De Heliodoro et Achille Tatio judicium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
De Heliodoro et Achille Tatio judicium Τίς ἡ διάκρισις τῶν συγγραμμάτων, ὧν τῷ μὲν Χαρίκλεια, τῷ δὲ Λευκίππη ὑποθέσεις καθεστήκατον; Πολλοὺς οἶδα καὶ τῶν ἄγαν πεπαιδευμένων ἀμφισβητοῦντας περὶ τῶν δύο τούτων ἐρωτικῶν συγγραμμάτων, ὧν τῷ μὲν ἡ Χαρίκλεια τῷ δὲ ἡ Λευκίππη ὑποθέσεις καθεστήκατον, κόραι καὶ τὸ εἶδος ἀστεῖαι καὶ τὸ ἦθος κατὰ πολὺ κρείττους. οἱ μὲν γὰρ ὅλαις ψήφοις νικᾶν φασι τὸ τῆς Χαρικλείας σύγγραμμα τὴν ἐρωτικὴν τῆς Λευκίππης κατασκευήν, οἱ δὲ ἐκ διαμέτρου ἐκείνην μᾶλλον ἡττᾶσθαι ταύτης. ἐγὼ δὲ ἀμφοτέροις τοῖς βι βλίοις ὡμιληκὼς καὶ τάς τε λέξεις ἀμφοῖν καὶ τὰς διανοίας ἀκρι βωσάμενος οὐδενὶ προστίθεμαι τῶν οὕτω διακρινάντων καὶ ἀποτόμως κατὰ τῆς ἑτέρας ἀποφηναμένων, ἀλλ' ἑκάτερον τῶν συγγραμμάτων καὶ ἡττᾶσθαι θατέρου καὶ νικᾶν ἐκεῖνο παρὰ μέρος κέκρικα· κρατεῖν μέντοι γε τῷ πλείονι μέρει τὸ τῆς Χαρικλείας. Ἔστι γὰρ τὸ κάλλος τοῦ κατ' αὐτὴν λόγου οὔτε πάνυ κομμωτικὸν καὶ θεατρικὸν οὔτε μὴν Ἀττικόν τε καὶ ὑπερήφανον ἀλλὰ τῷ μεγαλοπρεπεῖ διαπρέπον. οὐδὲ τοῦ εὐτερποῦς καὶ τοῦ πρὸς ἡδονὴν ἐστέρηται, ὀνόμασι δὲ περιήνθιστα ἁβροῖς καὶ ὡραίοις σχημάτων τ' ἐξαλλαγαῖς καὶ τῇ καινοτομίᾳ τῆς φράσεως πρὸς τὸ ὑψηλότερον συγκεκρότηται. ἥρμοσται δὲ πάνυ χαριέντως καὶ ἐννοίαις παραδόξοις καὶ συντόμοις ἐψύχωται, ᾠκονόμηται δὲ κατὰ τὰς Ἰσοκράτους καὶ Δημοσθένους τέχνας. πόρρωθέν τε γὰρ τὸ ὑποτρέχον διοικούμενον φαίνεται καὶ τὸ ἀντιπῖπτον εὐθὺς πρὸς τοῦτο ἐπαναδίδοται. ὅ γέ τοι πρώτως ἀναγινώσκων ἐκ περιττοῦ τὰ πολλὰ κεῖσθαι οἰόμενος, προϊόντος τοῦ λόγου, τὴν οἰκονομίαν τοῦ συγγεγραφότος θαυμάσεται· καὶ αὐτὴ δὲ ἡ ἀρχὴ τοῦ συγγράμματος ἔοικε τοῖς ἑλικτοῖς ὄφεσι· οὗτοι τε γὰρ τὴν κεφαλὴν εἴσω τῆς σπείρας κατακαλύψαντες, τὸ λοιπὸν σῶμα προβέβληνται, καὶ τὸ βιβλίον τὴν τῆς ὑποθέσεως εἰσβολὴν ἐν μέσῳ διολισθήσασαν ὥσπερ κληρωσάμενον ἀρχὴν πεποίηται τὴν μεσότητα. Τρυφᾷ δὲ ὁ λόγος πάσης χάριτος ἄνθεσι. καὶ ἡδὺς μέν ἐστι τῇ λέξει καὶ τῇ εὐστομίᾳ τοῦ ῥητορεύσαντος, καλὸς δὲ τῇ ὑψηγορίᾳ καὶ τῷ δοκεῖν κατ' ἔμμετρον μεγαληγορίας τὰ πολλὰ συγκεῖσθαι. κεκαλλώπισται δὲ καὶ ἐπεισοδίοις διηγήμασι χάριν, ὡς ἂν εἴποι τις, ἀφροδίσιον πνέουσι. καὶ ἔστιν αὐτῷ τὸ μὲν εὔγλωττον καὶ τὴν λίχνον καταμελιττοῦν ἀκοὴν ποιητικῶς κατεσκευασμένον ἄνευ τοῦ φορτικοῦ, τὸ δὲ συνεστηκός τε καὶ οἷον ἡρωϊκὸν καλλιεπείᾳ διακεχυμένον. Ὃ δὲ πλείστους οἶδ' ἐπαιτιωμένους, τὸ περὶ τῆς Χαρικλείας φημί, ὅτι μὴ γυναικεῖον μηδὲ θῆλυ τῷ ῥήτορι φθέγγεται, ἀλλὰ παρὰ τὴν τέχνην αὐτῇ ἡ γλῶττα ἐπῆρται πρὸς τὸ σοφιστικώτερον, τοῦτο αὐτὸς οὐκ ἔχω ὅπως ἂν ἀρκούντως ἐπαινέσαιμι. οὐ γὰρ κατὰ κόρας ἰδιώτιδας εἰσῆκται τῷ συγγραφεῖ, ἀλλὰ τετελεσμένη κἀκ τοῦ Πυθίου, διὸ καὶ τὰ πολλὰ τῶν θρήνων χρηστηριάζει, ἐνθεάζει τε κατὰ τὰς ἔκφρονας μάντιδας καὶ ὅλη τοῦ τριποδικοῦ πέφυκε λέβητος. Πάνυ δὲ καὶ τοῖς ἄλλοις προσώποις τὸ εἰκὸς ὁ συγγραφεὺς ἀποδίδωσι. τάς γέ τοι ἀτόπους τῶν ὑποθέσεων, ἃς οὐκ ἄν τις δυνηθείη περικαλύψασθαι, οὗτος εὐπρεπῶς διηγούμενος κρείττονας δέδειχε λεγομένας ἢ χείρονας πεπραγμένας. οὕτω γέ τοι καὶ τὸν πρεσβύτην Καλάσιριν ἐξαιρεῖ τῆς ἐπὶ τῇ προαγωγείᾳ μέμψεως, πρᾶγμα τῶν μὴ πάνυ πιστευομένων πρὶν ἂν ὁ συγγραφεὺς οὗτος τῷ ποικίλῳ τῆς τέχνης τὸ δοκοῦν ὑπαίτιον ἀπώσατο. καὶ τό γε θαυμασιώτερον, ὅτι ἐν ὑγρῷ οὕτω καὶ διακεχυμένῳ συγγράμματι τὸ συνεστηκός τε καὶ οἷον αὔθαδες τῆς σωφροσύνης ἐτήρησε καὶ τὴν τῆς Χαρικλείας ψυχὴν ἅπαξ κατασπάσας εἰς ἔρωτα ἀπὸ τῆς πανδήμου ταύτην Ἀφροδίτης τετήρηκε, οὐδ' ἐν οἷς νενίκητο ἀποσεισαμένην τὸ ἔννομον. Ὁρῶ τὸ σύγγραμμα καὶ πολυμαθείας ἁπτόμενον· φυσικαί τε γὰρ αὐτῷ ὑποθέσεις εἰσάγονται γνωμοτυπίαι τε καὶ θεολογίαι καί τινα καὶ τῆς κινουμένης σφαίρας ἀλλ' οὐδὲ τῶν ἐκ ταύτης γενέσεων πόρρω· δηλοῖ δὲ τὰ {τε} Κρόνεια νεύματα, ἃ φυγεῖν ὁ Καλάσιρις διά τινας ἀπορρήτους λόγους ἐσπούδασεν. οἶμαι γάρ, ἵνα καθ' Ἕλληνας εἴπω, ὅτι μὴ πάντα τὰ σχήματα πρὸς ἓν τοῦτο συνεληλύθασιν. ἀλλ' οὐδὲ τῶν Δημοσθένους πόρρω δημηγοριῶν πέφυκε μετὰ τοῦ βακχικοῦ θύρσου καὶ τῆς ἐκεῖθεν ἐμπνοίας. φροντίζει δὲ καὶ τοῦ ἐντυγχάνοντος αὑτῷ, ἀναπαῦον μεταβολαῖς καὶ καινολογίαις καὶ ἐπεισοδίοις καὶ ποικίλαις περιτροπαῖς. γνωμολογεῖ δὲ ὡς εἴπερ τι ἄλλο, ὧν ἐντετύχηκα, καὶ ἵνα μὴ μακρὰ λέγω, ὥρᾳ καὶ χάριτι συγκεκραμένον ἔχοντι μετὰ τοῦ καλοῦ τὸ ἡδὺ οὐδενὶ {τῷ} ἄλλῳ ἐντυχεῖν τις ἂν δύναιτο. Τὸ δὲ κατὰ Λευκίππην βιβλίον οἶμαι πρὸς μίμημα ἐκείνης ἀποξεσθῆναι, ἀλλ' οὐ πάντα ὁ ζωγράφος {λόγος} τὰ ἐν τῇ ἀρχετύπῳ γραφῇ πρὸς τὸν ἴδιον χαρακτῆρα μετήνεγκεν, ἀλλὰ τῶν μὲν ἄλλων ἀπολέλειπται, γλυκύτερος δὲ ἐκείνου τὴν φράσιν ἐστί· μὴ γάρ τοι φροντίσας μεγα λοπρεπείας σαφέστερος μὲν διὰ τὴν ἔκπτωσιν γέγονεν, ἡδύτερος δὲ διὰ τὴν λέξιν, δημοτικωτάτην οὖσαν καὶ θεατρικωτάτην παντάπασιν· αἱ γέ τοι πλείους τῶν ἀκοῶν οὐ διότι στωμύλλεται τὰ συγγράμματα ἀγαπῶσιν, ἀλλ' ἢν διαχέωσιν αὐτάς, αἱ τῶν λέξεων ἡδοναὶ κατακόρως ἀσπάζονται. Βούλεται δὲ ἔν τισι τῶν χωρίων ὀρθοῦσθαι, ἀλλ' ἔοικε τοῖς τὰ τῶν ποδῶν ἄρθρα νοσοῦσι· ἐπιλανθάνεται γὰρ ταχὺ τοῦ ὀρθίου νόμου καὶ τῶν συνήθων ἐθῶν ἔχεται. διὰ ταῦτα καὶ ἰδιωτεύειν δοκεῖ τὰ πολλὰ καὶ τῆς Ἀττικῆς ὀρθοεπείας πόρρω που βάλλειν. ἔστι δὲ οὐδὲ νεανικὸν τὸ βιβλίον πρὸς τὰς ὑποθέσεις, οὐδὲ παρακινδυνεύει ταῖς τούτων εἰσαγωγαῖς, ἀλλὰ κατὰ φύσιν χρᾶται τοῖς πράγμασι καὶ τὴν χρονικὴν τάξιν τηρεῖ καὶ τὸ εὐκρινὲς ἀποδέχεται, γλῶτταν τοῦ νοῦ προβαλλόμενον καὶ τὸ σύνηθες τῆς καινότητος. ἐς δημηγορίας δὲ ἀναβαίνων πολὺ παρὰ τὴν τέχνην ἐλέγχεται, δεινότητος μὲν ἀμελῶν καὶ μεθόδου, κάλλους δὲ καὶ συνθήκης ἐνταῦθα φροντίζων καὶ τῆς συνήθους μὴ ἐπιλανθανόμενος ἕξεως. παραδοξοποιεῖ δὲ καὶ καινολογεῖ ὁμοῦ τὰ πραττόμενα· ἀνατέμνει γὰρ τὴν ἐπαφρόδιτον κόρην καὶ καταχώννυσι καὶ αὖθις ἐκ τῶν τοῦ Ἅιδου κευθμώνων ἀνάγει καὶ τοιαῦτ' ἄττα ἐνιαχοῦ διαπράττεται. Ἀλλὰ ταῦτα μὲν ἐκ τοῦ ἀρχετύπου πίνακος παρεκβέβληται· ἀδιαφορεῖ δὲ ταῖς ἐρωτικαῖς ὁμιλίαις καὶ τὴν γλῶτταν ἔχει τοῦ τρόπου κατήγορον· διασκευάζων δὲ ἃ κατὰ τέχνην ἔδει συνάμα εἰπεῖν καὶ οἷον ὑπ' αἴσθησιν ποιῶν ἅ τις ἂν ἐκ τοῦ παρατυχόντος ἰδὼν ἐπιμύσειε, τὰ τῆς τέχνης ἀγνοεῖ παραγγέλματα καὶ διὰ τὸ τῆς καλλιλογίας ἡδὺ ἀνέχεται καταμολύνων τὸν νοῦν. διασπᾷ δὲ καὶ τὸ ἦθος τῆς ἐρωτικῆς συζυγίας καὶ τὸν ἐραστὴν ταχὺ μεταβάλλει καὶ αὖθις ἐπανάγει, τοῦτο μόνον καλῶς ἐνθυμηθείς, ὅτι καὶ τὰς ἀκμὰς τῶν ἐρώτων μαραίνειν ὁ χρόνος ἐπίσταται. Καὶ ἵνα τὸ πᾶν συγκεφαλαιωσάμενος εἴπω, τὸ μὲν τῆς Χαρικλείας βιβλίον καὶ τῶν ἐννοιῶν ἕνεκα καὶ τῆς καταλλήλου τεθαύμακα λέξεως καὶ διόλου τῶν ἐπαίνων ἠξίωσα. τὸ δέ τοι κατὰ Λευκίππην ἀντ' ἄλλου τινὸς ἐπεισοδίου ἀρκεῖν ἡγοῦμαι τῷ ῥήτορι, ἵν', εἴ που βουληθείη ταῖς ἐκεῖθεν χάρισι μέρη τινὰ τῶν ἑαυτοῦ λόγων περιανθίσαι, λαμβάνῃ ἐκ τοῦ σχεδὸν εἴ τι ἐκείνῳ εἰς κάλλος κομμωτικὸν εἰσενήνεκται. Ἔχεις, ὦ φιλότης, τὴν τῶν βιβλίων διάκρισιν ἐν κεφαλαίοις πολλὰ δυναμένην. οὐ γὰρ τῶν κατὰ μέρος ἡψάμεθα, ἀλλὰ κεφαλαιώδεις ἐπιτομὰς τῶν χαρακτήρων σοι πεποιήκαμεν.