Encomium in matrem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Ἡ γὰρ ἐμὴ μήτηρ, τῷ νόμῳ μὲν ἀποχρησαμένη, «σαρκὶ καὶ αἵματι» συνεδέδετο· λέγω δὲ νόμον τὸν μετὰ τὴν ἔκπτωσιν τοῦ πρώτου καλοῦ. τὸ δὲ τῆς ψυχῆς γενικὸν ἀξίωμα, καὶ τί μὲν αὐτῆς τὸ πρὸς τὸ σῶμα ἄμικτον, τί δὲ τὸ μιγνύμενον καὶ τίς μὲν ταύτῃ ἡ πρὸς τὰ τῇδε ῥεῦσις ἢ νεῦσις, τίς δὲ ἡ ἄνοδος καὶ ἡ ἀνάβασις καὶ ὁπόθεν καί πως ἀφίπταται, ποῖ τε πρόεισι καὶ ποῦ καταλήγει καὶ τίς ὁ μετὰ ταῦτα κλῆρος καὶ τίνες οἱ ἀποκληροῦντες, τί τε τὸ δεδομένον καὶ τί τὸ ταμιευόμενον, ταῦτα δὴ καὶ τἆλλα ταῖς θείαις συμφιλοσοφοῦσα γραφαῖς, ὥσπερ αἱ διψητικώταται τῶν ἐλάφων, ἀκαθέκτως «ἐπὶ τὰς» τῶν τοιούτων ναμάτων «πηγὰς» ἴετο. Καὶ ἐβούλετο μὲν «ῥαγῆναι κόσμου» καὶ προσχωρῆσαι Θεῷ, οὐκ εἶχε δὲ ὅ τι καὶ δράσειεν, ἔτι τοῦ ἀνδρὸς περιόντος καὶ τὸ διαζυγῆναι ἐκείνης ἶσον οἰομένου καὶ αὐτοῦ ἀποστῆναι Θεοῦ. ἐκυμαίνετο γοῦν ἐπὶ τούτῳ τοῖς λογισμοῖς πολλὰς ἐνθυμήσεις κυκλοῦσα καὶ ἀνελίττουσα, εἴ ποθεν εὕροι τοῦ ἐρωμένου κατάληψιν. ἐβούλετο δέ, ὥσπερ ὁδοῦ διττὰ καὶ ἶσα τμήματα, τὴν ὁμοίαν ἀμφοτέρους δραμεῖν καὶ πρὸς τὸ αὐτὸ καταλῆξαι πέρας καὶ ἦν αὐτῇ εὐχὴ ἡμερινή τε ὁμοῦ καὶ νυκτερινή, καὶ τὰ πολλὰ κρύφιος καὶ λανθάνουσα, εἰς τὸν «μοναδικὸν βίον» τελέσαι καὶ τὴν ἀπαθῆ μετιέναι ζωήν· ἤρα γὰρ ἐκ πολλοῦ τοῦ «τριχίνου ῥάκους» καὶ τῆς ἐρημικῆς ζώνης καὶ τοῦτο τῶν πάντων αὐτῇ τὸ μελετώμενον καὶ φιλοσοφούμενον ἦν· «κεῖραι τὴν κόμην ἐν χρῷ» καὶ τραχῦναι τὸ σῶμα καὶ τύλοις καταλιθῶσαι τὸ γόνυ καὶ τοὺς δακτύλους σκληρῦναι καὶ καθαρῶς τῷ καθαρῷ βιῶναι Θεῷ. Ὅθεν καὶ ἀποτυγχάνουσα τῆς προθέσεως τοῖς οὕτως ἔχουσιν, ἀνδράσι τε καὶ γυναιξὶν ὁμοίως, τοῖς μὲν ὑπέσταλτο, ταῖς δὲ καὶ συνῄει καὶ συνεκάθευδεν ἐπὶ τῆς αὐτῆς δορᾶς, ἐπὶ ταὐτοῦ λίθου τὴν κεφαλὴν ἀναπαύουσα· ἐδυσχέραινε γὰρ πᾶσαν «εὐνὴν μαλακὴν» καὶ τὴν περιττὴν τῶν περιβλημάτων τρυφήν, καὶ οὔτε χροὰς αὐτὴν ἀνθηρὸν ἄνθος οὔτε μαλακότης ὑφάσματος οὐ λαμπρότης ἐσθῆτος οὐκ ἄλλο τι τῶν τοιούτων ἐδυσώπει καὶ ἔθελγεν, ἀλλ' ἦν αὐτῇ καὶ περίβλημα καὶ ἐντρύφημα ἡδύ τε καὶ ποθούμενον ἡ τοῦ τριβωνίου τραχύτης καὶ τὸ θεῖον σχῆμα καὶ ὁ σταυρὸς καὶ ὁ ἐπὶ τῇ κεφαλῇ πνευματικὸς λόφος καὶ ὅσα δὴ ἄλλα σύμβολα ἡμῖν καθεστήκοι τῶν ἀρρήτων καὶ θειοτάτων. Ἐπεὶ δὲ τέως οὐκ ἐξῆν ἀπολαύειν αὐτὴν τούτων, ἀλλ' ἐν τοῖς περιττοῖς στενοῦσθαι καὶ πένεσθαι καὶ πτωχεύειν ἐν τοῖς χρυσαυγέσι καὶ καταστέροις ἐσθήμασι, καὶ τοῦτο ἅπαξ ποτὲ τοῦ ἔτους, ἵνα μὴ ἀπαίσιος τῷ ἀνδρὶ φαίνοιτο, ἕως οὖν οὐκ ἐξῆν αὐτῇ τῆς ἐνδείας καταπολαύειν, ἀνεκεράννυέ πως αὐτὴν τοῖς ἐπειλημμένοις τῆς ἀκροτάτης περιωπῆς ὥσπερ συμπραγματευομένη τούτοις τὴν ἀρετὴν καὶ τοῦ κέρδους καθαρῶς συμμετέχουσα. τὰ μὲν γὰρ ἐδίδου, τὰ δὲ ἐλάμβανε· «χειρῶν ἐπαφὰς» παρ' ἐκείνων, εὐχὰς ἐκτενεῖς, «ἐλπίδας τοῦ μέλλοντος», θεραπείαν παρ' ἑαυτῆς καὶ τὸ τὰ ὄντα αὐτοῖς συμμερίζεσθαι, καὶ χερσὶν αὐταῖς ὑπηρετεῖν καὶ λατρεύειν, καὶ ῥύπτειν μὲν τὼ πόδε, ἀναπαύειν δὲ ἐπὶ τῆς εὐνῆς καὶ τὰ μέλη τούτοις καταφιλεῖν, ὁπόσα ἢ τετρύχωται ἢ καθήλκωται.