Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 12 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ἀλλὰ τί μὴ μεγαλοπρεπέστερον ἀπαγγέλλω τὰ τῶν ἐκείνης πράξεων ἀξιώματα; τί δὲ μὴ χρωματουργῶ τῷ λόγῳ τὰς αὐτόθεν λαμπρὰς εἰκόνας τῶν ἀρετῶν; ἐπτωχοτρόφει γὰρ οὐκ ὥσπερ οἱ πολλοὶ ὡς ἀργυρωνήτοις τοῖς πένησι παραχρώμενοι, ἄνωθεν ἐπικύπτοντες καὶ τὴν δυστυχίαν αὐτοῖς πολλάκις ἐπονειδίζοντες, ἁλλ' ὥσπερ οὐ διδοῦσα, ἐκεῖθεν δέ τι παρακερδαίνουσα καὶ λαμβάνουσα, αἰδεσίμως προσεῖχε τοῖς ἐφ' ὁτῳοῦν κάμνουσιν. Ὅθεν ἐχειραγώγει διὰ τῆς κλίμακος καὶ «δεξιὰν ἐδίδου» καὶ προσεκύνει βαθύτερον, εἶτα πᾶν μέλος πλύνασα καὶ καθάρασα καὶ χρισαμένη οἷα μύρῳ τῷ ὕδατι, οὐ τῇ ταμίᾳ προσέταττεν, ἀλλ' αὐτὴ «παρατιθεῖσα τράπεζαν» εἶτα δὴ καὶ τὰς χεῖρας ἐπὶ τοῦ στήθους συμπλέξασα καὶ περιδεῶς ὡς δεσπόταις διακονησαμένη, πολλάκις τε τὸ κυπέλλιον ἐπικλύσασα ὡς ἂν στίλβον ὀφθείη καὶ τοῖς «δακτύλοις ὀχήσασα», δεξιῶς «ἐδίδου τῷ πένητι», εὐφυῶς κεραννῦσα ἵν' εὔχυτον εἴη τῷ πίνοντι καὶ ἐράσμιον. οὕτως ᾔδει πτωχοτροφεῖν καὶ μετὰ τοιᾶσδε τῆς ἀκριβείας ἑκάστης τῶν ἀρετῶν ἐπεμέλετο. Τὰ μὲν οὖν ἄλλα ἀπράγμονι συνέζη ζωῇ καὶ οὐκ ἐβούλετό τι τῶν πάντων εἰδέναι, οὐχ ὅσα ἐπ' ἀγορᾶς πράττοιτο οὐχ ὅσα ἐπὶ τῶν βασιλείων, οὐκ εἴ τις σιτώνης ἢ ταμίας προβέβληται, οὐδ' εἴ τῳ τῶν ἐγγειτόνων προσῆν τι ἢ προσεγένετο· ἀπέφραττε γὰρ πρὸς πάντα περιττὸν λόγον τὴν ἀκοήν, καὶ οὐδὲ «πλήθουσαν ἀγορὰν» ᾔδει, οὐδ' εἴ τις εἴη δῆμος κυμαίνων. τούτων μὲν οὖν καὶ πάντη κατωλιγώρει· εἰ δέ τις ἐργάζοιτο ἀρετὴν ἔν τε ἀνδράσιν ἔν τε γυναιξίν, ὁμοίως, πάντας πόρρωθεν συνήθρει καὶ συνελάμβανεν, ὅπου ποτ' ἂν εἶεν, εἴτε κόλπους κατοικοῦντες καὶ καταδύσεις, εἴτ' ἐπὶ τοῦ ἀέρος ἱστάμενοι ἢ αἰρόμενοι. Ἐπεὶ δὲ οὐκ ἔμελλεν ὁ τῶν αἰτήσεων Κύριος ἐπὶ πολὺ αὐτῇ τὰς εὐχὰς ὑπερθήσεσθαι, ἀλλὰ δοῦναι κατὰ καιρὸν τὸ ζητούμενον, γίνεταί τι τοιοῦτον· ἀλλὰ δεῖ τὸν λόγον ἄνωθεν ἀποστήσαντας οὕτως ἐπ' αὐτὸ τὸ κεφάλαιον ἰέναι τῆς ὑποθέσεως.

Intertext edge

Open linked passage

Note