Encomium in matrem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Ἀλλ' ὢ τί ἂν εἰπὼν τῶν ἐκείνης καλῶν ἀκροθιγῶς ἅψωμαι; βούλομαι μὲν γὰρ μὴ πολὺ ἀπολελεῖφθαι τὸν λόγον αὐτῆς καὶ ἐπιχειρῶ καὶ συμπροθυμοῦμαι, καί γε οὕτως οἴομαι, πρὸ τῆς πλάσεως, ἁψάμενος δέ, ὥσπερ παλαιστὴς ἄτεχνος ἡττῶμαι τοῦ συμπαλαίοντος. καὶ τοῖς μὲν πολλοῖς ἴσως δόξω τι λέγειν περὶ ἐκείνης κομψότερον, ἐμοὶ δὲ ὁ λόγος οὐδὲ κατὰ βραχὺ τοῖς ἐκείνης καλοῖς πρόσεισιν, εἴτε τῷ ὑπὲρ μέτρον ἐκείνης εἴτε τῷ ἐλάττονι τοῦ τοῖς λόγοις ἐπιβάλλοντος μέτρου. καίτοι σύ με, ὦ μῆτερ, πρὸς τούτους ἐπαιδοτρίβεις ἀεί, οὐ σύμβουλος μόνον καθισταμένη μοι δεξιός, ἀλλὰ καὶ συμπράττουσα τὴν παίδευσιν καὶ συμπνέουσα, ὁπότε με ἀνέκρινες τοῦ διδασκαλείου ἐπαναστρέψαντα τίνα μὲν παρὰ τῶν παιδευτῶν εἴληφα, τίνα δὲ ἢ συνήνεγκα τοῖς συνομιληταῖς ἢ παρ' ἐκείνων ἐμπεπόρευμαι· εἶτα δὴ καὶ συμβιβάζουσά με πρὸς τὴν μνήμην ὦν ἐμεμαθήκειν, προσεποιοῦ ἡδέως ἀκούειν εἴ τι περὶ ὀρθογραφίας λέγοιμι, εἴ τι περὶ ποιήσεως καὶ πόθεν ἕκαστον παρῆκται καὶ πῶς ἥρμοσται, τίς τε ἡ ἐν αὐτοῖς κοινωνία καὶ τί παρὰ ταῦτα τὸ διαλλάττον. Οἶδά σου κἀκεῖνο, καὶ μάλα τεθαύμακα, ὁπηνίκα μοι μέσων νυκτῶν συνηγρύπνεις ἀναγινώσκοντι ἐπὶ τῆς αὐτῆς κλίνης καθεύδουσα καὶ «μένος» μοι «καὶ θάρσος» ἐμπνέουσα μᾶλλον ἢ τῷ Διομήδει ἡ Ἀθηνᾶ, καὶ οὐδὲ τοῦτο ἠγνόησα, ὁπηνίκα ἐγὼ μὲν τὸν αὐτὸν πολλάκις ἀνελάμβανον λόγον ἢ ἔμμονον ποιῶν τῇ ψυχῇ ἢ θηρώμενος εἴ τι τούτου δυσθήρατον. σὺ δὲ ὡς ἀγωνιῶντι περὶ τὸ πάλαισμα, ἐτεκμαίρου δὲ τῇ ἀναδιπλώσει τοῦ ἔπους, συμπαρίστασο καθαπερεὶ καὶ συνήσπιζες, τὼ χεῖρε πρὸς Θεὸν αἴρουσα καὶ «πὺξ» τῇ χειρὶ τὸ στῆθος «πατάσσουσα»– τοῦτο δὴ τὸ σὸν ἐν ταῖς προσευχαῖς– καὶ ἄνωθέν μοι τὴν τοῦ ἀμφιβόλου ἐπισπωμένη διάγνωσιν. Πᾶσι μὲν οὖν παισὶν ἐπώφληταί τι πρὸς τοὺς τεκόντας, μᾶλλον δὲ τὸ πᾶν, ὅτι ἐκεῖθεν τούτοις τὸ εἶναι· ἀλλ' ἐπώφληται τὸ παρὰ τῆς φύσεως μόνον. ἐμοὶ δὲ διττὴ πρὸς τὴν μητέρα ἡ ὀφειλή, ὅτι με καὶ οὐσίωσε καὶ τῷ τῶν λόγων «κάλλει κατήστραψεν», οὐκ ἐγκελευσαμένη τοῦτο τοῖς παιδευταῖς, ἀλλ' αὐτὴ ὑποθεμένη καὶ κατασπείρουσα· ἀλλὰ τὸ μὲν ὄφλημα ἀναγκαῖον, οὐ πάνυ δὲ καὶ φορολογούμενον, οὐχ ὡς ἀγνωμονοῦντος τοῦ τοῦτο εἰσπραττομένου, ἀλλ' ὡς οὐκ ἔχοντος δοῦναι ὅπερ ὁ εἰσπράττων βεβούληται. καὶ περιΐσταται τῇ ἐμῇ μητρὶ μόνῃ πολλὰς δεδωκυίᾳ τῶν εὐφημιῶν ἀφορμὰς μηδεμιᾶς ἐπιτυγχάνειν· οὐ γὰρ «ἐτέμετο τὰς ὁδοὺς» διὰ πεδιάδος οὐδὲ «διὰ λείας» αὐτῇ πρόσιμεν, ἀλλ' ἀστιβῆ πάντα τὰ τμήματα καὶ ὄρεια καὶ ὑπερνεφῆ. Καὶ οἶδα μὲν ὅτι οὐδέν σοι δεῖ τῶν κάτωθι λόγων ἐχούσῃ τὴν ἄνωθεν σιωπήν, «τὴν μυστικὴν καὶ ἀπόρρητον», ἀλλ' ἡμῖν τὸ πρᾶγμα δεινόν, εἰ παρὰ σοῦ τὸν λόγον συνειληφότες μηδέν τί σοι ἐντεῦθεν εἰς εὐφημίαν συνερανίσαιμεν, ὥσπερ ἀβαθὴς «γῆ» καὶ «ἀπόκροτος» μηδέν τι τῷ γεωργῷ εἰς τὴν τῶν «σπερμάτων καταβολὴν» συντελέσασα· πλὴν διάφορον τὸ ἡμέτερον· οὐ γὰρ τοσοῦτον διεφθείραμεν τὴν σποράν, ἀλλὰ τὸν μὲν στάχυν ἀναδεδώκαμεν. οὐ πάνυ δέ σοι κατάλληλος ἡ τροφή, τὴν θείαν τρυφώσῃ τρυφήν, ἦς δὴ καὶ ζῶσα ὅσον προσῆκον καὶ τρόφιμον τῇ ψυχῇ παρεῖχες καὶ πρὸς τὴν τελεωτέραν ἐπιθυμίαν ῥωννύντως ἐρρώννυες.