Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 14 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Γυνή τις τῶν ἐγγειτόνων «μισθὸν» τοῖς βουλομένοις τῆς ὥρας «ἐλάμβανε» καὶ φαύλως περὶ τοῦτο ἔζη, ἑταιρικῶς, ἑαυτὴν ὑπογράφουσα καὶ «τῷ ἐπιποιήτῳ κάλλει» τοὺς πολλοὺς καταθέλγουσα. ἀμέλει καὶ νεότης νοσοῦσα περὶ αὐτὴν ἐπερρώννυντο καὶ διημφισβήτουν αὐτῆς τοῖς ἄλλοις οἱ κρείττους καὶ γενναιότεροι. ταύτην ᾐτιᾶτο πολλάκις ἡ ἀδελφὴ καὶ προσωνείδιζε τὸ ἀκόλαστον καὶ κατεμέμφετο τῆς ἀσχημοσύνης καὶ τέλος οἰκεῖν πόρρω προσέταττεν. ἡ δὲ πρῶτα μὲν ἐξεκώφει πρὸς πᾶσαν καὶ αἰτίασιν καὶ παραίνεσιν καὶ ἀμεταθέτως εἶχεν οὗ ἐνεστήσατο βίου, ἐπεὶ δὲ ἡ ἀδελφὴ οὐκ ἀνίει πλήττουσά τε καὶ ἐπιπλήττουσα, ἡ δέ· «ἀλλ' ἂν τοῦ ἑταιρεῖν– φησίν– ἀποστήσωμαι, πόθεν τὰς ἀναγκαίας τοῦ ζῆν λήψομαι ἀφορμάς;». ἁρπάζει τὸν λόγον ἡ φιλόκαλος ἐκείνη φύσις, ἢ μᾶλλον φιλόσοφος, καὶ «δίδωσιν ὅρκους» ἀρρήτους, ἦ μὴν «οὐ τοῖς ἀναγκαίοις μόνον» ἐκθρέψειν, «ἀλλὰ καὶ τοῖς περιττοῖς». ἐπὶ τούτοις πείθεται ἡ γυνὴ καὶ «συντίθενται πρὸς ἀλλήλας», ἡ μὲν μηκέτι μηδ' ὀφθαλμὸν ἀνασχέσθαι ἀρρένων, ἀλλὰ παντάπασι τῆς προτέρας ἀποστήσεσθαι ὁμιλίας καὶ συνηθείας, ἡ δὲ κοινωνήσειν αὐτῇ πάντων ὧν ἐνδεῶς ἔχοι, οἰκίας ἐσθῆτος τροφῆς, εἰ βούλοιτο καὶ τρυφῆς. ἔχαιρε γοῦν ὡς ἀφελομένη ψυχὴν τῷ πονηρῷ θηρὶ γενομένην κατάβρωμα. Οὕτω γοῦν περιεῖπε ταύτην καὶ λιπαρῶς ἐθεράπευεν ὡς καὶ πολλὰς ἐκ τοῦ γένους ἐπ' ἐκείνῃ ζηλοτυπεῖν καὶ τὴν σώτειραν καταμέμφεσθαι τῶν οἰκείων τὴν ἀλλοτρίαν προκρίνουσαν. ἡ δὲ εἰδυῖα ἐφ' ὅτῳ προετίμα ἐκείνην οὐ μάλα τοὺς ὀνειδισμοὺς ἐδυσχέραινεν, ἀλλ' ἡμέρως καὶ προσηνῶς μειδιῶσα ἐφ' οἷς ἐκεῖναι πληκτικώτατα αὐτῇ προσῄεσαν, αὔραις τοὺς λόγους ἐδίδου. χρόνον μὲν οὖν τινα ἡ γυνὴ «ταῖς συνθήκαις ἐμμένουσα» μετήλλαξε τὴν φαύλην ζωὴν καὶ σωφροσύνης ἐκεκόσμητο κάλλεσι. κἀγὼ γοῦν αὐτὴν ἐθεασάμην αὐτομάτως σώφρονα καὶ καλήν, τό τε γὰρ ὄμμα κατήνεγκε καὶ ξύμπαν τὸ πρόσωπον αἰδοῖ κατεκάλυψε, θείοις τε προσῄει ναοῖς καὶ τὴν κεφαλὴν εἶχεν ὑπὸ καλύπτρᾳ καί, εἴ τινα ἴδοι ἐξαπιναίως, εὐθὺς ἠρυθραίνετο· «ἀτημελήτως τε εἶχε» τοῦ σώματος, οὔτε τὰς χείρας δακτυλίοις καταποικίλλουσα οὔτε τοὺς πόδας περιέργοις καὶ ἀνθοβαφέσι σκύτεσιν ὑποδέουσα· οὕτως ὅλη μεταπεποίητο καὶ ἀκριβῶς εἰς τὴν ἐναντίαν ἕξιν μετακεκίνητο. Ἀλλ' ὥριστο καιρῷ ἡ μεταβολὴ καί, πρὶν ἢ πῆξιν τὸ ἔθος λαβεῖν, εἰς τὸ ἀρχαῖον εἶδος τῆς ζωῆς ὑπωλίσθησεν. ὢ τῆς πλάνης, ὢ τῆς ἀθρόας αὖθις μεταποιήσεως. ἐλάνθανε δὲ τοῦτο ἄρα τὴν ἀδελφήν, καὶ ἡ μὲν ἑταιρήσεως εἶχεν αἰτίαν, ἡ δὲ ὡς καθάπαξ μεταβεβλημένη διαφερόντως ἔστεργέ τε καὶ ἐθεράπευεν. ἔμελλε δὲ ἄρα κἀκείνην γνῶσιν τοῦ κεκρυμμένου λαβεῖν· κἀνταῦθά μοι τὸ τῆς διηγήσεως ἥδιστόν τε καὶ σκυθρωπότατον. διαιτήσει δὲ ὁ λόγος ἀμφοῖν. Κύουσα τηνικαῦτα ἡ ἀδελφὴ πρὸς ταῖς ὠδῖσιν αὐταῖς ἐγεγόνει· ἐδυστόκει δὲ ἄρα «καὶ πονήρως εἶχε» τῆς ἀποτέξεως. αἱ δὲ περὶ τὰς ὠδῖνας περιεῖπόν τε καὶ ἀμφεπόλευον, ἐγείρουσαι ταύτας καὶ ἀνιεῖσαι καὶ τοῖς ὀλίσθοις τὸ βρέφος διευτρεπίζουσαι. ἐκοινώνει δὲ τῆς μαιείας αὐταῖς καὶ ἡ τὸ πλάσμα τῆς σωφροσύνης περικειμένη καὶ ἡ ἀδελφὴ ἐκείνῃ μᾶλλον ἢ ταῖς μαίαις προσανεπαύετο. περὶ ὅ τις ἐκείνων ζηλοτυπήσασα· «ἀλλ' ἐκ ταύτης σοι– φησί– τὸ δυστοκεῖν· ἐγκύοις γὰρ οὐκ ἀνεῖται διδόναι τὰς χεῖρας ταῖς ἐν ὠδίσι. τοῦτο γὰρ ἴσως ἡ γυναικωνίτις νομοθετεῖ». ἡ δὲ ἀδελφή· «καὶ τίς ἄρα– φησίν– ἐνταῦθ' ὑμῶν κύει;»· ἡ δὲ αὐτίκα ἐκείνην ἐδείκνυ καὶ τὸν χιτῶνα διαλαβοῦσα προὔφαινε τὴν γαστέρα. ἐνταῦθα μικροῦ δεῖν ἐξεπεπνεύκει ἡ ἀδελφὴ καί, τῶν ὠδίνων ἐπιλαθομένη, ὀδύναις ἀρρήτοις ἐπὶ τῷ λόγῳ διῄρητο τὴν ψυχήν· ἀλλ' οὐδ' οὕτως τοῦ γενναίου ἀπολέλειπτο λήμματος, ἀλλὰ τὴν μὲν εὐθὺς φυγεῖν ἐπ' ἔσχατα παρεκελεύσατο γῆς, τῇ δὲ αὐτίκα ὁ τόκος ὡραίως τε εἶχε καὶ «τὸ βρέφος ἐξέθορε». ταύτην παραδόξως ἡ φύσις ἐβλάστησε μετὰ τοῦ πρώτου «κάλλους τῆς ὥρας» καὶ παραδοξότερον ἐξεῖλεν ὁ θάνατος, κἀν τῷ εἰδώλῳ τὴν ἀμήχανον εὐμορφίαν ἀφεὶς καὶ μὴ συλήσας ἐκεῖθεν, οἶμαι, μὴ δυνηθείς.

Intertext edge

Open linked passage

Note