκεν ἤγαγε τὰ ζῶα πρὸς τὸν Ἀδὰμ ὁ θεός. ἔφθασεν εἰπὼν ὅτι ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα· ἡμετέραν, καὶ ἀρχέτω τῶν ἰχθύων. ἵνα γοῦν ὅπερ εἶπε δῆλον ἔργοις αὐτοῖς γένηται, διὰ τοῦτο τὰ ζῶα ἤγαγε πρὸς τὸν Ἀδὰμ ὡς ἐντεῦθεν καὶ τὴν ὑποταγὴν αὐτῶν ἐπιγνωσθῆναι (καὶ γὰρ ὡς δοῦλα παρίσταντο ἅπαντα) καὶ τὴν δοθεῖσαν ὑπὸ θεοῦ σοφίαν τῷ Ἀδὰμ δήλην γενέσθαι παντί· ἐφ' ἑκάστῳ γὰρ τῶν ζώων ὄνομα ἔθετο τῇ αὐτοῦ φύσει κατάλληλον. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, τουτέστι δώσωμεν αὐτῷ λόγου περιουσίαν, ὡς ὁ μέγας φησὶ Βασίλειος. καὶ τὸ μὲν κατ' εἰκόνα ἐκ θεοῦ ἔλαβον, ἤγουν τὸ λογικὸν εἶναι, τὸ δὲ καθ' ὁμοίωσιν ἐμοὶ κα155 τέλιπεν. εἰ γὰρ ἐκεῖθεν καὶ τοῦτο ἔλαβον, ποία χάρις ἐμοί; ἔχω τοίνυν τὸ καθ' ὁμοίωσιν, ἡνίκα χρηστὸς ἀφ' ἑαυτοῦ γίνομαι.» τούτοις οὖν ἀκολούθως καὶ ὁ Δαμασκηνὸς Ἰωάννης φησὶν ὅτι καθ' ὁμοίωσιν ἐποίησεν ἡμᾶς ὁ θεὸς ὥστε ὁμοιοῦσθαι αὐτῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ἡ ἀρετὴ γὰρ ἐκ θεοῦ μὲν ἐδόθη τῇ φύσει ἡμῶν, ἐφ' ἡμῖν δέ ἐστιν ἢ ἐμμεῖναι αὐτῇ καὶ ἀκολουθῆσαι τῷ θεῷ, ἢ ἀποφοιτῆσαι αὐτῆς καὶ ἀκολουθῆσαι τῷ διαβόλῳ. ὁ δὲ χρυσορρήμων Ἰωάννης ἐν τῇ εἰς τὴν ἑξαήμερον καʹ ὁμιλίᾳ αὐτοῦ καὶ τάδε φησίν ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, τουτέστιν ἀπὸ πάντων δέδωκεν τὴν ἐξουσίαν αὐτῷ. ὥσπερ γὰρ ὁ θεὸς τὴν κατὰ πάντων ἀρχὴν ἔχει, τῶν τε ὁρατῶν τῶν τε ἀοράτων, δημιουργὸς ἁπάντων τυγχάνων, οὕτω καὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν δημιουργήσας ἐβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐτὸν ἔχειν. διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς αὐτὸν καὶ ἀθάνατον εἶναι εἰς τὸ διηνεκές. ἀλλὰ καὶ παραβάντα τὴν ἐντολὴν οὐκ ἀπεστράφη τέλεον, ἀλλὰ τῆς μὲν ἀθανασίας ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀρχῆς ἀφῆκεν εἶναι. διὰ γὰρ τοῦ προσόντος αὐτῷ λόγου καὶ τήμερον πάντων κρατεῖ. εἰ γὰρ καὶ θῆρας ἀγρίους ὁρᾷς αὐθαδείᾳ χρωμένους ἔστιν ὅτε καὶ ὁρμῶντας ἀναιδῶς κατ' αὐτοῦ, μὴ θαύμαζε, ὅτι καὶ τοῦτο κατὰ θείαν 156 πάντως οἰκονομίαν, ὡς ἐντεῦθεν τῆς ἁμαρτίας ἡμᾶς ἐπιμεμνῆσθαι καὶ ἄκοντας, δι' ἣν δεδοικέναι καὶ τρέμειν ὡς ὑπὸ χεῖρα κατεδικάσθημεν. ὅτι δὲ ἄρχων ὑπὸ θεοῦ πάντων ἐχειροτονήθη τῶν ἐπὶ γῆς ὁ ἄνθρωπος, καὶ ἀπ' αὐτοῦ τοῦ σχήματος δῆλον· ὄρθιον γάρ, ὡς ὁρᾷς, τῷ ἀνθρώπῳ τὸ σχῆμα καὶ πρὸς οὐρανὸν ἀνατείνεται καὶ ἄνω βλέπει. ταῦτα δὲ πάντως, ὡς ὁ Νύσσης φησί, καὶ ἀρχικὰ δοκεῖ εἶναι καὶ τὴν βασιλικὴν ἀξίαν ὑποσημαίνοντα· τὸ γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον, τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ κάτω νενευκέναι τὰ σώματα, σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφοράν.» Πρόσεχε, ἀγαπητέ. βουλόμενος ὁ θεὸς τιμῆσαι τὸν ἄνθρωπον, φυτεύει παράδεισον πρότερον, καὶ οὕτω τίθησιν αὐτὸν ἐν αὐτῷ, εἰ καὶ Πύρρων ὁ χρονογράφος μεθ' ἡμέρας τεσσαράκοντα τὸν Ἀδὰμ εἰσελθεῖν ἐν τῷ παραδείσῳ φησίν. ἀλλ' οὐκ οἶδα ποῦ διέτριβε πρότερον ὁ Ἀδάμ, ἔξω τοῦ παραδείσου τεσσαράκοντα διάγων ἡμέρας. ὁ μὲν οὖν χρυσορρήμων Ἰωάννης καὶ ταύτην ἐκ μέσου τὴν ὑπόνοιαν ποιεῖ, λέγων ἐξὸν ἦν τῷ Ἀδὰμ καὶ ἔξω τοῦ παραδείσου διάγειν. ἀλλ' οὐ τῇ οἰκήσει τοῦ ἀνθρώπου ἀφώριστο, ἀλλὰ τοῖς κτήνεσι καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. ἦν δὲ αὐτοῖς βασιλικὸν ἐνδιαίτημα ὁ παράδεισος· διὰ τοῦτο καὶ ὁ θεὸς ἤγαγε τὰ 157 ζῶα πρὸς τὸν Ἀδὰμ ὡς κεχωρισμένα αὐτοῦ.» εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ τῷ Πύρρωνι ἀλλὰ τῷ χρυσορρήμονι πάρασχε τὰς σὰς ἀκοάς, ὅτι καὶ τοῦ παναγίου πνεύματος ὑποφήτης ὁ τοιοῦτος ὄντως ἐστί. Μετὰ ταῦτα φησί ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν,» τουτέστιν αὐτῷ τε κατὰ πάντα ἐμφερῆ καὶ τῇ φύσει αὐτοῦ. μὴ μέντοι γε καὶ τὰ λοιπὰ ζῶα, ὅτι μηδὲ τῆς αὐτῆς αὐτῷ τυγχάνουσι ταῦτα μέτοχα φύσεως. ἀλλ' ἐνταῦθα Μάνης ψεύστην τὸν θεὸν εἶπεν, ὁμοίως καὶ Ἀκύλας· τὸ γὰρ καὶ αὐτὸν ἐναντίως αὐτῷ ἐξέδοτο, ἐπεὶ τάχα τὸν Ἀδὰμ αὕτη παραβῆναι πεποίηκε κἀντεῦθεν ὁ βοηθὸς ἐπίβουλος γέγονε. καὶ οὗτοι μὲν οὕτως, κατὰ δὲ τὸν θειότατον Κύριλλον τὸν Δαμασκηνόν τε Ἰωάννην βοηθὸς αὕτη τῷ Ἀδὰμ εἰς τὴν τοῦ ἀνθρωπίνου γένους κεχρημάτικε σύστασιν. ἔκστασιν οὖν ἐπιβάλλει τῷ Ἀδάμ, καὶ μίαν τῶν αὐτοῦ πλευρῶν ἐξελὼν οἰκοδομεῖ τὴν γυναῖκα. ἣν καὶ θεασάμενος ὕστερον ὁ Ἀδὰμ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μοῦ» προφητικώτατα ἔφησεν. οὐδὲ γὰρ ἡ γυνὴ καὶ εἰσέτι τὸν αὐτὸν τρόπον ἐξ ἀνδρὸς μόνου γενήσεται, ἀλλ' ἐκ συναφείας ἀμφοτέρου καὶ νόμου γαμικοῦ. Οὐκοῦν ἐπιβάλλει ὁ θεὸς ἔκστασιν τῷ Ἀδάμ, καὶ μίαν 158 τῶν πλευρῶν αὐτοῦ λαβὼν τὴν Εὔαν οἰκοδομεῖ. ἀναγκαῖον γὰρ ἦν μὴ καὶ τὴν Εὔαν ἀπὸ γῆς προελθεῖν, ἀλλ' ἀπὸ τῆς οὐσίας τοῦ Ἀδάμ, ὡς ἐντεῦθεν φίλτρον ἐντεθῆναι τοῖς ὁμοζύγοις. ἐπιβάλλει οὖν ἔκστασιν ἤτοι κάρον ἐντίθησι τῷ Ἀδάμ, ὡς μὴ λαβεῖν ὀδύνης αἴσθησιν ἐν τῇ ἀφαιρέσει τῆς πλευρᾶς, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι, κἀντεῦθεν ἐχθρωδῶς διακεῖσθαι πρὸς τὴν ὁμόζυγον. ἀφαιρεῖται γοῦν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ οἰκοδομεῖ τὴν γυναῖκα, καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. τινος οὖν ἕνεκεν ἀνεπλήρωσεν; ἵνα μὴ ἔχῃ μετὰ τὴν του υπνου ἀπαλλαγὴν ἐκ τοῦ λείποντος αἰσθάνεσθαι τοῦ γεγονότος· εἰ γὰρ ἐν τῷ τῆς ἀφαιρέσεως καιρῷ ἠγνόησεν, ἀλλ' ὅμως ἔμελλε μετὰ ταῦτα ἐπιγινώσκειν τὸ γεγονός· ἐφ' ᾧ διὰ σαρκὸς τὴν τῆς πλευρᾶς ἀνεπλήρωσεν ἔλλειψιν. Καὶ εἶπεν ὁ θεός, αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. τῷ μεγάλῳ Βασιλείῳ προσεκτέον κἀνταῦθα. φησὶ γὰρ ὅτι διπλῆ ἡ αὔξησις, ἡ μὲν σώματος ἡ δὲ ψυχῆς· ἀλλ' ἡ μὲν τοῦ σώματος αὔξησις ἡ ἀπὸ τοῦ μικροῦ εἰς τὸ καθῆκον μέγεθος ἀποκατάστασις, ἡ δὲ τῆς ψυχῆς αὔξησις διὰ τῶν μαθημάτων προσεπιγίνεται. ἀλλὰ καὶ ὁ χρυσορρήμων Ἰωάννης περὶ ψυχῆς οὕτω φησὶν ὅτι ἅπαξ λαβοῦσα τὸ εἶναι παρὰ θεοῦ πρὸς αὔξησιν οὐκέτι 159 καθὰ δὴ καὶ τὸ σῶμα χωρεῖ· πῶς καὶ γὰρ ἄποσος αὕτη καὶ ἀσχημάτιστος οὖσα, ὡς εἰκὼν τοῦ θεοῦ; τελεία μὲν οὖν ἐξ ἀρχῆς αὐτῆς ἡ νοερὰ ἔκτιστο ψυχή, εἰ καὶ κατὰ μικρὸν δοκεῖ συναύξειν τῷ σώματι. καὶ δῆλον ἐξ ὧν ὁ Νύσσης φησί. τὸ τῆς ψυχῆς εἶδος κατὰ τὴν ἀναλογίαν τοῦ ὑποκειμένου ὀργάνου φαίνεται. ἡ γὰρ πρὸς τὴν ἐμπαθῆ καὶ ζωώδη γένεσιν κοινωνία οὐκ εὐθὺς ἐκλάμπειν τῷ πλάσματι τὴν θείαν εἰκόνα ἐποίησεν, ἀλλ' ὁδῷ τινὶ ἀκολουθία ἐπὶ τὸ τέλειον ἄγει τὸν ἄνθρωπον, οὐκ ἄλλης τῷ νηπίῳ καὶ ἑτέρας τῷ τελείῳ ἐγγινομένης ψυχῆς, ἀλλὰ τῆς αὐτῆς ἐν ἐκείνῳ μὲν τὸ ἀτελὲς ἐν τούτῳ δὲ δεικνυούσης τὸ τέλειον.» τελεία μὲν οὖν ἡ ψυχὴ καὶ ἐν βρεφικῇ ἡλικίᾳ, ἀδυνατεῖ δὲ τὴν ὅλην αὐτῆς δεικνύειν ἐνέργειαν. καθάπερ γὰρ μουσικὸς ἄριστος ἐν μὲν μικροῖς αὐλοῖς στενόν τι καὶ ἔκτροπον μέλος ἀπήχησεν, ἡνίκα δὲ εὐρυπόρους εὕρῃ αὐλούς, τότε τὴν αὑτοῦ τέχνην ὅλην ὑπέδειξεν, οὕτω καὶ ψυχή, ὡς ὁ θεολόγος Γρηγόριος ἐν τοῖς ἐμμέτροις αὐτοῦ διέξεισιν ἔπεσι· κατὰ γὰρ τὴν τοῦ ὀργάνου διάθεσιν οὕτω κἀκείνη τὴν ἐνέργειαν δείκνυσιν. Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. πλὴν οὐ τῇ οἰκήσει ἀλλὰ τῇ ἐξουσίᾳ ὡς ὁ μέγας φησὶ Βα160 σίλειος. οὐ γὰρ δήπου καὶ τὴν διακεκαυμένην καὶ ἀγεώργητον καὶ τὴν κατεψυγμένην καὶ ἄβατον κατ' ἀνάγκην οἱ ἄνθρωποι πληροῦσιν· ἀλλὰ κυρίους ἡμᾶς ἐποίησε πληροῦν. καὶ πληροῦμεν αὐτὴν τῷ λογισμῷ· ὅταν γὰρ ἴδωμεν πόσον μέτρον τῆς διακεκαυμένης καὶ ἀοικήτου, ὅταν ἴδωμεν πόσον τὸ κλίμα τὸ βόρειον, ὃ διὰ τὴν ὑπερβάλλουσαν ψῦξιν ἀγεώργητόν ἐστι καὶ ἄχρηστον, οὐκ ἐπληρώσαμεν τὴν γῆν, ἀλλὰ τὸ χρήσιμον ἐκλεξάμενοι, τὸ ὅσον ἄχρηστον εἰς διαμονὴν ἀνθρώποις ἀπεπεμψάμεθα. Καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ. ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. πρόσεχε οὖν· ἄρχοντα μὲν γὰρ τῶν ἰχθύων καὶ τῶν λοιπῶν ἐποίησε τὸν ἄνθρωπον ὁ θεός, οὐ μὴν δὲ καὶ τὴν ἀπόλαυσιν αὐτῶν αὐτῷ συγκεχώρηκεν. ὥστε ἡ μὲν πρώτη νομοθεσία καρπῶν ἀπολαύειν ἐνδέδωκεν. ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι τοῦ παραδείσου εἶναι· καρπὸς λοιπὸν καὶ χλόη καὶ χόρτος ἡμῖν εἰς βρῶσιν, τοῖς πετεινοῖς τε τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. εἰ γὰρ καὶ νῦν αἵμασι χαίρουσιν ὅ τε λέων καὶ ἡ πάρδαλις, ἀλλ' ὅμως καὶ ταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτεταγμένα καρποῖς διετρέφετο. ἐπειδὴ δὲ ὁ θεὸς ἐκδεδιῃτημένον εἶδε τὸν ἄνθρωπον, δευτέρῳ νόμῳ μετὰ τὸν κατακλυσμὸν 161 πάντων αὐτῷ συγχωρεῖ τὴν ἀπόλαυσιν, ταῦτα πάντα ὡς λάχανα χόρτου φάγεσθε» εἰπών. ταύτῃ μὲν οὖν τῇ συγχωρήσει καὶ τὰ λοιπὰ ζῶα τοῦ ἐσθίειν ἔλαβον ἄδειαν. ἐξ ἐκείνου δὲ λοιπὸν αἱμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες ἀναμένουσι θνησιμαῖα. οὐ δήπου γὰρ καὶ γῦπες ἅμα τῷ γεννηθῆναι ζῶα περιεσκόπουν τὴν γῆν, ὡς ἐκεῖθεν οὗτοι τραφῶσιν· ἀλλὰ ταῦτα πάντα τοὺς λειμῶνας περιήρχοντο. καὶ νῦν γὰρ κύνας ὁρῶμεν θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν ἐπινεμομένους, οὐκ ἐπειδὴ συμφυής ἐστιν ἡ τροφή, ἀλλ' ἐπειδὴ ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ ἄλογα. τοιαῦτα λόγισαι εἶναι καὶ τότε τὰ αἱμοβόρα τῶν ζώων, χόρτον ἑαυτοῖς εἰς τροφὴν ἐπινοεῖν, οὐ μὴν ἀλλήλοις ἐπιβσυλεύοντα. συγκεχώρηται οὖν, ὡς εἴρηται, μετα τὸν κατακλυσμὸν ἡ ἀπόλαυσις, πλὴν ἀλλὰ καὶ νῦν κατὰ μίμησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἑαυτοῖς ἄγειν βουλόμενοι, φεύγοντες ταύτην τὴν πολύυλον ἀπόλαυσιν τῶν βρωμάτων, ἐπ' ἐκεῖνον τὸν βίον, καθὼς οἷόν τέ ἐστιν, ἑαυτοὺς ἀγόμενοι, καρποῖς καὶ σπέρμασι καὶ τοῖς ἐκ τῶν ἀκροδρύων εἰς διαγωγὴν χρώμενοι· τὸ δὲ περισσὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀποστρεφόμεθα· οὐ γὰρ βδελυκτὰ διὰ τὸν κτίσαντα, οὐδὲ αἱρετὰ διὰ τὴν τῆς σαρκὸς εὐπάθειαν. 162 Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ ἐπὶ τούτῳ ἠπόρηκας οὐ μικρῶς, λέγων εἰ κρεωδαισίας οὐκ ἦν πρὸ τοῦ κατακλυσμοῦ καιρός, τίνος ἕνεκεν ὁ Ἄβελ ποιμὴν προβάτων ἐγένετο;» ἀλλ' εἰδέναι κἀνταῦθα ὀφείλεις ὅτι περιβολαίων ἕνεκεν ἡ τῶν θρεμμάτων ἐπενοήθη φροντίς, ὡς ὁ χρυσορρήμων Ἰωάννης εἰς τὸν ἑξαήμερον ἐννάτῃ αὐτοῦ ὁμιλίᾳ φησί. πειθέτω δέ σε πρὸς τούτοις ἡ ἁγία γραφὴ περὶ τῶν πρωτοπλάστων οὕτω λέγουσα καὶ χιτῶνας δερματίνους ἐνέδυσεν αὐτούς.» ἔκτοτε γὰρ ἔδειξεν ὁ θεὸς τό τε χρήσιμον ὁμοῦ τῆς περιβολῆς καὶ ἀπέριττον. ᾠκονόμησε γὰρ ὁ θεὸς ἀπὸ τῶν ἐρίων τῶν προβάτων τὰ ἐνδύματα τοῖς ἀνθρώποις κατασκευάζεσθαι, οὐδενὸς ἑτέρου ἕνεκεν ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημοσύνῃ διάγειν. ἡ τοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν γινέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμωρίας διδάσκαλος ἣν διὰ τὴν παρακοὴν τὸ τῶν ἀνθρώπων γένος ἐδέξατο. Καὶ εἶπε πρὸς τὸν Ἀδὰμ ὁ θεός ἀπὸ πάντων τῶν ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.» ἀλλ' ἐνταῦθα προσοχῆς, ἀγαπητέ, χρεία πολλῆς. διαφωνία καὶ γὰρ οὐ μικρὰ 163 παρὰ πᾶσι σχεδὸν περί τε τῆς φύσεως τοῦ φυτοῦ ἐκείνου καὶ τῆς βρώσεως αὐτοῦ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ βρώσεως ἐμφορεῖσθαι λέγουσι τὸν Ἀδὰμ αἰσθητῆς, ποιεῖν τε καὶ πάσχειν ὅσα μετὰ τὴν βρῶσιν ἐξ ἀνάγκης τῇ θνητῇ φύσει παρέπεται. ὅθεν ἀναγκαῖον περὶ τῆς φύσεως αὐτοῦ τοῦ Ἀδὰμ διαλαβεῖν πρότερον· οὕτω γὰρ ἐπιγνωσόμεθα κατά γε τὸ ἐγχωροῦν τίς τε ἡ βρῶσις ἣν αὐτὸς ἐν τῷ παραδείσῳ ἤσθιεν ὁ Ἀδάμ, καὶ τὸ φυτὸν ὡσαύτως τῆς γνώσεως ὁποῖον ἄρα τὴν φύσιν ἐτύγχανεν. πρόσεχε οὖν. τὸν Ἀδὰμ ἄλλοι μὲν θνητὸν ὑπὸ θεοῦ παραχθῆναί φασιν, ἕτεροι δὲ μέσην αὐτὸν ἔχειν διισχυρίζονται τάξιν, τουτέστιν ἀθανασίας εἶναι μέσον αὐτὸν καὶ θνητότητος· εἰ μὴ γὰρ τοῦτο ἦν, ὡς ἐκεῖνοί φασιν, οὐκ ἂν ὑπέπεσε θανάτῳ μετὰ τὴν παράβασιν. ἀλλ' ἄφες αὐτούς, εἴγε καὶ μᾶλλον ὁ σοφὸς Σολομὼν ἐν τῇ σοφίᾳ αὐτοῦ κατὰ λέξιν οὕτως εὕρηται λέγων ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλ' ἐπ' ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ. φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.» εἴπερ οὖν ὁ θεὸς ἐπ' ἀφθαρσίᾳ ἔκτισε κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ, πῶς εἴπωμεν αὐτὸν ὑποκεῖσθαι φθορᾷ καὶ θνητότητι, καὶ ταῦτα τοῦ θεοῦ θάνατον, ὡς εἴρηται, μὴ ποιήσαντος ἀπ' ἀρχῆς; εἰ γὰρ εἴπωμεν ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο καὶ φθορᾷ κατά τινα τρόπον 164 ὑπέκειτο, οὐδέν τι παριστῶμεν ἕτερον ἢ ὅτι παρὰ θεοῦ τὸ κατάρχειν ἡμῶν ἔσχεν ἥ τε φθορὰ καὶ ὁ θάνατος. ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ὅτι μηδὲ θανάτου, καθὰ δὴ καὶ προείρηται, ποιητὴς ὁ θεός. ἀμφιβάλλειν οὖν ἐπὶ τούτοις οὐκ ἄξιον. εἰ μὲν γὰρ ὅτε παρήγαγε τὸν ἄνθρωπον ὁ θεός, τότε πρὸς αὐτὸν ἔλεγεν ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε,» εἶχον ἄν τι καὶ λέγειν οἱ μέσον αὐτὸν ἀθανασίας ειναι καὶ θνητότητος λέγοντες. ἐπεὶ δὲ πολλῷ μετὰ τὴν αὐτοῦ παραγωγὴν ὕστερον ἐδίδοτο τὰ τῆς ἐντολῆς, ἀφ' ἧς ἄρα καὶ χώραν ὁ θάνατος ἐλάμβανε καθ' ἡμῶν (ἐὰν γὰρ φάγητε» φησί, θανάτῳ ἀποθανεῖσθε»), ἀμφιβάλλειν ὅλως οὐκ ἔπρεπε τοὺς ἐπερχομένους τέως ἐρευνητικῶς τὴν γραφήν. ἔκτισε μὲν οὖν ὁ θεὸς ἐπ' ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἀπ' ἀρχῆς, τουτέστιν ἄφθαρτον αὐτίκα παρήγαγε κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ. Ἀλλὰ μὴ δυσχέραινε τούτου ἕνεκεν. ἔχεις τὸν Σιναΐτην θεῖον Ἀναστάσιον ἐν τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ περὶ τούτων οὕτω λέγοντα. καὶ ἐποίησε τὸν ἄνθρωπον ὁ θεός· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. πρώτη ποίησις αὕτη, ἁπλῆ, ἄζυγος, ἄφθαρτος.» εἴπερ οὖν ἡ πρώτη ποίησις ἄφθαρτος ἦν, ὡς ὁ διαληφθεὶς οὗτος ἔφη θεῖος ἀνήρ, περὶ τοῦ πρώτου ἐκείνου τί χρὴ καὶ λέγειν ἀνθρώπου; ἄφθαρτον μὲν γὰρ αὐτὸν ὁ θεὸς αὐτίκα παρήγαγεν, ὡς ἤδη προείρηται, καὶ 165 ἀθανασίᾳ τετίμηκε. καὶ οὐκ ἐμὰ τὰ ῥήματα. ὁ θειότατος Ἀνδρέας ὁ Κρήτης ἐν τῷ εἰς κοιμηθέντας λόγῳ αὐτοῦ περὶ τούτων οὕτως εὕρηται λέγων πλάσας ὁ θεὸς τὸν ἄνθρωπον, ἀξίωμα δέδωκεν αὐτῷ τὸ λογικόν τε καὶ νοερὸν καὶ ἀθάνατον καὶ ἀνώλεθρον.» εἴπερ οὖν ἀξίωμα δέδωκε τῷ ἀνθρώπῳ τὸ ἀθάνατον ὁ θεός, πῶς λοιπὸν αὐτὸν θνητὸν καὶ ἀθάνατον εἴπωμεν, ἢ φθαρτὸν ὁμοίως καὶ ἄφθαρτον; ἀνένδεκτον, ὡς οἶμαι, τοῦτο καὶ λίαν ἐστίν, ὅτι μηδὲ προσήκει τῷ ἀθανάτῳ καὶ ἀνωλέθρῳ προσάπτειν ὅλως τὸ θνητὸν καὶ ἄφθαρτον. Ἀλλὰ γὰρ οὐκ οἶδα πόθεν ἐκεῖνοι λαβόντες τὰς ἀφορμὰς οὐ τὰ ἄμικτα μιγνύουσι μόνον, ἡνίκα δηλαδὴ τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο μέσον ἀθανασίας εἶναι καὶ θνητότητος λέγουσιν, ἀλλὰ καὶ πάθη φυσικὰ τῷ πρὸ τῆς ἁμαρτίας ἀπαθεῖ καὶ ἀφθάρτῳ προσάπτειν οὐ παραιτοῦνται, καὶ ταῦτα χωρὶς ἀποδείξεως γραφικῆς. ἀλλὰ μὴ δέδιθι τούτου ἕνεκεν. ὅτι μὲν γὰρ ὁ κατ' εἰκόνα θεοῦ τοιαύτης ὑπῆρχε φύσεως ἀπ' ἀρχῆς, ἀφθάρτου δηλαδὴ καὶ ἀθανάτου, καὶ ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο καθ' οἷον δή τινα τρόπον οὐκ ἔπασχε, φθορᾶς ἁπάσης ὑπέρτερον ὄν, ὁ χρυσορρήμων Ἰωάννης ἐπι 166 πλέον διδάξει σε σαφέστερον ἅτε δὴ τὸν περὶ τούτου λόγον εν τῇ βίβλῳ τῶν ἀνδριάντων ποιούμενος. ἐπειδὴ γὰρ τὸ σῶμα τοῦτο φθαρτὸν διασύραντες ἦσαν ἐπὶ τοσοῦτόν τινες ὥστε καὶ ἀνάξιον αὐτὸ τῆς τοῦ θεοῦ δημιουργίας ἀποκαλεῖν (ἔλεγον γὰρ ὡς εἴγε πλάσμα τῶν θείων ὑπῆρχε χειρῶν, οὐκ ἂν οὕτω μυρίοις ὑπέκειτο πάθεσι), τοιοῖσδε πρὸς αὐτοὺς λόγοις ἐχρήσατο μή μοι τὸν ἄνθρωπον τουτονὶ λεγέτω τις τὸν προσκεκρουκότα, τὸν καταδικασθέντα, τὸν ἠτιμωμένον, ἀλλ' εἰ βούλεσθε μαθεῖν ὁποῖον ἐξ ἀρχῆς ἔπλασε τὸ σῶμα ἡμῶν ὁ θεός, ἐπὶ τὸν παράδεισον ἔλθωμεν καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν. οὐ γὰρ οὕτως τὸ σῶμα ἐκεῖνο φθαρτὸν καὶ ἐπίκηρον ἦν, ἀλλὰ καθάπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευτηρίου προελθὼν ἄρτι καὶ λαμπρῶς ἀποστίλβων, οὕτως πάσης φθορᾶς τὸ σῶμα ἐκεῖνο ἀπήλλακτο, καὶ οὔτε πόνος ἠνώχλει οὔτε ἱδρῶς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐ ῥύπος, οὐ δάκρυον, οὐδ' ἄλλο τι τῶν τοιούτων ἐλύπει παθῶν. ἀλλ' ἐπειδὴ πρὸς τὸν εὐεργέτην ἐξύβρισε, θεός τε γενέσθαι ἤλπισε, καὶ μείζω τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν, τότε δὴ τότε σωφρονίζων αὐτὸν ὁ θεὸς φθαρτὸν αὐτὸν ἐποίησε καὶ θνητόν, καὶ ταῖς πολλαῖς ταύταις ἀνάγκαις κατέδησε.» ταῦτα μὲν οὖν ὁ θειότατος Ἰωάννης. ἐφ' ᾧ καὶ ἄφθαρτον ἐκεῖνο τὸ σῶμα δικαίως ὁ λόγος ἐκάλεσε· τὸ 167 γὰρ οἵᾳ δή τινι φθορᾷ μὴ ὑποκείμενον ἄφθαρτον ὁμολογουμένως ἐστίν. Εἰ δὲ ἄφθαρτον, πῶς ἄρα καὶ τίνα τρόπον ἔπασχε, τοῦτο μαθεῖν ἀξιοῦμεν. ἡμεῖς γὰρ ἀφ' ἑαυτῶν ἐννοῆσαι πῶς ὑπέπιπτε πάθεσι σῶμα πάσης ἀπηλλαγμένον φθορᾶς, οὐκ ἐσμὲν ἱκανοί, καὶ διὰ τοῦτο παρακαλοῦμεν μαθεῖν. ὅτι δὲ ἄφθαρτον ἐκεῖνο τὸ σῶμα καὶ ἀθάνατον ἦν, ὁ μακάριος ἔδειξε Κύριλλος ἐν τῷ εἰς τὴν δημιουργίαν τοῦ ἀνθρώπου λόγῳ αὐτοῦ, κατὰ λέξιν οὕτως εἰπών ἐπεποίητο μὲν ἀπο γῆς τὸ σῶμα τοῦ Ἀδάμ, ἄμεινον δὲ θανάτου καὶ φθορᾶς ἦν· ἐνεφύτευσε γὰρ αὐτῷ τὴν ζωὴν ὁ τῆς ζωῆς χορηγός.» ἀλλὰ καὶ ὁ μέγας Βασίλειος αὐτὸ τοῦτο παριστῶν ἔλεγε πλάσας τὸν ἄνθρωπον ὁ θεὸς αἰωνίου ζωῆς ἀπόλαυσιν αὐτῷ ἐχαρίσατο.» πρὸς δέ γε τοῖς εἰρημένοις καὶ ὁ θειότατος Βαρλαὰμ οὕτω πρὸς Ἰωάσαφ εὕρηται λέγων τὸν ἀπ' ἀρχῆς ἄνθρωπον ὁ θεὸς αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας βασιλέα πάντων τῶν ἐπιγείων κατέστησεν.» ἀλλ' ὅρα, καὶ μὴ παρέργως ἐπέρχου τὰ τοιαῦτα θεῖα ῥητά. ἅμα μὲν γὰρ ὁ κατ' εἰκόνα παρήγετο, καὶ ἅμα τῆς αὐτεξουσιότητος ἠξίωτο καὶ τῆς ἀθανασίας ὑπὸ θεοῦ. καὶ πῶς λοιπὸν αὐτὸν εἴπωμεν ἀθανασίας εἶναι καὶ θνητότητος μέτοχον; ἀσυλλόγιστον, ὡς οἶμαι, καὶ τοῦτο λίαν ἐστίν. εἰ γὰρ ἐννοῆσαι εἴχομεν ὅτι 168 βασιλέα κατέστησε τῶν ἐπιγείων αὐτόν, ἀθανασίᾳ τιμήσας αὐτὸν πρότερον, οὐκ ἂν ἐκεῖσε καὶ θνητότητα παρεμιγνύομεν, οὐκ ἂν ἀσυλλόγιστα τὰ τοιαῦτα διενοούμεθα περὶ τοῦ γεγενημένου κατ' εἰκόνα θεοῦ. ἀλλὰ καὶ ὁ χρυσορρήμων Ἰωάννης αὐτὸ τοῦτο παρίστησι, διεξιὼν οὑτωσὶ κατὰ λέξιν ἐν τῇ εἰς τὴν ἑξαήμερον καʹ ὁμιλίᾳ αὐτοῦ δημιουργήσας τὸν ἄνθρωπον ὁ θεὸς ἠβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐτὸν ἔχειν. διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς εἶναι αὐτὸν καὶ ἀθάνατον εἰς τὸ διηνεκές. ἀλλ' ἐπειδὴ διὰ ῥαθυμίαν ὤλισθε καὶ παρέβη τὴν δοθεῖσαν αὐτῷ ἐντολήν, οὐδὲ οὕτως ἀπεστράφη τέλεον αὐτόν, ἀλλὰ τῆς μὲν ἀθανασίας ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀφῆκε σχεδὸν εἶναι ἀρχῆς.» Ἀλλ' ἐνταῦθα προσέχειν ἄξιον. οὐδὲ γὰρ ἠβουλήθη μόνον ὁ θεὸς βασιλέα καταστῆσαι τῶν ὁρωμένων αὐτόν, ἀλλὰ καὶ ἔργοις αὐτοῖς ἀπηρτισμένην ἔδειξε τὴν ἀρχήν. ἤγαγε γὰρ τὰ ζῶα πάντα τηνικαῦτα πρὸς αὐτόν, καίτοι γε τὸ μέλλον οὐκ ἀγνοῶν. καὶ οὕτω τὰ πάντα δουλικῷ παριστάμενα σχήματι παρ' αὐτοῦ τὰς ἐπωνυμίας ἐδέχοντο. οὕτω μὲν οὖν ἔφθασε διά γε τῆς νοερᾶς ψυχῆς καὶ ἀθανασίᾳ τιμήσας αὐτόν. εἰ γὰρ καὶ τὴν γενησομένην αὐτοῦ μετ' οὐ πολὺ παρεκτροπὴν οὐκ ἦν ἀγνοῶν, ἀλλ' ἐπειδὴ καταδικάζειν ἐκ μόνης 169 οὐ θέλει προαιρέσεως, τὴν ἑαυτοῦ βουλὴν ἐπ' αὐτῷ θεοπρεπῶς ἐκπληροῖ, καὶ ψυχῆς αὐτῷ, καθὰ δὴ καὶ προείρηται, μεταδίδωσι νοερᾶς, ὡς ἐντεῦθεν αὐτὸν εἶναι καὶ ἀθάνατον εἰς τὸ διηνεκές. ἀλλὰ γὰρ τίνος ἕνεκεν ἄρχοντα τῶν ἐπιγείων ἐποίησε καὶ ἀθάνατον αὐτίκα τὸν ἄνθρωπον; ἵνα μάθωμεν ἐντεῦθεν ὅτι καὶ ὁ ποιήσας ἡμᾶς θεὸς πασῶν ἄρχει τῶν ἄνω δυνάμεων, καὶ ὅτι ἀθάνατός ἐστι καὶ ἄφθαρτος καὶ ἀνώλεθρος. ἐπὶ τούτῳ γὰρ καὶ προλαβὼν χοῦν ἔλεγε κατ' οἰκείαν εἰκόνα ποιήσωμεν τὸν ἄνθρωπον.» ὃ δὴ καὶ ὁ Σολομὼν εἰδώς ὁ θεὸς» ἔλεγε θάνατον οὐκ ἐποίησεν, ἀλλ' ἐπ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ.» πλὴν εἰ καὶ θανάτῳ κατεδίκασε μετὰ ταῦτα τὸν ἄνθρωπον, ἀλλ' οὐκ ἀφῆκεν αὐτὸν ἀπαραμύθητον εἶναι μέχρι πολλοῦ. μετατίθησι γὰρ τὸν Ἐνώχ, καὶ τηνικαῦτα τὴν θνητὴν ἐδίδασκε φύσιν ἡμῶν ἀθανασίαν ἐκείνην ἐκδέχεσθαι ἧς ἐξέπεσε διὰ τὴν παράβασιν. καὶ ἄκουε τί περὶ τούτων φησὶν ὁ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνάληψιν λόγῳ αὐτοῦ. θάνατος μὲν εἰσῆλθε διὰ τὴν παρακοήν, λύων δὲ ὅμως τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ θεὸς ἐλπίδα εὐθὺς ἀθανασίας ἀνέτειλε τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσου ἁρπάζει, κἀντεῦθεν τὴν θνητὴν ἐδίδασκε φύσιν ὅρους ἀθανασίας ἅμα ἐκδέχεσθαι.» ταῦτα μὲν οὖν ἐπιβεβαιοῦσι καὶ οἱ μαθηταὶ Χριστοῦ λέγοντες 170 ὅτι τὴν ἀπαφθάρτησιν ἡμῶν καὶ πολυζωΐαν τὰ κατὰ τὸν Ἐνὼχ καὶ Ἠλίαν ἐναργῶς παριστᾷ. πρόσεχε οὖν· τὴν γὰρ ἀπαφθάρτησιν ἡμῶν καὶ ἀπαθανάτησιν ἀπὸ θεοῦ λαβὼν ὁ Ἐνὼχ διὰ τῆς μεταθέσεως τὴν θνητὴν ἐδίδασκε φύσιν ἡμῶν, ὡς ἤδη προείρηται, ὅρους ἀθανασίας ἐκδέχεσθαι. καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ χρυσορρήμων Ἰωάννης ἀριδηλότερον ἔδειξεν ὅτι τὴν ἀπαφθάρτησιν ταύτην ὁ πρῶτος ἐκεῖνος εἶχεν ἄνθρωπος, οὕτω κατὰ λέξιν εἰπών εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ, καὶ μετατίθεται. καὶ ὅρα δεσπότου ἀγαθότητα. εὑρὼν γὰρ ανδρα τὴν ἀρετὴν κατωρθωκότα οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας ἣν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς.» εἰ δὲ τοῦτο οὕτως ἔχει, τί χρὴ καὶ λέγειν; εἰ γὰρ ὁ πρῶτος ἐκεῖνος ἄνθρωπος τὴν ἀπαφθάρτησιν εἶχε ταύτην, ἣν ἐκδέχεσθαι τὴν θνητὴν φύσιν ἐδίδασκε μετατεθεὶς ὁ Ἐνώχ, φαίνεται πάντως ὅτι τοιοῦτος ὑπὸ θεοῦ παρήχθη κατ' ἀρχὰς ὁ ἄνθρωπος ὁποῖον αὐτὸν ἐκ νεκρῶν ἐγερθῆναι τὰ θεῖα φάσκουσι λόγια. μὴ οὖν ἀπίστει τοῖς λεγομένοις. ὅρα γὰρ ὅτι καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος ἐν τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ τὸν περὶ τούτου λόγον ἀριδηλότερον ποιεῖται, καὶ οὕτω φησί τοιοῦτον ἐκ νεκρῶν ἐγήγερται τὸ σῶμα τὸ πεσόν, ὁποῖον ἦν ἀπ' ἀρχῆς, ἀποβαλόμενον ἅπαν ὅπερ ἔφθασε διὰ τὴν ἁμαρτίαν ἐπισυμβῆναι αὐτῷ.» πρόσεχε οὖν. εἰ γὰρ τοιοῦτον ἐγήγερται ὁποῖον ἦν ἀπ' ἀρχῆς, τὸ δὲ ἐγειρόμενον ἐκεῖνο 171 σῶμα τότε θανάτου καὶ φθορᾶς ἄμεινον ἐγερθῆναι ὡμολόγηται, καὶ βεβαιοῖ τὸν λόγον ὁ πάμμεγας Παῦλος οὕτω λέγων δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν,» εὔδηλον πάντως ὅτι καὶ τὸ σῶμα ἐκεῖνο, λέγω δὴ τὸ πρώτως ὑπὸ θεοῦ ποιηθέν, ἀθάνατον ἀληθῶς ὑπῆρχε καὶ ἄφθαρτον, ὡς ἤδη πολλάκις εἰρήκαμεν. αὐτὸ τοῦτο παρίστησι καὶ Νυσσαεὺς θεῖος Γρηγόριος, ἡνίκα καὶ μᾶλλον εὕρηται τὸ τοῦ Ἐκκλησιαστικοῦ ῥητὸν ἐπεξηγούμενος τὸ διαλαμβάνον οὕτως ἐν λέξεσι τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον. καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον.» λέγει γὰρ ὅτι χειρὶ θεοῦ πεποιημένος ἄνθρωπος οὐχ ὃ νῦν ἐστὶ διὰ τὴν ἁμαρτίαν, ἤγουν τρεπτὸς καὶ φθαρτός, τοῦτο ἦν ἀπ' ἀρχῆς, ἀλλ' ὃ ποιηθήσεται ὕστερον, ἄτρεπτος δηλονότι καὶ ἄφθαρτος. εἴπερ οὖν ὁ θεὸς ἐπ' ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε, κατ' εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ, καθά φησι Σολομών· εἴπερ οὖν ἔδειξε τὸ οἰκεῖον φιλότιμον μεταδοὺς αὐτῷ ψυχῆς νοερᾶς ὡς εἶναι καὶ ἀθάνατον ἐς τὸ διηνεκές, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησιν· εἴπερ οὖν ζωῆς αἰωνίου ἀπόλαυσιν ἐχαρίσατο τῷ ἀνθρώπῳ κατ' ἀρχὰς ὁ θεός, ὡς ὁ μέγας φησὶ Βασίλειος· εἴπερ οὖν ἡ πρώτη ποίησις τοῦ Ἀδὰμ ἄφθαρτος ἦν, ὡς ὁ Σιναΐτης φησὶ θεῖος Ἀναστάσιος· εἴπερ οὖν ἀξίωμα δέδωκε τῷ ἀνθρώπῳ κατ' ἀρχὰς ὁ 172 θεὸς τὸ ἀθάνατον καὶ ἀνώλεθρον, ὡς ὁ θεῖος Ἀνδρέας εὕρηται λέγων· εἴπερ αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας τὸν ἄνθρωπον ὁ θεὸς βασιλέα πάντων τῶν ἐπιγείων κατέστησε, καθάπερ ὁ μακάριός φησι Βαρλαάμ, πῶς λοιπὸν θνητὸν αὐτὸν ὁμοῦ καὶ ἀθάνατον ὑπὸ θεοῦ παραχθῆναι εἴπωμεν; ἀνένδεκτον, ὡς οἶμαι, τοῦτο καὶ λίαν ἐστί. καὶ πῶς γὰρ οὐκ ἀνένδεκτον, εἴγε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος οὐκ ἐᾷ περὶ τοῦ πρώτου ἀνθρώπου τοιαῦτα φαντάζεσθαι. παντὸς γὰρ ἐπικαλύμματος καὶ προβλήματος ἀνενδεᾶ τὸν ἀπ' ἀρχῆς ἐκεῖνον εἰπὼν εἶναι, ἔδειξε προφανῶς ὅτι στολὴν ἀθανασίας ἠμφιεσμένος ἦν ὁ πρῶτος ὑπὸ θεοῦ δημιουργηθεὶς ἄνθρωπος. ἀλλ' ἐπὶ τούτοις ἀντιλέγειν οὐ θεμιτόν. ἢ γὰρ ὑπέκειτο τὸ σῶμα ἐκεῖνο πάθεσι φυσικοῖς καὶ φθαρτὸν ὁμολογουμένως ἦν, ἢ παθῶν παντοίων ὑπέρτερον ἦν, ὡς ὁ λόγος ἤδη διείληφε. καὶ περὶ ἀφθαρσίας ἀμφιβάλλειν οὐ χρή· φαίνεται γὰρ ὅτι φθορᾷ οἱᾳδήποτε μὴ ὑποκείμενον ἀληθῶς ἄφθαρτον ἦν. Οὕτω μὲν οὖν, ἀγαπητέ, καὶ τὸ σῶμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ φθαρτὸν ὡμολόγηται πρὸ τοῦ πάθους, ἐπειδὴ πάθεσι φυσικοῖς ὑπέκειτο, καὶ ἄφθαρτον αὖθις μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν· καὶ τοιαῦτα γὰρ ἀπέθετο πάθη παντάπασιν ἐκ νεκρῶν ἐγερθέν. ἐνθέν τοι καὶ γυμνὸν ἐκ 173 τάφου ἐξέθορεν, ἐκεῖσε παντάπασι καταλιπὼν τὰ ἐντάφια· καὶ γὰρ ἄφθαρτον, ὡς εἴρηται, γεγονὸς ἐπικαλύμματος οἱουδή τινος οὐκ ἦν ἐνδεές. Ἀλλὰ τί χρὴ πολλὰ λέγειν; εἴπερ οὖν ὁ πρῶτος ἐκεῖνος Ἀδὰμ θνητὸς ὁμοῦ καὶ ἀθάνατος ἦν, εἴπερ οὖν φυσικοῖς ὑπέκειτο πάθεσι κατά γε τὴν τῶν πλειόνων ὑπόληψιν, ἀνάγκη πᾶσα καὶ τὰ ἡμέτερα μετὰ ταῦτα τοιαύτης ἐπιτεύξεσθαι λήξεως, εἴγε πρὸς ἐκεῖνον ἔχουσι τὸν πρῶτον Ἀδὰμ δηλαδὴ τὴν ἐπάνοδον. ἀλλὰ γὰρ ἐπὶ τούτοις τοιοῦτόν τι λέγειν οὐ δίκαιον, εἴγε καὶ πρὸ τοῦ λόγου πείθειν ἡμᾶς ἱκανὰ καὶ λίαν αὐτὰ τυγχάνει τὰ πράγματα. εἰ γὰρ ὁ φθορᾷ ὑποκείμενος οὗτος ἄνθρωπος χωννύμενος τῇ γῇ καὶ σηπόμενος ἄφθαρτος ἐκ νεκρῶν ἐγήγερται καὶ ἀθάνατος, καὶ πιστοῖ τὸν λόγον ὁ μακάριος Παῦλος οὕτω περὶ τούτου λέγων σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ,» εὔδηλον πάντως ὅτι καὶ ὁ πρὸ τῆς ἁμαρτίας ἐκεῖνος Ἀδὰμ τοιοῦτος ἦν ἀπ' ἀρχῆς ἄφθαρτος δηλαδὴ καὶ ἀθάνατος. καὶ μὴ θαύμαζε τούτου ἕνεκεν, εἴγε καὶ σπέρμα τῇ γῇ καταβαλλόμενον τοιοῦτον ἀναδίδοσθαι εἴωθεν ὁποῖον ἄρα καὶ πρότερον ἐτύγχανεν εἶναι. εἴτε γὰρ σίτου κόκκον εἴποις εἴτε κρίθους, εἰ ἕτερον σπέρμα οἱονδήποτε, ἐκεῖσε πάντως ἐπανέρχεσθαι πέφυκεν ὅθεν δηλονότι ἐκπέπτωκεν.