Encomium in matrem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Τὰ δ' ἐντεῦθεν οὐκ ἔχω τίσι λόγοις ἐκείνην ἐγκωμιάσω. ὥσπερ γὰρ εἴ τι σῶμα γενναῖον εἰς κύκλον ἀποτορευθέν, εἶτα δὴ ἐφ' ὁμαλοῦ κινοῖτο χωρίου, δείκνυσι μὲν κἀνταῦθα τὸ εὔδρομον καὶ εὐκύλιστον τῷ ἐπιτηδείῳ τοῦ σχήματος, ἐπειδὰν δὲ ἐπικλινοῦς ἐδάφους ἢ πρανοῦς ἅψηται, ὅλον εὐθὺς ἀκατασχέτῳ φορᾷ φέρεται πρὸς τὸ «κάταντες», οὕτω δή μοι καὶ ἡ μήτηρ, εὐάγωγος καὶ πρῶτον οὖσα τὴν ψυχὴν πρὸς τὸ κρεῖττον καὶ πρὸς τὸ καλὸν εὔτροχος διὰ τὴν τῆς φύσεως ἐπιτηδειότητα, ἐπειδὴ πρὸς τὴν πνευματικὴν μετεληλύθει ζωήν, ἥτις δὴ κατάντης ἐστὶ πρὸς τὴν ἀρετὴν καὶ εὐάγωγος, εὐθὺς ἀκωλύτῳ φορᾷ πρὸς τὸ τῆς καθόδου τέλος ἠπείγετο. μὴ γὰρ ἔτι μεριζομένη σώματι ἅμα καὶ πνεύματι, ὕλῃ καὶ ἀϋλίᾳ, πηλῷ καὶ ἁγίᾳ γῇ, μηδὲ διαιρουμένη κοσμοκράτορι καὶ Θεῷ, ἀλλὰ καὶ πᾶσαν μὲν ἐπιθυμίαν, πᾶσαν δὲ ἔφεσιν συμμεταγαγοῦσα Θεῷ καὶ συναποκλίνασα, ὅλαις πρὸς ἐκεῖνον ἐφέρετο ταῖς δυνάμεσι τῆς ψυχῆς. εὐθὺς γὰρ ὑφαιρεῖ τὴν σάρκα καὶ καθαιρεῖ τὸν ὄγκον καὶ τὸ «σῶμα κενοῖ», τὸν δεσμὸν τῆς ψυχῆς, καὶ καταφρονεῖ πάσης «οἰκονομίας τῆς φύσεως», συνάγει δὲ περὶ ἑαυτὴν τὴν ψυχὴν καὶ «συστέλλει ἀπὸ τῶν αἰσθήσεων» καὶ πᾶσαν μὲν αὐτῇ ὑποτάττει ἐπιθυμίαν, δουλοῖ δὲ ἅπαν τὸ ἄλογον, ἀναιρεῖ φαντασίαν ἔκτοπον καὶ λογισμὸν ἔκφυλον καὶ «δόξαν ἄλογον» καὶ φιλόϋλον αἴσθησιν καὶ διάνοιαν διαρρέουσαν, νῷ δὲ συζῇ μόνῳ καὶ τούτῳ ὀργάνῳ χρῆται πρὸς «τὴν θείαν ἀναγωγήν». Ἔδει μὲν οὖν θεατὰς ὑμᾶς εἶναι, ἀλλ' οὐκ ἀκροατὰς τῶν ἐκείνης καλῶν· οὕτω γὰρ ἂν ἐγώ τε ἀπηλλάγην ὑποψίας καὶ ὑμῖν ὦπτο τὸ ἀληθές. νῦν δὲ οὔτε τὸ πᾶν ἐρεῖν δεδύνημαι, κἀν τῷ βραχεῖ, τῶν ἐκείνης καλῶν ὑποπτευθήσομαι τοῖς πολλοῖς. ὥσπερ γὰρ αἰδουμένη ὅτι καὶ εἰς σῶμα καταβεβήκει, ὃ δὴ περί τινος τῶν παρ' Ἕλλησι φιλοσοφησάντων τεθρύλληται, βραχύ τι μὲν τοῦ προσώπου μέρος, βραχύ τι δὲ παρενέφαινε τῶν χειρῶν καὶ ἑωρᾶτο γυμνὸν αὐτῆς μέρος οὐδέν, ἐφιλοσοφεῖτο δὲ ἑαυτῇ τὸ δέρας οὐκ ἀμέσως μόνον προσομιλοῦν τῷ σώματι, ἀλλὰ καὶ ἔξωθεν προστιθέμενον· νυκτὸς δὲ καὶ ἐπὶ τούτου μόνου κατέδαρθεν. Ἐβούλετο μὲν οὖν μηδὲ τρέφειν ὅλως τὸ σῶμα, ἀλλ' ὥσπερ τινὰ πέδην τῆς ψυχῆς παραξαίνειν τε καὶ χαυνοῦν. ἐπεὶ δὲ οὐκ ἦν πρὸς τὴν φύσιν παντελῶς ἀπομάχεσθαι, πρὸς γοῦν τὸν καιρὸν γενναίως ἀνθίστατο καὶ τοῦ μέτρου δὲ τοσοῦτον ὑφῄρει ὅσον μηδὲ μέτρον ἔχειν τὸ ἄμετρον. Θεῷ δὲ προσιοῦσα, εἰ μὲν εὐθὺς ἀνήρπαστο οὐ μάλα οἶδα, οὕτω δὲ πᾶσιν ἐῴκει· οὐ μετέστραπτο γάρ, οὐδ' ἐκεκίνητο ταύτης, οὐ κεφαλή, οὐ χεῖρες, οὐ πόδες, οὐδέ τι τῶν τῆς περιβολῆς μέρος, ἀλλ' ἦν ὥσπερ ἡ ἐν σανίσι σκιά, τοσοῦτον μόνον μεταβαλλομένη ὁπόσον ἀποκάμνων ὁ ὀφθαλμὸς ᾤετο. ἐγνωρίζετο δὲ ὅτι γε ζῴη τοῖς στεναγμοῖς καὶ τῷ σχήματι. Ἐφιλοσόφει δέ μοι πολλάκις περὶ τοῦ πράγματος, ὅτι ἐντυχία τίς ἐστι τοῦ Κρείττονος ἡ εὐχὴ καὶ οὐ δεῖ μεταβεβλῆσθαι τὸν ἐντυγχάνοντα, ἄχρις ἂν τὸ ὁμιλοῦν ἀποστῇ· ἀπόστασιν δὲ τοῦ Θείου τὴν τῆς ψυχῆς ἔλεγεν ἀνεπιτηδειότητα. «οὐ γάρ που δεῖ– φησίν– ἐκεῖνο λέγειν ἐκτείνεσθαι ἢ συστέλλεσθαι, ἀλλὰ τὸ μὲν ἀνεκφοίτητόν τέ ἐστιν ἑαυτοῦ, καὶ ἁπανταχοῦ ἕστηκεν ὡς φῶς, ὡς ἀήρ, ὡς ἄλλο τι τῶν κοινῶν τε καὶ ἐκκειμένων, ὡς σάλπιγξ ἠχοῦσα. ὁρῶσι δὲ τοῦτο καὶ ἠχοῦντος αἰσθάνονται ὅσοις «τό τε τῆς ψυχῆς ὄμμα» ἐπιτηδείως πρὸς τὴν ὅρασιν ἔχει· ἥ τε τοῦ ἠχοῦντος αἴσθησις εὐηκόως ἔχει πρὸς τὴν ἠχώ. ὅσοι δὲ ὁρῶντες οὐχ' ὁρῶσιν αὖθις ἢ «ἀκούοντες οὐκ ἀκούουσιν», ἀπείρηκε τούτοις ἡ συντονία καὶ τῆς ὁράσεως καὶ τῆς ἀκοῆς· μετὰ γὰρ τῆς ὕλης ὁ νοῦς τῆς ἀϋλίας αἰσθάνεται, ὅθεν ὅπῃ μὲν ἀποκριθείη, καθαρῶς οὗτος εἶδέ τε τὸ θεατὸν καὶ ἠκηκόει τοῦ ἀκουστοῦ· ἐμμιχθείσης δὲ αὐτῷ τῆς ὕλης τὸ ἐπιτήδειον εὐθὺς ἀπόλλυσιν. οὕτω γοῦν πολλοί τινες ἔδοξαν ἀκούειν φωνῶν καὶ ἠχοῦς αἰσθάνεσθαι, τεθειασμένην λαβόντες ψυχὴν καὶ σωφρόνως βακχεύουσαν. τηρητέον γοῦν ἡμῖν τὴν εὐχὴν ἀκλινεῖ καὶ ἀμεταθέτῳ τῷ σώματι. ἐπεὶ μηδὲ πᾶσα ψυχὴ τῷ σωματικῷ σκάφει κατέδυ, ἀλλὰ τὸ μὲν ὅσον αὐτῆς ἐμίγη σαρξὶν εἰς αἴσθησιν ἀπετελεύτησε, τὸ δὲ ἕτερον ἐπιπλέει ἄνωθεν ἀκρόπλουν, οἷον ἄρτημα κορυφαῖον, φελλὸς καθαπερεὶ κοῦφος, μὴ κατασπασθεὶς τοῖς δικτύοις· τοῦτο γοῦν ἔξωθέν τις ἄλλος ἀγγελικὸς νοῦς μεταστρέφει πρὸς ἑαυτὸν καὶ ἀνάγει πρὸς τὸν Θεόν». αὕτη ἐκείνης ἡ πνευματικὴ τῷ ὄντι καὶ θεία σοφία, ἢν ἄνωθεν ἐμυήθη, ἣν ἡμᾶς ἐμύει τοὺς κάτωθεν.