Encomium in matrem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Ἀλλ' οὔπω «μέσαι νύκτες» καί τις ἐψόφει τὴν αὔλειον καὶ ἡ θυρωρὸς γνοῦσα ὅστις εἴη τεταραγμένη τῇ μητρὶ κἀμοὶ πρόσεισιν· ἤδη γὰρ πρὸς τὸν ὄρθριον ὕμνον ὁ καιρὸς ἐκείνην ἐκάλει. προσιοῦσα οὖν· «ὁ πατήρ σοι, κάλλιστόν μοι μειράκιον– πρὸς ἐμὲ νεύσασα–, ἑσπέρας ἀθρόον κατενεχθεὶς λάβρῳ θέρεται πυρετῷ». αὐτίκα τοίνυν ἐγώ τε πρὸς τὸν πατέρα ἐπεπορεύμην, κἀκείνη «κατὰ πόδα» εἵπετο. εἰσεληλυθότες οὖν τὸν οἰκίσκον ἑωράκειμεν αὐτὸν πυρὶ μὲν ἀτεχνῶς καταπιμπράμενον, ἄσθματι δὲ πυκνῷ συνεχόμενον καὶ φλεγμονὴν ἀκριβῶς ἐν τοῖς σπλάγχνοις ὑποδεικνύοντα. ὡς δὲ καὶ τοῖς δακτύλοις τὰς τῆς ἀρτηρίας κινήσεις ἐτεκμηράμην– ἐσπουδάζετο γάρ μοι μακρόθεν ἡ περὶ τοῦτο τέχνη– ἀπειρήκειν εὐθύς. ἐκλέλοιπε γὰρ τῷ μορίῳ ἡ κίνησις, ὥστε βραχύ τι κινεῖσθαι ἢ μᾶλλον κατὰ τὰς τῶν μυρμήκων κινήσεις κυμαίνεσθαι. «αὖος οὖν καὶ ἀπόπληκτος» εἱστήκειν οὐκ ἔχων πότερον ἐκεῖνον ἀποκλαύσασθαι ἢ τὴν μητέρα παραμυθήσασθαι ἢ ἐμαυτὸν ἀποδύρασθαι. ὁ δὲ καὶ ἐγνώκει με ταραττόμενον καὶ τῷ δεξιῷ περιλαβών με βραχίονι· «ἐγὼ μέν, ὦ τέκνον, ἄπειμι– ἔφη– τὴν τεταγμένην πορείαν καὶ ἣν ὁ Λόγος ἀφώρισε· σὺ δέ, ἀλλὰ καὶ σαυτῷ παρακέλευε μὴ θρηνεῖν καὶ τῇ μητρὶ ἀρκοῦσα παραμυθία γενοῦ». εἶτα δὴ βραχύν τινα «ἐπισχὼν χρόνον» καὶ «τοὺς ὀφθαλμοὺς διανοίξας» ἀθρόον καί τι ἀσαφῶς ὑποψιθυρίσας, ὁμοῦ τε τάς τε βλεφαρίδας ἀφῆκε τοῖς ὄμμασι καὶ ἐξεπεπνεύκει, τὴν μὲν ψυχὴν Θεῷ παραθείς, ἐμὲ δὲ εἰς θρήνων ἐξουσίαν ἀφείς. Ἐπειδὴ γὰρ οὔπω παρῆν οὐδεὶς τῶν συνασκησάντων, τῷ ἐκείνου στήθει ἐπιπεσὼν καὶ τὴν καρδίαν καταφιλῶν· «ὦ πάτερ» ἔλεγον, καὶ τοῦτο πολλάκις καὶ αὖθις ἐπεῖχον· οὐ γὰρ ἦν μοι τὸ πνεῦμα συνειλεγμένον. ἔπειτα δή, συλλέξας καὶ βύθιόν τι ἀσθμήνας· «ὦ πάτερ– αὖθις ἐβόων–, ποῦ ποτε ἀθρόως πεπόρευσαι; πῶς δὲ ἀπέπτης καταλιπὼν τὸν υἱόν; ὢ αἰφνιδίου διχοτομίας, ὢ πικρᾶς διαιρέσεως. ἔτι ἡ πρὸ τῆς ἑσπέρας τῶν σῶν λόγων ἠχὼ ἐναυλεῖ μοι τῇ ἀκοῇ, ἔτι δοκοῦμεν φιλοσοφεῖν καὶ περὶ ψυχῆς διαλέγεσθαι. τί ποτε ἦν ἐκεῖνο τὸ βέλος ὅ σου ἐξαπιναίως τὴν ψυχὴν ἐτραυμάτισε; τίς ἀφῆκε τὴν λόγχην ἐκείνην ἐπὶ τὰ σπλάγχνα; τίς τὸν θανατηφόρον ἐκεῖνον ἐνέχεέ σοι ἰόν; ἐγὼ δὲ ἐδόκουν τὸν ὀϊστὸν ὑφελεῖν, τάχα που καὶ ἀνέρρηξά σου τὴν ὠτειλὴν τοῦ βέλους, τὴν ἀκμὴν ἀφαιρούμενος, τάχα σου κατέξανα τὴν πληγήν· σὺ δὲ μεταβεβληκότι ἐῴκεις καὶ ἀνήνεγκας τὴν ψυχήν. ὤ μοι τῶν ἐξιτηρίων ἐκείνων ῥημάτων καὶ τῶν προπεμπτηρίων φιλημάτων. καὶ σὺ μὲν ἴσως, ὦ πάτερ, τὰς τελευταίας ἡμῖν ἐδίδους περιπλοκάς, ἀπαίρειν μέλλων καὶ στέλλεσθαι πρὸς ἐκδημίαν μακράν, ἐγὼ δὲ ᾤμην φύσεως εἶναι ταῦτα φιλοτιμίαν εἰς φιλοστοργίαν χαλασθείσης ἀθρόον, οἷα δὴ πολλὰ εἴωθεν. οὐκ οἶδα ποῖ τράπωμαι, πῶς δὲ τὸ ἐξοιδοῦν καταστελῶ τῆς ψυχῆς. τὴν δὲ μητέρα παρηγορήσω πρότερον ἢ παρηγοροῦσαν εἰσδέξομαι; σὺ μὲν οὖν, ὦ πάτερ, ἀπελήλυθας τὴν καλὴν ὄντως πορείαν, μᾶλλον δὲ ἐστάλης πρὸς οὐρανὸν τῷ ἀέρι ἐφεὶς καὶ «πρὸς Θεὸν ἀναβέβηκας», πρὸς ὃν τὰ πολλὰ πεπραγμάτευσαι, ἐγὼ δὲ περὶ τὸν «πλάνητα» τοῦτον «βίον» ἐλλέλειμμαι, οὐκ οἶδα εἰς ὃ τελευτήσων ἢ ἐγκαθορμισόμενος τὸ μέγα «περαιωσάμενος πέλαγος». ἀλλ' ὦ πάτερ, τὸ «γλυκὺ» τοῦτο ἐμοὶ καὶ ποθούμενον «ὄνομα». εἴ τις μνήμη ταῖς θείαις ὑμῶν ψυχαῖς τῶν ἐνταῦθα ἐγκάθηται, εἴ τις ἀνάμνησις παρὰ τοῦ Κρείττονος δέδοται, μέμνησο τοῦ υἱέος. οὐ γὰρ ἐκκόψεις σαυτῷ τὴν ἔλλαμψιν, οὐδ' ὑφαιρήσεις τῆς θεωρίας· οὕτω γὰρ καὶ περὶ τῶν ἀγγέλων ἀκούομεν ὅτι καὶ πρὸς τὰ ἄνω ἐπτέρωνται ἅμα καὶ τὰ τῇδε ἐπιτροπεύουσιν. «ἀγγελικῆς» καὶ αὐτὸς ἠξίωσαι «καταστάσεως», δεῖξον ἡμῖν τὸ ἀξίωμα, δεῖξον τὴν ῥοπὴν ἀμετάθετον». Ἐγὼ μὲν οὖν ταῦτα ἀνῴμωζον «περιπλέγδην ἐχόμενος» τοῦ πατρός. ὡς δὲ βραχύ τι ἀνένευσα, τότε πρῶτον ἐγνώκειν ἐπισπωμένην με τὴν μητέρα καὶ χερσὶν ὅλαις ἀνθέλκουσαν. ἐπιστραφεὶς γοῦν τεθέαμαι ταύτην· ὢ ψυχῆς ἐκείνης. ἀλλὰ πῶς ἂν εἴποιμι τὴν τῶν παθῶν αὐτῇ κρᾶσιν, πῶς δ' ὅπως κρείττων ἐγεγόνει τοῦ δυναστεύοντος; ἐδριμύττετο γοῦν τὰ σπλάγχνα δεινῶς καὶ ἡ φύσις αὐτῇ κατενήνεκτο· ἐῴκει δὲ κρείττονι νῷ ἐμβριμωμένη τοῖς φυσικοῖς πάθεσι καὶ ταράττουσα ἑαυτήν. ἀνέστελλε γοῦν καταρρέον τὸ δάκρυον καὶ ἀνασπώμενον κάτωθεν ἐπεῖχε τὸν στεναγμὸν καὶ τὸ πρόσωπον ὠχριακὸς αἰδοῖ τῇ περὶ τὸ πρᾶγμα ἠρύθαινε καὶ ἦν ἐν αὐτῇ μίξις καὶ στάσις πλειόνων ἐναντιώσεων. ἐνίκησε δ' οὖν ὅμως αὐτῇ τὸ φιλόσοφον. εἶτα δὴ καὶ πρὸς ἐμὲ ἀτενὲς ἰδοῦσα· «ἀλλ' οὐδέν σε, παιδίον,– ἔφη– ὁ θύραθεν ὤνησε λόγος πρὸς θεοσέβειαν, ἀλλὰ μάτην μέν σοι ἡ παίδευσις, μάτην δὲ τεθρύλληται ἡ εὐμάθεια; οὔπω γὰρ τὸ φιλοσοφούμενον τοῖς «τῆς εὐαγγελικῆς πολιτείας» τροφίμοις μεμάθηκας· ἡμῖν γὰρ τοῦτο σπούδασμα, λῦσαι τὸ σῶμα δι' ἐγκρατείας καὶ ἀναλῦσαι τὴν ψυχὴν τῆς φυσικῆς ταύτης κράσεως καὶ συνεῖναι Θεῷ. καὶ τοῦτο τέλος ἡμῖν τῆς πολλῆς ἐνταῦθα πραγματείας καὶ συντονίας, οὗ δὴ νῦν ὁ πατήρ σοι τετύχηκε, καὶ νῦν πρώτως καθαρῶς ἠλευθέρωται αὐτοῦ ἡ ψυχή. ὃ δὲ νῦν ὁρᾷς, ὕλη ἐστὶ μορφωθεῖσα παρὰ τῆς φύσεως, ἐκ στοιχείων συγκειμένη καὶ αὖθις εἰς αὐτὰ διακρινομένη. ἦν μὲν οὖν ποτε καὶ τοῦτο τὸ σῶμα καλὸν καὶ ἐγκείμενον τῇ ψυχῇ, ἀλλ' ὁ τοῦ ὄφεως ἐκεῖνος ἰὸς σκότους καὶ ἀχλύος ἐμπέπληκε. βούλεται γοῦν αὐτὸ καθᾶραι πάλιν Θεὸς καὶ τὸν ἰὸν ἐξελεῖν· διὰ ταῦτα διεῖλε τὸ κρᾶμα καὶ διαιρεῖ τὸ σύνθετον καὶ ἐκχεῖ τὸ δεινὸν φάρμακον, ἵν' αὖθις ἀναπλάσῃ καὶ οἰκοδομήσῃ καὶ τὴν ψυχὴν τούτῳ πάλιν ἐγκαταστήσῃ. ὄψει γοῦν αὖθις τὸν πατέρα, εἴ γε βούλοιο, μετὰ τοῦ συμφυοῦς ποτε σώματος, ὅτε σάλπιγξ ἠχήσει μέγα κατὰ τὰς ἡμεδαπὰς παραδόσεις καὶ «εἰδοποιήσει τὴν ὕλην» ὁ πλάσας καὶ μορφώσει τὴν κόνιν καὶ ἀναπλάσει τὸν ἄνθρωπον. ταύτην μοι, τέκνον, «παιδεύου τὴν παίδευσιν» καὶ φιλοσοφίας ἔχου τῆς κρείττονος καί, θρηνεῖν εἴ γε βούλοιο, σαυτὸν ἀποδύρου ἔτι τῷ δεσμῷ κατεχόμενον καὶ τῷ τοῦ βίου πελάγει πλανώμενον καὶ οὔπω ἐλλιμενίσαντα». Ἠιδέσθην, πῶς ἂν εἴποι τις, ταῦτα διεξιούσης μοι τῆς μητρός, καί, βραχύ τι τὸν θρῆνον ἐπισχών, τόν τε πατέρα τῇ γῇ κατεθέμην καὶ πρὸς τὴν μητέρα μεταστραφείς· «ἀλλὰ σύ μοι– ἔφησα– γενοῦ τοῦ κρείττονος «λόγου διδάσκαλος» καὶ τῆς σῆς μετάδος σοφίας, ἣν αὐτὴ δαψιλῶς ἐκ τῶν ἄνωθεν ἠρρύσω πηγῶν».. Βούλομαι μὲν οὖν τὸν λόγον εὐθὺς ἐπὶ τὴν μητέρα μετενεγκεῖν, ἕτερος δέ με λόγος ἀνθέλκει καὶ περὶ τὸν πατέρα καταναγκάζει φιλοχωρεῖν, μᾶλλον δὲ οὐ λόγος, ἀλλ' «ὄψις νυκτερινή», εἴ γε μὴ καὶ αὕτη λόγος ἐστίν, ἢ ἔμφυτος καὶ παρὰ τῆς ψυχῆς ἀναδιδόμενος καθ' ὃν οἶδε τὰ ὄντα ἢ ἔξωθεν καὶ θειότερος ὑποδεικνύων τῇ ψυχῇ ἀφιεμένῃ τοῦ σώματος τὴν τῶν ἑστώτων ἀλήθειαν. μικρὸν δέ τι προσλήψομαι. Ἐσφάδαζέ μοι ὁ λογισμὸς μαθεῖν ἐθέλοντι οἵας ὁ πατὴρ τετύχηκε λήξεως. ἑσπέρας γοῦν πρὸ τῆς ὄψεως πολλὰ περὶ τούτου τῷ Κρείττονι προσευξάμενος καί που καὶ τὴν τοῦ πατρὸς ψυχὴν πρὸς τοῦτο ἐφελκυσάμενος, καὶ αὖθις ὡσανεὶ καταναγκάσας δεῖξαι ὅπῃ κεχώρηκεν, ἀπῄειν ὕπνου μεταληψόμενος. ὁπόσον οὖν μέτρον κατέδαρθον τῆς νυκτὸς ἀγνοῶ, ᾤμην γοῦν ἀναβλέψας ἀθρόον, εἴ γε μὴ ᾤμην, ἀλλ' ἦν ἀληθὲς τὸ ὀφθέν. τέως γοῦν, ὥσπερ ἀνοίξας τοὺς ὀφθαλμούς, ἑωράκειν τὸν πατέρα μετὰ τοῦ σχήματος οὖ τέθαπτο, ἐξόχως καλλίονα ἢ τὸ πρότερον. Ἐγεγήθει γοῦν ἀτεχνῶς καὶ σκιρτήματι καθαρῷ ἀνέφερε τὴν ψυχήν, τά τε ὄμματα, πυρσοί τινες ἐκεῖθεν ἐστέλλοντο καὶ ἡ χαροπότης τὸ μέτρον παρήλλακτο· ἦν οὖν ἑκάτερον, καὶ τὸ νοούμενον παρ' αὐτῷ καὶ τὸ ὁρώμενον, ὑπερκείμενα καὶ τῆς αἰσθήσεως καὶ τοῦ νοῦ. προσῄει γοῦν μοι ἀνθρωπικώτερον καὶ τὴν ἐπαφὴν οὐχ ὑπέφευγεν, ἀλλ' ἐδίδου ἐφάπτεσθαι. ὁ δὲ καὶ αὐτὸς ἀνθήπτετο καί με τῇ συνήθει προσαγορεύσας φωνῇ· «τέκνον– ἔφη– καὶ πάλαι καὶ νῦν πλέον ποθούμενον, θάρρει δὴ ἐπ' ἐμοί. ὁμοῦ γὰρ ἐτεθνήκειν καὶ τὸν Θεὸν ἑωράκειν– οὕτω δὴ καὶ τὴν λῆξιν εἰπών– καὶ πολλὰ δὴ περὶ σοῦ τὴν ἄρρητον ἐκείνην φύσιν κατεδεήθην καὶ ἐλιπάρησα». Τὰ δ' ἄλλα, πότερον ἐρῶ, πάτερ, ἢ ἀποκρύψομαι; ἐγὼ μὲν γὰρ καὶ μάλα προῄρημαι– ἔχει γὰρ φιλοτιμίαν ὁ λόγος ἐμοὶ καὶ μάλισθ' ὅτι καὶ θεῖος καὶ παρὰ Θεοῦ–, αἰσχύνομαι δὲ ψευσάμενος τὴν ἀπόκρισιν. τὸ μὲν γὰρ Θεῖον βεβούληταί μοι καλλίονα, ἐγὼ δὲ μέχρι παντὸς ἀντιπράττω τοῖς δόξασιν, ὅθεν οὐ διαμαρτία τῆς ἀληθείας ἡ τοῦ Θείου φωνή, ἀλλὰ κακία ἐμή· οὐ γὰρ ἠναγκάσμεθα περὶ τὰ κρείττω, πάτερ, ὥσπερ οὐδὲ περὶ τὰ χείρω, οὐδ' ἐκ προγνώσεως παραβεβιάσμεθα πρὸς τόνδε ἢ τόνδε τὸν βίον, οὐδ' ἀλλοιοῖ τὸν τρόπον ἡ πρόγνωσις, ἀλλὰ τὸ «ἐφ' ἡμῖν» καὶ ἡ προαίρεσις καὶ ἡ ῥοπὴ τοῦ θελήματος τῶν πολιτειῶν ποιεῖ τὸ διάφορον. τὸ μὲν οὖν Θεῖον παντὸς ἕνεκα ἀγαθόν, μᾶλλον δὲ πηγὴ ἀγαθότητος, καὶ ἀγαθύνειν πάντα βουλόμενον, ἐγὼ δὲ φαῦλος περὶ τὴν γνώμην καὶ ἑκουσίως εἰς τὴν κακίαν ὠλισθηκώς. εἰ δὲ ζηλοτυπεῖς τὴν θείαν φωνὴν ἐπὶ τῇ ἐμῇ παρακεκινημένην ῥοπῇ, προσλιπάρησον αὖθις καὶ τοῦτο πολλάκις τὸν ζηλωτὴν ἐφ' ἡμῖν Κύριον, καί με τῶν αἰσθήσεων ἐπὶ τὴν νόησιν ἄφελε.