De Euripide et Georgio Piside judicium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
q.1
De Euripide et Georgio Piside judicium̔ Ο αὐτὸς ἐρωτήσαντι" Τίς ἐστίχιζε κρεῖττον, ὁ Εὐριπίδης ἢ ὁ Πισίδης;"῎ Α̣ μφω μὲν εὔχρησ̣ τοι τ̣ ο̣ ῦ γε μέτρου καὶ τῆς ποιήσεως ἕνεκα, καὶ ὁ Φλιάσιος Εὐριπίδης ὁ τραγικὸς καὶ ὁ τ̣ ῶν Πισιδῶν Γ̣ εω´̣ ργιος, ὃς τὸ ἰαμβικὸν μέτρον παρὰ τοὺς πολλοὺς τοὺς αὐτῷ η᾿̣ κ̣ ρίβωσε· ἐπεὶ δ' ἐποίησε τὸν α̣ ὐτὸν λόγον οὕτως εἰπεῖν ὁμοιότατον, δυσχερὴς ἡ διάκρισις̣ πω῀̣ ς̣ α᾿̣ λλήλ̣ οιν διαφέρετον καὶ τίς ἅτερος θατέρου καλλίων. περὶ δὲ τὰς ἀμφοτέρα̣ ς̣ τέχνας εἴ τις καὶ τὴν ἐπιστήμην ἔχει τὴν μετρικὴν καὶ τὴν περὶ τοὺς ῥυθμοὺς ἀξιόλογ̣ ον, τὴν περὶ τὰ μέτρα καὶ τοὺς πόδας ὑψηλόνουν καὶ θεωρητικόν, οὐ πάνυ χαλεπὸν εὑρεῖν τινα ε᾿̣ ν̣ α᾿̣ μ̣ φοτέροις διαφο̣ ρα`̣ ν̣ καὶ δοῦναι τῷ ἑτέρῳ τὰ νικητήρια κατὰ τοῦ ἑτέρου. Τοῦτο δὲ παντὸς ἕνεκα προκείσ̣ θ̣ ω τοῦ λόγου ὁ´̣ τι τὰ μέτρα καὶ οἱ ῥυθμοὶ ἑτερότητας μυρίας παρὰ τοὺς χρόνους ἐδ̣ έξαντο· οὐ γ̣ ὰρ τὸ ἡρωϊκὸν μέτρον τὴν ἀρχαίαν νῦν σῴζει μεγαλοπρέπειαν, ο̣ ὐ´̣ τ̣ ε̣ ἐν το̣ ι῀̣ ς̣ α᾿̣ κ̣ ριβεστάτοις μέτροις ἵσταται, ἀλλὰ τῷ δακτυλικῷ καὶ σπονδειακῷ καὶ ἰθυφαλλικὰ μέτρα καὶ τῶν ἰάμβων συζυγίαι ἀναμεμίχαται, οὔτε τὸ ἰαμβικὸν μέτρον τὰς αὐτὰς ἀναπαύσεις καὶ τοὺς αὐτοὺς ῥυθμοὺς καὶ τὴν αὐτὴν συνθήκην τοῖς προτέροις ἔχον προφαίνεται, ἀλλὰ θεατρ̣ ικω´̣ τερον νυ῀̣ ν̣ ἐστι καὶ ὥσπερ ἐπὶ ὀρχήστρας ἀπηναισχύντηκε, καὶ πάσης μὲν ὑπεράλλεται β̣ άσεως, παντὸς δὲ ῥυθμοῦ ὑπερίπταται, καὶ μόνον νῦν ζηλωτὸν τὸ ἀΐττον τοῦ μέτ̣ ρο̣ υ̣ καὶ ἰαμβόκροτον. ἡ μέντοι τραγικὴ ποίησις διαφόροις τε ῥυθμοῖς κοσμουμένη καὶ μέτρα ποικίλα λ̣ αμβάν̣ ο̣ υ̣ σ̣ α οὐ παντὸς ἐξορχεῖται τὰς ὑποθέσεις οὐδ' ὑπεράλλεται, ἀλλ' ἔστι μὲν οὗ καὶ τοὺς εὐκρότους ἤχους ζηλοῖ κα̣ ι`̣ τὴν ποδικὴν εὐρυθμίαν προκρίνει καὶ τοῦ λόγου τὰς ἐμμέτρους συζυγίας ἀσπάζεται, ὅπῃ δὲ δόξει τῷ ποιητῇ, μεταβάλλε̣ τ̣ α̣ ι̣ τοῦ τόνου καὶ τὸν ῥυθμὸν ἐξαλλάττει, καὶ ποτὲ ἔστιν οὑ῀̣ ἁρπάζετα̣ ι ὁ ῥυθμός, ποτὲ δὲ βαίνε̣ ι̣ ε᾿̣ πὶ τρισυλλάβου ἢ τετρασυλλάβου τῆς βάσεως τῆς μετρικῆς, καὶ ὁ ῥητορικὸς λόγος ἐν μὲν τῷ κάλλει, φ̣ η̣ μὶ δὴ τῇ ἰδέᾳ, ῥυθμίζ̣ ει πως τὸν··· π··· μουσικωτέρους ῥυθμούς, ἐν δέ γε ταῖς λοιπαῖς ἰδέαις μάλιστα ἐντραχύνε̣ ι̣, φημὶ δὴ τραχέα γε τὰ μ̣ έτρα τίθησι̣, καὶ τραχύνει τὴν α᾿̣ κ̣ ο̣ η´̣ ν̣.῾ Ο̣ γοῦν Εὐρι̣ πίδης τὴν ποίησι̣ ν̣ ὡς οὐδεὶς ἀ´̣ λλος α᾿̣ κριβωσάμενος, εἰ μή τις αὐτ̣ οῦ προκρίνοι τ̣ ὸν Σοφ̣ οκλ̣ έα, διὰ τὴν ποικιλίαν θαυμάσιος καὶ πάντα μιμεῖσθαι δυνατός· καὶ ποτὲ μὲν εὑρήσεις τ̣ ο`̣ ν̣ ποιητὴν δ̣ ι̣ θυραμβίζοντα καὶ νέα ζηλοῦντα τε καὶ προκρίνοντα, ποτὲ δὲ καὶ τῶν ἄλλων χαρίτων καὶ σεμνο̣ τήτων ἐξάρχοντα καὶ τοῖς χοριάμβοις κοσμ̣ ούμενον καὶ παντοδαπὸν τῇ ποιήσει γινόμενον, καὶ ἠθικώτατον με`̣ ν̣ ὄντα οἷς δεῖ ἦθος ἐνσεμνύνεσθαι καὶ αὖθις παθητικώτατον ἔνθα πάθη τῶν πεπονθότων ὑποκυμαίνει, ἐπεὶ καὶ τὸ τελεώτατον κεφάλαιον τῆς τραγικῆς ποιήσεως τὸ πάθος ε᾿̣ στί, καὶ τοῖν δ̣ υ̣ οῖν εἰδοῖν τοῦ τε τραγικῶς καὶ τοῦ κωμικῶς λέγειν τοῦτό ἐστι τὸ διάφορον, ὁ´̣ τι ἐκ̣ ε̣ ι῀̣ μ̣ ὲν ὑπο´̣ κ̣ ειται τὸ πάθος, ἐνταῦθα δὲ γέλωτες τὰ πλείω καὶ χάριτες. ἐπεὶ δὲ καὶ πλείω̣ τ̣ ὰ μέρη τῆς τρα̣ γῳδίας, οὐ μόνον κατὰ τὴν σκηνήν, ἀλλὰ καὶ κατ' αὐτὴν τὴν ὅλην πραγματείαν τε καὶ συνθήκην, καὶ ἄλλο μέν ἐστι τὸ ἐπὶ σκηνῆς, χορικόν, ἕτερον δὲ τὸ ἑτεροσκήνιον, καὶ ἄλλα μὲν τὰ ἐπεισόδια, ἄλλα δὲ τὰ προεισόδια· καὶ τὰ μὲν ἄγγελοι φθέγγονται, τὰ δὲ Φρύγες βάρβαρον σύστημα, ἢ γυναῖκες αἰχμάλωτοι, ἢ χορὸς ἕτερος, οὐ πᾶσι δὲ πάντων τὰ τῶν μέτρων κατάλληλα, ἀλλὰ δεῖ τὸν ποιητὴν καὶ γυναικεῖόν τι μέλος ἀνακαλέσασθαι καὶ βάρβαρον̣ ἦθος μιμήσασθαι, καὶ γλῶτταν Ἑλληνίδα ἐξακριβώσασθαι καὶ τἆλλα ὑποκ̣ ρ̣ ι´̣ ν̣ α̣ σ̣ θ̣ αι τοῖς ὑποκειμένοις προσώποις προσήκοντα, διὰ ταῦτα καὶ τὰ ἔπη τ̣ ο̣ υ´̣ τ̣ ο̣ ι̣ ς̣ ε᾿̣ φ' ἑκάστων διάφορα καὶ ἑτεροῖα τὰ μέτρα καὶ οἱ ῥυθμοὶ πρὸς ἀλλήλους ἀκατάλ̣ λ̣ η̣ λο̣ ι. Σοφ̣ οκλεῖ μὲν οὖν κ̣ αι`̣ δὴ
q.2
Αἰσχύλῳ βαθύτερα τὰ νοήματα καὶ ἡ τοῦ λόγου κατασκευὴ σεμνοτέρα, καὶ οὐ πα̣ ντ̣ α̣ χ̣ οῦ χάριτες οὐδὲ ῥυθμοὶ εὔκροτοι, ἀλλὰ σεμνότερα τὰ πλείω καὶ οὕτως εἰπεῖν εὐσχημονέστατα. Αἰσχύλος γοῦν εἰς μὲν τὸν Προμηθέα ἀναρτώμενον βραχύ τι τοῦ οἰκείου παρεκβαίνει ἤθους καὶ χαίρω̣ ν̣ λίαν καθαροῖς ἰάμβοις καὶ λεξειδίοις τισι τὴν ἀκοὴν σαίνουσι γλαφυρώτερον τῆς ὑποθέσεως ἐφήψατο· ἐν δέ γε ταῖς λοιπαῖς αὐτοῦ δραματικαῖς ὑποθέσεσι, μάλιστα ἔνθα τὰ Δαρεικὰ μιμεῖται πρόσωπα, δεινός ἐστι τὰ πολλὰ καὶ δυσέκφραστος, καὶ οὐκ ἄν τις αὐτοῦ γνοίη μὴ τετελεσμένος οὕτως εἰπεῖν τὰ θεοφάνεια. Εὐριπίδης δὲ ὀγδοήκοντα ἢ καὶ πλείω συνθεὶς δρα´̣ ματ̣ α̣, ἁπανταχοῦ ἀγαλματίας καὶ χαρίεις ἐστίν, οὐκ ἐν ταῖς χάρισι μόνον τοῦ λόγου, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς πάθεσι· καὶ πολλάκις γε τοὺς Ἀθηναίους ἐπικαίρως δραματουργήσας εἰς πλεῖστα κατήνεγκε δάκρυα· ᾤοντο γὰρ τὰ λεγόμενα ὁρᾶν ὡς γινόμενα. ἔνθα δὲ τὸν Ὀρέστην εἰσάγει μαινόμενον, τὰ Τάνταλον ὁπόσα εἰκὸς προοιμιασάμενος, εἶτα καταβὰς εἰς τὴν ἀδελφὴν Ἠλέκτραν καὶ τὰς ἐκ γειτόνων συναγο̣ μ̣ ένας, ὥστε τὸν Ὀρέστην θεάσασθαί τε καὶ ἐπισκέψασθαι,† οὐδὲ†" ἡσύχῳ ποδὶ" (ορ. 136) φθέγγεται, ἀλλ' ἐκεῖνος μὲν ἕστηκεν οὗ ἵστατο, αἱ δὲ τὴν Ἠλέκτραν ἀποκρινόμεναι φθεγγομένην τ̣ ο`̣ σιγᾶτε μὴ κτυπεῖτε, μὴ ἔσ ω κτύπος καὶ τἆλλα χορόν τινα πρὸς ἀλλήλας ἀνείλιττον, καὶ πρὸς τὸ μέλος τὰ μέτρα ἐφθέγγοντο, καὶ οὐδὲν αὐταῖς μέλον, εἰ καὶ τὴν λέξιν ὀξυτονεῖν δέοι, ἄλλως ἐπῇδον. οὕτως αὐτῷ πανταχοῦ διὰ σπουδῆς ἡ ῥυθμικὴ φράσις καὶ τὸ τῆς λέξεως εὔγλωττον καὶ τὸ τ̣ ου῀̣ ῥυθμοῦ ἐμμελές. ἀτεχνῶς γοῦν τὴν μουσικὴν ξύμπασαν καὶ αὐτὰς δὴ τὰς ῥυθμικὰς̣ ἀγωγὰς εἰσάγε̣ ι̣ τοι῀̣ ς οἰκείοις ποιήμασι καὶ οὔτε διαστημάτων αὐτῷ οἱ λόγοι ἄμοιρο̣ ι̣ οὐ´̣ τε μὴν γλωττ̣ ημάτων μεταβολῆς. καὶ μάλιστα πεφρόντ̣ ισται ὁ ἀνη`̣ ρ̣ ἐν ἄλλοις̣· τὰ μὲν γ̣ ὰρ̣ μέτ̣ ρα καὶ τὴν λέξιν μετατίθησι κ̣ α̣ ι`̣ ποικίλλει τὴν φράσιν κατ̣ ὰ δύναμιν ὁ σοφός. οὔτε ἁνὴρ τὰς ὑπο̣ θ̣ ε´̣ σ̣ ε̣ ι̣ ς̣ ὑπερορᾷ οὔτε τὰ τῶν προσώπων ἤθη, καίτοι ἐν τούτοις αἱ Σοφοκλέους τραγῳδίαι μ̣ άλιστα τῶν ἄλλων ἐπραγματεύθησάν τε καὶ ἐπονη´̣ θησαν. Εὐριπίδῃ δὲ τούτων μὲν ἧττ̣ ο̣ ν̣ ἐμέλησεν, ἐπραγματεύσατο δὲ πλέον ἐκείνου περί τε τ̣ ὴν μελοποιΐαν, φημὶ δὴ τὴν ἐν λο´̣ γοι̣ ς, καὶ τὴν χρῆσιν ταύτης καὶ τὰς τρεῖς ταύτας τῶν καλλίστων ἐπ̣ ι̣ στημῶν, μουσικήν τε κ̣ α̣ ι`̣ ρ῾̣ υθμικὴν κ̣ α̣ ι`̣ μετρικήν, ὡ´̣ σ̣ περ αὐλοὺς καὶ κ̣ ιθάρας καὶ λύρας ταῖς οἰκείαις συναγαγὼν ὑποθέσεσι. βαρβαρίζειν δὲ δέον τὴν γλῶτταν μεμίμηται ὡς δοκεῖν τὸν αὐτὸν ἄκρως τε ἑλληνίζειν καὶ ἀκριβῶς σολοικίζειν· τὸ γὰρ παρὰ τὴν Ἀτθίδα γλῶτταν ἐν ταῖς βαρβαρικαῖς λέξεσι σολοικοφανές. ἔστι δ' ὅπῃ δ̣ ι̣ α̣ μαρτάνει τοῦ πρέποντος καὶ τῆς δυνάμεως μᾶλλον τῆς λογικῆς γίνεται ἢ τοῦ ἀκριβοῦς τῆς ποιήσεως· ἀμέλει τοι τὴν Ἑκάβην τῷ Ὀδυσσεῖ ἀντεισενεγκὼν ἀνδρὶ γενναίῳ καὶ ῥητορικῷ κατ' ἐκείνου αἴρει καὶ τὰ πρεσβεῖα χαρίζεται· καὶ μελετᾷ μὲν κἀκεῖνον οὐκ ἀτερπῶς, ἐλάττονα δὲ τῆς αἰχμαλώτου ποιεῖ. ἔστι δὲ καὶ τῷ ἀνδρὶ τὸ ἁμάρτημα ἑτέροις κατόρθωμα. ἀλλ' ἥ γε τοῦ λόγου ἀκρίβεια καὶ τῆς ἐπιστήμης δύναμις ἐκ πάντων τὸ ἄριστον ἀπαιτεῖ. Τοιοῦτος μὲν ὁ Εὐριπίδης. ὁ δ' ἐκ Πισιδίας σοφός, οἶμαι τῆς ἐλάττονος Ἀντιοχείας, ποιητὴς μὲν οὐκ ἔστιν ἐπῶν, ἓν δὲ ζηλώσας γένος μέτρου τὸ ἰαμβικόν, φημὶ δὴ τὸ ἀρχ̣ αῖον τε καὶ μονομερές, καὶ περὶ τοῦτο τὰ πλεῖστα πραγματευσάμενος, ποικίλλει μὲν οὐδαμῶς τ··· 16··· είμενα τούτῳ πρόσωπα, μηδὲ κατασκευὴ δραματικὴ μηδὲ ποικίλη··· 10··· α̣ ν̣. ῥυθμοειδῶς δὲ πάνυ καὶ εὐγλώττως τοὺς ἰάμβους συντίθησιν, οὐ πολλοῖς μέρεσι λεπτῶς κατατέμνων τὸν ἴαμβον, ἀλλ' ἔστιν οὗ τρισὶ μόνοις ἀρκούμενος. ἐν πᾶσι δὲ ἀβίαστος αὐτῷ ἡ φράσις ὥσπερ οὐκ ἐνθυμουμένῳ οὔτε τὰ νοήματα οὔτε τὰ ῥήματα ἀλλ' ἀναγινώσκοντι {τ} αὐτὰ προκείμενα· Ἑλληνικά τε αὐτῷ τὰ ὀνόματα ξύμπαντα καὶ μετὰ τοῦ μεγαλοπρεποῦς εὔηχα. εἰ δὲ τροπῆς ἅψ̣ οιτο εἴτε τῆς ἐν παιδιαῖς καὶ ἐν χάρισιν εἴτε τῆς ἐν σεμνότητι, οὕτω δὴ προβιβάζει τῷ λόγῳ τὰ εὑρημένα καὶ οὕτως οἰκείως τίθησιν, ὡς μὴ δοκεῖν τι παραφθείρειν τὴν
q.3
ἑτέραν ὑπόθεσιν ἀφ' ἧς ε̣ ι᾿̣ ς τὴν οἰκείαν ὡρμήθη. νόσημα γοῦν εἰπὼν ἐν τῷ λόγῳ εὐθὺς τὴν ἰατρικὴν πᾶσαν ἐπεισκυκ̣ λ̣ οῖ μήτε τῶν αἰτι̣ ῶν φειδόμενος μήτε τῶν οἷς θεραπεύεται τὰ νοσήματα. κἂν σειρὰν οὐρανόθεν ἐξαρτήσῃ καί τινας δυνάμεις ταύτης ἐξάψῃ, εὐθὺς οἱ δεσμοὶ καὶ τὰ ἐξαρτήματα καὶ ὅσα τῆς ἀκρότητος καὶ ὅσα τοῦ ἀκροτελευτ ου τῆς χαλαρᾶς ἐκείνης ἁλύσεως. κἂν τὰς Ὥρας συναγάγῃ καὶ συνεπείξει ὡς ἐν χορῷ, βαβαί, τῆς τῶν χειρῶν ἀντεπιβολῆς καὶ τοῦ κύκλου καὶ τῆς ἑλίξεως καὶ τῆς περιόδου καὶ τοῦ ἐπῳδοῦ καὶ τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς {καὶ τοῦ ἡσύχου} καὶ τῆς κινήσεως. εἰ δὲ καὶ θεατρίζειν αἱροῖτο τὸν λόγον καὶ τετράπωλον τὴν συνθήκην ἐρεῖ τῶν Ὡρῶν, πόσα μὲν περὶ ἡνιόχων φθέγγεται καὶ τῆς ἀρίστης ἡνιοχήσεως, πόσα δὲ περὶ ζυγῶν καὶ τροχῶν καὶ χοινικίδων, ὁποῖαι δὲ αὐτῷ αἱ πλῆμναι καὶ αἱ τῶν τροχῶν α῾̣ ψῖδες, τά τε ἵππεια φάλαρα καὶ φρυάγματα· καταβαίνει δὲ ὁ λόγος αὐτῷ καὶ μέχρι τῶν τελευταίων τῆς τέχνης, καὶ περὶ ἃ οὐδ̣ ε`̣ αὐτοὶ εἴποιεν οἱ περὶ τὴν τέχνην πραγματευόμενοι. εἰ δὲ καὶ φάλαγγας ἀλλήλαις στήσειεν, εὕροις ἂν ἐκεῖσε τὴν ι῾̣ ππικ̣ ὴν ἅπασαν καὶ πεζικὴν σύνταξιν, τοὺς δορατοφόρους, τοὺς ἀκοντιστάς, τοὺς τοξότας, τὸν ἐνωμοτίαν, τὸν ἡμιλοχίτην, τὸν οὐραγόν, τοὺς παραστάτας, τοὺς ἐπιστάτας· ὥσπερ δὲ ἀπὸ σφενδονῆς αὐτῷ οἱ στίχοι ἁ´̣ λλονται ἅμα τοι῀̣ ς ποσ̣ ι`̣ καὶ τῷ μέτρῳ τὸ γ̣ ο̣ ργὸν συμπεραίνοντες τὴν δ̣ ιάνοιαν. Εἰ μὲν οὖν πρὸς τ̣ ὴν τραγ̣ ικὴν ποίησιν, φ̣ η̣ μὶ δὴ Εὐρ̣ ι̣ π̣ ι´̣ δο̣ υ̣, τὰ Πισιδειακ̣ α`̣ μ̣ έτρα συγκρ̣ ίνο̣ ις καὶ το̣ υ`̣ ς̣ ῥυθμούς, ἥττ······ ε᾿̣ κ̣ ε̣ ι´̣ ν̣ ο̣ υ̣··· ξα. 35···· λέξεως καὶ τὸ ἀπὸ γῆς εἰσορῶν αἷμα καὶ το······ τ̣ οσμητα σ̣······· κ̣ ατα`̣ τοῦ ποιητοῦ τὰ πρεσβεῖα. οὐ γὰρ οἶδα εἴ τις κάλλιον τούτου ε᾿̣ πίσταται ἰαμβίζειν, ὥσπερ οὐδὲ η῾̣ ρωΐζ̣ ειν, εἰ μὴ βραχεῖς καὶ εὐαριθμήτους τοὺς ἡρωϊκοὺς στίχους ἐποίησεν.