Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 18 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.1
Ἀλλὰ περὶ μὲν τῆς μητρὸς καὶ αὖθις λέξω, ὁ δὲ λόγος καὶ πάλιν πρὸς τὸν πατέρα ὁρᾷ. ὃς ἦν μὲν καὶ ἄλλως χαρίεις καὶ τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπεὶ δὲ καὶ τῆς «τελετῆς ἠξιώθη» καὶ τῆς πρὸς τὸ κρεῖττον ἀναβάσεως καὶ ὑψώσεως, ἔτι μᾶλλον καλλίων καὶ χαριέστερος γέγονεν. ἐῴκει γοῦν δέσμης ἀπηλλαγμένος τινὸς καὶ ἀκριβῶς ἐπτερωμένος τε καὶ ἐλεύθερος, ὥσπερ τι ἀνάθημα ἔμψυχον τῷ Θεῷ γεγονώς. περιῄει γοῦν ἡδονῆς ἀκηράτου πλήρη τὴν ψυχὴν ἔχων, καί· «εἰ μέν τις ἑτέρα– πολλάκις ἔλεγεν– «οὐρανῶν βασιλεία» τοῖς εὐηρεστηκόσι Θεῷ τεταμίευται, πάντως οἶδε Θεὸς καὶ «ὁ εἰπὼν ἀψευδής». ἀλλὰ καὶ ἣν ζῶσι ζωὴν οἱ πρὸς ἐκεῖνον ἀπευθυνόμενοι οὔ μοι πάνυ δοκεῖ ἀποδεῖν τῆς ἑτέρας καὶ πρώτης. ἔμοιγ' οὖν ἡ ψυχὴ οὐχ ὡς τὸ πρότερον τῷ σώματι συμβεβάπτισται, ἀλλ' ὥσπερ ἐν θείων τεμενῶν ὁρίοις χορεύει καὶ γέγηθε. καί μοι νῦν οὐ συλλελόγισται αὐτῆς τὸ ἀθάνατον, ἀλλὰ τεθεώρηται. ἀφεῖται γὰρ τοῦ σώματος καὶ ὑφέστηκε, καὶ κεχώρισται τοῦ συμφυοῦς, οὐ τὴν ἐνέργειαν μόνον, ἀλλὰ καὶ τὴν οὐσίαν. τοσοῦτον δ' οὐκ ἀπολέλυται ὅσον βεβούληται τῷ δεσμήσαντι· τέως γοῦν καθαρῶς ἐπαναστρέφει πρὸς ἑαυτὴν καὶ πρὸς νοῦν ἔστραπται καὶ διὰ νοῦ πρὸς Θεόν». ταῦτα φιλοσοφῶν ἐκεῖνος κἀμοὶ τοὺς πολλοὺς διέλυε τῶν «ἀσυλλογίστων συλλογισμῶν» καὶ ἄμεσον ἐδίδου τὴν νόησιν, ἀπὸ νοῦ προτεινόμενος ὁμοῦ καὶ συμπεραινόμενος καὶ τῆς μέσης πλάνης μὴ προσδεόμενος. ἑώρων γοῦν αὐτὸν ἕτερον ἐξ ἑτέρου γινόμενον καὶ ταῖς «ἀναγωγοῖς δυνάμεσι» πρὸς τὸ ἀκρότατον ἐπαιρόμενον καὶ τοὺς ἀπὸ Βαβυλῶνος ἀναβαθμοὺς ᾄδοντα καὶ εἰς τὴν Ἱερουσαλὴμ ἀναγόμενον. Οὔπω πολὺς διεληλύθει καιρὸς καὶ παρ' αὐτὸν ἐφοίτησα προσκληθεὶς καὶ εἰσιόντι· «ἀλλὰ νῦν– ἔφη–, τεκνίον, οὐ πάνυ τι τὸ χαροπόν μοι ἐκεῖνο ἐμπέφυκεν, ἀλλά τις ἀχλὺς ἀθρόον ἐπιπεπλάνηται τὴν ψυχὴν καὶ οἶδα μὲν ὅτι παρὰ τῶν χειρόνων τοῦτό μοι ἐπιδεδράμηκε φύσεων. ἡ γὰρ μερὶς αὕτη– καὶ προσέθηκε περὶ τούτου φιλοσοφῶν πλείονα, τί ποτε δρᾷ, πῶς εἴσεισι τὴν ψυχήν, καὶ τἆλλα τῆς τε φύσεως ἐκείνων καὶ τῆς ἀκριβοῦς τῶν πεπειραμένων παρατηρήσεως–· ἀπώσασθαι δὲ οὐκ ἔχω τὴν πολιορκίαν, ἀλλ' ὥσπερ τειχήρης ἡ ψυχὴ ἐνδομυχεῖ καὶ πρὸς τὸ βάθος ὑπείσεισι». Ταῦτα μὲν ἐκεῖνος. ἐγὼ δὲ εἰς δέον τῇ εὐγλωττίᾳ τότε χρησάμενος καὶ τοὺς τρόπους εἰρηκὼς καθ' οὓς κατατρέχει μὲν ἡμῶν τὰ πνεύματα, ἡμεῖς δὲ νικῶμεν ἐπιστρεφόμενοι καί, τὸν τάραχον αὐτοῦ ἀφελών, κατέστησα τὴν ψυχήν. καί· «ὦ σπλάγχνον– ἔφησε– γλυκύτατον, τί δὲ οὐκ ἀντεφεστιάσω σε τοιούτοις με λόγοις ξενίσαντα; ὡς ἡδὺ δὲ καὶ τὸ χρῆμα πατὴρ καὶ υἱὸς φιλοσόφως συνδιαιτώμενοι καὶ κοινῶν ἁλῶν συμμετέχοντες». «ἀλλ' οὐχὶ μὴ βουλόμενον, ὧ πάτερ, ξενοδοχεῖς. ἀπηλλάγην δ' οὖν οὐδαμῶς, εἰ καὶ μὴ αὐτὸς ἐπὶ τὴν σὴν ξενίαν με παρεκάλεσας». βραχύ τι πρὸς τὸν λόγον παρεμειδίασεν ὁ πατὴρ καί· «εἰ μὲν εἰσί τινα– ἔφη– ζῶα τὰ ἔκγονα πάλιν τεταραγμένα καὶ τοῖς φυσικοῖς κόλποις ὑποδεχόμενα, ἱστορούντων ἀκήκοα· ἔγωγ' οὖν ἄν σε καὶ τοῖς σπλάγχνοις ἡδέως ἐνέθηκα ἀναρρήξας αὐτά». Τὴν ἡμέραν τοίνυν ἐκείνην κοινῇ συνεστιαθεὶς τῷ πατρί, ἐπειδὴ πρὸς καταφορὰν ἐκ πολλοῦ ὁ ἥλιος ἐγεγόνει πολλοῖς τοῦτον κατασπασάμενος ἀσπασμοῖς ἐκδὺς τοῦ ἀσκητηρίου ἀπηλλάγην, ἐκεῖνον μὲν φαιδρὸν ἐγκαταλιπών. αὐτὸς δ' οὐ πάνυ εὔθυμος ὤν, ὅθεν ἔδοξέ μοι ἀπιέναι πρὸς τὴν μητέρα κἀκείνῃ φαρμάκῳ πρὸς τὸ πάθος χρήσασθαι τῆς ψυχῆς. ἡ δέ με τότε ὥσπερ ἀπόδημον εἰσεδέξατό τε περιχαρῶς καὶ τῆς νυκτὸς ἐκεῖσε διαναπαύσασθαι πέπεικεν.

Intertext edge

Open linked passage

Note