Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Encomium in matrem
Michael PsellusMatr 22 · pg-scrape-grcMore by Michael Psellus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/michael-psellus" aria-label="More works by Michael Psellus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Πολλοὶ μὲν οὖν καὶ ἄλλοι τὴν ἀκαιρίαν αὐτῇ τῆς ἐγκρατείας ἐμέμφοντο, τῶν τε «τοῦ σώματος θεραπευτῶν» ῥωννύειν βουλομένων τὴν δύναμιν καὶ τῶν ὅσοι τὰ μέτρα καὶ τοὺς ὅρους τῶν ἀρετῶν πεφιλοσοφήκασι, καὶ μάλιστα τοὺς καιροὺς καθ' οὓς ἢ μεταληπτέον ἡμῖν ἢ ἀφεκτέον τῶν προσαρμάτων, μάλιστα δὲ «ὁ ἀναγεννήσας» ἐκείνην «πατήρ»· οὗτος δὲ καὶ τὸν βίον λαμπρὸς καὶ τὸν λόγον παιδευτικὸς ἐγνωρίζετο. ἐπετίμα γοῦν αὐτῇ πολλάκις τὸ ἄμετρον· καὶ «τὸ» μὲν «τῆς ἀρετῆς» ᾐδεῖτο «ἀξίωμα», ὅμως δ' οὖν ἐμηχανᾶτο ταῖς ὑποκρίσεσι κατενεγκεῖν ταύτην παρὰ τὸ βούλημα καὶ μεταποιῆσαι τὴν δίαιταν. ἣ δ' ἅπαξ ποτὲ κατασεισθεῖσα ταῖς ἐκείνου ἀπειλαῖς τὴν ψυχήν, τῇ πιστευθείσῃ αὐτῇ θεραπαίνῃ ἰχθῦν τινα τῶν εὐτρόφων προστάττει δεξιῶς παρασκευασαμένην προσενεγκεῖν. καὶ δὴ παρεσκεύαστο καὶ προσῆκτο, καὶ τράπεζά τις τὸ ἰχθύδιον προσεδέξατο τότε πρώτως ἐκείνῃ παρατεθεῖσα. ἡ δέ, ὡς εἶδεν ἐπὶ τῷ τῆς ζωῆς τέλει ἀθρόον τὴν φιλόσοφον αὐτῇ ἐξοικισθεῖσαν ζωὴν καὶ ἀντεισαχθὲν ἐκείνης τὸ τῆς πολυτελείας ἀσύνηθες, κανᾶ καὶ χειρόμακτρα καὶ εἴ τι ἄλλο τῶν περὶ τράπεζαν, «λιβάδας δακρύων» εἰσβιασαμένη τοῖς ὀφθαλμοῖς καὶ βαρύ τι στενάξασα καὶ χερσὶ τὸ στῆθος ὡς δυνατὸν πλήξασα· «ὤ μοι– φησί– τῶν κακῶν. ἀπώλετό μοι ἀθρόον εἴ τι μοι καὶ πρὸς ἐφόδιον παρεσκεύασται. ὡς ἀκατάλληλα δέ μοι καὶ τῷ βίῳ τὰ δρώμενα, τράπεζα καὶ κρατῆρες καὶ ἰχθύες καὶ κύπελλα, καὶ ἀναμέμικταί μοι φιλοσοφούσῃ τὰ πολυτελῆ ταῦτα καὶ περισσά. οὐ γνωρίζω τὰ παρατεθειμένα, οὐκ οἶδα τουτὶ τὸ δρᾶμα, οὐδ' ἐπίσταμαι τὴν σκηνήν. ἐκκεκύλισμαι τῆς ἐγκρατοῦς ζωῆς, ἀφῄρημαι τὰς ἐλπίδας, ἀποσεσύλημαι τὸν πλοῦτον τῆς ἀρετῆς» καὶ πρὸς οὐρανὸν «ἀνασχοῦσα» τὰς «χεῖρας»· «ἡμάρτηκα– φησί– τῷ Κυρίῳ μου» «. Ἐπεὶ δέ ποτε ἐπέπαυτο γοερῶς ἀνοιμώζουσα παρακελεύεται τῇ θεραπαινίδι τὴν θύραν ἐξιούσῃ τοῦ ἀσκητηρίου ᾧ ἂν πρώτῳ ἐντύχῃ πένητι τοῦτον εἰσενεγκεῖν. ἡ δ' ἐξιοῦσα καὶ βραχύν τινα χρόνον διαλιποῦσα εἰσάγει τι γύναιον γεγηρακὸς «ἤδη καὶ ἔξωρον». ἡ δέ, εὐθὺς ὡς ἐνὸν ὑπανέστη καὶ παρ' ἐλπίδας ῥωσθεῖσα ὑπήντησεν, εἶτα δὴ καὶ χειραγωγήσασα ἐκάθισεν ἐπὶ τῆς εὐνῆς, δεσπότιν ἀποκαλοῦσα, εὐεργέτιν, σώτειραν καὶ τἆλλα τῶν ὀνομάτων τὰ κάλλιστα. ἐπεὶ δὲ ἐκτετρύφηται τῇ γραῒ ὁ ἰχθῦς, τῷ οἰκείῳ ἐκείνην ῥάκει καλυψαμένη ἀφῆκεν. οὕτως ἐκείνη ἀπήλαυσε τῆς δεδομένης τροφῆς, τοσοῦτον τῆς τραπέζης ἀπώνατο, τοσοῦτον τοῦ ἐγκρατοῦς βίου διέφθορεν. Ἐπεὶ δὲ ἅπαν αὐτῇ τὸ σῶμα καταπεπτώκει καὶ οὔθ' αἱ χεῖρες κεκίνηντο οὔθ' οἱ πόδες τὴν φυσικὴν ἐδίδουν ἐνέργειαν, μή ποτε ἆρα ἐνταῦθα καθυφῆκε τοῦ ἐπ' ὀρθῷ ψάλλειν τῷ σχήματι; πολλοῦ γε καὶ δεῖ. ἀλλ' ἀπαιτήσειέ τις· «καὶ πῶς ἄρα δεδύνητο ὃ βεβούλητο;». ἐπειδὴ γὰρ ἥκοι ὁ τῆς ὑμνῳδίας καιρός, δυσὶ τῶν θεραπαινίδων ἐπερείδουσα ἑαυτήν, ἢ μᾶλλον αὖται ἑκατέραν ὑπιοῦσαι ἀγκάλην καὶ περιπλεξάμεναι, εἶτα δὴ καὶ κούφως διαβαστάσασαι ἐπὶ τοῦ ὀρθοῦ ἵστασαν σχήματος. καὶ οὕτως ἄχρι τῆς λύσεως «ἀπεδίδου τὰς εὐχὰς» τῷ Θεῷ. Τοῦ δὲ θειοτέρου σχήματος ἤρα μὲν ἐκ πολλοῦ, ἐδεδοίκει δὲ τὸ χρῆμα ὡς οὐκ ἔχουσα πρὸς τοῦτο παρασκευήν· πάλιν δὲ οὐδὲν ἧττον ἐδεδίει ἀποτυχεῖν τούτου δὴ τοῦ μεγίστου καὶ λαμπροῦ ἀξιώματος. ἐνδοιάζουσαν οὖν περὶ τούτου καὶ ἀμφιβάλλουσαν, θειοτέρα ὄψις περὶ τὸ πρᾶγμα ἀπηύθυνε· πρεσβύτις γάρ τις ἐκ σπαργάνων αὐτῶν τῷ ἀκηράτῳ βίῳ καταγηράσασα, ἐν ὕπνοις ἁρπάζεται τὴν ψυχήν, ἡ δὲ ἁρπαγὴ οὐκ εἰς ἀέρα ἐκούφισεν, ἀλλ' εἰς θεάτρου σχῆμα μετήνεγκεν, εἰς τὸ στάδιον μὲν οὐ καταγαγοῦσα, ἄνω δέ τι μετεωρίσασα ἔνθα ἔδει τὸν βασιλέα τὸ βῆμα ποιήσασθαι. περιβλεψαμένη γὰρ χρυσοῦν μὲν ἕνα τεθέαται θρόνον, πολὺ τὸ ἄρρητον ἔχοντα· ἡ γὰρ ἀστραπὴ τῆς ὕλης οὔτε τοῖς ὀφθαλμοῖς ὁρᾷν ξυνεχώρει, οὔτε ταύτῃ ἐδίδου εἰπεῖν τι περὶ ἐκείνου. ἑκατέρωθεν δὲ πολλοὺς παρεσκευασμένους θρόνους, τοὺς μὲν καὶ χρυσοῦς, τοὺς πλείους δὲ ἐξ ἐλέφαντος, ἐν μέσῳ δὲ τούτων ἐκ δεξιᾶς ἕνα παρὰ τοὺς ἄλλους. τὴν μὲν γὰρ ὕλην οὐκ εἶχεν εἰδέναι ἥτις αὐτῷ ὑποβέβλητο, πλὴν ὅσον μέλανι μὲν ἐβέβαπτο χρώματι· ἐδίδου δέ τι λαμπρότητος ἡ βαφή, καὶ οὐδὲ αὕτη ἀκτίνων τινῶν ἀπεστέρητο. περὶ ἧς δὴ καὶ ἔρεσθαι τὴν πρεσβύτιν καὶ εἰπεῖν τὸν ἀπαγαγόντα ὅτι Θεοδότης ὁ θρόνος– τοῦτο γὰρ ἐκαλεῖτο ἡ μήτηρ–, «ὀνομαστὶ» δὲ καὶ τἆλλα εἰρήκει· «ἐκείνῃ γὰρ ὁ βασιλεύς φησι τοῦτον παρασκευάσασθαι μελλούσῃ οὐ μετὰ πολὺ ἐνταῦθα ἀφίξεσθαι». ἐπὶ τούτοις ἀφεῖσα τὸν ὕπνον ἡ θεωρός, δρομαία πρὸς τὴν μητέρα χωρεῖ καὶ ἀπαγγέλλει τὴν ὄψιν. ἡ δὲ γνοῦσα καί– ὢ ψυχῆς πᾶν ὕψος καὶ γνώσεως ὑπεραναβάσης καὶ ἀρετῆς– ἑτέρως αὐτῇ διαλύει τὸν ὄνειρον καὶ ἀφῆκε μὴ μέγα περὶ ἐκείνης φρονεῖν.

Intertext edge

Open linked passage

Note