Encomium in matrem
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Ὁ μὲν οὖν περὶ τοῦ πατρὸς λόγος ἐνταῦθα λήξας τέλος ἐχέτω, τῇ δὲ μητρὶ τὸ λειπόμενον ἡμῖν τοῦ χρέους ἀποδοτέον. ἐκείνη μὲν γὰρ καὶ πρότερον τῆς μακαρίας ἤρα πρὸς τὸν Θεὸν λήξεως, ἐπεὶ δὲ καὶ ὁ πατὴρ ἀνελύθη, ὅλη πρὸς ἐκείνην ἐπτέρωτο τὴν ζωήν· «δεινὸν» γὰρ «ἐποιεῖτο» εἰ σώματι μὲν συζῶντες ἀδιαίρετοι ἀλλήλων ὄντες ἐτύγχανον, πνεύματι δὲ συναφθέντες ὕστερον, τὸ διάφορον ἔχοιεν, καὶ ὁ μὲν Θεῷ συνοικοίη, ἡ δὲ τῷ κόσμῳ ἐμβιοτεύοι. ἐζήτει γοῦν αὖθις τὴν θειοτέραν συνάφειαν καὶ πολλὰ τῷ δεσμῷ ἐπηρᾶτο ὅτι τούτου κάτοχος ἡ ψυχὴ γένοιτο, τὸ θεῖον χρῆμα τῷ χείρονι. Προσετίθει γοῦν τῇ τοῦ δεσμοῦ λύσει ὁπόσα εἴωθε λύειν εἰς τὸν σκοπὸν συλλαμβάνουσα, δάκρυον ἀστακτὶ καταρρέον– τὸ γὰρ πολὺ τῆς ὕλης ἤδη κεκένωτο–, ἀποχὴν οὐ τῶν ἡδέων μόνον, ἀλλ' ἤδη καὶ τῶν ἀναγκαίων, σώματος στένωσιν, χαμευνίαν καὶ τὴν ἄλλην ἐγκράτειαν. ὅθεν πᾶν μὲν τὸ γεῶδες παραναλώσασα, πᾶν δὲ τὸ ὑγρὸν ἐκκενώσασα, πᾶν δὲ τὸ ἀερῶδες διαφορήσασα, τῷ ἐφ' ἡμῖν στοιχειώδει πυρὶ ἐδεδώκει τὴν ἐξουσίαν· τὸ δὲ μὴ ἀντιπαλαιόμενον μηδὲ ἰσορροπούμενον καυστικώτερον ἑαυτοῦ γίνεται καὶ τὴν φυσικὴν δύναμιν εἰς τὴν παρὰ φύσιν τροπὴν μεθιστᾷ, εἶτα δὴ καὶ εἰς ἕξιν τῷ περιλελειμμένῳ καθίσταται σώματι. Ἐντεῦθεν ἐφρύσσετό τε καὶ κατανήλωτο καὶ ὑπέρρει κατὰ βραχύ, καὶ ἦν οὐκέτι τῇ ψυχῇ ἀντιπίπτον, ἀλλὰ ῥᾷστα δὴ ὑπ' ἐκείνης ὀχούμενον καὶ πτερούμενον πρὸς Θεόν. λέγω δὴ οὐχ ὅτι τὰ μεγέθη τῶν σωμάτων καὶ αἱ βραχύτητες καθέλκουσιν ἢ ἀνάγουσι τὴν ψυχὴν καταγομένην ὑπὸ τούτων ἢ ἐκεῖνα ἀνάγουσαν, ἀλλ' ὡς ὅποι δ' ἂν παραληφθείη τὸ χρῆμα τῆς ἐγκρατείας καὶ κενώσῃ τὴν ὕλην καὶ δαπανήσῃ τὸν ὄγκον, ἐπελαφρίζει τὸ σῶμα «τῇ συνδεδεμένῃ ψυχῇ», οὐχ ὥστε αἴρεσθαι σὺν αὐτῇ φυσικῶς– οὐ γὰρ παρὰ τὴν φυσικὴν λεπτότητα τῆς ὕλης ἡ ἄρσις–, ἀλλ' ὥστε μὴ ἀνθίστασθαι αἰρομένῃ ταύτῃ πρὸς οὐρανόν, ἀλλ', ὡς εἰπεῖν, καὶ συμμεθίστασθαι. τοιοῦτον αὐτῇ γέγονε τὸ σῶμα κοῦφον, ὡς ἀληθῶς καὶ μετέωρον. Ἡ δέ, ὡς νῦν ἠργμένη τοῦ σωφρονεῖν, ὡς πρῶτον ἁπτομένη τοῦ ἐγκρατεύεσθαι, ἄλλα ἐπ' ἄλλοις ἐφιλοτιμεῖτο, οἷα καὶ διηγήσασθαι δέον εἰ κἀκείνη τὰ πλείω τούτων ἀνέκφορα κἀμοὶ ἐποιεῖτο– καὶ οὐκ ἐβούλετο παρά τινος ταῦτα γιγνώσκεσθαι, πλὴν θεραπαίνης μιᾶς. ἔφευγε γὰρ ἐκ παντὸς τὸ φιλότιμον, εἰ καὶ «ἐν τῷ κρυπτῷ» φιλοτίμως εἰργάζετο τὸ καλόν, κἂν εἴ που τις τυχὸν οὕτω περιέβλεψέ τι τῶν γινομένων, ἡ δὲ ἐπέσχε καὶ ἐπεσκίασε καὶ ἄλλο τι ποιεῖν ἐμηχανᾶτό τε καὶ ἐσκήπτετο. ἀλλ' ἐγὼ ἀδικοίην ἄν, εἰ παντάπασιν ἀποσιωπήσαιμι τὰ τῆς ἀρετῆς αὐτῆς ἐφευρήματα, καὶ μάλιστα μεταστάσης, ὁπότε καὶ ὁ λέγων τοῦ θωπεύειν νομίζεσθαι ἠλευθέρωται καὶ τῇ ἀπελθούσῃ οὐκ ἔχει παρασκίασιν ἀρετῆς τῆς διηγήσεως τὸ φιλότιμον.