Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 16 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
16.1
Ταῦτα μὲν οὖν καὶ ἕτερα τούτων περιπαθέστερα ἐπωλοφυράμην τῷ τάφῳ τῆς ἀδελφῆς· ἀνῴμωζον δὲ οἱ γεννήτορες μονονοὺ ῥανίδας αἱμάτων ἐκ τῶν ὀφθαλμῶν καταρρέοντες. συνεθρήνει δὲ καὶ πᾶν τὸ συνδεδραμηκὸς πλῆθος καὶ τοσαύτη τις ἦν ἡ τοῦ πένθους ὑπερβολὴ ὡς μικροῦ δεῖν ἅπαντας τῷ πάθει κατενεχθῆναι καὶ εἰς ἀφωνίαν περιστῆναι τὴν συμφωνίαν τῶν ὀδυρμῶν. μόλις γοῦν με τοῦ τάφου ἀποσπάσαντες οἱ γεννήτορες· «ἀλλ' οἴκτειρον ἡμᾶς– ἔφασαν–, σπλάγχνον γλυκύτατον, τήρησον ἡμῖν τὸ ἐλλελειμμένον τοῦ πνεύματος, μηκέτι διαφθείρῃς εἰς τέλος, μηδὲ σέ τις αἰτιάσαιτο τῆς ἡμετέρας φθορᾶς. ναί, πρὸς τῶνδε τῶν «πολιῶν αἵ σε ἀνέθρεψαν», πρὸς τῶν ἡμετέρων ψυχῶν, αἱ δὴ τῷ ἐπὶ σοὶ πνεύματι τοῖς σώμασι τοῖσδε κεκράτηνται». κἀκεῖνοι μὲν οὕτως, ἐμοὶ δὲ καὶ αὖθις εἰς θρῆνον ὁ θρῆνος ἀπετελεύτησεν. ὡς γὰρ ἰδὼν ἐπεγνώκειν τὴν μητέρα, μέλαν ἀμφιασαμένην τριβώνιον καὶ πανταχόθεν ἑαυτὴν «τρυχίνοις ῥάκεσιν» ἀτιμάσασαν, οὐκ εἶχον καὶ ὅ τι γενοίμην, ἀλλὰ μικροῦ δεῖν καὶ ἀπολώλειν. Ἐγεγόνει γὰρ τὰ κατ' αὐτὴν τοῦτον τὸν τρόπον. «ἐλύετο μὲν» ἡ ἀδελφὴ καὶ «ἀνέπνει τὰ τελευταῖα» τῷ κόλπῳ τῆς μητρὸς ὑποθεῖσα τὴν κεφαλήν, μήτε δὲ «τῆς ψυχῆς παραθείσης» μήτε παρακινηθείσης τῆς γλώττης μήτε μὴν ἐπιλελοιπότος τοῦ πνεύματος, φυσικῶς τε καὶ ἀβιάστως τὸ τῆς φύσεως «χρέος» τοῖς εἰσπραττομένοις «ἀπέδοτο», ῥώσασα δέ πως τηνικαῦτα ἑαυτὴν ἡ μήτηρ συνῆψε τὰς βλεφαρίδας καὶ «δακρύων» ἀθρόον «ὑποπλησθεῖσα», μᾶλλον δὲ «πυρὶ» ἀφάτῳ ὅλη «καταφλεχθεῖσα» καὶ τὰ ἐπιτάφια στενάξασα καὶ δακρύσασα, ἐπεὶ καὶ τὸν ἄνδρα εἶδεν ὑποκινηθέντα τῇ ῥύμῃ τῆς συμφορᾶς– ἦν γὰρ καὶ ἄλλως ἐκεῖνος εὐκατάφορος πρὸς τὰ τοιαῦτα παθήματα καὶ γινώσκω τὸν χαρακτῆρα ἐν τοῖς ἐμοῖς εἴδεσι τῆς ψυχῆς–· ὡς οὖν οὕτως ἔχοντα ἐθεάσατο, βραχύ τι ἐπιτάξασα τῇ ψυχῇ μὴ συγχεῖσθαι τῷ πάθει– ὢ γενναίου καὶ ἀνεπικλύστου φρονήματος καὶ ἐν τοσούτοις ἀχειμάστου πελάγεσι– φιλοσοφεῖ τι τῶν πολλῶν ὑψηλότερον καὶ τοῦ καιροῦ δυνατώτερον, καὶ λόγους πολλοὺς τῷ ἀνδρὶ περὶ τῆς κρείττονος μεταβολῆς ἀνελίξασα, συνήγορον ἅμα καὶ τὸ πάθος λαβοῦσα πρὸς τὴν πειθώ, θηρᾷ παρ' ἐλπίδας. καὶ οὐκ ἀναβάλλεται τὸν καιρόν, ἀλλ' εὐθὺς τὰ πρωτόλεια τῆς μεταθέσεως θύει τῷ Κρείττονι καὶ μεταμφιέννυται τὴν στολὴν καὶ κείρει τὰς τρίχας καὶ τριβωνοφορεῖ ἔτι ἀκμαίαν τὴν ὥραν ἔχουσα, οὔπω ἀποβεβληκυῖα τὸ ἄνθος, ἔτι «φύλλοις κομῶσα», οὔπω ῥυσοῦν τὸ πέταλον ἔχουσα, ἔτι «τὸν κλάδον ἁπαλὸν» φύουσα, ἔτι «ὀπώρας βλαστάνουσα». συνῄνει δὲ τοῖς λεγομένοις καὶ ὁ πατὴρ καὶ οὕτω δὴ ἐπὶ τὰς ταφὰς τὴν ἀδελφὴν ἐκκομίζουσιν ἔτι καταλαμπομένην τῷ κάλλει, ἔτι τὴν φαιδρὰν χάριν τοῦ προσώπου προφαίνουσαν. Ἔφασαν οὖν ὡς ἐπειδὴ τὰς τῶν τριχῶν αὐτῆς κατέξαναν ἕλικας καὶ τῶν ἐσχάτων τῆς κλίνης οἱ τὸν νεκρὸν κοσμήσαντες ἀπῃώρησαν– ἦν γὰρ ἄλλως ἐκείνη τὴν κόμην χρυσῆ καὶ πολύχους– καὶ ἡ ἐκφορὰ «μετέωρος ἦν» καὶ τοῖς ἐκ τριωρόφων καταφανής, οὐκ ἔστιν ὅστις πρὸς ἐκείνην μεταστρέψας τὸν ὀφθαλμόν, ἢ οὐκ ἀποβεβήκει τοῦ ἵππου ἢ οὐ καταβεβήκει τοῦ τριωρόφου· πάντες γοῦν καὶ πᾶσαι συνείποντο καὶ τῆς θρηνῳδίας μετεῖχον κοινῇ. τοιαύτη τῇ μητρὶ ἡ πρὸς τὸν κρείττονα βίον μετάθεσις, αὕτη ἐκείνῃ «τοῦ μοναδικοῦ βίου» ἡ πρόφασις, τοῦτο τὸ πάθος πρὸς τὴν ἀπαθῆ ζωὴν ἐκείνην μετήνεγκεν, οὗτος ὁ θάνατος «ἀθανασίας» ἐκείνῃ «πρόξενος» γίνεται. Οἷα δὲ καὶ τὰ μετὰ ταῦτα; οὐ γὰρ ἅπαξ «τὸ ἴχνος ἐρείσασα» τῷ κρείττονι βίῳ καὶ πρὸς τὸν δρόμον εἰσβᾶσα τὸν θεῖον καὶ πρὸς τὸ πνευματικὸν «καταβᾶσα στάδιον» συνεχύθη τὴν ψυχὴν ἰδοῦσα τὸ θέατρον ἐξ ἀγγέλων καὶ ἀνθρώπων πληρούμενον, ὃ δὴ πάσχουσιν ἔτι καὶ τῶν ἀρρένων οἱ πλείους, καὶ οἱ μὲν ἀπ' αὐτῆς ὑποστρέφουσι τῆς ἀφέσεως, οἱ δὲ τῆς ὁδοῦ ἀναλύουσι καὶ ἀπαλλάττονται ἀστεφάνωτοι. ἀλλὰ προμηθευσαμένη καὶ τὸν τάφον τῆς ἀδελφῆς ἐκεῖσε διορυγῆναι οὗ ἐκείνη ἔμελλεν εἶναι ἀπρόϊτος– μένει γὰρ ἔτι καὶ μενεῖ φιλοσόφοις ψυχαῖς πρὸς ἀρετὴν ἀσκητήριον–, ἐκεῖσε καθείργνυσιν ἑαυτήν, εὐθὺς ἀποταξαμένη καὶ οἴκῳ καὶ βίῳ, εἰπεῖν δὲ καὶ «αἵματι καὶ σαρκί», πλὴν ὅσον ἐν καλῷ τὰ προσόντα ἐπιτροπεύσασα καὶ τούτοις ἑαυτὴν πρὸς ὃν ἐστέλλετο βίον ἐφοδιάσασα. ἐπεὶ δὲ οὔπω καθαρῶς «καθωσίωτο τῷ Θεῷ» οὐδὲ ὑπὸ καθηγεμόνι πνευματικῷ τὰ τῆς μεταβολῆς ἐτετέλεστο, βουλεύεταί τι πάλιν ἐνταῦθα συνετώτερον ἢ σοφώτερον· προθύει τὸν πατέρα Θεῷ καὶ «δίδωσιν» αὐτῷ πάλιν «τὰ πρεσβεῖα» καὶ τῆς ἑτέρας ζωῆς. ἐπεὶ δὲ τὴν τοῦ μέλους ἀφιέρωσιν ἐθεάσατο, ἀποδίδωσι τῆς ὁλοκαυτώσεως τὸ μέρος τῷ Κρείττονι καὶ τὸ πρῶτον τῆς ἀναγωγῆς «τελεῖται μυστήριον».

Intertext edge

Open linked passage

Note